Migne Reading Room

PG 26 · cols. 1153–1164 · Read from the page

On the incarnation of our Lord Jesus Christ against Apollinaris

On the incarnation of our Lord Jesus Christ against Apollinaris

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:1153Read from the page
13. Εἰ γὰρ, ἀναγινώσκοντες τὰς θείας Γραφὰς, κατενοήσατε ὅπως ἐν νόμῳ κλὶ προφήταις, Εὐαγγελίοις τε καὶ ἀποστόλοις πανταχοῦ πρῶτον ἄνθρωπον προσαγορεύουσι τὸν Κύριον, καὶ τότε τὸ πάθος προσάγουσιν, ἵνα μήποτε κατὰ τῆς θεότητος βλάσφημον πρόωνται ῥῆμα· διὸ οὔτε γέννησιν τῆς τοῦ Λόγου θεότητος εἰρήκασιν, ἀλλὰ Πατέρα ὁμολογοῦσι, καὶ τὸν Υἱὸν κηρύττουσιν· ἐκ δὲ Μαρίας υἱὸν Δαβὶδ καὶ τοῦ Ἰωσὴφ γενεαλογοῦσι τὸν Χριστὸν τὸ κατὰ σάρκα τῇ προσλήψει τῆς τοῦ δούλου μορφῆς, ἵνα τὸ ἀνθρώπινον αὐτοῦ ἐξ ἀνθρώπων πιστευθῇ, καὶ ἐκ Πατρὸς Θεοῦ Θεὸς Λόγος ὁμολογηθῇ, φέρων τὰ ὑπὲρ ἀνθρώπων πάθη, τῷ ἐξ ἀνθρώπων παθητικῷ μορφώματι ἐν τῷ πάσχοντι σώματι τὴν ἀπάθειαν ἐπιδεικνύμενος, καὶ ἐν τῷ θνήσκοντι τὴν ἀθανασίαν, καὶ ἐν τῷ θαπτομένῳ τὴν ἀφθαρσίαν, καὶ ἐν τῷ πειρασθέντι τὴν νίκην, καὶ ἐν τῷ παλαιωθέντι τὴν καινότητα· ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· αὕτη γάρ ἐστιν ἡ χάρις· οὐδαμοῦ δὲ θεότης πάθος προσίεται δίχα πάσχοντος σώματος· οὔτε ταραχὴν καὶ λύπην ἐπιδείκνυται δίχα ψυχῆς λυπουμένης καὶ ταραττομένης· οὔτε ἀδημονεῖ καὶ προσεύχεται δίχα νοήσεως ἀδημονούσης καὶ προσευχομένης· ἀλλὰ γὰρ κἂν μὴ ἡττήματι φύσεως συνέβαινε τὰ λεγόμενα, ἀλλ' ἐπιδείξει ὑπάρξεως ἐπράττετο τὰ γινόμενα· πῶς οὖν γεγράφατε, ὅτι Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστάς; εἰ γὰρ Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστὰς, παθητὸν ἐρεῖτε καὶ τὸν Πατέρα, καὶ τὸν Παράκλητον, ἑνὸς ὄντος τοῦ ὀνόματος, καὶ μιᾶς τῆς θείας φύσεως.
13. For if, in reading the divine Scriptures, you had observed how in the law and the prophets, in the Gospels too and the apostles, everywhere they first address the Lord as man, and then bring forward the passion, lest ever they should utter a blasphemous word against the deity; wherefore neither have they spoken of a birth of the deity of the Word, but confess the Father, and proclaim the Son; while from Mary they trace the genealogy of Christ as son of David and of Joseph according to the flesh by the assumption of the form of the servant, so that His humanity might be believed to be from men, and God the Word might be confessed to be from God the Father, bearing the sufferings on behalf of men, by the passible form taken from men displaying impassibility in the suffering body, and immortality in the dying, and incorruption in the buried, and victory in the tempted, and newness in that which had grown old; because our old man was crucified with Him (Rom. 6:6); for this is the grace; and nowhere does deity admit of passion apart from a suffering body; nor does it display trouble and grief apart from a grieving and troubled soul; nor is it in anguish and in prayer apart from a mind that is in anguish and praying; for even if the things spoken of did not happen by a defeat of nature, yet the things that took place were wrought as a display of real existence; how then have you written that it is God who suffered through the flesh and rose again? For if it is God who suffered through the flesh and rose again, you will call the Father also passible, and the Paraclete, since the name is one, and the divine nature is one.
14. Ἐκ δὲ τῆς ῥήσεως ταύτης ἔστι συνιδεῖν ὑμῶν τὴν διάνοιαν, οἵαν ὡς μὴ φοβουμένων τὸν Θεὸν, μήτε πειθομένων ταῖς θείαις Γραφαῖς· τοῦ μὲν Μωσέως περὶ Θεοῦ γράφοντος, ὅτι Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον· περὶ δὲ τῆς ἐν σαρκὶ αὐτοῦ ἐπιδημίας, προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν λέγει ἀναστησόμενον τὸν Κύριον, καὶ τὴν ζωὴν ἐπὶ ξύλου κρεμαμένην ὡσανεὶ τοῦ σώματος τοῦ Κυρίου, εις ζωὴν ἡμῖν γινομένου· καὶ Ἠσαΐας δὲ βοᾷ περὶ μὲν Θεοῦ λέγων· Θεὸς ὁ μέγας, ὁ αιώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει,
14. And from this statement it is possible to perceive your mind, that it is as of men who neither fear God nor obey the divine Scriptures; while Moses writes concerning God that Our God is a consuming fire (Deut. 4:24); and concerning His sojourn in the flesh, he says that the Lord will raise up a prophet from your brethren (Deut. 18:18), and speaks of life hanging upon a tree (Deut. 28:66) as though of the body of the Lord, becoming life for us; and Isaiah too cries aloud, saying concerning God on the one hand: The great God, the eternal, Who prepared the ends of the earth, shall not hunger nor grow weary (Isa. 40:28),
Notes, col. 1153

On the reading

Printed κλὶ, for καὶ.

Printed εις, for εἰς.

Printed αιώνιος, for αἰώνιος.

PG 26:1156Read from the page
καὶ τὰ ἑξῆς· περὶ δὲ τοῦ πάθους. Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ ειδὼς φέρειν μαλακίαν. Τί δέ ἐστι τὸ, Ειδὼς φέρειν μαλακίαν; ὅτι ἐκ τοῦ πεπονθότος τὸ παθητικὸν ἐπεδείκνυτο. Διὰ τοῦτο γὰρ καὶ, Γράψον, φησὶ, γραφίδι ἀνθρώπου ἐν τῷ καινῷ τόμῳ, καὶ οὐ σαρκὸς ἀμόρφου. Καὶ ὁ Ἀπόστολος δὲ λέγει· Ἄνθρωπος, Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν· διὸ καὶ τῷ ἐκ σπέρματος Δαβὶδ προσάγει τὴν ἀνάστασιν, τὸ κατὰ σάρκα λέγων· περὶ δὲ τῆς θεότητος αὐτοῦ· Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Καὶ ὁ Κύριος δὲ τὸ πάθος ἐπὶ Υἱοῦ ἀνθρώπου ἵστησι, δεικνὺς τὸ κατὰ σάρκα· περὶ δὲ τῆς θεότητος αὐτοῦ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Οὐδεὶς οἶδε τὸν Υἱὸν, τίς ἐστιν, ει μὴ μόνος ὁ Πατήρ. Οὐδαμοῦ δὲ αἷμα Θεοῦ δίχα σαρκὸς παραδεδώκασιν αἱ Γραφαὶ, ἢ Θεὸν διὰ σαρκὸς παθόντα καὶ ἀναστάντα. Ἀρειανῶν τὰ τοιαῦτα τολμήματα, ἐπειδὴ μήτε Θεὸν ἀληθινὸν τὸν Υἱὸν τοῦ Θεοῦ ὁμολογοῦσιν. Αἱ δὲ ἅγιαι Γραφαὶ ἐν σαρκὶ Θεοῦ καὶ σαρκὸς Θεοῦ ἀνθρώπου γενομένου, αἷμα, καὶ πάθος, καὶ ἀνάστασιν κηρύττουσι σώματος Θεοῦ, ἀνάστασιν ἐκ νεκρῶν γενομένην. Ὑμεῖς δὲ, τὸ ἔμπαλιν λέγετε, ὡς σοφώτεροι τῶν ἀποστόλων, καὶ μυστικώτεροι τῶν προφητῶν, καὶ ἐξουσιαστικώτεροι τῶν εὐαγγελιστῶν, ἢ καὶ αὐθεντικώτεροι τοῦ Κυρίου· ἐψευσμένῃ ὑμῶν εὐφημίᾳ ἀπαρνούμενοι μὲν τὴν ἀλήθειαν, κατὰ δὲ τῆς θεότητος φθεγγόμενοι, τῆς οικονομίας σαφῶς καὶ ἐπὶ τοῦ σταυροῦ δεικνυμένης, ἐν μὲν προβολῇ αἵματος σαρκὸς βεβαιουμένης· φωνῆς δὲ γενομένης καὶ ψυχῆς σημαινομένης, οὐ χωρισμὸν θεότητος δηλούσης, ἀλλὰ νέκρωσιν σώματος σημαινούσης, μήτε τῆς θεότητος τοῦ σώματος ἐν τῷ τάφῳ ἀπολιμπανομένης, μήτε τῆς ψυχῆς ἐν τῷ ᾅδῃ χωριζομένης. Τοῦτο γάρ ἐστι τὸ ῥηθὲν διὰ τῶν προφητῶν· Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ιδεῖν διαφθοράν. Διὸ καὶ ὁ Κύριος ἔλεγεν· Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ· ἀλλ' ἐγὼ ἀπ' ἐμαυτοῦ τίθημι αὐτήν· τουτέστι, παρὼν ἐπιδείκνυμι.
and the rest; and concerning the passion: A man in affliction, and knowing how to bear infirmity (Isa. 53:3). And what is this, Knowing how to bear infirmity? That from him who suffered, the passible element was displayed. For therefore also he says: Write with the pen of a man in a new tome (Isa. 8:1), and not of formless flesh. And the Apostle too says: The man Christ Jesus, Who gave Himself on our behalf (1 Tim. 2:5-6); wherefore also he attributes the resurrection to Him who is from the seed of David, speaking of that which is according to the flesh (Rom. 1:3); while concerning His deity: For the Word of God is living, and active, and sharper than any two-edged sword (Heb. 4:12). And the Lord too places the passion upon the Son of man, showing that which is according to the flesh; while concerning His deity: I and the Father are one (John 10:30); and, No one knows the Son, who He is, except the Father alone (Matt. 11:27; Luke 10:22). And nowhere have the Scriptures handed down the blood of God apart from flesh, or God as having suffered and risen again through flesh. Such audacities belong to the Arians, since neither do they confess the Son of God to be true God. But the holy Scriptures proclaim blood, and passion, and resurrection of the body of God in the flesh of God and of the flesh of God having become man, a resurrection that took place from the dead. Yet you say the opposite, as though wiser than the apostles, and more initiated into mysteries than the prophets, and more authoritative than the evangelists, or even more authentic than the Lord; by your false euphemism denying the truth on the one hand, and speaking against the deity on the other, whereas the dispensation is clearly shown even upon the cross, being confirmed on the one hand in the pouring forth of the blood of the flesh; and when the voice was uttered and the soul was signified, not declaring a separation of deity, but signifying the death of the body, neither with the deity forsaking the body in the tomb, nor being separated from the soul in Hades. For this is what was spoken through the prophets: Thou wilt not abandon my soul to Hades, nor wilt Thou give Thy Holy One to see corruption (Ps. 15:10). Wherefore the Lord also said: No one takes it from Me; but I lay it down of Myself (John 10:18); that is, being present I display it.
15. Διὰ τοῦτο ἐν μὲν ψυχῇ Θεοῦ ἡ κράτησις τοῦ θανάτου ἐλύετο, καὶ ἡ ἐξ ᾅδου ἀνάστασις ἐγίνετο, καὶ
15. Therefore in the soul of God on the one hand the hold of death was loosed, and the resurrection from Hades took place, and
Notes, col. 1156

On the reading

Printed ειδὼς, for εἰδὼς.

Printed Ειδὼς, for Εἰδὼς.

Printed ει, for εἰ.

Printed οικονομίας, for οἰκονομίας.

Printed ιδεῖν, for ἰδεῖν.

PG 26:1157Read from the page
ταῖς ψυχαῖς εὐηγγελίζετο· ἐν δὲ σώματι Χριστοῦ ἡ φθορὰ κατηργεῖτο, καὶ ἡ ἀφθαρσία ἐκ τάφου ἐδείκνυτο. Ὥστε οὐκ ἄνθρωπος Θεοῦ ἐχωρίζετο, οὔτε Θεὸς πρὸς ἄνθρωπον ἐγκατάλειψιν διηγεῖτο, οὔτε ἡ νέκρωσις καὶ τοῦ πνεύματος ἀποχώρησις Θεοῦ ἀπὸ σώματος ἦν μετάστασις, ἀλλὰ ψυχῆς ἀπὸ σώματος χωρισμός· ὁ γὰρ ἡμέτερος ἐκεῖ διεγράφετο θάνατος. Εἰ δὲ ὁ Θεὸς ἐχωρίσθη τοῦ σώματος, καὶ οὕτως ἡ νέκρωσις ἐδείκνυτο, πῶς τὸ σῶμα, χωρισθὲν τοῦ ἀφθάρτου Θεοῦ, τὴν ἀφθαρσίαν ἐπεδείκνυτο; πῶς δὲ καὶ ὁ Λόγος τὴν εἰς ᾅδου ἐπίβασιν ἐποιήσατο; ἢ πῶς τὴν ἐξ ᾅδου ἀνάστασιν ἐπεδείκνυτο; μήτιγε αὐτὸς ἀντὶ τῆς ἡμετέρας ψυχῆς ἀνίστατο, ἵνα τῆς ἡμετέρας ἀναστάσεως τὴν εἰκόνα ἁρμόσηται; Καὶ πῶς οἷόν τε περὶ Θεοῦ ταῦτα ἐννοεῖν; Ἀσύμφωνος τοίνυν ταῖς ἁγίαις Γραφαῖς ὁ ὅρος ὑμῶν, καὶ ἀνάρμοστος τῆς πληρωθείσης οικονομίας ἡ γνώμη ὑμῶν. Καὶ τὸ, Κάθου ἐκ δεξιῶν μου, οὐκ ἀνθρώπου μὲν τὸ ἀξίωμα, ἀλλὰ Θεοῦ. Ἀλλ' ἐπειδὴ τὸ τοῦ Θεοῦ ἀξίωμα ἀνθρώπου ἀξίωμα γέγονεν, ἵνα τὸ τοῦ ἀνθρώπου ἀξίωμα Θεοῦ ἀξίωμα πιστευθῇ, εἴρηται· Κάθου ἐκ δεξιῶν μου, καὶ, Δόξασόν με, Πάτερ, τῇ ἀϊδίῳ δόξῃ. Οὐ χωρισθεὶς τῆς δόξης τοῦτο λέγει, ἀλλ' ἐν ἀδόξῳ σώματι γεγονὼς, ἵνα δείξῃ οὐ χωριζομένην τῆς θεϊκῆς δόξης τὴν τοῦ δούλου μορφὴν, ἀλλὰ ταύτην ἐπιδεικνυμένην. Διὸ λέγει· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω, μίαν τὴν πρὸ σώματος καὶ ἐν σώματι δόξαν δεικνὺς, ὥς φησιν ὁ Ἀπόστολος· Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσον διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Κάθου ἐκ δεξιῶν μου; Οὐ πάντως ὁ ποιητὴς τῶν ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὢν· ἀλλὰ τὴν ἐν αὐτῷ ἀνατείλασαν τοῦ δούλου μορφὴν κρείττονα τῶν ἀγγέλων, ἢ καὶ πάσης τῆς κτίσεως ἐπιδειξάμενος· ἐπειδήπερ, εικὼν ὢν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ πρωτότοκος πάσης τῆς κτίσεως γέγονεν, ὡς γέγραπται καὶ ἐν Εὐαγγελίοις· Ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον. Διὸ καὶ ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, καὶ ἐν αὐτῷ τὸ πάθος γέγονε, καὶ αὐτός ἐστιν ὁ ἐλευθερωτὴς τοῦ πάθους καὶ τοῦ θανάτου, καὶ δι' αὐτοῦ τὰ πάντα γέγονε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστι πρωτότοκος ἐκ νεκρῶν, ἵνα γένηται, φησὶν, ἐν πᾶσιν αὐτὸς πρωτεύων.
good news was preached to the souls; while in the body of Christ corruption was abolished, and incorruption was shown forth from the tomb. So that neither was man separated from God, nor did God recount an abandonment towards man, nor was the death and the departure of the spirit a removal of God from the body, but a separation of soul from body; for our death was delineated there. But if God was separated from the body, and thus death was shown forth, how did the body, separated from the incorruptible God, display incorruption? And how also did the Word make His descent into Hades? Or how did He display the resurrection from Hades? Did He Himself perchance rise instead of our soul, so that He might fit together the image of our resurrection? And how is it possible to think these things concerning God? Your definition, therefore, is discordant with the holy Scriptures, and your opinion is unsuited to the fulfilled dispensation. And the saying, Sit Thou at My right hand (Ps. 109:1), is not the dignity of man, but of God. Yet since the dignity of God became the dignity of man, so that the dignity of man might be believed to be the dignity of God, it has been said: Sit Thou at My right hand, and, Glorify Me, Father, with the eternal glory (John 17:5). Not as having been separated from the glory does He say this, but having come to be in an inglorious body, so that He might show the form of the servant not separated from the divine glory, but displaying it. Wherefore He says: I both glorified it, and will glorify it again (John 12:28), showing the glory before the body and in the body to be one, as the Apostle says: Having become so much better than the angels, as He has inherited a more excellent name than they. For to which of the angels did He ever say: Sit Thou at My right hand (Heb. 1:4-5)? Not at all did the Word, the Maker of the angels, become better as though He were inferior; but having displayed the form of the servant that shone forth in Him as better than the angels, or even than all creation; inasmuch as, being the image of the invisible God, He also became firstborn of all creation (Col. 1:15), as it is written also in the Gospels: Until she bore her firstborn Son (Matt. 1:25). Wherefore also in Him all things were created, and in Him the passion took place, and He Himself is the liberator from passion and death, and through Him all things came to be, and He Himself is the head of the body, the Church, Who is firstborn from the dead, so that in all things, he says, He Himself might hold the first place (Col. 1:16-18).
16. Πῶς οὖν τὸν δημιουργὸν τῶν λογικῶν φύσεων Λόγον λέγετε, σάρκα ἑαυτῷ συγκεράσαντα, λογικὸν ἄνθρωπον γεγονέναι; καὶ πῶς ἄτρεπτος καὶ ἀναλ-
16. How then do you say that the Word, the Creator of rational natures, having mingled flesh with Himself, became a rational man? And how, remaining immutable and un-
Notes, col. 1157

On the reading

Printed οικονομίας, for οἰκονομίας.

Printed εικὼν, for εἰκὼν.

PG 26:1160Read from the page
λοίωτος, καὶ οὐχὶ λογικὴν τὴν τοῦ δούλου μορφὴν συστησάμενος γέγονεν ἄνθρωπος, ἵνα καὶ ὁ Λόγος ἄτρεπτος ᾖ μένων ὃ ἦν, καὶ λογικὸς ὁ ἄνθρωπος ἐπὶ γῆς ὁραθῇ Θεὸς ὤν; Ἐπουράνιος γὰρ ἄνθρωπος ὁ Κύριος, οὐχὶ ἐξ οὐρανοῦ τὴν σάρκα ἐπιδειξάμενος, ἀλλὰ τὴν ἐκ γῆς ἐπουράνιον συστησάμενος. Διὸ καὶ οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι κατὰ τὴν αὐτοῦ μετοχὴν τῆς ἁγιότητος. Διὸ καὶ ᾠκείωται τὰ τοῦ σώματος. Ἀλλὰ πάλιν λέγετε· Πῶς τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, ἀλλ' οὐ τὸν Λόγον ἐσταύρωσαν καθ' ὑμᾶς; Μὴ γένοιτο! ἀλλὰ τὸν Λόγον ἠθέτησαν, τὸ σῶμα τοῦ Λόγου σταυρῷ προσηλώσαντες. Θεὸς γὰρ ὁ ἀθετηθείς· σαρκὸς δὲ Θεοῦ καὶ ψυχῆς τὸ πάθος, καὶ ὁ θάνατος, καὶ ἡ ἀνάστασις γέγονε. Διὰ τοῦτο ἔλεγε τοῖς Ἰουδαίοις ὁ Κύριος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ὥς φησιν ὁ προφήτης· Ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ οὐκ αὐτὸς ὁ Λόγος. Καὶ ὁ Ἰωάννης δὲ λέγει· Αὐτὸς τὴν ψυχὴν αὐτοῦ ἔθηκεν ὑπὲρ ἡμῶν. Πῶς οὖν ἴσχυσαν οἱ Ἰουδαῖοι λῦσαι ναὸν Θεοῦ, καὶ τὴν ἄλυτον σύγκρασιν τῆς σαρκὸς πρὸς τὸν Λόγον γενομένην χωρίσαι, εἴγε καθ' ὑμᾶς ἔσχε τοῦτον τὸν τρόπον ἡ τοῦ σώματος νέκρωσις. Οὔτε γὰρ ἂν ἐνεκρώθη τὸ σῶμα, εἰ μή τινος ἐχωρίσθη. Εἰ γὰρ μὴ λύσις γέγονεν, οὔτε θάνατος· εἰ δὲ θάνατος οὐ γέγονεν, οὔτε ἀνάστασις γέγονε. Δότε οὖν τὴν λύσιν καὶ τὸν χωρισμὸν ἀπὸ τοῦ σώματος γενόμενον, ὡς γέγραπται ἐν Εὐαγγελίοις, ὅτι Ἐξέπνευσε, καὶ ὅτι Κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα, ἵνα ἴδωμεν ποῖον πνεῦμα ὑπειλήφατε ἀποκεχωρηκέναι τοῦ σώματος, καὶ τὴν νέκρωσιν γεγονέναι. Εἰρήκατε γὰρ, ὅτι Σάρκα τὴν ἀνυπόστατον συγκεράσας ἑαυτῷ ὁ Λόγος, ἔδειξε τὸν ὄντως λογικὸν καὶ τέλειον ἄνθρωπον. Εἰ τοίνυν ὁ Λόγος ἀπεχώρησε τοῦ σώματος, καὶ οὕτως ἡ νέκρωσις γέγονε, κατὰ Θεοῦ ἴσχυσαν οἱ Ἰουδαῖοι, λύσαντες τὴν ἄλυτον σύγκρασιν. Οὔτε οὖν ὁ ἡμέτερος ἐκεῖ γέγονε θάνατος, εἰ Θεοῦ χωρισθέντος ἡ νέκρωσις τοῦ σώματος γέγονε. Πῶς δὲ καὶ τὸ σῶμα τοῦ ἀφθάρτου Θεοῦ χωρισθὲν ἐν ἀφθαρσίᾳ διέμεινεν; Ἔσται δὲ ἡ μὲν τρῶσις τοῦ σώματος, τὸ δὲ πάθος τοῦ Λόγου. Διὰ τοῦτο γὰρ καὶ Θεὸν παθόντα λέγετε, ἀκολούθως ἑαυτοῖς φθεγγόμενοι, μᾶλλον δὲ συμφώνως τοῖς Ἀρειανοῖς· τοῦτο γὰρ ἐκεῖνοι δογματίζουσιν. Ἔσται δὲ καὶ ἐξ ἀναστάσεως ἐγειρόμενος ὁ Λόγος καθ' ὑμᾶς. Ἀνάγκη γάρ τινα ἐξ ᾅδου τὴν ἀρχὴν τῆς ἀναστάσεως εἰληφέναι, ἵνα τελεία ᾖ ἡ ἀνάστασις, καὶ τοῦ θανάτου ἡ λύσις, καὶ τῶν ἐκεῖσε πνευμάτων ἡ ἀπόλυσις.
unchangeable, and was it not by framing the form of a servant as rational that He became man, so that both the Word might be unchangeable while remaining what He was, and the man might be seen on earth as rational, being God? For the Lord is a heavenly man, not having displayed His flesh from heaven, but having framed the flesh from earth as heavenly. Wherefore also such as is the heavenly, such also are the heavenly ones according to their participation in His holiness. Wherefore also He has made the things of the body His own. But again you say: How did they crucify the Lord of glory, yet did not crucify the Word according to you? God forbid! Rather, they rejected the Word by nailing the body of the Word to a cross. For He Who was rejected is God; while the passion, and the death, and the resurrection belonged to the flesh and soul of God. On account of this the Lord said to the Jews: Destroy this temple, and in three days I will raise it up; as the prophet says: Because His soul was delivered unto death, and not the Word Himself. And John also says: He Himself laid down His soul on our behalf. How then did the Jews prevail to dissolve the temple of God, and to separate the indissoluble blending of the flesh that had taken place towards the Word, if indeed the deadening of the body took place in this manner according to you? For neither would the body have been deadened unless it had been separated from something. For if a dissolution has not taken place, neither has death; and if death has not taken place, neither has a resurrection taken place. Grant, therefore, the dissolution and the separation that took place from the body, as it is written in the Gospels, that He expired, and that bowing His head He gave up the spirit, so that we may see what sort of spirit you have supposed to have departed from the body, and the deadening to have taken place. For you have said that the Word, having blended the unsubsistent flesh with Himself, showed the truly rational and perfect man. If therefore the Word departed from the body, and thus the deadening took place, the Jews prevailed against God, having dissolved the indissoluble blending. Neither, therefore, did our death take place there, if the deadening of the body took place when God was separated. And how also did the body, when separated from the incorruptible God, remain in incorruption? Then the wounding will be of the body, but the passion of the Word. For on account of this you also say that God suffered, uttering what is consistent with yourselves, or rather in harmony with the Arians; for this is what they teach as dogma. And the Word will also be raised by resurrection according to you. For it is necessary that someone should have taken the beginning of the resurrection from Hades, so that the resurrection might be perfect, and the dissolution of death, and the release of the spirits there.
PG 26:1161Read from the page
17. Εἰ δὲ ταῦτα ὁ Λόγος πέπονθε, καὶ ποῦ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον τοῦ Λόγου; Πῶς δὲ καὶ ἀπαρακαλύπτως ὀφθεὶς ὁ Λόγος ἐν τῷ ᾅδῃ ἐνομίσθη ἐν τῷ θανάτῳ ὡς ἄνθρωπος; Πῶς δὲ καὶ τοῖς Ἰουδαίοις ἔλεγεν ὁ Κύριος· Ἐγὼ ἐγερῶ αὐτὸν, καὶ οὐχὶ, Ἐγὼ ἐξ ᾅδου ἀνίσταμαι; Εἰ γὰρ ὁ Λόγος, ἐν θανάτῳ γεγονὼς, χρείαν εἶχε τοῦ ἐγείροντος αὐτὸν ἐκ θανάτου, οὐκ αὐτοῦ ἔσται ἡ νίκη, ἀλλὰ τοῦ ἐγείροντος αὐτόν. Πῶς δὲ καὶ διὰ τῶν προφητῶν προεσημαίνετο περὶ τῆς ψυχῆς αὐτοῦ; Πῶς παρὼν ὁ Κύριος ἔλεγε πληρῶν τὴν ἐπαγγελίαν· Τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων τῶν ἐμῶν; ἥντινα ψυχὴν πνεῦμα οὖσαν σαφῶς αἱ ἅγιαι Γραφαὶ διδάσκουσι· καὶ ὁ Κύριος δὲ εἰρηκώς· Τὸ μὲν σῶμα ὑπὸ ἀνθρώπων ἀποκτεινόμενον, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, ἅτε δὴ πνεῦμα οὖσαν. Τούτῳ τῷ Πνεύματι ἐταράχθη ὁ Ἰησοῦς· τούτου τοῦ Πνεύματος ἡ ἀποχώρησις γέγονεν ἀπὸ τοῦ σώματος ἐπὶ τοῦ σταυροῦ. Καὶ οὕτως ἐνεκροῦτο τὸ σῶμα, καὶ αὐτοῦ γέγονεν ἡ λύσις, Θεοῦ τοῦ Λόγου ἀμεταθέτως ἔχοντος πρός τε τὸ σῶμα, πρός τε τὴν ψυχὴν, πρός τε ἑαυτὸν ὄντα εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐν ἐπιδείξει ἀτρεπτότητος. Ἐν δὲ τῇ καθ' ἡμᾶς γενομένῃ ἐν αὐτῷ μορφῇ τὸν ἡμέτερον ἐκεῖ διέγραφε θάνατον· ἵνα ἐν αὐτῇ καὶ τὴν ὑπὲρ ἡμῶν ἁρμόσηται ἀνάστασιν, ἐξ ᾅδου μὲν τὴν ψυχὴν, ἐκ τάφου δὲ τὸ σῶμα ἐπιδεικνύμενος· ὅπως ἐν θανάτῳ καταλύσῃ τὸν θάνατον ἐν ἐπιδείξει ψυχῆς, ἐν δὲ τῷ τάφῳ καταργήσῃ τὴν φθορὰν ἐν ταφῇ σώματος· ἐξ ᾅδου καὶ ἐκ τάφου τὴν ἀθανασίαν καὶ τὴν ἀφθαρσίαν ἐπιδεικνύμενος, ἐν μορφῇ τῇ καθ' ἡμᾶς τὴν ἡμετέραν ὁδεύσας ὁδὸν, καὶ τὴν καθ' ἡμῶν γενομένην κατοχὴν λύσας. Καὶ τοῦτο ἦν τὸ θαυμαστόν· αὕτη γὰρ γέγονεν ἡ χάρις. Ὑμεῖς δὲ, σάρκα μόνην προσομολογοῦντες, οὔτε τῆς ἁμαρτίας τὴν κατάκρισιν δεῖξαι δύνασθε, οὔτε τοῦ θανάτου τὴν κατάλυσιν, οὔτε τῆς ἀναστάσεως τὴν τελείωσιν, οὔτε τοῦ Λόγου τὴν ἀτρεπτότητα· ἐπειδὴ ἔξω τῶν ἁγίων Γραφῶν βεβήκατε, λαλοῦντες ἃ Ἀρειανοὶ σοφίζονται, φανεροῦ ὄντος τοῦ περὶ ψυχῆς λόγου ἐν Γραφαῖς ἁγίαις, καὶ πληρωθείσης τῆς οἰκονομίας ἐν ἐπιδείξει πάσης πληρώσεώς τε καὶ τελειώσεως.
17. But if the Word has suffered these things, where then is the unchangeableness and unalterableness of the Word? And how also was the Word, when seen unveiled in Hades, reckoned in death as a man? And how also did the Lord say to the Jews: I will raise it up, and not, I rise up out of Hades? For if the Word, having come to be in death, had need of one to raise Him from death, the victory will not be His, but His Who raised Him. And how also was it foretold through the prophets concerning His soul? How did the Lord, when present and fulfilling the promise, say: I lay down My soul on behalf of My sheep; which soul the holy Scriptures clearly teach to be a spirit; and the Lord also having said: That the body indeed is killed by men, while they are not able to kill the soul, inasmuch as it is a spirit. In this Spirit Jesus was troubled; of this Spirit the departure took place from the body upon the cross. And thus the body was deadened, and its dissolution took place, while God the Word held unalterably both towards the body, and towards the soul, and towards Himself existing in the bosom of the Father in a display of unchangeableness. And in the form according to us that came to be in Him He inscribed our death there; so that in it He might also fit together the resurrection on our behalf, displaying the soul from Hades, and the body from the tomb; in order that in death He might dissolve death in the display of a soul, and in the tomb might abolish corruption in the burial of a body; displaying immortality and incorruption from Hades and from the tomb, having walked our road in the form according to us, and having loosed the detention that had come to be against us. And this was the wonderful thing; for this became the grace. But you, confessing flesh alone, are able to show neither the condemnation of sin, nor the dissolution of death, nor the perfection of the resurrection, nor the unchangeableness of the Word; since you have gone outside the holy Scriptures, speaking the things that the Arians devise as sophistries, whereas the teaching concerning the soul is manifest in the holy Scriptures, and the economy has been fulfilled in a display of all fullness and perfection.
18. Ἀλλ' οἱ μὲν τῶν αἱρετικῶν, τὸν ὁραθέντα ὁμολογοῦντες, ἀπιστοῦσιν αὐτοῦ τῇ θεότητι· οἱ δὲ ὁμολογοῦντες Θεὸν, ἀρνοῦνται αὐτοῦ τῆς σαρκὸς τὴν γέν-
18. Yet some of the heretics, confessing Him Who was seen, disbelieve in His divinity; while others, confessing Him to be God, deny of His flesh the birth-
PG 26:1164Read from the page
νησιν· οἱ δὲ σάρκα προσομολογοῦντες ἀρνοῦνται αὐτοῦ τῆς ψυχῆς τὴν ἐπίδειξιν· καὶ γεγόνασι κατὰ τοὺς μανικοὺς παῖδας τῶν Ἀρειανῶν, τῶν συμπλεκόντων τὰς στραγγαλιώδεις καὶ σκολιὰς προτάσεις, ἵνα ταύταις ἐπαποροῦντες, εὑρίσκωσι τοὺς ἀκεραίους, αὐτοὶ ἄποροι ὄντες τῆς πίστεως. Ὁμοίως καὶ αὐτοὶ λέγειν μεμαθήκασι· Τί ὁ γεννηθεὶς ἐκ Μαρίας; Θεὸς, ἢ ἄνθρωπος; Εἶτα ἐὰν μὲν εἴπῃ, Ἄνθρωπος, ἀπιστήσει αὐτοῦ τῇ θεότητι, σύμφωνος γινόμενος τοῖς ταύτῃ ἀπιστήσασιν αἱρετικοῖς· ἐὰν δὲ εἴπῃ, Θεὸς, ἀρνήσεται αὐτοῦ τῆς σαρκὸς τὴν γέννησιν, καὶ συναχθήσεται τοῖς ταύτην ἀπαρνουμένοις αἱρετικοῖς. Εἶτα δ' αὖ πάλιν· Τίς ὁ παθών; τίς ὁ σταυρωθείς; Θεὸς, ἢ ἄνθρωπος; ἵνα, ἐὰν μὲν εἴπῃ, Θεὸς, βλάσφημον πρόηται ῥῆμα κατὰ τοὺς ἀσεβοῦντας Ἀρειανσὺς· ἐὰν δὲ εἴπῃ, Ἄνθρωπος, Ἰουδαϊκῇ πάλιν φθέγξηται ὑπολήψει. Διὰ τοῦτο αἱ ἅγιαι Γραφαὶ Θεὸν ἀφράστως ἐκ Πατρὸς κηρύττουσι τὸν Λόγον, καὶ τοῦτον ἐπ' ἐσχάτων ἐκ Παρθένου ἄνθρωπον γεννηθέντα· ἵνα μήτε Θεὸς ἀπιστηθῇ, μήτε σαρκὸς γέννησις ἀρνηθῇ. Ὅπου δὲ σαρκὸς τὸ ὄνομα, ἐκεῖ πάσης τῆς συστάσεως ἡ ἁρμονία χωρὶς ἁμαρτίας. Καὶ ἐπὶ μὲν τοῦ ὀνόματος τοῦ ἀνθρώπου τὸ πάθος ἱστῶσι, καὶ οὐχ ὑπερβαίνουσιν, ὡς γέγραπται ἐν ταῖς ἁγίαις Γραφαῖς· περὶ δὲ τῆς θεότητος τοῦ Λόγου τὴν ἀτρεπτότητα καὶ τὴν ἀφραστότητα ὁμολογοῦσι· διὰ τοῦτο θεολογεῖται μὲν ὁ Λόγος, γενεαλογεῖται δὲ ἄνθρωπος, ἵνα πρὸς ἑκάτερα ᾖ ὁ αὐτὸς φυσικῶς καὶ ἀληθινῶς· Θεὸς μὲν πρὸς τῇ ἀϊδιότητι τῆς θεότητος καὶ τῇ δημιουργίᾳ τῆς κτίσεως· ἄνθρωπος δὲ πρὸς τῇ γεννήσει τῇ ἐκ γυναικὸς, καὶ τῇ αὐξήσει τῆς ἡλικίας. Καὶ Θεὸς μὲν πρὸς ταῖς ζωτικαῖς εὐεργεσίαις, καὶ δυνατὸς ταῖς θαυματουργίαις· ἄνθρωπος δὲ πρὸς ταῖς ὁμοιοτρόποις συμπαθείαις, καὶ ταῖς καθ' ὑμᾶς ἀσθενείαις. Καὶ Θεὸς μὲν Λόγος ἐν ἐπιδείξει τῆς ἀθανασίας, καὶ ἀφθαρσίας, καὶ ἀτρεπτότητος· ἄνθρωπος δὲ τῇ προσηλώσει τοῦ σταυροῦ, καὶ αἵματος ῥύσει, καὶ ταφῇ σώματος, καὶ καταβάσει εἰς ᾅδου, καὶ ἀναστάσει τῇ ἐκ νεκρῶν. Οὕτως ὁ Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, καὶ Θεὸς ὢν ἐγείρει τοὺς νεκρούς.
ing; while those who confess flesh deny the display of His soul; and they have become like the mad children of the Arians, who weave together twisted and crooked propositions, so that by raising puzzles with these they may catch the guileless, being themselves destitute of the faith. Likewise they too have learned to say: What is He Who was born of Mary? God, or man? Then if one should say, Man, he will disbelieve in His divinity, becoming in harmony with the heretics who disbelieved in this; and if one should say, God, he will deny the birth of His flesh, and will be gathered with the heretics who deny this. And then again: Who is He Who suffered? Who is He Who was crucified? God, or man? So that, if one should say, God, he may utter a blasphemous word according to the impious Arians; and if one should say, Man, he may again speak with a Jewish supposition. On account of this the holy Scriptures proclaim the Word to be God ineffably from the Father, and this same One in the last times to have been born a man from a Virgin; so that neither might God be disbelieved, nor the birth of flesh be denied. And where the name of flesh is, there is the harmony of the whole constitution without sin. And upon the name of the man they place the passion, and do not go beyond, as it is written in the holy Scriptures; while concerning the divinity of the Word they confess unchangeableness and ineffability; on account of this the Word is spoken of as God, while He is traced by genealogy as man, so that in both respects He may be the same One naturally and truly: God indeed in respect of the eternity of His divinity and the framing of creation; and man in respect of the birth from a woman, and the growth of stature. And God indeed in respect of life-giving benefactions, and mighty in wonder-workings; and man in respect of like-mannered sympathies, and weaknesses like yours. And God the Word indeed in the display of immortality, and incorruption, and unchangeableness; and man in the nailing of the cross, and the flowing of blood, and the burial of the body, and the descent into Hades, and the resurrection from the dead. Thus Christ has been raised from the dead, and being God He raises the dead.
Notes, col. 1164

On the reading

Printed Ἀρειανσὺς, for Ἀρειανοὺς.