Migne Reading Room

PG 26 · cols. 1305–1315 · Read from the page

Fragments and sermons

Fragments and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:1305Read from the page
Σωτὴρος λόγος ἔφθασε λέγοντος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Τινὲς δὲ νῦν προδεδώκασι μηδὲν καθόλου αἰκισμὸν παθόντες, ἕνεκεν τριῶν πραγμάτων, φιλαργυρίας τε καὶ ἀπολαύσεως σαρκὸς, βρωμάτων καὶ ποτῶν, καὶ κενοδοξίας, φιλαρχίας καὶ ἀνθρωπίνου φόβου.
word of the Saviour came, saying: Blessed are the pure in heart, for they shall see God (Matt. 5:8). Whereas some now have betrayed the truth without having suffered any torment at all, for the sake of three things: love of money, and indulgence of the flesh in meats and drinks, and vainglory, love of rule, and human fear.
7. Ταῦτα γεγραφήκαμεν παρακαλοῦντες ὑμᾶς· ἀλλ' ἔστι μέτρον ἑκάστου κατὰ τὴν ἑκάστου πολιτείαν ἴδιον. Ἕκαστος οὖν ὑμῶν φίλους ἑαυτοῦ ἄνω κτάσθω· διὸ ἡ Γραφὴ λέγει· Ἐν παντὶ καιρῷ φίλος ὑπαρχέτω σοι. Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι· τούτου γὰρ χάριν γεννῶνται. Ὅσοι οὖν μιμηταὶ ἑκάστου τῶν προειρημένων εἰσὶ, τούτων συγκληρονόμοι ἔσονται, καὶ τούτους ἕξουσι φίλους ἐν ἡμέρᾳ ἀνάγκης. Εἴ τις πρεσβύτερος τυγχάνει, μιμείσθω Τιμόθεον προεστῶτα καλῶς, καὶ βαθμὸν ἑαυτῷ περιποιοῦντα καὶ πολλὴν παῤῥησίαν ἐν Χριστῷ. Εἴ τις διάκονός ἐστι, μιμείσθω τοὺς περὶ Στέφανον ἑπτὰ πιστευθέντας διακονεῖν, οἳ καὶ πιστοὶ πλήρεις Πνεύματος ἁγίου ἐγένοντο. Εἴ τις ἀναγνώστης, συμμέτοχος γενέσθω τοῦ λέγοντος· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου· καὶ ὡς εἶπεν ὁ Πέτρος· Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· καὶ, Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου. Ὅσοι μοναχοὶ τέλειοι, ἐχέτωσαν τούτους τοὺς ἁγίους ἄνδρας εἰς φίλους, Ἠλίαν, Ἐλισσσῖον, Ἰωάννην· οἱ δὲ ἐν αὐτοῖς νεώτεροι μιμείσθωσαν τοὺς τότε τρεῖς ἁγίους μετὰ τῶν Μακκαβαίων. Αἱ δὲ παρθένοι προσδοκώμεναί εἰσι μετὰ τῶν συνεταιρίδων ἐν οὐρανοῖς Μαρίας ἅμα ἀδελφῆς Ἀαρὼν, καὶ τῆς Μαρίας καὶ Θέκλης τῆς ἐκτιλάσης τὴν σαρκικὴν ἐπιθυμίαν ἀφ' ἑαυτῆς, καὶ τῶν τεσσάρων θυγατέρων Φιλίππου τῶν προφητευουσῶν. Αἱ δὲ χῆραι πολιτευόμεναι ἔστωσαν ὥσπερ Δεβόῤῥα κρίνουσα τὸν λαὸν, ἥτις ἐχρημάτισε μήτηρ ἐν Ἱερουσαλήμ· καὶ ὡς Ἰουδὴθ ἐν τῇ φρονιμότητι καὶ ἁγιασμῷ τὴν κεφαλὴν Ὀλοφέρνου ἀφειλαμένη· καὶ ὥσπερ Ἄννα θυγάτηρ Φανουὴλ, ὀγδοήκοντα τεσσάρων ἐτῶν οὖσα, ἦν ἐν τῷ ἱερῷ λατρεύουσα ἐν νηστείαις καὶ δεήσεσι, καὶ ἐπὶ τέλει ἀνθωμολογεῖτο τῷ Κυρίῳ.
7. These things we have written exhorting you; yet each one has his own measure according to each one's way of life. Let each one of you therefore acquire friends for himself above; wherefore the Scripture says: Let a friend be thine at all times. And let brethren be useful in necessities; for on this account are they born (Prov. 17:17). As many therefore as are imitators of each of the aforesaid shall be fellow-heirs with them, and shall have them as friends in the day of necessity. If anyone is a presbyter, let him imitate Timothy, who ruled well, and acquired for himself a good standing and great boldness in Christ. If anyone is a deacon, let him imitate the seven with Stephen who were entrusted to minister, who also proved faithful, full of the Holy Spirit. If anyone is a reader, let him become a partaker with him who says: My tongue is the pen of a ready writer (Ps. 44:2); and as Peter said: If any man speak, let him speak as the oracles of God (1 Pet. 4:11); and: The tongue of the righteous is silver tried by fire (Prov. 10:20). As many as are perfect monks, let them have these holy men for friends, Elijah, Elisha, John; and let the younger among them imitate those three saints of old together with the Maccabees. And the virgins are awaited with their companions in the heavens, together with Miriam the sister of Aaron, and Mary, and Thecla who plucked out fleshly desire from herself, and the four daughters of Philip who prophesied. And let the widows conduct themselves like Deborah judging the people, who was called a mother in Jerusalem; and like Judith, who in prudence and holiness took off the head of Holofernes; and like Anna the daughter of Phanuel, who, being eighty-four years of age, was in the temple serving in fastings and supplications, and at the end gave thanks to the Lord.
8. Ὅσοι πρεσβῦται τῇ ἡλικίᾳ εἰσὶν, ἔστωσαν μιμηταὶ τοῦ ἀγαθοῦ πρεσβείου τοῦ Ἀβραὰμ ἐν τῇ φιλοξενίᾳ, καὶ ὥσπερ Ἰσαὰκ καὶ Ἰακὼβ, Ἰώβ τε καὶ Λώτ. Ὅσαι δὲ πρεσβύτιδες ἢ χῆραι, ζηλούτωσαν τὴν χήραν τὴν ἐν Σαραιπτὰ, καὶ τὴν προσενεγκαμένην τὰ δύο λεπτά. Νῦν δὲ, ἀγαπητοί μου ἐν Κυρίῳ, χωρὶς πολυλογίας, καιρός ἐστι τοῦ πενθῆσαι. Ἐγένετο δὲ μετὰ τὸ αἰχμαλωτευθῆναι τὴν Ἱερουσαλὴμ, καὶ Ἰσραὴλ ἐρημωθῆναι, ἐκάθισεν Ἱερεμίας κλαίων, καὶ ἐθρήνησε τὸν θρῆνον τοῦτον ἐπὶ Ἱερουσαλὴμ, καὶ εἶπε· Πῶς ἐκάθισε μόνη ἡ πόλις ἡ πεπληθυμένη λαῶν; ἐγενήθη ὡς χήρα· οἱ γὰρ ἅγιοι ἐπὶ τῇ τῶν ἀνθρώπων πτώσει κλαίουσιν. Ἰδοὺ γὰρ σήμερον ἡ Ἐκκλησία ὡς χήρα γεγένηται· ἰδοὺ ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶ-
8. As many as are aged in years, let them be imitators of the good eldership of Abraham in hospitality, and like Isaac and Jacob, both Job and Lot. And as many as are aged women or widows, let them emulate the widow in Zarephath, and her who offered the two mites. But now, my beloved in the Lord, without many words, it is a time to mourn. And it came to pass, after Jerusalem was led into captivity, and Israel was laid waste, that Jeremiah sat weeping, and lamented with this lamentation over Jerusalem, and said: How doth the city sit solitary that was full of peoples! She is become as a widow (Lam. 1:1); for the saints weep over the fall of men. For behold, today the Church has become as a widow; behold, the ways of Sion mourn because there are none
Notes, col. 1305

On the reading

Printed Σωτὴρος, for Σωτῆρος.

Printed Ἐλισσσῖον, for Ἐλισσαῖον.

PG 26:1308Read from the page
ναι ἐρχομένους ἐν ἑορτῇ· ἰδοὺ οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσι, καὶ αἱ παρθένοι αὐτῆς ἄγονται, ἀπεκλείσθη ἡμῶν τὸ Σάββατον, καὶ ἡ ἑορτὴ, καὶ ἡ νεομηνία. Καὶ ἐν ἄλλῳ τόπῳ κλαίει ὁ προφήτης λέγων· Κλαύσομαί σε, ἄμπελος Σέβαμα· τί ὠλοθρεύθησαν τρυγηταί σου; ὁ οἶνός ἐστιν ἐν ληνῷ χρήζων κούφων ἀξίων χωρῆσαι τοῦτον. Πολλὰ δὲ διὰ τὸ πλῆθος τῶν τετραυματισμένων ἐν τῷ νῦν καιρῷ παρητήσαντο τετραυματισμένοι. Ὅσοι γοῦν ἀβλαβεῖς ἔμειναν κοῦφα νέα διατετηρημένα προσερχέσθωσαν μεταλαβεῖν. Καὶ πάλιν ἐν ἄλλῳ τόπῳ κλαίει λέγων· Τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ, καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσωμεν τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτὸς, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου, τοὺς σοφοὺς ὄντας εἰς τὸ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι μὴ ἐπεγνωκότας; Τοῦτο ποιοῦντες κλαίοντες ἐπὶ τῷ πτώματι τῶν ἀνθρώπων. Ὁ προφήτης δὲ πάλιν Ἰεζεκιὴλ ἐθρήνει ἐφ' ἕκαστον τῶν ἀποπεπτωκότων, ὥσπερ αὐτῷ εἴρηται· Λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου. Καὶ οὐκ ἐπὶ τὸν ἄρχοντα Τύρου μόνον κλαίει, ἀλλ' ἐπὶ τοὺς πολλοὺς τάχα ἐκ τῶν αὐτοῦ δακρύων καταντήσουσιν· σκοποὶ γὰρ τυγχάνουσι τοῦ παντὸς, καὶ διίκτορες τοῦ πενθεῖν. Καὶ ὁ Δαυῒδ ἔκλαιεν ἐπὶ τῷ πτώματι δυνατῶν λέγων· Πῶς ἔπεσον δυνατοὶ, καὶ ἀπώλοντο σκεύη πολεμικά; Μὴ ἀναγγείλατε ἐν Γὲθ, μηδὲ ἐν ὁδοῖς Ἀσκαλῶνος, μήποτε εὐφρανθῶσι θυγατέρες ἀπεριτμήτων· ἰδοὺ γὰρ καὶ σήμερον ἔπεσαν δυνατοὶ, καὶ μεγάλα σκεύη πολεμικὰ, ἅπερ δεῖ κλαίειν. Ἔκλαιε δὲ ἐπὶ τὸν Ἀβεσσαλὼμ, οὐχ ὅτι ἀπέθανεν, ἀλλ' ὅτι παρηνόμησε. Καὶ ἡμεῖς τοίνυν μὴ τοὺς τελευτήσαντας κλαύσωμεν, ἀλλὰ τοὺς τὴν ἰδίαν πίστιν ἀπαρνησαμένους. Δεξώμεθα καὶ τὸν λόγον τοῦ προφήτου Ἰωὴλ, καὶ ἐπιτελέσωμεν, ὡς προστάττει καὶ προσκαλεῖται κλαίειν ἐπὶ τοὺς ἐν ἀπωλείᾳ λέγων· Ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, μήποτε εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Τάχα δέ πως καὶ ἡμῖν λε-
coming to the feast; behold, her priests sigh, and her virgins are led away (Lam. 1:4); our Sabbath has been shut out, and the feast, and the new moon. And in another place the prophet weeps, saying: I will weep for thee, O vine of Sibmah; why have thy vintagers been destroyed? The wine is in the winepress needing vessels worthy to hold it. And in much, because of the multitude of the wounded at the present time, they have been rejected as wounded. As many therefore as have remained unharmed, preserved as new vessels, let them draw near to partake (cf. Jer. 48:32). And again in another place he weeps, saying: Who will give water to my head, and to mine eyes a fountain of tears, and let us weep for this people by day and by night, the wounded of the daughter of my people, who are wise to do evil, but to do good they have not known? (Jer. 9:1-3, 4:22). Thus do those who weep over the fall of men. And the prophet Ezekiel again lamented over each of those who had fallen away, just as it was said to him: Take up a lamentation over the prince of Tyre (Ezek. 28:12). And not over the prince of Tyre alone does he weep, but over the many who perhaps from his tears will arrive at repentance; for they are watchmen of the whole, and ministers of mourning. And David wept over the fall of the mighty, saying: How are the mighty fallen, and the weapons of war perished! Tell it not in Gath, neither in the ways of Ascalon, lest the daughters of the uncircumcised rejoice (2 Sam. 1:19-20); for behold, today also the mighty have fallen, and great weapons of war, over which one must weep. And he wept over Absalom, not because he died, but because he transgressed the law. Let us also therefore not weep for those who have died, but for those who have denied their own faith. Let us receive also the word of the prophet Joel, and fulfil it, as he commands and calls upon us to weep over those in perdition, saying: Let the bridegroom go forth from his chamber, and the bride out of her bridal bower. The priests that minister at the altar shall weep, and shall say: Spare Thy people, O Lord, and give not Thine inheritance to reproach, that the nations should rule over them, lest they say among the nations: Where is their God? (Joel 2:16-17). And perhaps to us also it may be
9. Νῦν δὲ ἐπιλαβώμεθα καὶ τοῦ τῆς ᾨδῆς λόγου· Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν. Ὥσπερ οἱ προεστῶτες νῦν καὶ οὐκ ἔχοντες ποῦ τὰ σπέρματα καταβάλωσιν. Ἀλλ' ὅμως ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει φέροντες τὰ δράγματα αὐτῶν. Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· καὶ τὸ, Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλία-
9. And now let us lay hold also of the word of the Song: Going forth they went and wept, bearing their seeds (Ps. 125:6). Just like those who preside now and have nowhere to cast their seeds. Yet coming they shall come in exultation, bearing their sheaves (Ps. 125:6). For blessed are they that mourn, for they shall be comforted (Matt. 5:4); and that word: At evening weeping shall lodge, and for the morning exulta-
PG 26:1309Read from the page
σις. Οἱ γὰρ ἀπόστολοι καὶ τότε κλαίοντες το ἑσπέρας, ἠγαλλιάσαντο πρωΐας. Καὶ ἡ Μαγδαληνὴ Μαρία παρεκάθητο τῷ μνημείῳ κλαίουσα· ταύτῃ ὀφθεὶς ὁ Κύριος ἀφεῖλε τῶν αὐτῆς ὀφθαλμῶν τὰ δάκρυα· ἐπληρώθη τὸ προλέγοντο· Καὶ ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Μνήσθητε τοῦ Κυρίου ἡμῶν, ὅτι τοσαῦτα ἔπαθε δι' ἡμᾶς· ἐξεδύθη τὸν ἱματισμὸν, ἐνέδυσαν αὐτὸν χλαμύδα κοκκίνην, περιέθηκαν αὐτῷ στέφανον ἐξ ἀκανθῶν, ἐνέπτυσαν αὐτῷ, ἐνέπαιξαν αὐτῷ, καὶ ἐρραπίσθη ὑπὸ ὑπηρέτου ὁ τῶν ἁπάντων Δεσπότης. Ἐκρεμάσθη ἐπὶ ξύλου, ἐπότισαν αὐτὸν ὄξος μετὰ χολῆς, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βλέποντος, λόγχῃ τὴν πλευρὰν ἔνυξαν, παρέθετο τὸ πνεῦμα εἰς χεῖρας τοῦ Πατρὸς, ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν μνημείῳ, ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ, ἀνελήφθη ἐν δόξῃ εἰς οὐρανοὺς, προεκήρυξαν αὐτὸν ἅγιοι ἄγγελοι λέγοντες· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν. Ἀναλογίσασθε οὖν τὸν τοιαύτην ὑπομονὴν ἐνδειξάμενον, ἵν' ὅστις ἂν μιμητὴς αὐτοῦ γένηται, οὗτος καὶ συγκάθεδρος καὶ συγκληρονόμος αὐτοῦ γένηται, ὡς αὐτὸς ἐπηγγείλατο, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
For the apostles also, weeping then in the evening, rejoiced in the morning. And Mary Magdalene sat beside the tomb weeping; appearing to her, the Lord took away the tears from her eyes; that which was foretold was fulfilled: And God took away every tear from every face (Isa. 25:8). Remember our Lord, that He suffered so many things for us: He was stripped of His raiment, they clothed Him with a scarlet cloak, they put around Him a crown of thorns, they spat upon Him, they mocked Him, and the Master of all was struck with the palm of the hand by a servant. He was hung upon a tree, they gave Him vinegar mixed with gall to drink, they divided His garments while He looked on, with a spear they pierced His side, He committed His spirit into the hands of the Father, His body was laid in a tomb, He rose on the third day, He was taken up in glory into the heavens, holy angels proclaimed Him beforehand saying: Lift up your gates, O you princes (Ps. 23:7, 9). Consider therefore Him Who displayed such patience, so that whoever becomes an imitator of Him, the same may also become a fellow-assessor and fellow-heir with Him, as He Himself promised, in the kingdom of heaven unto the ages of ages. Amen.
MONITUM IN SEQUENTEM SERMONEM.
ADMONITION ON THE FOLLOWING DISCOURSE.
Hoc opusculum Athanasii nomine comparet in codicibus Ambrosianis et Ottobonianis : cujus stylus medio quodam orandi genere inter δριμὺν scilicet et χυδαῖον progreditur. At cum quidquid homiliarum populariumque sermonum Athanasius edidit, jam injuria temporum vetustate obrutum fuerit, et si qua hoc in genere supersunt vel aperte spuria sint, vel inter ἀμφιβαλλόμενα computentur ; haud facile est internoscere num hoc opusculum sit Athanasio adjudicandum. Si quis vero objiciat, hac rerum conditione, non posse unquam, quavis reperta homilia vel sermone Athanasiine sit definiri ; huic reponam, posse homilias sive orationes Athanasii nomine deprehendi, quae primo conspectu Athanasiani styli notas praeferant; quae autem supersunt homiliae Athanasii nomine insignitae, vel nugis plenae manifesteque spuriae sunt, vel humiliore stylo conscriptae, quam ut Athanasio incunctanter ascribantur. Quo postremo in genere hanc censendam putamus.
This little work appears under the name of Athanasius in the Ambrosian and Ottobonian codices: its style proceeds in a certain middle manner of speaking between the pungent and the vulgar. Yet since whatever popular homilies and discourses Athanasius published have now been overwhelmed by antiquity through the ravages of time, and if any survive in this genre they are either openly spurious or reckoned among the doubtful works, it is not easy to discern whether this little work should be adjudged to Athanasius. But if anyone should object that, in this state of affairs, it can never be defined, when any homily or discourse is found, whether it belongs to Athanasius, to him I would reply that homilies or orations under the name of Athanasius could be detected which at first sight display the marks of the Athanasian style; whereas the surviving homilies marked with the name of Athanasius are either full of trifles and manifestly spurious, or written in a style too humble to be unhesitatingly ascribed to Athanasius. In which last class we think this one should be reckoned.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΛΟΓΟΣ ΕΙΣ ΤΑ ΒΑΙΑ.
OF OUR FATHER AMONG THE SAINTS ATHANASIUS ARCHBISHOP OF ALEXANDRIA, DISCOURSE ON THE PALM BRANCHES.
Φρικτὸν, ἀγαπητοὶ, μυστήριον σήμερον ἐν Ἱερουσαλὴμ γέγονε. Μυστήριον δέ φημι τὸ ὑπὸ τῶν προφητῶν κηρυχθὲν, καὶ ὑπὸ Χριστοῦ τελεσθέν. Ὄντως γὰρ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, κατὰ τὸν μακάριον Δαυΐδ· καὶ πάλιν ὁ αὐτός· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Τὴν γὰρ κοινὴν ἀνάστασιν τοῦ τῶν ἀνθρώπων γένους πιστούμενος ὁ πάντων δεσπότης καὶ δημιουργὸς Ἰησοῦς Χριστὸς, ὁ πάντα δι' ἡμᾶς οἰκονομήσας, πρὸ τοῦ σωτηρίου αὐτοῦ πάθους ἐκ νεκρῶν ἤγειρε τὸν Λάζαρον. Ὅθεν μετὰ τοῦτο σπεύδων, ὡς ἔφην, λοιπὸν τὸ ὑπὲρ ἡμῶν πάθος ἀναδέξασθαι, Ἀποστέλλει, φησὶν ὁ εὐαγγελιστὴς, δύο τινὰς τῶν ἑαυτοῦ μαθητῶν λέγων· Πορευθέντες εἰς τὴν κατέναντι ἡμῶν κώμην, εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον σὺν αὐτῇ· λύσαντες ἀγάγετέ μοι. Διὰ τοῦτο ὁ μακάριος
An awesome mystery, beloved, has taken place today in Jerusalem. And I mean the mystery proclaimed by the prophets, and accomplished by Christ. For truly blessed is He that comes in the name of the Lord (Ps. 117:26), according to the blessed David; and again the same: Out of the mouth of babes and sucklings Thou hast perfected praise (Ps. 8:3). For confirming the common resurrection of the race of men, the Master and Creator of all, Jesus Christ, Who ordered all things for our sake, before His saving passion raised Lazarus from the dead. Wherefore after this hastening, as I said, henceforth to undertake the passion on our behalf, He sends, says the evangelist, two of His disciples, saying: Go into the village over against us, and you will find an ass tied, and a colt with her: loose them and bring them to Me (Matt. 21:1-2). Therefore the blessed
Notes, col. 1309

On the reading

Printed το, for τὸ.

Printed προλέγοντο, for προλεγόμενον.

PG 26:1312Read from the page
Ἰακὼβ ὁ πατριάρχης, ἡνίκα τὰς εὐλογίας ἐν κλήρῳ παρεῖχε τοῖς τέκνοις, ἐλθὼν ἐπὶ τὸν Ἰούδαν, οὕτως εἴρηκεν· Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· καὶ μετ' ὀλίγα· Καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ποίων δὲ ἐθνῶν γέγονε προσδοκία Ἰούδας; Οὐδαμῶς. Ἀλλὰ τοῦτο δηλοῖ ὁ προφήτης, ἐπειδὴ ἐξ Ἰούδα ἀνατέταλκεν ὁ ἥλιος. Πάλιν μεθ' ἕτερα ὁ αὐτὸς λέγει· Δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου. Ὄνον καὶ πῶλον εἰπὼν, τὴν Ἐκκλησίαν τῶν ἐθνῶν ἐσήμανεν. Ἐδέσμευσε γὰρ ἀληθῶς τὰ ἔθνη ὁ Κύριος τῇ ἀμπέλῳ καὶ τῇ ἕλικι· τουτέστι, τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ, ὅπως καρποφορήσωσι καρπὸν εὐσεβείας διὰ τῆς πίστεως. Εἶτα ἐπάγει· Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Στολὴν τοῦ Χριστοῦ καὶ περιβολὴν τὴν σάρκα λέγει. Ἑκουσίως γὰρ δι' ἡμᾶς ἐν σταυρῷ προσηλώθη σαρκὶ, ἵνα τῷ ἰδίῳ αἵματι τὸν ῥύπον ἐκπλύνῃ τῶν ἡμετέρων ἁμαρτιῶν, καθὼς καὶ ἐν Ἠσαΐᾳ γέγραπται· Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀποπατητοῦ ληνοῦ, πλήρης καταπεπατημένης; Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Λέγει γὰρ τοῖς μαθηταῖς ὁ Κύριος περὶ τῆς ὄνου· Καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε; ἢ τί λύετε τὸν πῶλον; εἴπατε ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. Μὴ διστάσητε, φησὶν, ἐν μηδενὶ τῶν κατὰ τὴν ἐμὴν οἰκονομίαν πραττομένων· οὐδεὶς ὑμῶν ἀντιστήσεται οὐδὲ ἀντιῤῥητορήσει πρὸς οὐδὲ ἓν ῥῆμα. Εἴπατε, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει, οὐδεὶς κωλύσει ὑμᾶς ποιοῦντας τὸ ὑπ' ἐμοῦ προσταττόμενον· Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. Δεῖ τοίνυν πάντα τὰ παρ' ἐμοῦ γεγραμμένα εἰς πέρας ἐλθεῖν. Δεῖ με εἰσελθεῖν εἰς Ἱερουσαλὴμ σήμερον ἐποχούμενον ἐπὶ ὑποζύγιον. Ἐρευνᾶτε τὰς Γραφάς· ἰδοὺ Ζαχαρίας ὁ προφήτης διαῤῥήδην βοᾷ λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιών· κηρύσσεταί σοι δίκαιος καὶ σώζων. Αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου νέον. Καιρὸς οὖν εὐδοκίας ὁ παρών· δεῖ με τὴν ἔχθραν λῦσαι καὶ εἰρηνοποιῆσαι τὰ πάντα διὰ τοῦ σταυροῦ. Δεῖ τὴν νῦν Ἱερουσαλὴμ τέλος λαβεῖν, καὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν στηριχθῆναι. Ἢ οὐχὶ καὶ ὁ ὑμνῳδὸς Δαυῒδ περὶ τῆς κλήσεως ταύτης τῶν ἐθνῶν προεφήτευσε; Τί γὰρ εἴρηκε; Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε. Οὗτοί εἰσιν οἱ ἀληθινοὶ προσκυνηταὶ, οἱ διὰ πίστεως τὸν Λόγον δεχόμενοι. Εἶτά φησιν ὁ εὐαγγελιστής· Πορευθέντες δὲ οἱ μαθηταὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς, καὶ ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια, καὶ ἐπεκάθισαν τὸν Ἰησοῦν. Ὢ τῆς πολλῆς τοῦ Σωτῆρος πρὸς ἡμᾶς συγκαταβάσεως! Τίς οὐ θαυμάσει τὸ μέγεθος τῆς αὐτοῦ πρὸς ἡμᾶς ἀγάπης; Τίς οὐκ ἂν ἐπλάγη, ὅτι ὁ ἐπὶ τῶν χερουβὶμ ἐποχούμενος ἐπὶ πῶλον δι' ἡμᾶς ἐκαθέσθη; Ὁ ὑπὸ τῶν σεραφὶμ ἀνυμνούμενος, ὑπὸ νηπίων εὐφημεῖται; Τοῖς μὲν γὰρ ἱματίοις, φησὶ, τὴν ὁδὸν κατεστρώννυον· ἄλλοι δὲ κλάδους ἐκ τῶν δένδρων
Jacob the patriarch, when he was distributing the blessings by lot to his children, having come to Judah, spoke thus: Judah, thee may thy brethren praise (Gen. 49:8); and after a little: And he is the expectation of the nations (Gen. 49:10). Now of what nations did Judah become the expectation? Of none at all. Rather, the prophet declares this because out of Judah the Sun has risen. Again, after other things, the same says: Binding his foal to the vine, and his ass's colt to the tendril (Gen. 49:11). In saying ass and colt, he signified the Church of the nations. For truly the Lord bound the nations to the vine and to the tendril; that is, to the Old and the New Testament, so that they might bear the fruit of godliness through faith. Then he adds: He shall wash his robe in wine, and his garment in the blood of the grape (Gen. 49:11). The robe and garment of Christ he calls the flesh. For willingly for our sake He was nailed in the flesh upon the cross, that by His own blood He might wash away the filth of our sins, even as it is also written in Isaiah: Why are thy garments red, and thy raiment as from a trodden winepress, full of what is trodden down? (Isa. 63:2). But let us return to the matter in hand. For the Lord says to the disciples concerning the ass: And if anyone say to you, What are you doing? or why are you loosing the colt? say that the Lord hath need of him (Luke 19:31, Mark 11:3). Do not doubt, says He, in anything that is done according to My dispensation; no one shall withstand you or gainsay a single word. Say that the Lord hath need of him; no one will hinder you when doing what is commanded by Me: For the world is Mine, and the fulness thereof (Ps. 49:12). All things therefore that are written concerning Me must come to pass. I must enter into Jerusalem today mounted upon a beast of burden. Search the Scriptures; behold, Zechariah the prophet expressly cries aloud, saying: Rejoice greatly, O daughter of Sion; behold, thy King is proclaimed unto thee, righteous and saving; He is meek and mounted upon a beast of burden and a young colt of an ass (Zech. 9:9). The present time therefore is a time of good pleasure; I must dissolve the enmity and make peace in all things through the cross. The present Jerusalem must come to an end, and the Church from the nations must be established. Or did not the psalmist David also prophesy concerning this calling of the nations? For what has he said? All the nations, as many as Thou hast made, shall come and worship before Thee, O Lord (Ps. 85:9). These are the true worshippers, who through faith receive the Word. Then says the evangelist: And the disciples went, and did even as He appointed them, and brought the ass and the colt, and put upon them their garments, and set Jesus thereon (Matt. 21:6-7). O the great condescension of the Saviour towards us! Who will not marvel at the greatness of His love towards us? Who would not be struck with amazement that He Who rides upon the cherubim sat for our sake upon a colt? He Who is hymned by the seraphim is praised by infants? For with their garments, says he, they strewed the way; and others branches from the trees
PG 26:1313Read from the page
κόπτοντες τὸ αὐτὸ ἐποίουν· καὶ οἱ μὲν προπορευόμενοι, οἱ δὲ ἀκολουθοῦντες ἔκραζον ἅμα τοῖς ἀπειροκάκοις παισὶν, ἐπινίκιόν τινα ὕμνον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Διὸ καὶ ἡμεῖς, ἀποθέμενοι πάντα λογισμὸν ῥυπαρὸν καὶ αἰσχρὰς ἐνθυμήσεις, καὶ τὴν ἐν πανουργίᾳ πονηρίαν, ἀπειρόκακον ἔννοιαν ἀναλαβόντες, ἅμα τοῖς παισὶν ἐκείνοις μετὰ φαιδρῶν τῶν λαμπάδων ἀπαντήσωμεν τῷ Σωτῆρι Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν· καὶ τοῖς μὲν βαΐοις νικητὴν αὐτὸν τοῦ θανάτου κηρύξωμεν, τοῖς δὲ τῶν ἐλαιῶν κλάδοις τὸν ἐλεήμονα καὶ ἀγαθὸν ἱκετεύσωμεν λέγοντες· Εὐλογημένος ὁ ἐλθὼν καὶ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐλθὼν κατ' οἰκονομίαν, καὶ δι' ἡμᾶς πτωχεύσας πλούσιος ὢν, ἵνα καὶ ἡμᾶς τῇ σῇ πτωχείᾳ πλουτήσωμεν· ἐρχόμενος δὲ μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
cutting them down were doing the same; and those going before and those following cried out together with the guileless children, uttering a hymn of victory: Hosanna to the Son of David, blessed is He that comes in the name of the Lord, Hosanna in the highest (Matt. 21:9). Wherefore let us also, having put away every filthy thought and shameful imaginations, and wickedness in craftiness, taking up a guileless mind, together with those children with bright lamps go to meet the Saviour Christ our true God; and with the palm branches let us proclaim Him conqueror of death, and with the branches of the olive trees let us supplicate the merciful and good One, saying: Blessed is He that came and comes in the name of the Lord, Hosanna in the highest. Blessed is He that came according to the dispensation, and became poor for our sakes though He was rich, that we also through Thy poverty might become rich (cf. 2 Cor. 8:9); and Who comes with glory to judge the living and the dead; to Him be glory and dominion unto the ages of ages. Amen.
MONITUM IN FRAGMENTUM CONTRA MACEDONIANOS.
ADMONITION ON THE FRAGMENT AGAINST THE MACEDONIANS.
Sequens fragmentum ex prolixo, ut videtur, opere excerptum est. Cum enim quidam ementita catholicae fidei specie Macedonii errores spargerent, Athanasius, quo vivente nemo inulte vel clam vel publice sanam fidem impugnavit, vafros homines ut larvam ponant provocat, ratus optabilius esse ut errores palam efferrent, quam ut aliud simulantes adreperent, incautosque simpliciorum animos sensim abducerent. Editum porro fuit hoc opus circiter annum 359, quo maxime tempore Macedoniani obstrepebani.
The following fragment was excerpted from an extensive work, as it seems. For when certain men under a feigned guise of the catholic faith were spreading the errors of Macedonius, Athanasius, during whose lifetime no one impugned the sound faith with impunity either secretly or publicly, challenges the crafty men to lay aside their mask, thinking it more desirable that they should bring forth their errors openly than that, feigning something else, they should creep in and gradually lead away the unwary minds of the simpler folk. Moreover, this work was published around the year 359, at which time especially the Macedonians were raising an uproar.
Fragmentum contra Macedonianos. Ex cod. Colbert. 5179, bombycino.
Fragment against the Macedonians. From the Colbertine paper codex 5179.
Εἰ μὲν, μηδενὸς ὑποκειμένου, περὶ πίστεως γράφουσι, περιττὸν τὸ ἐπιχείρημα καὶ ἐπιβλαβὲς, ὅτι, μηδεμιᾶς ζητήσεως οὔσης αὐτοῖς, πρόφασιν λογομαχίας παρέχουσιν, ἀνασκευάζοντες τὰς ἀκάκους τῶν ἀδελφῶν καρδίας, καὶ παρασπείροντες ἃ μηδὲ εἰς νοῦν αὐτῶν ποτε ἀνέβη· εἰ δὲ διὰ τὴν Μακεδονίου αἵρεσιν ἀπολογούμενοι γράφειν ἐπιχειροῦσιν, ἔδει τῶν κακῶν φυτῶν τὰ σπέρματα προανελεῖν, καὶ τοὺς αὐτὰ παρασχόντας στηλιτεῦσαι, καὶ οὕτως τὰ ἀντ' ἐκείνων γράφειν ὀρθῶς, ἢ ἐκδικεῖν φανερῶς τὰ Μακεδονίου, ἵνα μὴ κεκρυμμένοι, ἀλλὰ φανερῶς πνευματομάχοι δεικνύωνται, καὶ πάντες αὐτοὺς φεύγωσιν ὡς ἀπὸ προσώπου ὄφεως. Νῦν δὲ κακεῖνα κρύπτουσι, καὶ περὶ ἄλλων προσποιούμενοι γράφουσιν· ὥσπερ οἱ τῶν σεσηπότων μελῶν παρατρέχοντες ἰατροὶ περὶ τῶν ὑγιαινόντων διαλέγονται, ἢ ἀγνοοῦντες ἢ τέχνῃ πανούργως χρώμενοι. Οὐδεὶς γὰρ, ἐγκαλούμενος περὶ μοιχείας, ἀπολογεῖται περὶ κλοπῆς· οὐδὲ φόνου τις ἔγκλημα διώκων, ἀνέχεται τῶν κατηγορουμένων εἰ ἀπολογοῖντο λέγοντες, Οὐκ ἐπιωρκήσαμεν, ἀλλὰ καὶ τὴν παρακαταθήκην ἐφυλάξαμεν. Μᾶλλον γάρ ἐστι τοῦτο παίγνιον ἢ λύσις ἐγκλήματος καὶ ἀληθείας ἀπόδειξις.
If indeed, when nothing lies before them, they write concerning faith, the undertaking is superfluous and harmful, because, when they have no inquiry on hand, they furnish an occasion for strife about words, subverting the guileless hearts of the brethren, and sowing beside the way things that never even came into their mind; but if they attempt to write in defence on account of the heresy of Macedonius, they ought first to have rooted out the seeds of the evil plants, and to have pilloried those who supplied them, and thus to write rightly the things that stand in their stead, or else openly to champion the tenets of Macedonius, so that they may be shown not as hidden, but openly as fighters against the Spirit, and all may flee from them as from the face of a serpent (cf. Sir. 21:2). But now they hide those things too, and pretending to write about other things, just as physicians who pass over putrefied limbs discourse about the healthy ones, either being ignorant or using their art craftily. For no one, when accused of adultery, defends himself concerning theft; nor does anyone prosecuting a charge of murder put up with the accused if they should defend themselves by saying, We did not commit perjury, nay, we even kept the deposit. For this is rather a jest than the refutation of a charge and a demonstration of truth.
Notes, col. 1313

On the reading

Printed obstrepebani, for obstrepebant.

Printed κακεῖνα, for κἀκεῖνα.

PG 26:1315Read from the page
MONITUM IN FRAGMENTA CONTRA NOVATIANOS.
ADMONITION ON THE FRAGMENTS AGAINST THE NOVATIANS.
Novatianos, qui aevo suo residui erant, non semel in scriptis suis exagitat Athanasius. Quod autem speciatim contra Novatianos opus ediderit, ex hisce fragmentis deprehendimus, comperimusque duos saltem ea de re libros exaratos ab eo fuisse : nam secundi excerptum affertur. Tertium vero fragmentum, quod in veteri codice Athanasii nomen praefert, conjectura tantum ex libris contra Novatianos excerptum putamus : exhibetque praeclarum de confessione ad sacerdotem edenda testimonium, ut cuivis perspicere licet.
Athanasius more than once attacks in his writings the Novatians who remained in his own age. That he published a work specifically against the Novatians, however, we discover from these fragments, and we find that at least two books on that subject were written by him: for an excerpt from the second is adduced. As for the third fragment, which in the ancient codex bears the name of Athanasius, by conjecture only do we think it excerpted from the books against the Novatians: and it furnishes a notable testimony concerning making confession to a priest, as anyone may perceive.
Fragmenta librorum contra Novatianos. Ex codice Regio 2398, XI saeculi membr. Est catena in Acta apostolorum, fol. 32.
Fragments of the books against the Novatians. From the Royal parchment codex 2398, of the eleventh century. It is a catena on the Acts of the Apostles, fol. 32.
Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ πρὸς Νουατιανοὺς βʹ λόγου.
Of Saint Athanasius, from the second book Against the Novatians.
Εἰ ἔμενε, φησὶν, ὑμῖν ἔμενε, καὶ πραθὲν ἐν τῇ ὑμετέρᾳ ἐξουσίᾳ ἦν. Ἐπειδὴ δὲ, φησὶν, ἐπεχειρήσατε πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ εἰς τοῦτο συνεφωνήσατε, λήψεσθε πεῖραν οὗ ἠθελήσατε. Σωφρονισθήσονται δὴ, καὶ φοβηθήσονται καὶ ἄλλοι πειράσαι, δι' ὑμῶν τὴν πεῖραν λαβόντες.
While it remained, he says, did it not remain to you, and when sold was it not in your own power (Acts 5:4)? Since, he says, you attempted to tempt the Holy Spirit, and agreed together for this, you shall receive trial of what you wished. Others indeed shall be chastened, and shall fear to tempt, having received the trial through you.
Ibidem.
In the same place.
Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Νουατιανοὺς πραγματείας.
Of Saint Athanasius, from the treatise Against the Novatians.
Κατανοῆσαι δεῖ καὶ ἐνταῦθα, ὅτι ἀρχὴ ἦν τοῦ κηρύγματος, καὶ μέγα μὲν ἐτόλμησαν οὗτοι, πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον ἐπιχειρήσαντες· μεγάλη δὲ τοῖς ἄλλοις ἀδελφοῖς ὠφέλεια γέγονεν ἡ τούτων τιμωρία· ἐπαιδεύθησαν γὰρ, καὶ ἐδιδάχθησαν, ὅτι οὐ δεῖ κατὰ τοῦ Πνεύματος τολμᾷν, οὐδὲ πειράσαι τοῦτο ἐπιχειρεῖν.
Here also it must be observed that it was the beginning of the preaching, and a great thing indeed did these dare, attempting to tempt the Holy Spirit; yet the punishment of these became a great benefit to the other brethren; for they were instructed and taught that one must not dare anything against the Spirit, nor attempt to tempt Him.
Ex cod. Colb. 200, quae est catena in Jeremiam. Estque, ut videtur, fragmentum ex libris contra Novatianos.
From the Colbertine codex 200, which is a catena on Jeremiah. And it is, as it seems, a fragment from the books against the Novatians.
Ὥσπερ ἄνθρωπος ὑπὸ ἀνθρώπου ἱερέως βαπτιζομένου φωτίζεται τῇ τοῦ ἁγίου Πνεύματος χάριτι, οὕτως καὶ ὁ ἐξομολογούμενος ἐν μετανοίᾳ διὰ τοῦ ἱερέως λαμβάνει τὴν ἄφεσιν χάριτι Χριστοῦ.
Just as a man baptized by a human priest is illumined by the grace of the Holy Spirit, so also he who confesses in repentance receives through the priest forgiveness by the grace of Christ.
Duo Athanasii loca, quae in Anecd. Graec. Jo. Christophori Wolfii tom. IV, pag. 52 edit. Hamburgi, habentur, ab eodem excerpta ex catena ms., in qua ad Actus apostolorum illustrandos afferuntur.
Two passages of Athanasius, which are found in the Anecdota Graeca of Johann Christoph Wolf, vol. IV, p. 52 of the Hamburg edition, excerpted by the same from a manuscript catena, in which they are adduced to illustrate the Acts of the Apostles.
ΚΕΦ. Ηʹ, ς. κδʹ. Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον.
Chapter VIII, v. 24. Pray you for me to the Lord (Acts 8:24).
ἈΘΑΝΑΣΙΟΥ
OF ATHANASIUS
Ἐκ τοῦ πρὸς λεγομένους Καθαροὺς λογ. γʹ.
From the third book Against those called the Pure.
Πρὸς οὖν τὴν ὑποκειμένην αὐτοῦ πικρίαν, καὶ ταύτην αὐτοῦ τὴν κατὰ τῆς δωρεᾶς τοῦ Θεοῦ τόλμαν καὶ ἐπιχείρησιν Πέτρος δικαίως ἐκινήθη, καὶ κινηθεὶς εἶπε πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Εἰ καὶ μὴ δεῖ, ἀλλὰ διὰ τὴν τόλμαν σου ταύτην, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι, οὐκ ἔστι σοι μερὶς, οὐδὲ
At his underlying bitterness, therefore, and at this audacity and attempt of his against the gift of God, Peter was justly moved, and being moved said to him: Thy silver perish with thee (Acts 8:20). Even if one ought not, yet on account of this audacity of thine, because thou thoughtest that the gift of God is acquired through money, thou hast neither part nor
Notes, col. 1315

On the reading

Printed βαπτιζομένου, for βαπτιζόμενος.