Migne Reading Room

PG 26 · cols. 1141–1152 · Read from the page

On the incarnation of our Lord Jesus Christ against Apollinaris

On the incarnation of our Lord Jesus Christ against Apollinaris

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:1141Read from the page
τοιούτοις λογισμοῖς, πρὶν ἢ παρακούσῃ τῆς τοῦ Θεοῦ ἐντολῆς, καὶ πῶς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρόν; λογικὸς μὲν ὢν τὴν φύσιν, ἐλεύθερος δὲ τὸν λογισμὸν, πεῖραν κακοῦ οὐκ εἰδὼς, μόνον δὲ τὸ καλὸν γινώσκων, καὶ ὥσπερ τις μονότροπος ὤν· παρακούσας δὲ τῆς ἐντολῆς τοῦ Θεοῦ, ὑποπέπτωκε τοῖς ἁμαρτητικοῖς λογισμοῖς· οὐ τοῦ Θεοῦ δημιουργήσαντος τοὺς αἰχμαλωτίζοντας λογισμοὺς, ἀλλὰ τοῦ διαβόλου ἐξ ἀπάτης ἐπισπείραντος τῇ λογικῇ φύσει τοῦ ἀνθρώπου, ἐν παραβάσει γενομένῃ, καὶ ἀπωσθείσῃ ἀπὸ τοῦ Θεοῦ· ὥστε τὸν διάβολον καὶ νόμον ἁμαρτίας καταστήσασθαι ἐν τῇ φύσει τοῦ ἀνθρώπου, καὶ θάνατον βασιλεύοντα διὰ τοῦ ἔργου τῆς ἁμαρτίας. Διὰ τοῦτο οὖν ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Ἀλλὰ λέγετε· Ἔλυσε μὴ ἁμαρτήσας. Ἀλλ' οὐκ ἔστιν αὕτη λύσις τῆς ἁμαρτίας. Οὐ γὰρ ἐν ἐκείνῳ ἀρχῆθεν εἰργάσατο ὁ διάβολος τὴν ἁμαρτίαν, ἵνα, ἐλθόντος αὐτοῦ εἰς τὸν κόσμον, καὶ μὴ ἁμαρτήσαντος, λυθῇ ἡ ἁμαρτία· ἀλλ' ἐν τῇ λογικῇ καὶ νοερᾷ φύσει τοῦ ἀνθρώπου ἐπισπείρας εἰργάσατο διάβολος τὴν ἁμαρτίαν. Διὰ τοῦτο ἀδύνατον γέγονε τῇ φύσει, λογικῇ οὔσῃ καὶ ἑκουσίως ἁμαρτησάσῃ, καὶ ὑπὸ καταδίκην θανάτου γενομένῃ, ἑαυτὴν ἀνακαλέσασθαι εἰς ἐλευθερίαν, ὥς φησιν ὁ Ἀπόστολος· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. Διὰ τοῦτο δι' ἑαυτοῦ ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ ταύτην ἐν τῇ ἰδίᾳ φύσει καταστήσασθαι ἐκ νέας ἀρχῆς καὶ γενέσεως θαυμαστῆς· οὐ τὴν ἀρχῆθεν σύστασιν καταμερίσας, ἀλλὰ τὴν ἐπισπαρεῖσαν ἀθέτησιν ἀθετήσας, ὡς μαρτυρεῖ ὁ προφήτης, λέγων· Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Εἰ δὲ μὴ ἐν τῇ ἁμαρτησάσῃ φύσει ἡ ἀναμαρτησία ὤφθη, πῶς κατεκρίθη ἡ ἁμαρτία ἐν τῇ σαρκὶ, μήτε τῆς σαρκὸς τὸ πρακτικὸν ἐχούσης, μήτε τῆς θεότητος ἁμαρτίαν γινωσκούσης; Πῶς δὲ ὁ Ἀπόστολος λέγει· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις; οὐ τόπον διαγράφων, ἀλλὰ φύσιν ὑποτιθέμενος· Ἵνα, ὥσπερ, φησὶ, δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, οὕτω καὶ δι' ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον· ἵνα δι' ἧς φύσεως ἡ προχώρησις τῆς ἁμαρτίας γέγονε, δι' αὐτῆς καὶ ἡ ἐπίδειξις τῆς δικαιοσύνης γένηται· καὶ οὕτω λυθῇ τὰ ἔργα τοῦ διαβόλου, ἐλευθερωθείσης τῆς ἀνθρώπων φύσεως ἀπὸ τῆς ἁμαρτίας, καὶ δοξασθῇ⟨…⟩
such thoughts before he disobeyed the commandment of God, how too did he not know good and evil? Being rational indeed in nature, and free in thought, knowing no experience of evil, and knowing only the good, and being as it were single in manner (Ps. 67:7); but having disobeyed the commandment of God, he fell under sinful thoughts: not that God created the thoughts that lead into captivity, but that the devil by deceit sowed them upon the rational nature of man (Matt. 13:25), when it had come to be in transgression and been thrust away from God; so that the devil established both a law of sin in the nature of man, and death reigning through the work of sin. On this account, therefore, the Son of God came, that He might dissolve the works of the devil. But you say: He dissolved them by not having sinned. Yet this is not the dissolution of sin. For the devil did not work sin in Him from the beginning, so that when He came into the world and did not sin, sin might be dissolved; rather, it was by sowing upon the rational and intellectual nature of man that the devil wrought sin. On this account it became impossible for the nature, being rational and having sinned voluntarily and come under the condemnation of death, to recall itself to freedom, as the Apostle says: For what the law could not do, in that it was weak through the flesh (Rom. 8:3). On this account the Son of God came by Himself to re-establish this in His own nature from a new beginning and a marvellous birth; not having divided the original constitution, but having annulled the rebellion sown upon it, as the prophet bears witness, saying: Before the child knoweth good or evil, he refuseth wickedness, to choose the good (Isa. 7:16). And if sinlessness did not appear in the nature that had sinned, how was sin condemned in the flesh, when neither the flesh has the faculty of action, nor the Godhead knows sin? And how does the Apostle say: Where sin abounded, grace did much more abound (Rom. 5:20)? Not marking out a place, but presupposing a nature: That, just as, says he, through one man sin entered into the world, and through sin death, so also through one man Jesus Christ might grace reign through righteousness unto eternal life (Rom. 5:12, 21); so that through the very nature by which the advance of sin took place, through the same the manifestation of righteousness might also take place; and thus the works of the devil might be dissolved, human nature having been freed from sin, and⟨…⟩ might be glorified⟨…⟩
PG 26:1144Read from the page
7. Ἀλλὰ πάλιν λέγετε· Εἰ ἄνθρωπος ὁ Χριστὸς, μέρος ἔσται τοῦ κόσμου· μέρος δὲ κόσμου κόσμον σῶσαι οὐ δύναται. Ὢ ἐπίνοια ἀπάτης, καὶ ἀπόνοια βλασφημίας! Λεγέτωσαν γὰρ ποίας Γραφῆς οὗτος ὁ ὅρος, ἢ τοῦ διαβόλου σόφισμα· καίτοι τοῦ προφήτου λέγοντος· Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος· καὶ ἀλλαχοῦ· Καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Πῶς οὖν Χριστὸς οὐ σώζει κόσμον, γενόμενος ἄνθρωπος; ὁπότε δὴ πρόδηλον, ὅτι ἐν ᾗ φύσει ἐπράχθη ἡ ἁμαρτία, ἐν αὐτῇ γέγονεν ἡ περισσεία τῆς χάριτος. Τίς δὲ περισσεία τῆς χάριτος; ὅτι ὁ Λόγος ἄνθρωπος γέγονε, μένων Θεός· ἵνα, καὶ ἄνθρωπος γενόμενος, Θεὸς πιστευθῇ· ὡς καὶ ἄνθρωπος ὢν ὁ Χριστὸς, Θεός ἐστιν, ὅτι Θεὸς ὢν γέγονεν ἄνθρωπος, καὶ σώζει τοὺς πιστεύοντας ἐν ἀνθρώπου μορφῇ. Ἐὰν γὰρ ὁμολογήσῃς Κύριον Ἰησοῦν ἐν τῷ στόματί σου, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ. Νέκρωσιν δὲ Θεὸς οὐκ ἐπιδέχεται, οὔτε ἀναστάσεως δέεται, ἀλλὰ ἐκ νεκρῶν ἀνίστησιν. Ὅθεν χρεία γέγονεν ἔχειν τι τὸν Θεὸν, ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν, εἴτε ἐν θανάτῳ εἴτε ἐν ζωῇ· ὥστε τούτῳ μᾶλλον σώζει ὁ Λόγος, ὅτι ἄνθρωπος γέγονεν.
7. But again you say: If Christ is a man, He will be a part of the world; and a part of the world cannot save the world. O invention of deceit, and madness of blasphemy! For let them say from what Scripture this definition comes, or whether it is a sophism of the devil; even though the prophet says: A brother does not redeem, shall a man redeem? (Ps. 48:8); and elsewhere: And a man was born in her, and the Most High Himself founded her (Ps. 86:5). How then does Christ not save the world, having become man? Since indeed it is manifest that in the nature in which sin was committed, in the same occurred the abundance of grace. And what is the abundance of grace? That the Word became man, remaining God; so that, even having become man, He might be believed to be God; just as Christ, even being man, is God, because being God He became man, and saves those who believe in the form of a man. For if you confess the Lord Jesus with your mouth, and believe in your heart that God raised Him from the dead, you shall be saved (Rom. 10:9). Now God does not admit of death, nor does He need resurrection, but raises from the dead. Whence there was need for God to have something that He might offer on our behalf, whether in death or in life; so that by this the Word saves all the more, because He became man.
8. Ἀλλὰ πάλιν λέγετε· Καὶ πῶς δύναται ἡ ἐν συνηθείᾳ τῆς ἁμαρτίας γενομένη φύσις, καὶ τὴν διαδοχὴν τῆς ἁμαρτίας διαδεξαμένη, χωρὶς ἁμαρτίας εἶναι; ὅ ἐστιν ἀδύνατον· ἔσται δὲ καὶ ὁ Χριστὸς, ὡς εἷς τῶν ἀνθρώπων. Ταῦτα δὲ καὶ Μαρκίων ἐφρόνησε· ταύτην καὶ Μανιχαῖος εισηγήσατο τὴν γνώμην, τοῦ ἀνθρώπου τὴν σάρκα καὶ αὐτὴν τὴν γέννησιν ὑπὸ τὸν ἄρχοντα τῆς κακίας τάσσων, καὶ Ἐξουσιαστὴν τοῦτον ἐπιγραφόμενος· ἐπειδὴ ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Τούτων καὶ ὑμεῖς ἀνανεοῦσθε τὴν γνώμην, καθ' ἕτερον τρόπον τὴν νοερὰν τοῦ ἀνθρώπου φύσιν, ἥτις νοεῖται ψυχὴ, προσεπιδιδόντες, καὶ ἄφευκτον ταύτην τῆς ἁμαρτίας διοριζόμενοι· κἂν ὅτι μάλιστα καὶ ψυχὴν σαρκικὴν γεγράφατε, πόθεν μαθόντες οὐ συνεπίσταμαι· οὔτε γὰρ ἐκ τῶν ἁγίων Γραφῶν ἔστιν εὑρεῖν τοῦτο, οὔτε ἐν τῷ κοινῷ τῶν ἀνθρώπων λογισμῷ, τοῦ Κυρίου λέγοντος· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Καὶ πῶς, ει σαρκικὴ ἡ ψυχὴ καθ' ὑμᾶς, οὐ συνθνήσκει τῷ σώματι, καὶ συμφθείρεται; πῶς δὲ καὶ ὁ Πέτρος, τὰς ἐν
8. But again you say: And how can a nature that came into being in the habit of sin, and received the succession of sin, be without sin? Which is impossible; and Christ too will be as one of the men. Marcion also held these views; Manichaeus too introduced this opinion, placing the flesh of man and birth itself under the ruler of wickedness, and inscribing him as Potentate; since by whatever a man is overcome, to this he is also enslaved (2 Pet. 2:19). You also renew the opinion of these men, in another way handing over in addition the intellectual nature of man, which is understood as the soul, and defining it as incapable of escaping sin; even though you have very much written that the soul is fleshly, having learnt this from where I do not know; for neither from the holy Scriptures is it possible to find this, nor in the common reasoning of men, since the Lord says: Fear not those who kill the body, but are not able to kill the soul (Matt. 10:28). And how, if the soul is fleshly according to you, does it not die together with the body, and perish together with it? And how also did Peter, calling the
Notes, col. 1144

On the reading

Printed εισηγήσατο, for εἰσηγήσατο.

Printed ει, for εἰ.

PG 26:1145Read from the page
ᾅδῃ κατεχομένας ψυχὰς πνεύματα ὀνομάσας, ἔλεγεν· Ἐπορεύθη τοῖς ἐν φυλακῇ κατακεκλεισμένοις πνεύμασιν εὐαγγελίσασθαι τὴν ἀνάστασιν; Ἀλλὰ ὑμεῖς πάντα παρὰ φύσιν λέγετε καὶ ὀνομάζετε, ἵνα μή ποτε κατὰ φύσιν διηγούμενοι τὴν οἰκονομίαν ἐπαληθεύσητε τῷ Λόγῳ, ὅτι καὶ ἄνθρωπος γέγονεν ἀληθῶς ὁ Λόγος. Εἰρήκατε γὰρ, ὅτι φωνὴ Θεοῦ ἐστιν ἡ λέγουσα, ὅτι Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐπιμελῶς ἐκ νεότητος· οὐ νοοῦντες, ὅτι, ἐκ νεότητος, εἰρηκὼς, τὸ ἐξ ἐπισπορᾶς καὶ ἐπίκηρον ἐδήλωσε. Διὰ τοῖτο ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ ἀναστῆσαι τὸν Χριστὸν τὸ κατὰ σάρκα· οὐχὶ ἄνδρα ἐκ μεταποιήσεως θεότητος ὀφθησόμενον (ἐπεὶ τίς ἦν χρεία τοῦ ὁμόσαι τῷ Δαβὶδ τὸν Κύριον;)· ἀλλὰ λαβόντα τὴν τοῦ δούλου μορφὴν ἐν ἀνοχῇ τῆς γεννήσεως τῆς ἐκ γυναικὸς καὶ αὐξήσεως ἡλικίας τῆς καθ' ἡμᾶς, ὥς φησιν ὁ Ἀπόστολος· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· παραπλησίως μὲν, ὅτι οὐκ ἐκ σπέρματος, ἀλλ' ἐκ Πνεύματος· τῶν δὲ αὐτῶν, ὅτι οὐχ ἑτέρωθεν, ἀλλ' ἐκ σπέρματος τοῦ Δαβὶδ καὶ τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἀδὰμ, ὡς γέγραπται.
souls held in Hades spirits, say: He went to preach the resurrection to the spirits shut up in prison (1 Pet. 3:19)? But you say and name all things contrary to nature, lest ever, by recounting the dispensation according to nature, you should speak the truth concerning the Word, that the Word truly also became man. For you have said that it is the voice of God which says that The mind of man is attentively set upon evil things from youth (Gen. 8:21); not understanding that, by having said from youth, He signified that which comes from the after-sowing and is subject to death. Therefore the Lord swore truth to David, from the fruit of his belly to raise up the Christ according to the flesh (Ps. 131:11); not a man to be seen from an alteration of deity (since what need was there for the Lord to swear to David?), but taking the form of a servant in the endurance of birth from a woman and of the growth of stature such as ours, as the Apostle says: Since therefore the children have shared in blood and flesh, He Himself likewise partook of the same (Heb. 2:14); likewise, on the one hand, because not from seed, but from the Spirit; of the same, on the other hand, because not from elsewhere, but from the seed of David and of Abraham, and of Adam, as it is written.
9. Πῶς οὖν, παρελθόντες τὰς ἁγίας Γραφὰς, καὶ τῆς ἀληθείας τὴν φανέρωσιν, λέγετε, ὅτι εἰ μὴ ἐξ ἑαυτοῦ ἀνὴρ ὤφθη, ἀλλὰ λαβὼν ἀνθρωπίνην ὕπαρξιν, ἐγένετο ἄνθρωπος· πρὸς ἄνδρα ἄρα συνήφθη· ἔσται δὲ καὶ ὁ σταυρωθεὶς Κύριος τῆς δόξης ἄνθρωπος; Ἐὰν οὖν ἀκούσητε τοῦ Πέτρου λέγοντος· Τοῦτον καὶ Χριστὸν καὶ Κύριον ὁ Θεὸς ἐποίησε τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, ἐπὶ τίνος τὴν ποίησιν λαμβάνετε; εἰ μὲν ἐπὶ τῆς τοῦ Λόγου θεότητος, τί ἔτι Ἀρειανοῖς μέμφεσθε, τὰ ἴσα ἐκείνοις φρονοῦντες; εἰ δὲ ἐπὶ τῆς ἐν τῷ Λόγῳ τοῦ δούλου μορφῆς, τί ἔτι ἑαυτοῖς μάχεσθε; ἀλλ' οὐχ οὕτως ὑμεῖς πεπιστεύκατε· πάλιν γὰρ λέγετε· Εἰ ἡ ἁμαρτήσασα φύσις ἐν Θεῷ γέγονεν, ἁμαρτίαν μὴ ποιήσασα, ἀνάγκῃ τοίνυν κατέχεται· τὸ δὲ ἀνάγκῃ κατεχόμενον βίαιόν ἐστιν. Εἴπατε τοίνυν· Εἰ τὸ μὴ ἁμαρτάνειν κατὰ ἀνάγκην γίνεται, τὸ ἁμαρτάνειν κατὰ φύσιν ἔσται· δώσετε οὖν τὸν τῆς φύσεως δημιουργὸν τῆς ἁμαρτίας εἶναι ἐνεργόν. Εἰ δὲ βλασφημία ἐστὶ τὸ τοιοῦτον, κατὰ ἀνάγκην δὲ τὸ ἁμαρτάνειν συμβέβηκε· πρόδηλον, ὅτι τὸ μὴ ἁμαρτάνειν κατὰ φύσιν γέγονε. Διὰ τοῦτο, ἐν
9. How then, passing by the holy Scriptures and the manifestation of the truth, do you say that if He did not appear as a man from Himself, but by taking human existence became man, He was therefore joined to a man, and the crucified Lord of glory will be a man? If therefore you hear Peter saying: God made this Jesus, Whom you crucified, both Christ and Lord (Acts 2:36), in reference to what do you take the making? If in reference to the deity of the Word, why do you still blame the Arians, holding the same views as they? But if in reference to the form of the servant in the Word, why do you still fight with yourselves? Yet you have not believed thus; for again you say: If the nature that sinned came to be in God, without committing sin, it is therefore held by necessity; and what is held by necessity is forced. Say then: If not sinning comes about by necessity, sinning will be according to nature; you will therefore grant that the Creator of nature is the author of sin. But if such a thing is blasphemy, and sinning happened by necessity, it is manifest that not sinning came to be according to nature. Therefore, when
Notes, col. 1145

On the reading

Printed τοῖτο, for τοῦτο.

PG 26:1148Read from the page
τῇ τοῦ Λόγου θεότητι ὀφθεῖσα ἡ τοῦ δούλου μορφὴ, οὐκ ἀνάγκῃ ὑποκειμένη, ἀλλὰ φύσει καὶ δυνάμει, τὴν ἀναμαρτησίαν ἐπιδείκνυται, διαλύσασα τὸν τῆς ἀνάγκης ὅρον, καὶ τὸν τῆς ἁμαρτίας νόμον, καὶ τὸν τῆς αἰχμαλωσίας τύραννον αἰχμαλωτεύσασα, ὥς φησιν ὁ προφήτης· Ἀνέβης εις ὕψος, ἠχμαλώτευσας αἰχμαλωσίαν. Τὴν γὰρ μορφὴν τοῦ δούλου κατὰ τοῦ ἐχθροῦ προβαλλόμενος ὁ Λόγος, τὴν νίκην πεποίηται διὰ τοῦ ποτὲ ἡττηθέντος. Διὰ τοῦτο καὶ πάντα τὸν πειρασμὸν συνετέλεσεν ὁ Ἰησοῦς, ὅτι πάντα ἔλαβε τὰ πειρασμοῦ πεῖραν ἐσχηκότα, δι' ὧν τὴν ὑπὲρ ἀνθρώπων νίκην πεποίηται, λέγων· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Οὐ γὰρ πρὸς θεότητα ἤρατο τὸν πόλεμον ὁ διάβολος, ἣν ἠγνόησεν, οὐδὲ γὰρ ἐτόλμα· διὰ τοῦτο ἔλεγεν· Εἰ σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλὰ πρὸς ἄνθρωπον, ὃν πάλαι πλανῆσαι ἴσχυσε, καὶ ἐξ ἐκείνου εἰς πάντας ἀνθρώπους ἐξέτεινε τῆς κακίας αὐτοῦ τὴν ἐνέργειαν. Τῆς δὲ τοῦ Ἀδὰμ ψυχῆς ἐν καταδίκῃ θανάτου κατεχομένης, καὶ βοώσης πρὸς τὸν ἑαυτῆς δεσπότην διαπαντὸς, καὶ τῶν εὐαρεστησάντων τῷ Θεῷ, καὶ δικαιωθέντων ἐν τῷ φυσικῷ νόμῳ, συγκατεχομένων τῷ Ἀδὰμ, συμπενθούντων τε καὶ συμβοώντων, ἐλεήσας ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἐποίησεν, ηὐδόκησε διὰ μυστηρίου φανερώσεως, καινότητος σωτηρίαν κατεργάσασθαι τῷ γένει τῶν ἀνθρώπων, καὶ καθαίρεσιν μὲν ποιήσασθαι τοῦ διὰ φθόνον ἀπατήσαντος ἐχθροῦ, ὕψωσιν δὲ ἀσυλλόγιστον ἀναδεῖξαι τοῦ ἀνθρώπου τῇ πρὸς τὸν Ὕψιστον ἑνώσει καὶ κοινωνίᾳ φύσει καὶ ἀληθείᾳ.
the form of the servant appeared in the deity of the Word, not subject to necessity, but by nature and power, it displays sinlessness, having dissolved the limit of necessity and the law of sin, and having led captive the tyrant of captivity, as the prophet says: Thou didst ascend on high, Thou didst lead captivity captive (Ps. 67:19). For the Word, putting forward the form of the servant against the enemy, wrought the victory through that which had once been defeated. Therefore Jesus also completed every temptation, because He took all the things that had experienced the trial of temptation, through which He wrought the victory on behalf of men, saying: Be of good courage, I have overcome the world (John 16:33). For the devil did not wage war against the deity, which he did not know, for neither did he dare; therefore he said: If Thou art the Son of God (Matt. 4:3); but against man, whom of old he was able to deceive, and from him he extended the working of his wickedness to all men. And while the soul of Adam was held in the condemnation of death, and was crying out continually towards its Master, and those who had pleased God and been justified in the natural law were held together with Adam, mourning together and crying out together, God, having pitied the man whom He had made, was well pleased through the manifestation of a mystery to work a salvation of newness for the race of men, and to accomplish the overthrow of the enemy who had deceived through envy, and to show forth an inconceivable exaltation of man by union and communion with the Most High in nature and truth.
10. Διὰ τοῦτο ἦλθεν ὁ Λόγος Θεὸς ὢν, καὶ τοῦ πρώτου ἀνθρώπου δημιουργὸς, γενέσθαι ἄνθρωπος, εἰς ζωοποίησιν μὲν τοῦ ἀνθρώπου, καθαίρεσιν δὲ τοῦ ἀδίκου ἐχθροῦ· καὶ ἐγεννήθη ἐκ γυναικὸς, ἐκ τῆς πρώτης πλάσεως τὴν ἀνθρώπου μορφὴν ἐν ἑαυτῷ ἀναστησάμενος, ἐν ἐπιδείξει σαρκὸς δίχα σαρκικῶν θελημάτων καὶ λογισμῶν ἀνθρωπίνων, ἐν εἰκόνι καινότητος. Ἡ γὰρ θέλησις θεότητος μόνης· ἐπειδὴ καὶ φύσις ὅλη τοῦ Λόγου, ἐν ἐπιδείξει μορφῆς τῆς ἀνθρωπίνης καὶ σαρκὸς τῆς ὁρωμένης τοῦ δευτέρου Ἀδὰμ, οὐκ ἐν διαιρέσει προσώπων, ἀλλ' ἐν ὑπάρξει θεότητος καὶ ἀνθρωπότητος. Διὰ τοῦτο γὰρ προσήει ὁ διάβολος τῷ Ἰησοῦ, ὡς ἀνθρώπῳ, μὴ εὑρίσκων δὲ ἐν αὐτῷ τῆς παλαιᾶς αὐτοῦ ἐπισπορᾶς γνώρισμα, μηδὲ τῆς
10. Therefore the Word, being God and Creator of the first man, came to become man, for the quickening of man on the one hand, and the overthrow of the unjust enemy on the other; and He was born of a woman, raising up in Himself the form of man from the first moulding, in a display of flesh apart from fleshly wills and human thoughts, in an image of newness. For the will was of deity alone; since the whole nature of the Word also was in the display of the human form and of the visible flesh of the second Adam, not in a division of persons, but in the existence of deity and humanity. For therefore the devil approached Jesus as a man, yet not finding in Him any mark of his ancient after-sowing, nor of the
Notes, col. 1148

On the reading

Printed εις, for εἰς.

PG 26:1149Read from the page
πρὸς τὸ παρὸν ἐπιχειρήσεως προχώρησιν, ἡττᾶτο αισχυνόμενος καὶ νικώμενος· καὶ ἀτονῶν ἔλεγε· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, τουτέστιν, ἐκ γῆς ἀνθρώπων, διαβαίνων βίᾳ μετὰ ισχύος; Διὸ καὶ ὁ Κύριος ἔλεγεν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Καίτοι καὶ ψυχὴν, καὶ σῶμα, καὶ ὅλον τὸν πρῶτον μεμαθήκαμεν ἔχειν τὸν δεύτερον Ἀδάμ. Εἰ γὰρ περὶ ὑπάρξεως ἀνθρώπου ἦν τὸ, οὐδὲν, πῶς τὸ σῶμα εὗρε τὸ ὁρώμενον εἰρηκότος οὐδέν; Ἀλλ' οὐχ εὗρεν ἐν αὐτῷ, ὧν αὐτὸς εἰργάσατο ἐν τῷ πρώτῳ Ἀδάμ· καὶ οὕτως κατελύθη ἡ ἁμαρτία ἐν Χριστῷ· διὰ τοῦτο καὶ ἡ Γραφὴ μαρτυρεῖ· Ὅς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
advancement of his present attempt, he was defeated, being put to shame and overcome; and growing weak he said: Who is this that comes from Edom, that is, from the earth of men, advancing by force with strength (Isa. 63:1)? Wherefore the Lord also said: The ruler of this world comes, and in Me he finds nothing (John 14:30). And yet we have learnt that the second Adam had both soul and body, and the whole first Adam. For if the word nothing concerned the existence of man, how did he find the visible body when He had said nothing? But he did not find in Him any of the things which he himself had wrought in the first Adam; and thus sin was abolished in Christ; therefore the Scripture also bears witness: Who did no sin, neither was deceit found in His mouth (1 Pet. 2:22).
11. Πῶς οὖν λέγετε, ὅτι ἀδύνατόν ἐστιν ἀναιχμαλώτιστον γενέσθαι τὸν ἅπαξ αἰχμαλωτισθέντα ἄνθρωπον; ἵνα τὸ μὲν ἀδύνατον τῷ Θεῷ προσάγητε, τὸ δὲ δυνατὸν τῷ διαβόλῳ, ἀκατάλυτον αὐτοῦ λέγοντες τὴν ἁμαρτίαν ἐν τῇ φύσει τῶν ἀνθρώπων, ὡς καὶ οἱ ἄλλοι αἱρετικοί· καὶ διὰ τοῦτο ἐληλυθέναι τὴν Θεότητα, τὴν μὴ αἰχμαλωτιζομένην, ἐν ὁμοιώσει σαρκὸς καὶ ψυχῆς, ἵνα αὐτὴ ἀναιχμαλώτιστος μείνῃ, καὶ οὕτως ὀφθῇ καθαρὰ δικαιοσύνη. Πότε γοῦν οὐκ ἦν τῆς θεότητος καθαρὰ ἡ δικαιοσύνη; Τίς δὲ ἐν τούτοις ἀνθρώπων εὐεργεσία, ει μὴ ταυτότητι ὑπάρξεως καὶ φύσεως καινότητι ὤφθη ὁ Κύριος, ὥς φησιν ὁ Ἀπόστολος· Ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν· λέγων· Ἐγώ ειμι ἡ ὁδὸς, καὶ ἡ ζωὴ, καὶ ἡ ἀλήθεια; Ἀλλὰ λέγετε, τῇ ὁμοιώσει καὶ τῇ μιμήσει σώζεσθαι τοὺς πιστεύοντας, καὶ οὐ τῇ ἀνακαινίσει, καὶ τῇ ἀπαρχῇ. Καὶ πῶς πρωτότοκος γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων Χριστὸς, ὅς ἐστι κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας; Οὔτε γὰρ πίστις κατὰ δήλου φαινομένη πίστις ἂν λέγοιτο· ἀλλ' ἔστι πίστις ἡ τὸ ἀδύνατον ἐν δυνάμει πιστεύουσα, καὶ τὸ ἀσθενὲς ἐν ισχύϊ, καὶ τὸ παθητὸν ἐν ἀπαθείᾳ, καὶ τὸ φθαρτὸν ἐν ἀφθαρσίᾳ, καὶ τὸ θνητὸν ἐν ἀθανασίᾳ. Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ὥς φησιν ὁ Ἀπόστολος· ἐγὼ δὲ λέγω, εις Χριστὸν, καὶ εις τὴν Ἐκκλησίαν. Οὐ γὰρ ἦλθεν ἡ θεότης ἑαυτὴν δικαιῶσαι, οὔτε γὰρ ἥμαρτεν, Ἀλλ' ἐπτώχευσε δι' ἡμᾶς πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Πῶς δὲ ἐπτώχευσεν ὁ Θεός;
11. How then do you say that it is impossible for man, once taken captive, to become uncapturable? So that you attribute what is impossible to God, and what is possible to the devil, calling his sin indissoluble in the nature of men, just as the other heretics also do; and that for this reason the Deity, which cannot be taken captive, came in the likeness of flesh and soul, so that It might remain uncapturable, and thus pure righteousness might appear. When, then, was the righteousness of the deity not pure? And what benefit to men is there in these things, unless the Lord appeared in identity of existence and newness of nature, as the Apostle says: Which He inaugurated for us as a fresh and living way (Heb. 10:20); saying: I am the way, and the life, and the truth (John 14:6)? But you say that those who believe are saved by likeness and imitation, and not by renewal and the first-fruits. And how did Christ become firstborn among many brethren (Rom. 8:29), and first-fruits of those who have fallen asleep (1 Cor. 15:20), Who is the head of the body, the Church (Col. 1:18)? For neither could faith appearing in accordance with what is evident be called faith; but faith is that which believes the impossible to be in power, and the weak in strength, and the passible in impassibility, and the corruptible in incorruption, and the mortal in immortality. This mystery is great, as the Apostle says: but I speak in reference to Christ, and in reference to the Church (Eph. 5:32). For the deity did not come to justify itself, for neither had it sinned, But being rich He became poor for our sakes, so that we by His poverty might become rich (2 Cor. 8:9). And how did God become poor?
Notes, col. 1149

On the reading

Printed αισχυνόμενος, for αἰσχυνόμενος.

Printed ισχύος, for ἰσχύος.

Printed ει, for εἰ.

Printed ειμι, for εἰμι.

Printed ισχύϊ, for ἰσχύϊ.

Printed εις, for εἰς.

PG 26:1152Read from the page
ὅτι τὴν πτωχεύσασαν φύσιν ἐν ἑαυτῷ ἀνελάβετο, ἐν ιδίᾳ δικαιοσύνῃ ταύτην προβαλλόμενος ὑπὲρ ἀνθρώπων πάσχουσαν καὶ ὑπὲρ ἀνθρώπους οὖσαν, καὶ ἐξ ἀνθρώπων φανερωθεῖσαν, καὶ Θεοῦ ὅλην γενομένην. Εἰ γὰρ μὴ πρωτότοκος ἐγεγόνει ἐν πολλοῖς ἀδελφοῖς, πῶς ἂν πρωτότοκος ὤφθη ἐκ τῶν νεκρῶν; Πῶς οὖν λέγετε, ὁ Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστάς; Φεῦ τῆς ἀτοπίας καὶ τῆς βλασφημίας! Ἀρειανῶν τὰ τοιαῦτα τολμήματα. Ἐκεῖνοι γὰρ τὴν τοιαύτην βλασφημίαν προβάλλονται ἀδεῶς, προσποιητῶς ὀνομάζειν Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ μεμαθηκότες· καίτοι τῆς Γραφῆς διδασκούσης, ὅτι διὰ Θεοῦ ἐν σαρκὶ αὐτοῦ τὸ πάθος γέγονε, καὶ οὐχὶ Θεὸς διὰ σαρκὸς ἔπαθεν.
Because He took up into Himself the nature that had become poor, putting it forward in His own righteousness as suffering on behalf of men and being above men, both manifested from men and having become wholly God's. For if He had not become firstborn among many brethren, how would He have appeared as firstborn from the dead? How then do you say, God who suffered through the flesh and rose again? Alas for the absurdity and the blasphemy! Such audacities belong to the Arians. For they put forward such blasphemy fearlessly, having learnt to call the Son of God God only in pretence; even though the Scripture teaches that through God the passion took place in His flesh, and not that God suffered through the flesh.
12. Οι τοίνυν τῆς ὁμοουσιότητος τὴν ὁμολογίαν προϋπισχνούμενοι πῶς εἰς πάθος καθέλκετε τὸ ἀδιαίρετον ὄνομα; τὴν ἀμέριστον φύσιν, τὴν ἄφραστον θεότητα, τὴν ἄτρεπτον καὶ ἀναλλοίωτον ὁμοουσιότητα εἰς πάθος καθέλκοντες, καὶ ἐξ ἀναστάσεως ὁμολογοῦντες; Εἰ μὲν γὰρ ἐξ ἑαυτοῦ μεταποιήσας σάρκα ὁ Λόγος μέχρι πάθους κεχώρηκε, μηδὲν παθητικὸν ἢ ἀνάστασιν ἐπιδεχόμενον ἐν ἑαυτῷ προσλαβόμενος, αὐτὸς ἂν εἴη ὁ παθὼν καὶ ἀναστὰς ἐκ νεκρῶν· ἔσται δὲ κοινὸν τῆς Τριάδος τὸ πάθος κατὰ Οὐαλεντῖνον, ἀδιαιρέτου ἐκ Πατρὸς τοῦ Λόγου τυγχάνοντος κατὰ τὴν θείαν φύσιν. Εἰ δὲ ταῦτα οὕτω νοεῖν βούλεσθε, τίς ἡ διὰ τῶν προφητῶν ἐπαγγελία, ἢ τῶν εὐαγγελιστῶν ἡ γενεαλογία, ἢ τῶν ἀποστόλων ἡ μαρτυρία, ἢ τῆς μητρὸς Μαρίας ἡ παράστασις, ἢ τῆς ἡλικίας ἡ αὔξησις, ἢ τῆς βρώσεως ἡ ἐπίδειξις, ἢ τῆς κατὰ πάντα συμπαθείας ἡ ἔνδειξις, ἢ τοῦ ὀνόματος ἡ προσαγωγὴ, ἢ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γέγονεν, ἢ ὅτι ἄνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν; ἢ ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐκ νεκρῶν ἀναστῆναι; Εἰ δὲ μὴ πιστεύετε, ὅτι παθητὸς ὁ Χριστὸς, ἐπειδὴ ἄνθρωπος· ἀπαθὴς δὲ, ἐπειδὴ Θεός· ἀλλὰ στενοχωρούμενοι λογίζεσθε, ὅτι, ἐὰν ὁμολογήσητε Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν, οὐκ ἔτι ἕνα, ἀλλὰ δύο λέγετε· ἀνάγκη ὑμᾶς ἢ τὴν οἰκονομίαν τοῦ πάθους καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως δόκησιν λέγειν, κατὰ Μαρκίωνα καὶ τοὺς ἄλλους αἱρετικοὺς, ἢ τὴν θεότητα τοῦ Λόγου παθητὴν ὀνομάζειν, κατὰ Ἄρειον καὶ τοὺς κατ' αὐτόν.
12. How then do you, who profess beforehand the confession of consubstantiality, drag down the undivided name into passion, dragging down into passion the indivisible nature, the ineffable deity, the immutable and unchangeable consubstantiality, and confessing it as rising from the dead? For if the Word, having transformed flesh out of Himself, proceeded as far as passion, having taken to Himself nothing passible or capable of receiving resurrection, He Himself would be the one who suffered and rose from the dead; and the passion will be common to the Trinity according to Valentinus, since the Word is undivided from the Father according to the divine nature. And if you wish to understand these things thus, what is the promise through the prophets, or the genealogy of the evangelists, or the testimony of the apostles, or the presentation of the mother Mary, or the growth of stature, or the display of eating, or the demonstration of sympathy in all things, or the application of the name, or that the Son of God became son of man, or that the man Christ Jesus is the one who gave Himself as a ransom on our behalf (1 Tim. 2:5-6); or that the Son of man must suffer many things and be killed, and on the third day rise from the dead (Luke 24:7)? And if you do not believe that Christ is passible because He is man, and impassible because He is God, but being hard pressed reckon that, if you confess Christ to be God and man, you no longer speak of one, but of two, it is necessary for you either to call the dispensation of the passion and death and resurrection a semblance, according to Marcion and the other heretics, or to name the deity of the Word passible, according to Arius and his followers.
Notes, col. 1152

On the reading

Printed ιδίᾳ, for ἰδίᾳ.

Printed Οι, for Οἱ.