21. Μάταιοι δὲ καὶ οἱ λέγοντες, ὡς ἐπὶ ἕνα τῶν προφητῶν ἐπιδεδημηκέναι τὸν Λόγον. Τίς γὰρ τῶν προφητῶν, Θεὸς ὢν, ἄνθρωπος γέγονε; Διὰ τί δὲ ὁ νόμος οὐδὲν ἐτελείωσε; διὰ τί δὲ καὶ ἐβασίλευσεν ὁ θάνατος καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῶν πρωτοπλάστων; διὰ τί δὲ καὶ ὁ Κύριος ἔλεγεν· Ἐὰν ὑμᾶς ὁ Υἱὸς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε; Οὐχὶ κατὰ τὴν καινότητα, τὴν ἐν αὐτῷ, καὶ τὴν τελειότητα, δι' ἧς καὶ οἱ πιστεύσαντες ἀνακαινιζόμεθα, κατὰ μίμησιν καὶ μετοχὴν τῆς τελείας καινότητος τοῦ Χριστοῦ; Ἀλλὰ ὑμῖν πάντα ἐπινενόηται, ἵνα μίαν τῆς ἀρνήσεως κατασκευάσητε γνώμην. Καὶ τὴν μὲν ψυχὴν κατὰ μετάφρασιν, ποτὲ μὲν νοῦν παράφρονα ὀνομάζοντες, ποτὲ δὲ ἁμαρτίαν ἐνυπόστατον, ποτὲ δὲ, ὡς ἐργάτιν τῆς ἁμαρτίας, ἐξωθεῖτε· καὶ τὴν σάρκα ποτὲ μὲν ἄκτιστον, ποτὲ δὲ ἐπουράνιον, ποτὲ δὲ ὁμοούσιον τῷ Λόγῳ, ἵνα τελείαν ἑαυτοῖς τὴν ἄρνησιν βεβαιώσητε. Ὥσπερ δὲ Ἄρειος, ἀπολισθήσας ἀπὸ τῆς πίστεως, τῆς ἐν τῇ ἀῤῥήτῳ καὶ ἀληθεστάτῃ τοῦ Υἱοῦ ἐκ Πατρὸς γεννήσει, πάθος καὶ τομὴν καὶ ῥεῦσιν προεξεῦρεν· ἵνα διὰ τῶν ἀσεβῶν ῥημάτων καταβάλῃ τοὺς ἀστηρίκτους εἰς τὸν τῆς παρανομίας βόθρον· Βόθρος γὰρ βαθὺς στόμα παρανόμου· οὕτω δ' αὖ πάλιν Σαβέλλιος, ἀνυπόστατον τὸν Υἱὸν ἐννοήσας, καὶ ἀνύπαρκτον τὸ ἅγιον Πνεῦμα, διαίρεσιν θεότητος, καὶ ἀρχῶν, καὶ θεῶν ἀρίθμησιν καταιτιώμενος, τῇ Ἰουδαϊκῇ στηρίζεται γνώμῃ· οὕτω δὴ Μανιχαῖος, ἀπιστήσας τῇ σαρκώσει καὶ ἐνανθρωπήσει τοῦ Κυρίου, ἀσεβὴς κατὰ πάντα γέγονε, λέγων δυσὶν ὑποκεῖσθαι Δημιουργοῖς τὸν ἄνθρωπον, πονηρῷ τε καὶ ἀγαθῷ· τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς συκοφαντοῦντες λέγετε ἡμᾶς δύο λέγειν Υἱοὺς, καὶ ἀνθρωπολάτρας ἡμᾶς ὀνομάζετε, ἢ τὴν ἁμαρτίαν ἀνθυποφέρετε, οὐχ ἵνα εὐσεβήσητε, ἀλλ' ἵνα τὴν πλάνην ὑμῶν ταῖς κακαῖς ἐφευρέσεσιν εὐπροχώρητον δείξητε, καὶ ἐκκλίνητε τοὺς ἀστηρίκτους ἀπὸ τῆς πίστεως τοῖς ἀσεβέσιν ὑμῶν ῥήμασιν. Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην.
21. Vain also are those who say that the Word sojourned here as upon one of the prophets. For which of the prophets, being God, became man? And why did the law make nothing perfect (Heb. 7:19)? And why did death also reign even over those who had not sinned after the likeness of the first-formed? And why did the Lord also say: If the Son shall make you free, you shall be free indeed (John 8:36)? Is it not according to the newness that is in Him, and the perfection, through which we also who believe are renewed, according to imitation and participation in the perfect newness of Christ? But all things have been devised by you so that you may construct a single doctrine of denial. And the soul, by a change of terms, calling it at one time a deranged mind, at another time a hypostatic sin, at another time, as a worker of sin, you cast out; and the flesh you call at one time uncreated, at another time heavenly, at another time consubstantial with the Word, so that you may confirm for yourselves a complete denial. And just as Arius, having slipped away from the faith in the ineffable and most true generation of the Son from the Father, devised beforehand passion and cutting and flux, so that through impious words he might cast down the unstable into the pit of lawlessness — for the mouth of the lawless is a deep pit (Prov. 22:14) — and thus again in turn Sabellius, having conceived the Son to be unhypostatic and the Holy Spirit non-existent, charging a division of Godhead and of principles and a numbering of gods, establishes himself in the Jewish opinion; thus indeed Manichaeus, having disbelieved the incarnation and humanification of the Lord, became impious in all respects, saying that man is subject to two Creators, an evil and a good; in the same manner you also, slandering us, say that we speak of two Sons, and call us man-worshippers, or retort sin against us, not that you may be pious, but that you may show your error to be plausible by your evil inventions, and turn aside the unstable from the faith by your impious words. Nevertheless, the firm foundation of God standeth, having this seal.