Migne Reading Room

PG 26 · cols. 1117–1128 · Read from the page

On the incarnation of our Lord Jesus Christ against Apollinaris

On the incarnation of our Lord Jesus Christ against Apollinaris

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:1117Read from the page
εἴποι τις, τὸ αἷμα καὶ τὴν σάρκα; Ἀλλ' ὥσπερ τὸ σῶμα καὶ τὸ αἷμα οὐ διαφεύγουσι τὴν ψηλάφησιν καὶ τὴν τρῶσιν ὁρατὰ ὄντα, δείξατε ἡμῖν καὶ τὴν ψυχὴν μὴ διαφεύγουσαν ταῦτα, καὶ ὁρατὴν οὖσαν. Ἢ, εἰ μὴ δύνασθε δεῖξαι, φανερός ἐστιν ὁ λόγος, ὅτι οὔτε ὁρᾶται ψυχὴ, οὔτε ἀποκτείνεται ὑπὸ ἀνθρώπου ὥσπερ τὸ σῶμα, καθὼς εἴρηκεν ὁ Κύριος. Πείσθητε οὖν, ὅτι ὁ ἔσωθεν ἡμῶν ἄνθρωπός ἐστιν ἡ ψυχή· τοῦτο καὶ τῆς πρώτης πλάσεως δεικνυούσης, καὶ τῆς δευτέρας διαλύσεως δηλούσης· οὐ μόνον ἐφ' ἡμῖν τούτων δεικνυμένων, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ θανάτῳ τοῦ Χριστοῦ ἐδείκνυτο· τὸ μέν τοι, μέχρι τάφου φθάσαν· ἡ δὲ, μέχρι ᾅδου διαβᾶσα. Διαιρετῶν δὲ ὄντων τῶν τόπων πολλῷ τῷ μέτρῳ, καὶ τοῦ μὲν τάφου σωματικὴν ἐπιδεχομένου τὴν ἐπίβασιν, ἐκεῖσε παρῆν τὸ σῶμα, τοῦ δὲ ᾅδου ἀσώματον.
say of blood and flesh? But just as the body and the blood, being visible, do not escape handling and wounding, show us the soul also not escaping these things, and being visible. Or, if you cannot show this, the argument is manifest, that a soul is neither seen, nor killed by man as the body is, just as the Lord has said. Be persuaded, therefore, that our inner man is the soul, both the first formation showing this, and the second dissolution making it plain; and these things were shown not only in our case, but it was also shown in the very death of Christ: the one, indeed, reaching as far as the tomb, and the other crossing over as far as Hades. And since the places are separated by a great measure, and the tomb admits of a bodily approach, the body was present there, whereas Hades admits of a bodiless one.
14. Πῶς ἐκεῖ παρὼν ὁ Κύριος ἀσωμάτως, ὡς ἄνθρωπος ἐνομίσθη ὑπὸ τοῦ θανάτου; ἵνα ψυχαῖς ταῖς ἐν δεσμοῖς κατεχομέναις, μορφὴν ἰδίας ψυχῆς ἀνεπίδεκτον ὡς δεκτικὴν τῶν δεσμῶν τοῦ θανάτου παραστήσας, παροῦσαν παρούσαις, διαῤῥήξῃ τὰ δεσμὰ ψυχῶν τῶν ἐν ᾅδῃ κατεχομένων, τὸν τῆς ἀναστάσεως διαπηξάμενος ὅρον· ἵνα ὁ πλάστης καὶ ποιητὴς τοῦ ἀνθρώπου, καὶ καταδίκῃ τοῦτον ὑποβαλὼν, αὐτὸς παρὼν, ἐλευθερώσῃ δι' ἑαυτοῦ ἐξ ὁλοκλήρου τὸν ἄνθρωπον ἐν μορφῇ τῇ ἑαυτοῦ. Οὔτε γὰρ θάνατος ὑπερισχύσας ὑπηγάγετο ἑαυτῷ τὴν ἀνθρωπίνην τοῦ Λόγου ψυχὴν εἰς δεσμῶν κατοχήν· οὔτε πάλιν ἡ φθορὰ τυραννικῶς διαρπάσασα τὸ σῶμα ἐνεργεῖ εἰς διαφθορὰν, ὡς ἀπρονοήτων ὄντων τῶν πραγμάτων. Οὕτως γὰρ ἐννοεῖν τὸ τοιοῦτον ἀσεβές· ἀλλ' ὁ τὴν ἐξέτασιν τῆς παρακοῆς ποιησάμενος καὶ κρίσιν ἐπαγαγὼν, διπλῆν τῆς τιμωρίας τὴν ἀπόφασιν δέδωκε· τῷ μὲν γηΐνῳ εἰρηκώς· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ οὕτως ὑποδέχεται φθορὰ τὸ σῶμα, Δεσπότου ἀποφηναμένου· τῇ δὲ ψυχῇ· Θανάτῳ ἀποθανῇ· καὶ οὕτως διχῆ διαιρεῖται ὁ ἄνθρωπος, καὶ ἐν δυσὶ τύποις οἴχεσθαι καταδικάζεται. Διὰ τοῦτο χρεία γέγονε τοῦ ἀποφηναμένου, ἵνα αὐτὸς δι' ἑαυτοῦ λύσῃ τὴν ἑαυτοῦ ἀπόφασιν, ἐν μορφῇ τοῦ καταδικασθέντος ἀκαταδικάστῳ καὶ ἀναμαρτήτῳ ὀφθείς· ἵνα καὶ ἡ καταλλαγὴ τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον γένηται, καὶ ἡ ἐλευθερία τοῦ παντὸς ἀνθρώπου δι' ἀνθρώπου ὑπάρξῃ, ἐν τῇ καινότητι
14. How, being present there bodilessly, was the Lord reckoned as a man by death? So that to the souls held in bonds, having presented the form of His own soul, which was incapable of the bonds of death, as though capable of them, present to those present, He might burst asunder the bonds of the souls held in Hades, having fixed the bound of the resurrection; so that the Fashioner and Maker of man, who also subjected him to condemnation, being Himself present, might through Himself wholly set man free in His own form. For neither did death prevail and subject to itself the human soul of the Word for the holding of bonds; nor again does corruption, tyrannically seizing the body, work unto destruction, as though affairs were without providence. For to think such a thing in this way is ungodly; rather, He who made the inquiry into the disobedience and brought in judgement, gave a twofold sentence of punishment: having said to the earthly part, Earth thou art, and unto earth shalt thou depart; and thus corruption receives the body, at the Master's pronouncement; and to the soul, By death thou shalt die; and thus man is divided in two, and is condemned to depart in two places. On this account there was need of Him who pronounced the sentence, so that He Himself through Himself might loose His own sentence, having appeared in the uncondemned and sinless form of the condemned; so that both the reconciliation of God towards man might take place, and the freedom of the whole man might come to be through a man, in the newness
Notes, col. 1117

On the reading

Printed τύποις, for τόποις.

PG 26:1120Read from the page
τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Εἰ δὲ καὶ ἕτερον τόπον καταδίκης δεῖξαι δύνασθε, εἰκότως ἂν λέγοιτε τριχῆ διαιρεῖσθαι τὸν ἄνθρωπον· καὶ ἐκ μὲν τῶν δύο τόπων τὴν ἀνάκλησιν γεγονέναι, ἐν δὲ τῷ τρίτῳ μένειν ἐν δεσμοῖς τὸ δεδεμένον. Εἰ δὲ μὴ ἔχετε δεῖξαι ἕτερον τόπον παρὰ τὸν τάφον καὶ τὸν ᾅδην, ἐξ ὧν ἠλευθέρωται τελείως ὁ ἄνθρωπος, Χριστοῦ ἐλευθερώσαντος ἡμᾶς ἐν τῇ ἑαυτοῦ καθ' ἡμᾶς μορφῇ τελείᾳ καὶ ἀληθεστάτῃ· πῶς ἔτι ταῦτα λέγετε, ὡς οὐδέπω καταλλαγέντος τῇ ἀνθρωπότητι τοῦ Θεοῦ; Πῶς οὖν ἐπεδήμησεν ὁ Σωτήρ; ἢ ὡς ἀδύνατος τὸν σύμπαντα λῦσαι ἄνθρωπον; ἢ ὡς βδελυξάμενος τὸν ἅπαξ ἁμαρτήσαντα νοῦν; ἢ ὡς δεδοικὼς μὴ καὶ αὐτὸς μέτοχος γένηται τῆς ἁμαρτίας, εἰ τέλειος γένηται ἄνθρωπος, Θεὸς ὤν; Ἀλλ' ἀσεβείας ἔμπλεοι οἱ ταῦτα οὕτως ἐννοοῦντες. Τί γὰρ περὶ τῆς ἁμαρτίας ὁριζόμενοι ταῦτα λαλεῖτε, φυσικὴν εἶναι τὴν ἁμαρτίαν λέγοντες, κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον;
of the image of His Son Jesus Christ our Lord. Now if you are able to show yet another place of condemnation, you might reasonably say that man is divided in three; and that from the two places the recall has taken place, while in the third that which was bound remains in bonds. But if you do not have another place to show beside the tomb and Hades, from which man has been completely set free, since Christ has set us free in His own form according to us, which is perfect and most true; how do you still say these things, as though God were not yet reconciled to manhood? How then did the Saviour sojourn here? Was it as being unable to loose the whole man? or as having abhorred the mind that had once sinned? or as fearing lest He Himself also should become a partaker of sin, if He should become a perfect man, being God? Rather, those who think these things in this way are full of ungodliness. For what definition do you give concerning sin when you speak these things, saying that sin is natural, according to the most ungodly Manichaeus?
15. Ταῦτα οὕτως φρονεῖτε κατήγοροι γινόμενοι τοῦ δημιουργοῦ τῆς φύσεως. Ὅτε τὸν Ἀδὰμ ἀρχῆθεν ἔπλασεν ὁ Θεὸς, μήτιγε σύμφυτον αὐτῷ δέδωκε τὴν ἁμαρτίαν; Τίς οὖν ἔτι χρεία ἦν τῆς ἐντολῆς; πῶς δὲ αὐτὸν κατεδίκασεν ἁμαρτήσαντα; πῶς δὲ καὶ πρὸ τῆς παρακοῆς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρὸν ὁ Ἀδάμ; Ὃν ἔπλασεν ὁ Θεὸς ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνι τῆς ἰδίας ἀϊδιότητος, ἐποίησεν αὐτὸν φύσιν ἀναμάρτητον, καὶ θέλησιν αὐτεξούσιον· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, εὑραμένου τῆς παραβάσεως τὴν ἐπίνοιαν. Καὶ οὕτως ἐκ παρακοῆς ἐντολῆς Θεοῦ γέγονεν ὁ ἄνθρωπος δεκτικὸς τῆς ἐπισπορᾶς τοῦ ἐχθροῦ. Καὶ ἐνήργει λοιπὸν ἡ ἁμαρτία ἐν τῇ φύσει τοῦ ἀνθρώπου πρὸς πᾶσαν ἐπιθυμίαν· οὐ φύσιν ἐν αὐτῷ ἐργασαμένου τοῦ διαβόλου, μὴ γένοιτο! οὐδὲ γὰρ φύσεως ἂν εἴη δημιουργὸς ὁ διάβολος, κατὰ τὴν τῶν Μανιχαίων ἀσέβειαν· ἀλλὰ φύσεως παρατροπὴν ἐκ παραβάσεως εἰργάσατο· καὶ οὕτως ἐβασίλευσεν ὁ θάνατος πάντων ἀνθρώπων. Διὰ τοῦτο οὖν, φησὶν, ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Ποῖα ἔργα τοῦ διαβόλου ἔλυσεν ὁ Υἱὸς τοῦ Θεοῦ; ὅτι φύσιν, ἣν ἐποίησεν ὁ Θεὸς ἀναμάρτητον, παρέτρεψεν ὁ διάβολος εἰς παράβασιν ἐντολῆς Θεοῦ, καὶ εὕρεσιν ἁμαρτίας θανάτου, ταύτην ἑαυτῷ ἀνεστήσατο ὁ Θεὸς Λόγος, ἀνεπίδεκτον τῆς τοῦ διαβόλου παρατροπῆς καὶ εὑρέσεως ἁμαρτίας. Καὶ διὰ τοῦτο ἔλεγεν ὁ Κύριος· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Εἰ δὲ ὁ ἄρχων τοῦ
15. In thinking these things in this way, you become accusers of the Creator of nature. When God fashioned Adam from the beginning, did He perchance give him sin as innate to him? What need then was there still of the commandment? And how did He condemn him when he sinned? And how also before the disobedience did Adam not know good and evil? Him whom God fashioned for incorruption and in the image of His own eternity, He made a sinless nature and a self-governing will; but by the envy of the devil death entered into the world, since he found the invention of transgression. And thus from disobedience to the commandment of God man became receptive of the enemy's oversowing. And thereafter sin wrought in the nature of man unto all covetousness; not that the devil wrought a nature in him, far be it! for the devil could not be a creator of nature, according to the ungodliness of the Manichaeans; rather, he wrought a perversion of nature from transgression; and thus death reigned over all men. On this account, therefore, it says, the Son of God came, that He might destroy the works of the devil. What works of the devil did the Son of God destroy? Because the nature which God made sinless, the devil perverted into transgression of the commandment of God and the invention of deadly sin, God the Word raised this up anew for Himself, incapable of the devil's perversion and of the invention of sin. And on this account the Lord said: The ruler of this world comes, and in Me he finds nothing. Now if the ruler of
PG 26:1121Read from the page
κόσμου τούτου οὐδὲν τῶν ἑαυτοῦ πραγμάτων ηὕρισκεν ἐν τῷ Χριστῷ, πολλῷ μᾶλλον ὁ Χριστὸς οὐδὲν τῆς ἰδίας ποιήσεως προσκατέλιπε τῷ ἄρχοντι τοῦ κόσμου τούτου. Ἢ καὶ διὰ τοῦτο οὐδὲν ηὕρισκεν ἐν αὐτῷ, τελείαν τὴν καινότητα ἐπιδειξαμένου τοῦ Χριστοῦ, ἵνα τελείαν τὴν σωτηρίαν κατεργάσηται ὅλου τοῦ ἀνθρώπου, ψυχῆς λογικῆς καὶ σώματος, ἵνα τελεία ᾖ καὶ ἀνάστασις. Μάτην οὖν Ἀρειανοὶ σοφίζονται, σάρκα μόνην ὑποτιθέμενοι ἀνειληφέναι τὸν Σωτῆρα, τὴν δὲ τοῦ πάθους νόησιν ἐπὶ τὴν ἀπαθῆ θεότητα ἀναφέροντες ἀσεβῶς. Μάτην δὴ καὶ ὑμεῖς καθ' ἑτέραν ἐπίνοιαν, τὰ ἴσα τούτοις φρονοῦντες, λέγετε τῷ περιέχοντι σχήματι, τουτέστι τῷ ὀργανικῷ προσκεχρῆσθαι· ἀντὶ δὲ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου, νοῦς ἐπουράνιος ἐν Χριστῷ. Καὶ πῶς ἦν λυπούμενος καὶ ἀδημονῶν, καὶ προσευχόμενος; Καὶ, Ἐταράχθη δὲ τῷ πνεύματι ὁ Ἰησοῦς, γέγραπται. Ταῦτα δὲ οὔτε σαρκὸς ἀνοήτου ἂν εἴη, οὔτε θεότητος ἀτρέπτου, νομένης τοῦ πάθους.
this world found nothing of his own affairs in Christ, much more did Christ leave nothing of His own handiwork behind to the ruler of this world. Or on this account also he found nothing in Him, since Christ exhibited the newness as perfect, so that He might work out the perfect salvation of the whole man, of rational soul and body, so that the resurrection also might be perfect. In vain, therefore, do the Arians devise subtleties, supposing that the Saviour assumed flesh alone, and ungodly referring the perception of the passion to the impassible Godhead. In vain indeed do you also, according to another invention, thinking the same things as these men, say that He made use of the surrounding figure, that is, the instrumental one, while instead of the inner man within us, there was a heavenly mind in Christ. And how was He grieving and distressed, and praying? And, Jesus was troubled in spirit, it is written. Now these things would belong neither to mindless flesh, nor to unchangeable Godhead, of the passion.
16. Εἰ δὲ τοίνυν ταῦτα οὕτω νοεῖν οὐ βούλεσθε, τριῶν προσκειμένων νοημάτων, φαντασίας καὶ βλασφημίας καὶ ἀληθείας, ποίαν ἕλοισθε ἄν; Τῷ γὰρ ὑπονοεῖν δοκήσει εἰρῆσθαι τὰ εἰρημένα, φαντασία ἂν νομισθείη καὶ τὰ γενόμενα. Εἰ δὲ ἐπ' ἀληθείας εἴρηται, ἀλλοτρία δὲ καθόλου ἡ ψυχὴ τοῦ Κυρίου ἐγεγόνει τῆς ἰδίας νοήσεως, Θεὸν τὸν Λόγον ἔχουσα νοῦν, τετράφθαι τὸ ἄτρεπτον εἰς λύπην, καὶ ἀδημονίαν, καὶ ταραχὴν, τὸ ἐννοεῖν ἀσεβές ἐστι· κἂν λέγῃ τὰ Εὐαγγέλια, ὅτι Ἐταράχθη Ἰησοῦς τῷ πνεύματι· ἀλλὰ δείκνυσι τὸν νοῦν ὁ Κύριος εἰρηκώς· Η ψυχή μου τετάρακται. Εἰ δὴ ψυχῆς ἰδίας νόησιν ὁ Κύριος ἐπιδείκνυται, εἰς συμπάθειαν τῆς ἡμετέρας ψυχῆς, ἵνα οὕτω καὶ αὐτοῦ νοήσωμεν εἶναι τὸ πάθος, καὶ αὐτὸν ἀπαθῆ ὁμολογῶμεν. Ὥσπερ γὰρ τῷ αἵματι τῆς σαρκὸς αὐτοῦ ἐλυτρώσατο ἡμᾶς, οὕτω καὶ τῇ νοήσει τῆς ψυχῆς αὐτοῦ τὴν νίκην ὑπὲρ ἡμῶν ἐπιδείκνυται, λέγων· Ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ ἀλλαχοῦ δέ· Διδόντι ἡμῖν τὸ νῖκος. Ἀλλ' ὥσπερ τὸ αἷμα οὐκ ἂν κοινὸν τοῖς εὐσεβέσι νοηθείη, ὥσπερ τοῖς ἀπίστοις, ἀλλὰ σωτήριον· οὕτως καὶ ἡ νόησις λεγομένη, οὐκ ἀνθρωπίνῃ ἀσθενείᾳ περικειμένη, ἀλλὰ Θεοῦ φύσιν ἐπιδεικνυμένη. Καὶ οὕτως ἂν λέγοιτο τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος ὁ Χριστός· οὐχ ὡς τῆς θεϊκῆς τε-
16. Now if you do not wish to understand these things in this way, when three notions lie before you, of phantom and blasphemy and truth, which one would you choose? For by suspecting that the things spoken were spoken in appearance, the things that came to pass would also be reckoned a phantom. But if they have been spoken in truth, and the soul of the Lord had become altogether foreign to its own understanding, having God the Word as mind, to think that the unchangeable was turned into grief, and distress, and trouble, is ungodly; even if the Gospels say that Jesus was troubled in spirit; yet the Lord shows the mind when He has said: My soul is troubled. Truly the Lord exhibits the understanding of His own soul, for sympathy with our soul, so that thus we may both understand the passion to be His, and confess Him to be impassible. For just as by the blood of His flesh He ransomed us, so also by the understanding of His soul He exhibits the victory on our behalf, saying: I have overcome the world; and elsewhere: To Him who gives us the victory. But just as the blood would not be reckoned common by the godly, as it is by the unbelieving, but saving; so also the understanding spoken of is not encompassed with human weakness, but exhibits the nature of God. And thus Christ would be called perfect God and perfect man: not as though the divine per-
Notes, col. 1121

On the reading

Printed Η, for Ἡ.

PG 26:1124Read from the page
λειότητος εἰς ἀνθρωπίνην τελειότητα μεταποιηθείσης, ὅ ἐστιν ἀσεβές· οὔτε μὴν ὡς δύο τελειοτήτων κατὰ διαίρεσιν ὁμολογουμένων, ὅ ἐστιν ἀλλότριον εὐσεβείας· οὔτε δὲ κατὰ προκοπὴν ἀρετῆς, καὶ πρόσληψιν δικαιοσύνης, μὴ γένοιτο! ἀλλὰ καθ' ὕπαρξιν ἀνελλιπῆ· ἵνα εἷς ᾖ τὰ ἑκάτερα, τέλειος κατὰ πάντα, Θεὸς καὶ ἄνθρωπος ὁ αὐτός. Διὰ τοῦτο γὰρ καὶ ὁ Κύριος ἔλεγε· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ κατώδυνός ἐστι. Τὸ δὲ νῦν, τοῦτ' ἔστιν, ὅτε ἠθέλησεν. Ὅμως μέντοι τὸ ὂν ἐπεδείκνυτο· οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν, ὡς δοκήσει λεγομένων τῶν γινομένων· φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγένετο.
fection had been transformed into human perfection, which is ungodly; nor yet as though two perfections were confessed by way of division, which is foreign to godliness; nor by way of advancement in virtue and assumption of righteousness, far be it! but according to an unfailing existence; so that the same One may be one in both respects, perfect in all things, both God and man. For on this account also the Lord said: Now is My soul troubled, and it is sorrowful. And the word now, that is, when He willed. Nevertheless, He exhibited that which was; for He did not name that which was not as present, as though the things taking place were spoken of in appearance; for in nature and in truth all things came to pass.
17. Φύσει οὖν καὶ οὐ θέσει τοῦ Κυρίου ἀνθρώπου γενομένου, οὔτε κατὰ φύσιν, οὔτε κατὰ πρᾶξιν ἀνθυποφέρειν ὑμᾶς δυνατὸν τὴν ἁμαρτίαν ἐν τῷ Δημιουργῷ. Ἐν μὲν γὰρ τῇ ἡμετέρᾳ φύσει καὶ τῆς εὑρέσεως ἡ μάχη ἔτι γίνεται, καὶ τῆς ἐπισπορᾶς ἡ προσχώρησις διὰ τὸ ἡμῶν ἀσθενές· ἡ δὲ τοῦ Λόγου σάρκωσις κατὰ φύσιν Θεοῦ γενομένη, ἀνεπίδεκτος γέγονε τῶν ἐν ἡμῖν ἐκ τῆς παλαιότητος ἔτι πολιτευομένων πραγμάτων· καὶ διὰ τοῦτο διδασκόμεθα ἀπεκδύσασθαι τὸν παλαιὸν καὶ ἐπενδύσασθαι τὸν νέον. Καὶ ἐν τούτῳ τὸ θαυμαστὸν, ὅτι καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος, καὶ χωρὶς ἁμαρτίας· ὅτι καινότης ὅλη γέγονεν, ἵνα ἐνδείξηται τὸ δυνατὸν αὐτοῦ. Καὶ ὅσα μὲν αὐτὸς συνέταξε θελήσας τῇ φύσει, εἰς ἑαυτὸν ἀνεδέξατο, ὅσα ἠθέλησε, τουτέστι γεννήσεως τῆς ἐκ γυναικὸς, αὐξήσεώς τε ἡλικίας, ἐτῶν ἀριθμήσεως, κόπου, καὶ πείνης, καὶ δίψης, καὶ ὕπνου, καὶ λύπης, καὶ θανάτου, καὶ ἀναστάσεως. Διὰ τοῦτο καὶ ὅπου διεφθάρη τὸ τοῦ ἀνθρώπου σῶμα, ἐκεῖ προΐεται Ἰησοῦς τὸ ἴδιον σῶμα· καὶ ὅπου κεκράτητο ἡ ψυχὴ ἡ ἀνθρωπίνη ἐν θανάτῳ, ἐκεῖ ἐπιδείκνυται ὁ Χριστὸς τὴν ἀνθρωπίνην ψυχὴν ἰδίαν οὖσαν, ἵνα καὶ παρῇ ὡς ἄνθρωπος ὁ ἀκράτητος ἐν θανάτῳ, καὶ λύσῃ τὴν κράτησιν τοῦ θανάτου, ὡς Θεός· ἵνα ὅπου ἐσπάρη ἡ φθορὰ, ἐκεῖ ἀνατείλῃ ἡ ἀφθαρσία· καὶ ὅπου ἐβασίλευσεν ὁ θάνατος ἐν μορφῇ ψυχῆς ἀνθρωπίνης, παρὼν ὁ ἀθάνατος ἐπιδείξηται τὴν ἀθανασίαν· καὶ οὕτως ἡμᾶς μετόχους καταστήσῃ τῆς ἑαυτοῦ ἀφθαρσίας καὶ ἀθανασίας ἐν ἐλπίδι ἀναστάσεως τῆς ἐκ νεκρῶν· ὅπως ἂν καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, ὡς γέγραπται· ἵν', ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος,
17. Since therefore the Lord became man by nature and not by convention, neither according to nature nor according to action is it possible for you to retort sin in the Creator. For in our nature, on the one hand, both the battle of invention still takes place, and the yielding to the oversowing on account of our weakness; whereas the incarnation of the Word, having taken place according to the nature of God, became incapable of the things that still hold sway in us from the old state; and on this account we are taught to put off the old man and to put on the new. And herein is the marvel, that the Lord both became man, and without sin; that there came to be a whole newness, so that He might show forth His power. And all the things that He Himself ordained when He willed for nature, He took upon Himself, as many as He willed, that is, birth from a woman, growth of stature, numbering of years, toil, and hunger, and thirst, and sleep, and grief, and death, and resurrection. On this account also, where the body of man was corrupted, there Jesus gives up His own body; and where the human soul was held fast in death, there Christ exhibits the human soul as His own, so that He who cannot be held fast in death might both be present as man, and loose the hold of death as God; so that where corruption was sown, there incorruption might spring up; and where death reigned in the form of a human soul, the Immortal One, being present, might exhibit immortality; and might thus establish us partakers of His own incorruption and immortality in the hope of the resurrection from the dead; so that both this corruptible may put on incorruption, and this mortal may put on immortality, as is written; so that, just as through one man sin entered into the world, and through sin death,
PG 26:1125Read from the page
οὕτως καὶ δι' ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον, καθὼς γέγραπται. Πῶς οὖν λέγετε, Ἀντὶ τοῦ ἔσωθεν ἀνθρώπου τοῦ ἐν ἡμῖν, νοῦς ἐπουράνιος ἐν Χριστῷ; Μήτιγε, διχῆ μερίσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν, καὶ ἐν τάφῳ ἐπεδείκνυτο καὶ ἐν ᾅδῃ; Ἀλλ' οὐχ οἷόν τε ἦν ἕτερον ἀνθ' ἑτέρου ἀντιδοῦναι λύτρον· ἀλλὰ σῶμα ἀντὶ σώματος, καὶ ψυχὴν ἀντὶ ψυχῆς δέδωκε, καὶ τελείαν ὕπαρξιν ὑπὲρ ὅλου ἀνθρώπου· τοῦτ' ἔστι τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ, ὃ ὠνείδισαν ἐπὶ τοῦ σταυροῦ οἱ ἐχθροὶ τῆς ζωῆς Ἰουδαῖοι παραπορευόμενοι, καὶ κινοῦντες τὰς κεφαλὰς αὐτῶν. Οὔτε γὰρ ὁ ᾅδης ἤνεγκεν ἀπαρακαλύπτου θε⟨…⟩ ἀπόστολοι μαρτυροῦσιν.
so also through one man Jesus Christ might grace reign through righteousness unto eternal life, even as it is written. How then do you say, Instead of the inner man that is in us, there is a heavenly mind in Christ? Did He indeed, having divided in two the outer and the inner, show Himself both in the tomb and in Hades? Yet it was not possible to give one thing in exchange for another as a ransom; but He gave body for body, and soul for soul, and a complete existence on behalf of the whole man: this is the exchange of Christ, which the Jews, the enemies of life, reproached upon the cross as they passed by and wagged their heads. For Hades did not endure the ⟨…⟩ of unveiled Godhead ⟨…⟩ apostles bear witness.
18. Ἔστι δὲ καὶ ἐπὶ τῆς τοῦ σταυροῦ οἰκονομίας συνιδεῖν τὸ λεγόμενον· ὅπως ὁ Κύριος τῇ μὲν προβολῇ τοῦ αἵματος τὴν βεβαιότητα τῆς σαρκὸς ἐπεδείκνυτο· τῇ δὲ προσθήκῃ τοῦ ὕδατος τὴν ἄχραντον καθαρότητα ἐδήλου, καὶ ὅτι τοῦ Θεοῦ τὸ σῶμα· κράξας δὲ καὶ κλίνας τὴν κεφαλήν, καὶ παραδοὺς τὸ πνεῦμα, τὸ ἔσωθεν τοῦ ἰδίου σώματος, τουτέστι τὴν ψυχὴν ἐσήμανε· περὶ ἧς καὶ εἴρηκεν, ὅτι Τίθημι ὑπὲρ τῶν προβάτων τῶν ἐμῶν. Ὥστε τὴν ἔκπνευσιν οὐκ ἄν τις εἴποι θεότητος μετάστασιν, ἀλλὰ ψυχῆς ἀποχώρησιν. Εἰ γὰρ κατὰ μετάστασιν θεότητος ὁ θάνατος γέγονε καὶ ἡ τοῦ σώματος νέκρωσις, ἴδιον ἄρα θάνατον ἀπέθανε, καὶ οὐ τὸν ἡμέτερον. Καὶ πῶς εἰς ᾅδου κατῆλθεν ἀπαρακαλύπτῳ τῇ θεότητι; Ποῦ οὖν ἡ ψυχή, ἣν ἐπηγγείλατο ὁ Κύριος τιθέναι ὑπὲρ τῶν προβάτων, περὶ ἧς καὶ προφῆται προμηνύουσιν; εἰ δὲ ψυχῆς ἀποχώρησις γέγονε, διὰ τοῦτο εἴρηται, ὅτι τὸν ἡμέτερον ἀνεδέξατο θάνατον, τουτέστι τῆς καθ' ἡμᾶς διαλύσεως ἀνασχόμενος, ὥσπερ καὶ γεννήσεως.
18. And one may also perceive what is said in the economy of the cross: how the Lord, on the one hand, by the pouring forth of the blood demonstrated the reality of the flesh; and on the other hand, by the addition of the water declared its immaculate purity, and that the body was God's; and having cried out and bowed His head, and yielded up the spirit, He signified that which was within His own body, that is to say, the soul; concerning which He also said, I lay it down on behalf of My sheep (John 10:15). So that no one could call the breathing forth a removal of Godhead, but a departure of soul. For if death and the mortification of the body took place by a removal of Godhead, He died a death of His own, and not ours. And how did He descend into Hades with unveiled Godhead? Where then was the soul, which the Lord promised to lay down on behalf of the sheep, concerning which the prophets also foretell? But if a departure of soul took place, on this account it is said that He took upon Himself our death, that is, having endured the dissolution that is according to us, just as also the birth.
19. Μάταιον οὖν ὑμῶν τὸ σόφισμα· ἐπεὶ πῶς ἂν ὁ θάνατος ἐγεγόνει, εἰ μὴ καὶ τὸν ἔσωθεν καὶ τὸν ἔξωθεν συνεστήσατο ἑαυτῷ ὁ Λόγος, τουτέστι σῶμα καὶ ψυχήν; Πῶς δὲ καὶ ὑπὲρ τοῦ παντὸς ἀντέδωκεν ἀντίλυτρον; ἢ πῶς ἡ κράτησις τοῦ θανάτου τελείαν ἐλάμβανε τὴν λύσιν, εἰ τὸ κατὰ φρόνησιν ἁμαρτῆσαν, τὴν ψυχὴν, Χριστὸς ἀναμάρτητον οὐ συνεστήσατο ἐν ἑαυτῷ; Ἔτι οὖν βασιλεύει ὁ θάνατος τοῦ ἔσωθεν ἀνθρώπου· τίνος γὰρ ἄλλου καὶ ἐβασίλευσέ ποτε, οὐχὶ ψυχῆς τῆς ἐν φρονήσει ἁμαρτησάσης; καθὼς εἴρηται· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη καὶ ἀποθανεῖται· ὑπὲρ ἧς τὴν ἰδίαν ψυχὴν τέθεικεν ὁ Χριστὸς λύτρον ἀντιδιδούς.
19. Vain therefore is your sophistry; since how would death have come to pass, had not the Word constituted in Himself both the inner and the outer man, that is, body and soul? And how also did He give a ransom in exchange on behalf of the whole? Or how did the dominion of death receive its complete dissolution, if Christ did not constitute in Himself sinless that which had sinned in thought, namely the soul? Then death still reigns over the inner man; for over what else did it ever reign, if not over the soul that sinned in thought? Even as it is said: The soul that sinneth, the same shall also die (Ezek. 18:4); on behalf of which Christ laid down His own soul, giving it in exchange as a ransom.
PG 26:1128Read from the page
Τίνος δὲ καὶ ἀρχῆθεν κατέγνω ὁ Θεός; τῆς πλάσεως τοῦ πλάσαντος, ἢ τῆς πράξεως τοῦ πλάσματος; Εἰ τῆς πλάσεως τοῦ πλάσαντος κατέγνω Θεὸς, ἑαυτοῦ κατέγνω· καὶ ἔσται ὡς οἱ ἄνθρωποι. Εἰ δὲ ἀσεβὲς τοῦτο περὶ Θεοῦ ἐννοεῖν, κατέγνω δὲ τῆς πράξεως τοῦ πλάσματος, περιαιρεῖ τοίνυν τὴν πρᾶξιν, καὶ καινοποιεῖ τὴν πλάσιν· αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς.
And what did God condemn from the beginning: the fashioning of Him Who fashioned, or the action of the thing fashioned? If God condemned the fashioning of Him Who fashioned, He condemned Himself, and will be as men. But if it is impious to think this concerning God, and He condemned rather the action of the thing fashioned, He therefore takes away the action, and renews the fashioning; for we are His workmanship, created unto good works.
20. Ἀλλὰ πάλιν λέγετε· Ἡμεῖς Θεὸν λέγομεν τὸν ἐκ Μαρίας. Πῶς τοίνυν λέγετε, ὡς Μαρκίων, Θεὸν ἐπιδημήσαντα, καὶ Θεὸν ἀθιγῶς προσεληλυθότα, φύσιν ἔχοντα ἀνεπίδεκτον σαρκὸς ἀνθρωπίνης; Ἢ πῶς λέγετε Θεὸν, ὡς Παῦλος ὁ Σαμοσατεύς; τοῦτο γὰρ τῆς ἐκείνου ἀσεβείας τὸ πρόσχημα, Θεὸν ὁμολογεῖν τὸν ἐκ Μαρίας, πρὸ αἰώνων μὲν προορισθέντα, ἐκ δὲ Μαρίας τὴν ἀρχὴν τῆς ὑπάρξεως ἐσχηκότα. Λόγον δὲ ἐνεργῆ ἐξ οὐρανοῦ καὶ σοφίαν ἐν αὐτῷ ὁμολογεῖ, πλεῖον παρ' ὑμᾶς χαριζόμενος κατὰ τὴν ἑαυτοῦ ἀσέβειαν· ὥσπερ ὑμεῖς λέγετε νοῦν ἐπουράνιον ἐν σώματι ἐμψύχῳ. Οὔτε δὲ σῶμα ἔμψυχον ἤδη ἄνθρωπος τέλειος, οὔτε νοῦς ἐπουράνιος ἤδη Θεός. Σῶμα γὰρ ἔμψυχον λέγεται, ἐφ' ᾧ ἐνυποστάτως τὸ τῆς ψυχῆς φέρεται ὄνομα. Σῶμα δὲ ἀνθρώπου σῶμα λέγεται, καὶ οὐ ψυχή· καὶ ψυχὴ ἀνθρώπου λέγεται, καὶ οὐ σῶμα, ἕτερον πρὸς ἕτερον ὂν, τουτέστι πνεῦμα πρὸς σῶμα. Τίς δὲ, φησὶν, ἔγνω νοῦν Κυρίου; Νοῦς Κυρίου οὔπω Κύριος, ἀλλὰ Κυρίου θέλησις, ἢ βουλὴ, ἢ ἐνέργεια πρός τι. Πῶς οὖν ταῦτα λαλεῖν ἐπινοεῖτε, πλαστοῖς λόγοις καπηλεύοντες τὸν Λόγον τοῦ Θεοῦ; Ἀλλ' ἡ τοῦ Θεοῦ Ἐκκλησία οὔτε οὕτω παρείληφεν, οὔτε οὕτω παρέδωκεν· ἀλλὰ, καθὼς γέγραπται, τὸν Θεὸν καὶ Λόγον, τὸν ὄντα πρὸς τὸν Θεὸν πρὸ αἰώνων, ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπιδημήσαντα, καὶ ἐξ ἁγίας Παρθένου, καὶ ἐκ Πνεύματος ἁγίου γεννηθέντα Υἱὸν ἀνθρώπου, ὡς γέγραπται· Ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον· ἵνα γένηται πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, αὐτὸς ὢν Θεὸς ἀληθινός· ἵνα καὶ πάθῃ ὑπὲρ ἡμῶν, ὡς ἄνθρωπος, καὶ λυτρώσηται ἡμᾶς ἐκ πάθους καὶ θανάτου, ὡς Θεός. Μάτην οὖν φαντάζεσθε, τοῦ φρονοῦντος καὶ ἄγοντος τὴν σάρκα ἐν ἑαυτοῖς δύνασθαι τὴν καινότητα κατεργάζεσθαι, οἰόμενοι διὰ μιμήσεως· οὐ νοοῦντες, ὅτι μίμησις, προαγούσης πραγματείας γίνεται μίμησις· ἐπεὶ οὐκ ἂν λέγοιτο μίμησις. Ἐν δὲ Χριστῷ, σαρκὸς μόνης καινότητα ὁμολογοῦντες, πλανώμενοι βλασφημεῖτε. Εἰ γὰρ τοῦ ἄγοντος τὴν σάρκα δυνατὸν
20. But again you say: We call Him Who was born of Mary God. How then do you say, like Marcion, that God sojourned here, and that God approached intangibly, having a nature incapable of receiving human flesh? Or how do you call Him God, like Paul of Samosata? For this is the pretext of his impiety, to confess Him Who is of Mary to be God, foreordained indeed before the ages, but having received the beginning of His existence from Mary. And he confesses an operative Word from heaven and wisdom in Him, granting more than you according to his own impiety; just as you speak of a heavenly mind in an animate body. Yet neither is an animate body already a complete man, nor is a heavenly mind already God. For a body is called animate in so far as the name of the soul is borne in it hypostatically. Now a man's body is called body, and not soul; and a man's soul is called soul, and not body, being one thing in relation to another, that is, spirit in relation to body. For who, says he, hath known the mind of the Lord (Rom. 11:34)? The mind of the Lord is not yet the Lord, but the will, or counsel, or operation of the Lord towards something. How then do you devise to speak these things, corrupting the Word of God with feigned words? But the Church of God neither received thus, nor handed down thus; but, even as it is written, that God the Word, Who was with God before the ages, sojourned here at the consummation of the ages, and was born of the holy Virgin and of the Holy Spirit as Son of man, as it is written: Until she brought forth her firstborn Son (Matt. 1:25); that He might become firstborn among many brethren, Himself being true God; that He might both suffer on our behalf as man, and redeem us from suffering and death as God. In vain therefore do you imagine that you are able to work out in yourselves the newness of that which thinks and guides the flesh, supposing this to be through imitation, not understanding that imitation becomes an imitation of a preceding reality, since otherwise it would not be called imitation. And by confessing in Christ the newness of the flesh alone, you err and blaspheme. For if of that which guides the flesh it were possible