Migne Reading Room

PG 26 · cols. 1105–1116 · Read from the page

On the incarnation of our Lord Jesus Christ against Apollinaris

On the incarnation of our Lord Jesus Christ against Apollinaris

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:1105Read from the page
ἐξ οὐρανοῦ λέγοντες τὸ τοῦ Κυρίου σῶμα. Καίτοι ὁ Ἀδὰμ ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν κατενήνοχε, Χριστὸς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνενήνοχε · καὶ ὅπερ Ἀδὰμ ἀναμάρτητον καὶ ἀκαταδίκαστον εἰς φθορὰν καὶ καταδίκην θανάτου κατενήνοχε, Χριστὸς τοῦτο ἄφθαρτον καὶ λυτήριον θανάτου ἀνέδειξεν · ὥστε ἔχειν ἐξουσίαν ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, ἐκ δὲ τάφου τὴν ἀφθαρσίαν ἐπιδείκνυσθαι, καὶ ἐν ἐπιβάσει ᾅδου λύειν θάνατον, καὶ εὐαγγελίσασθαι πᾶσι τὴν ἀνάστασιν. Ὅτι ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν. Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον · βασιλευόμενον δὲ ὑπὸ τοῦ θανάτου εἰς διαφθορὰν οὐχ ὑπερεῖδεν αὐτὸς γενόμενος ἄνθρωπος, οὐ τραπεὶς εἰς ἀνθρώπου μορφὴν, οὐδὲ παριδὼν τὴν τοῦ ἀνθρώπου ὕπαρξιν, σκιώδη τὴν δεῖξιν ἐποιεῖτο · ἀλλ' ὁ ὢν φύσει Θεὸς γεννᾶται ἄνθρωπος, ἵν' εἷς ᾖ τὰ ἑκάτερα, τέλειος κατὰ πάντα, φυσικὴν καὶ ἀληθεστάτην τὴν γέννησιν ἐπιδειξάμενος. Διὸ εἴρηται · Καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, βασιλεύειν οὐρανῶν, καὶ ἐξουσίαν ἔχειν κρίσιν ποιεῖν.
calling the body of the Lord from heaven. And yet what Adam brought down from heaven to the earth, Christ has brought up from earth to the heavens; and that very thing which Adam, when it was sinless and uncondemned, brought down into corruption and condemnation of death, Christ showed to be incorruptible and destructive of death; so as to have authority upon the earth to forgive sins, and from the tomb to exhibit incorruption, and in setting foot in Hades to loose death, and to proclaim the good tidings of the resurrection to all. For God created man for incorruption, and made him an image of His own eternity. But by the envy of the devil death entered into the world; yet when he was reigned over by death unto corruption, He Himself having become man did not overlook him, nor, turned into the form of a man, nor overlooking the existence of man, did He make the manifestation shadowy; but He Who is by nature God is born a man, that He may be one in both, perfect in all things, having exhibited His birth as natural and most true. Wherefore it has been said: And He bestowed on Him the name that is above every name, to reign over the heavens, and to have authority to execute judgement.
8. Ὁ γὰρ τῶν ὅλων δημιουργὸς Λόγος ὤφθη υἱὸς ἀνθρώπου, οὐχ ἕτερός τις γενόμενος, ἀλλὰ δεύτερος Ἀδάμ · ἵνα καὶ ἐκ τοῦ ὀνόματος γινώσκωμεν τὴν ἀλήθειαν. Καὶ προγενέστερον δείκνυσι τὸν πρωτόπλαστον ὁ Ἀπόστολος, πρῶτον τὸ ψυχικὸν δεικνὺς, ἔπειτα τὸ πνευματικόν. Ψυχικὸν δὲ καὶ πνευματικὸν λέγων, οὐχ ἕτερον καὶ ἕτερον δείκνυσι σῶμα, ἀλλὰ τὸ αὐτὸ σῶμα · τὸ μὲν πρῶτον ἐν ἐξουσίᾳ καὶ φύσει ψυχῆς, διὸ ψυχικόν · τὸ δὲ δεύτερον ἐν ἐξουσίᾳ καὶ φύσει Πνεύματος, διὸ πνευματικόν · Πνεῦμα γὰρ ὁ Θεὸς Λόγος · οὕτω γὰρ καὶ τὸ ἐφ' ἡμῖν εἰρημένον ἔστι συνιδεῖν, ἐν τῷ λέγειν · Ὁ δὲ πνευματικὸς ἀνακρίνει τὰ πάντα · ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Καίτοι ἑνὸς ὄντος ἑκατέρων τοῦ σώματος, τὸ μὲν τοῦ Πνεύματος μέτοχον νοεῖσθαι πνευματικὸν δείκνυσι, τὸν δὲ τῇ ἐξουσίᾳ τῆς ψυχῆς μόνῃ ἐμμείναντα δείκνυσθαι ψυχικόν. Διὰ τί δὲ ὅλως, εἰ καθ' ὑμᾶς ἐστιν, οὐχὶ ἄνθρωπος μόνον λέγεται ὁ Χριστὸς ὡς καινάς τις ἐξ οὐρανῶν ἐπιδημήσας, ἀλλὰ υἱὸς ἀνθρώπου γέγονεν ; Εἰ μὲν οὖν ἐπὶ γῆς γέγονεν υἱὸς ἀνθρώπου, καίτοι οὐκ ἐκ σπέρματος ἀνδρὸς, ἀλλ' ἐκ Πνεύματος ἁγίου γεννηθεὶς, ἑνὸς ὄντος τοῦ πρωτοπλάστου Ἀδὰμ υἱὸς
8. For the Word, the Creator of all things, appeared as Son of man, not having become some other, but a second Adam; that from the name also we might know the truth. And the Apostle shows the first-formed to be earlier, showing first the natural, then the spiritual. And in calling it natural and spiritual, he shows not one body and another, but the selfsame body: the first indeed in the authority and nature of soul, wherefore it is natural; and the second in the authority and nature of Spirit, wherefore it is spiritual; For God the Word is Spirit; for so also one may perceive what is spoken with regard to us, in saying: But he that is spiritual discerns all things; whereas the natural man receives not the things of the Spirit. And yet though the body of both is one, he shows that what partakes of the Spirit is understood as spiritual, while he who has remained in the authority of the soul alone is shown as natural. And why at all, if it is according to you, is Christ not called man only, as some new one having sojourned from the heavens, but has become Son of man? If therefore upon earth He has become Son of man, although born not from the seed of a man, but from the Holy Spirit, since there is one first-formed Adam, a son
Notes, col. 1105

On the reading

Printed καινάς, for καινός.

PG 26:1108Read from the page
νοηθήσεται. Οὐ γὰρ ἕτερός τις ἀναγέγραπται ἄνθρωπος ἐν οὐρανῷ ὑπάρξας παρὰ τὸν ἐκ γῆς Ἀδὰμ, ἵνα καὶ ἐξ οὐρανῶν ἔχῃ τὸ σῶμα, καὶ υἱὸς ἀνθρώπου ᾖ παρὰ τὸν Ἀδάμ. Διὸ ὁ μὲν Ματθαῖος υἱὸν Ἀβραὰμ καὶ Δαβὶδ ἀναγράφει τὸ κατὰ σάρκα· ὁ δὲ Λουκᾶς υἱὸν αὐτὸν τοῦ Ἀδὰμ καὶ τοῦ Θεοῦ γενεαλογεῖ. Εἰ τοίνυν μαθηταί ἐστε τῶν Εὐαγγελίων, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν· ἀλλὰ στοιχεῖτε τοῖς γεγραμμένοις καὶ γενομένοις. Εἰ δὲ ἕτερα παρὰ τὰ γεγραμμένα λαλεῖν βούλεσθε, τί πρὸς ἡμᾶς διαμάχεσθε, τοὺς μήτε ἀκούειν μήτε λέγειν παρὰ τὰ γεγραμμένα πειθομένους; λέγοντος τοῦ Κυρίου, ὅτι Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως ἐλεύθεροι ἔσεσθε.
be conceived. For no other man is recorded as having existed in heaven beside Adam who is from the earth, so that he might also have his body from the heavens, and be a son of man beside Adam. Wherefore Matthew, on the one hand, records Him as son of Abraham and of David according to the flesh; while Luke, on the other hand, traces His genealogy as son of Adam and of God. If, therefore, you are disciples of the Gospels, do not speak unrighteousness against God; but walk by the things that are written and that have come to pass. But if you wish to speak other things beside the things that are written, why do you contend against us, who are persuaded neither to hear nor to speak anything beside the things that are written? since the Lord says, If you abide in My word, you shall truly be free.
9. Πῶς οὖν ἔτι πιστοὶ ἢ Χριστιανοὶ νομισθείητε, οἱ μήτε τοῖς ῥήμασι τοῖς γεγραμμένοις στοιχοῦντες, μήτε τοῖς γενομένοις πειθόμενοι, ἀλλὰ τὰ ὑπὲρ φύσιν ὁρίζειν τολμῶντες; Ἡ μικρὸν ὑμῖν ἀνθρώποις παρέχειν ἀγῶνα, καὶ πῶς παρέχετε ἀγῶνα Κυρίῳ; Εἰ γὰρ οἱ προφήταις ἀπιστήσαντες κατεκρίθησαν, πόσῳ μᾶλλον οἱ μὴ πειθόμενοι αὐτῷ τῷ Δεσπότῃ; Ἃ γὰρ αὐτὸς ἠθέλησε καὶ εὐδόκησεν εἰς ἀθέτησιν τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, πῶς ὑμεῖς ἕτερα ἀνθ' ἑτέρων λέγειν ἢ φρονεῖν τολμᾶτε; Εἰ ὁμολογοῦμεν, κἀκεῖνος ὁμολογήσει ἡμᾶς· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Τίς οὖν ὑμῶν ἡ τοσαύτη ἀπόνοια τῆς ἀμετρίας, λαλεῖν τὰ μὴ γεγραμμένα, καὶ φρονεῖν ἀλλότρια τῆς εὐσεβείας; Καὶ γὰρ καὶ ὁμοούσιον τὴν σάρκα τῆς θεότητος λέγειν ἐπιχειρεῖτε, οὐ συνορῶντες διπλῆν ὑμῖν γενομένην τὴν ἀπάντησιν τῆς ἀσεβείας. Ταῦτα γὰρ ὑμῖν ἐπινενόηται λέγειν, ἵνα ἢ τὴν σάρκα ἀρνήσησθε, ἢ τὴν θεότητα βλασφημήσητε, λέγοντες, φησίν· Ἡμεῖς τὸν ἐκ Μαρίας λέγομεν ὁμοούσιον τοῦ Πατρός. Αὕτη δὲ ὑμῶν ἡ νομιζομένη εὐφημία δειχθήσεται ἢ περίεργος ἢ ἀνόητος. Ἐπεὶ τίς τῶν πιστῶν οὐκ ἂν ὁμολογήσειεν, ὅτι ὁ ἐπιδημήσας Θεὸς Λόγος, καὶ ἐκ Παρθένου τῆς ἁγίας Μαρίας προελθὼν ἄνθρωπος, ὁμοούσιος ὢν τοῦ Πατρὸς, ἐκ σπέρματος Ἀβραὰμ γέγονεν ἄνθρωπος, οὗ καὶ υἱὸς ἀναγέγραπται, καὶ ὅτι ὁ ὁμοούσιος τοῦ Θεοῦ Λόγος γέγονε κατὰ σάρκα υἱὸς τοῦ Δαβίδ; Διὸ καὶ ἐκ σπέρματος τοῦ Δαβὶδ προφῆται καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ γενεαλογοῦσι τὸν Χριστὸν τὸ κατὰ σάρκα. Πῶς οὖν ταῦτα λέγοντες οὐκ ἐρυθριᾶτε, τὴν σάρκα, τὴν ἐκ σπέρματος Δαβὶδ γενεαλογουμένην, ὁμοούσιον τοῦ Λόγου ἀποφαινόμενοι; Ἢ πάλιν, ὡς
9. How then could you still be reckoned faithful or Christians, who neither walk by the words that are written, nor are persuaded by the things that have come to pass, but dare to define the things that are above nature? Is it a small thing for you to offer a contest to men, and how do you offer a contest to the Lord? For if those who disbelieved the prophets were condemned, how much more those who do not obey the Master Himself? For the things that He Himself willed and was well pleased to do for the abolition of sin and of death, how do you dare to speak or think other things in place of others? If we confess Him, He also will confess us; if we deny Him, He also will deny us; if we are faithless, He abides faithful, for He cannot deny Himself. What then is this so great madness of excess of yours, to speak the things that are not written, and to think things foreign to godliness? For indeed you even attempt to call the flesh consubstantial with the Godhead, not perceiving that the encounter of ungodliness has become twofold for you. For you have devised to say these things so that either you may deny the flesh, or you may blaspheme the Godhead, saying, so it is said: We call Him who is from Mary consubstantial with the Father. But this supposed reverent speech of yours will be shown to be either meddlesome or foolish. Since who among the faithful would not confess that God the Word who sojourned here, and came forth as man from the holy Virgin Mary, being consubstantial with the Father, became man from the seed of Abraham, whose son also He is recorded to be, and that the Word who is consubstantial with God became according to the flesh the son of David? Wherefore also prophets and apostles and evangelists trace the genealogy of Christ according to the flesh from the seed of David. How then, in saying these things, do you not blush when you pronounce the flesh, whose genealogy is traced from the seed of David, to be consubstantial with the Word? Or again, as
Notes, col. 1108

On the reading

Printed Ἡ μικρὸν, for Ἢ μικρὸν.

PG 26:1109Read from the page
ἔφαμεν, ἀνοήτως ταῦτα λέγετε, οὐ νοοῦντες, ὅτι τὸ ὁμοούσιον τὴν μὲν ταυτότητα τῆς φύσεως ἔχει, τὴν δὲ ἰδίαν τελειότητα ἐν ἑαυτῷ ἐπιδείκνυται. Ὥσπερ γὰρ ὁ Υἱὸς, ὁμοούσιος πρὸς τὸν Πατέρα ὁμολογούμενος, τέλειος πρὸς τέλειον ὁμολογεῖται, καθὰ καὶ τὸ ἅγιον Πνεῦμα· ὁμοούσιος γὰρ ἡ Τριάς. Δώσετε οὖν καὶ τῇ ὁμοουσίῳ σαρκὶ τὴν τελειότητα πρὸς τῇ τοῦ Λόγου τελειότητι· ἔσται δὲ καθ' ὑμᾶς τετρὰς ἀντὶ Τριάδος καταγγελλομένη. Καὶ τίς ἡ τοσαύτη ἐπίνοια τῆς ἀσεβείας;
we said, you say these things foolishly, not understanding that what is consubstantial possesses identity of nature, yet exhibits its own perfection in itself. For just as the Son, being confessed as consubstantial with the Father, is confessed as perfect beside the perfect, even as also the Holy Spirit; for the Trinity is consubstantial. You will therefore give to the consubstantial flesh also its perfection beside the perfection of the Word; and according to you there will be a quaternity proclaimed instead of a Trinity. And what is this so great invention of ungodliness?
10. Ἀλλὰ λέγετε· Ὁμοούσιος γέγονε τοῦ Λόγου ἡ σάρξ. Πῶς γέγονεν ὁμοούσιος; Εἴπατε. Λόγος γέγονεν, ἀλλὰ καὶ Πνεῦμα γέγονεν. Εἰ δὲ ὅλως γίνεται θεότης ἐκ μεταποιήσεως ἡ μὴ φύσει οὖσα θεότης, τί τοίνυν μέμφεσθε Ἀρειανοῖς, ταύτην περὶ τοῦ Λόγου προβαλλομένοις τὴν ἔννοιαν; Καίτοι τῆς Γραφῆς λεγούσης, Ὁ Λόγος σὰρξ γέγονεν, οὐχὶ Ἡ σὰρξ Λόγος γέγονεν, Ὁ Λόγος δὲ σὰρξ γέγονεν, εἴρηται· ὅτι τοῦ Λόγου γέγονεν ἡ σὰρξ, καὶ οὐκ ἀνθρώπου τινός· τουτέστιν ὁ Θεὸς ἄνθρωπος γέγονε· καὶ λέγεται, Σὰρξ γέγονεν, ἵνα μὴ παραδράμητε τῆς σαρκὸς τὸ ὄνομα. Εἰ τοίνυν μὴ ἀρκεῖσθε τῇ ἀσυγχύτῳ φυσικῇ ἑνώσει τοῦ Λόγου πρὸς τὴν ἰδίαν αὐτοῦ γενομένην σάρκα· καὶ ὅτι ὁ Θεὸς ἄνθρωπος γέγονε· νῦν οὔτε ἀκούετε, οὔτε πιστεύειν βούλεσθε, οὐκ ἀρκούμενοι ὑπὲρ πᾶσαν ἐπίνοιαν εὐφημίας σῶμα Θεοῦ ἀκούοντες, κατὰ τὸν λέγοντα· Ὅς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ· ἥτις ἐστὶ σημασία τοῦ μέλλοντος αἰῶνος, καὶ ἔτι λέγεται σῶμα τῆς δόξης αὐτοῦ. Καὶ ὁ Κύριος δὲ λέγει· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου· τὸν Υἱὸν τοῦ Θεοῦ υἱὸν ἀνθρώπου γενόμενον λέγει· κριτήν τε ὄντα ζώντων καὶ νεκρῶν, καὶ βασιλέα καὶ Δεσπότην, καὶ Θεὸν ἀληθινόν. Ἀλλὰ ἀναιρεῖν βούλεσθε τὸ τοῦ σώματος ὄνομα, ἢ τὸ ἔτι λέγεσθαι ἄνθρωπον τὸν Χριστόν. Πῶς ἔτι τὰς θείας Γραφὰς ἀναγινώσκειν δύνασθε; τοῦ μὲν Ματθαίου γράφοντος· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ· τοῦ δὲ Ἰωάννου· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ Θεὸς ἦν ὁ Λόγος. Λό-
10. But you say: The flesh has become consubstantial with the Word. How has it become consubstantial? Tell us. Has it become Word, and has it also become Spirit? Now if that which is not Godhead by nature becomes Godhead at all by transformation, why then do you blame the Arians, who put forward this notion concerning the Word? And yet when Scripture says, The Word became flesh, it is not said, The flesh became Word, but, The Word became flesh; because the flesh became that of the Word, and not of some man; that is, God became man; and it is said, He became flesh, lest you should pass over the name of the flesh. If therefore you are not satisfied with the unconfused natural union of the Word with the flesh that became His own, and that God became man, now you neither hear nor wish to believe, not being satisfied when, beyond every conception of reverent speech, you hear it called the body of God, according to him who says: Who shall transform the body of our humiliation, that it may become conformed to the body of His glory; which is the signification of the age to come, and still it is called the body of His glory. And the Lord also says: When the Son of man comes; He calls the Son of God, who became son of man, both judge of the living and the dead, and king and Master, and true God. Yet you wish to do away with the name of the body, or that Christ should still be called man. How can you still read the divine Scriptures, when Matthew writes: The book of the generation of Jesus Christ, the son of David, the son of Abraham; and John: In the beginning was the Word, and the Word was with God, and the Word was God. Now the
PG 26:1112Read from the page
γον δὲ καὶ Θεὸν καὶ υἱὸν Δαβὶδ εἰ κατὰ διαίρεσιν βούλεσθε θεωρεῖν, δύο καθ' ὑμᾶς ἂν λέγοιντο· εἰ δὲ πιστεύοιτε, διδασκόμενοι ἀπὸ τῶν θείων Γραφῶν, ὅτι Θεὸς ὢν ὁ Λόγος υἱὸς ἀνθρώπου γέγονε, γνώσεσθε, ὅτι εἷς ἐστιν ὁ Χριστὸς, καὶ Θεὸς καὶ ἄνθρωπος ὁ αὐτός· ἵνα τὸ διπλοῦν κήρυγμα τῆς αὐτοῦ ἐπιδημίας εὐαπόδεικτον ἔχῃ τὴν πεισμονὴν τοῦ τε πάθους καὶ τῆς ἀπαθείας. Ὡς ὅταν λέγει ὁ Ἀπόστολος· Ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγε· Μνημόνευε Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβίδ· καὶ ὁ αὐτὸς δὲ πάλιν· Τὸν θάνατον αὐτοῦ καταγγέλλομεν, ἄχρις οὗ ἔλθῃ.
Word, both God and son of David, if you wish to contemplate by way of division, would according to you be spoken of as two; but if you should believe, being taught by the divine Scriptures, that the Word, being God, became son of man, you will know that Christ is one, the same both God and man; so that the twofold proclamation of His sojourn may have the persuasion both of His passion and of His impassibility easily demonstrated. As when the Apostle says: The man Christ Jesus, who gave Himself as a ransom for us, who is over all, God blessed for ever. Amen. And writing to Timothy also he said: Remember Jesus Christ, raised from the dead, of the seed of David; and the same again: We proclaim His death, until He comes.
11. Εἰ οὖν ἐκ τῆς ὁμολογίας τοῦ ὁμοουσίου ἀναιρεῖτε τῆς σαρκὸς τὸ ὄνομα, καὶ τὸ ἄνθρωπον λέγεσθαι τὸν Χριστόν· ἢ οὐκέτι τὸν θάνατον αὐτοῦ καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ, ἀναιροῦντες τὰς Γραφάς· ἢ τὸν θάνατον καταγγέλλοντες καθ' ὑμᾶς τοῦ ὁμοουσίου τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· μὴ ὁμολογοῦντες σαρκὶ πεπονθέναι τὸν Χριστὸν, καὶ αὐτὴν τοῦ Πατρὸς τὴν θεότητα καὶ τοῦ ἁγίου Πνεύματος ἐρεῖτε δεκτικὴν εἶναι θανάτου· καὶ γεγόνατε ἀσεβέστεροι πάντων τῶν αἱρετικῶν. Ὁ γὰρ θάνατος τῆς σαρκὸς, γέγονε τοῦ ὁμοουσίου Λόγου. Οὐδὲ γὰρ ὁ Πατὴρ σάρκα ἐφόρεσεν, οὐδὲ τὸ ἅγιον Πνεῦμα, ὡς οἱ κατὰ Οὐαλεντῖνον ἀσεβοῦντες φαντάζονται· ἀλλ' ὁ Λόγος σὰρξ ἐγένετο. Διὸ ἡμεῖς, ὁμολογοῦντες Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν, οὐ διαιρέσεως ἕνεκεν ταῦτα λέγομεν, μὴ γένοιτο! ἀλλὰ πάλιν κατὰ τὰς Γραφὰς, ἵνα πάθους καὶ θανάτου γενομένου καὶ καταγγελλομένου, ἄχρις οὗ ἔλθῃ, ἐπὶ μὲν τῆς σαρκὸς τοῦ Λόγου τὸ πάθος καὶ τὸν θάνατον ὁμολογῶμεν, αὐτὸν δὲ τὸν Λόγον, ἄτρεπτον καὶ ἀναλλοίωτον πιστεύωμεν. Διὸ αὐτός ἐστιν ὁ παθὼν καὶ μὴ παθών· τῇ μὲν θεϊκῇ φύσει ἀπαθὴς καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος ὢν, τῇ δὲ σαρκὶ παθὼν, ὡς εἶπεν ὁ Πέτρος, καὶ θανάτου γεύσασθαι θελήσας· ὅτι γέγονε μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν·
11. If therefore from the confession of the consubstantial you do away with the name of the flesh, and Christ's being called man, either you no longer proclaim His death until He comes, doing away with the Scriptures; or, in proclaiming according to you the death of Him who is consubstantial with the Father and the Holy Spirit, while not confessing that Christ suffered in the flesh, you will say that the very Godhead of the Father and of the Holy Spirit is capable of death, and you have become more ungodly than all the heretics. For the death of the flesh became that of the consubstantial Word. For neither did the Father wear flesh, nor the Holy Spirit, as those who are ungodly after Valentine imagine; but the Word became flesh. Wherefore we, confessing Christ to be God and man, do not say these things for the sake of division, far be it! but again according to the Scriptures, so that, since the passion and death took place and is proclaimed until He comes, in the case of the flesh of the Word we may confess the passion and the death, while as for the Word Himself, we may believe Him to be unchangeable and unalterable. Wherefore He Himself is the One who suffered and did not suffer: being in His divine nature impassible and unchangeable and unalterable, yet having suffered in the flesh, as Peter said, and having willed to taste death; because He became mediator of God and men, the man Christ, who gave Himself as a ransom for us;
PG 26:1113Read from the page
καὶ πάλιν· Ὅτι γέγονε μεσίτης Θεοῦ καὶ ἀνθρώπων. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστιν.
and again: Because He became mediator of God and men. Now a mediator is not of one; but God is one.
12. Διὸ πλανῶνται καὶ οἱ λέγοντες, ὅτι ἄλλος ἐστὶν ὁ παθὼν Υἱὸς, καὶ ἄλλος ὁ μὴ παθών. Οὐ γὰρ ἕτερός ἐστι παρὰ τὸν Λόγον, ὁ τὸν θάνατον καὶ τὸ πάθος ἀναδεδεγμένος· ἀλλ' αὐτὸς ὁ ἀπαθὴς καὶ ἀσώματος Λόγος, γενέσεως σαρκὸς ἀνθρωπίνης ἀνασχόμενος, τὰ πάντα πεπλήρωκεν, ἵνα ἔχῃ τι, ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν. Καὶ λέγεται κρείττων γενόμενος τῶν ἀγγέλων· οὐκ αὐτὸς ὁ ποιητὴς τῶν ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὤν ποτε, ἀλλὰ ἡ μορφὴ τοῦ δούλου, ἣν αὐτὸς ὁ Λόγος ἰδιοποιήσατο φυσικῇ γεννήσει, κρείττων ἀνατείλασα ἐκ τῆς τοῦ πρωτοπλάστου γενέσεως, καὶ ἡμᾶς προσοικειοῦται, ὡς εἴρηται, συμπολίτας τῶν ἁγίων καὶ οἰκείους Θεοῦ γενομένους· καὶ κατὰ φύσιν Θεοῦ γέγονεν, ἰδία οὐχ ὁμοούσιος οὖσα ἡ σὰρξ τῆς τοῦ Λόγου θεότητος, ὡς συναΐδιος· ἀλλὰ ἰδία κατὰ φύσιν γενομένη, καὶ ἀδιαίρετος κατὰ ἕνωσιν, ἐκ σπέρματος Δαβὶδ, καὶ τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἀδὰμ, ἐξ οὗ καὶ ἡμεῖς γεγεννήμεθα. Εἰ δὲ ὁμοούσιος τοῦ Λόγου ἡ σὰρξ καὶ συναΐδιος, ἐκ τούτου ἐρεῖτε καὶ τὰ πάντα κτίσματα συναΐδια τῷ τὰ πάντα κτίσαντι Θεῷ. Καὶ πῶς ἔτι Χριστιανοὶ, οἱ τοιαύταις συμπλεκόμενοι στραγγαλιαῖς; Τὸ γὰρ ὁμοούσιον καὶ ἀπαθὲς καὶ ἀνεπίδεκτον θανάτου, πρὸς τὸ ὁμοούσιον ἕνωσιν καθ' ὑπόστασιν οὐκ ἐπιδεχόμενόν ἐστιν, ἀλλὰ κατὰ φύσιν· καθ' ὑπόστασιν δὲ τὴν ἰδίαν τελειότητα ἐκδεικνύμενον. Ὥστε τῇ νομιζομένῃ ὑμῶν εὐφήμῳ ἐφευρέσει, ἢ τὴν ἐκ τῆς Παρθένου τῆς Θεοτόκου σάρκα ἀρνεῖσθε, ἢ τὴν θεότητα βλασφημεῖτε. Εἰ δὲ οὕτω καὶ τὸν Υἱὸν ὁμολογεῖτε ὁμοούσιον τῷ Πατρὶ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τὴν σάρκα τὴν παθοῦσαν· καὶ τί ἔτι ἡμᾶς μέμφεσθε, ὡς τετράδα ἀντὶ Τριάδος λέγοντας, αὐτοὶ τετράδα ἀντὶ Τριάδος καὶ ἄκοντες ὁμολογοῦντες, λέγοντες ὁμοουσίαν εἶναι τῇ Τριάδι τὴν σάρκα; Τοίνυν ματαία ἡ πίστις ὑμῶν ἐστιν· ἴσα γὰρ φρονεῖτε τῶν ἀσεβῶν Ἀρειανῶν, κακῶς ἐκλαμβάνοντες τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο. Ὁ Λόγος δὲ σὰρξ ἐγένετο, οὐχ ἵνα ὁ Λόγος μηκέτι ᾖ Λόγος· ἀλλ' ἵνα ἐν σαρκὶ ᾖ ὁ Λόγος, σὰρξ ἐγένετο, ἵνα καὶ ὁ Λόγος ἀεὶ ᾖ Λόγος, καὶ σάρκα ἔχῃ ὁ Λόγος, ἐν ᾗ τὸ πάθος καὶ τὸν θάνατον ἀνεδέξατο ἐν μορφῇ τῇ ἀνθρωπίνῃ, μέχρι τάφου καὶ ᾅδου ἐπιβὰς, ἐν ᾗ καὶ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν πεποίηται, σαρκὸς καὶ αἵματος καὶ ψυχῆς τὴν ἐπίδει-
12. Wherefore those also go astray who say that the Son who suffered is one, and He who did not suffer is another. For He who has taken upon Himself death and the passion is not another beside the Word; but the impassible and bodiless Word Himself, having endured the birth of human flesh, has fulfilled all things, so that He might have something to offer on our behalf. And He is said to have become better than the angels: not that the Word Himself, the Maker of the angels, became better, as though He were ever inferior, but the form of the servant, which the Word Himself made His own by natural birth, having risen up better out of the generation of the first-formed man, also brings us into fellowship with Himself, having become, as is said, fellow citizens with the saints and members of the household of God; and the flesh became by nature God's own, not being consubstantial with the Godhead of the Word, as though co-eternal, but having become His own by nature, and indivisible by union, from the seed of David, and of Abraham, and of Adam, from whom we also have been begotten. But if the flesh is consubstantial with the Word and co-eternal, from this you will say that all creatures also are co-eternal with God who created all things. And how are those still Christians who entangle themselves in such snares? For that which is consubstantial and impassible and incapable of death does not admit of union with the consubstantial according to hypostasis, but according to nature; while according to hypostasis it exhibits its own perfection. So that by your supposed reverent invention, either you deny the flesh from the Virgin the Mother of God, or you blaspheme the Godhead. And if you confess the Son and the Holy Spirit to be consubstantial with the Father in the same way as the flesh that suffered, why do you still blame us as speaking of a quaternity instead of a Trinity, when you yourselves even against your will confess a quaternity instead of a Trinity, saying that the flesh is consubstantial with the Trinity? Therefore your faith is vain; for you think the same things as the ungodly Arians, wrongly taking the saying, The Word became flesh. Now the Word became flesh, not that the Word should no longer be Word; but that the Word might be in flesh, He became flesh, so that both the Word might always be Word, and the Word might have flesh, in which He took upon Himself the passion and death in the human form, advancing even to the tomb and Hades, and in which He also accomplished the resurrection from the dead, making the manifestation of flesh and blood and soul
PG 26:1116Read from the page
ξιν ποιησάμενος ὁ Θεὸς Λόγος διὰ ἰδίας καὶ ἀδιαιρέτου σαρκὸς, ὡς γέγραπται, ἐκ σπέρματος Δαβίδ. Τί γὰρ ἕτερον παρ' ὑμᾶς εἴρηκε Μαρκίων; Οὐχὶ οὐρανοφανὲς τὸ σῶμα ἐν ὁμοιώσει ἀνθρωπίνῃ, καὶ οὐκ ἀληθείᾳ; Τί δὲ ἄλλο εἴρηκε Μανιχαῖος; Οὐ θεοειδὲς, οὐ τὸ σῶμα ἐν ὁμοιώσει τῇ καθ' ἡμᾶς μόνῃ, ἀλλότριον δὲ σαρκὸς ἀνθρωπίνης, ἧς τὴν φύσιν ἁμαρτίαν λέγει ἀσεβῶν, καὶ οὐ τὴν πρᾶξιν; Τοιαύτη τούτων ἡ ἀσέβεια.
God the Word through His own and indivisible flesh, as is written, from the seed of David. For what else beside you did Marcion say? Was it not that the body appeared from heaven in human likeness, and not in truth? And what else did Manichaeus say? Was it not that it was godlike, a body only in likeness according to us, and foreign to human flesh, the nature of which, and not the action, he ungodly calls sin? Such is the ungodliness of these men.
13. Διὸ οὐ δεῖ τὸν εὐσεβοῦντα τοιαύταις χρῆσθαι ἐπινοίαις· ἀλλ' ὅτι ὁ πρὸ τῶν αἰώνων ὁμοούσιος ὢν Λόγος τῷ Πατρὶ, ἐπ' ἐσχάτων ἐκ τῆς ἁγίας καὶ Θεοτόκου Παρθένου τὴν τοῦ Ἀδὰμ πλάσιν καὶ ποίησιν καινὴν ἀνεστήσατο, ἰδιοποιησάμενος καθ' ἕνωσιν· καὶ οὕτως ὤφθη ἄνθρωπος ὁ Χριστὸς, ὁ πρὸ αἰώνων Θεός. Καί ἐσμεν ἡμεῖς μέλη Χριστοῦ, ὡς γέγραπται, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Τίς οὖν ἡ τοσαύτη ὑμῶν φιλονεικία τῶν ἐφευρέσεων, ὥστε ἀνθρωπίνῃ φρονήσει ὑπὲρ τὴν ἀνθρωπίνην νόησιν ὁρίζεσθαι, λέγοντες· Ἀντὶ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου νοῦς ἐπουράνιος ἐν Χριστῷ; Ὢ τῆς ἀθέσμου γνώμης, καὶ τῶν ἀσθενῶν καὶ ἀπρεπῶν ῥημάτων, τῶν μὴ νοούντων πρῶτον τοῦτο, ὅτι Χριστὸς μονοτρόπως οὐ λέγεται, ἀλλ' ἐν αὐτῷ τῷ ὀνόματι ἑνὶ ὄντι ἑκατέρων τῶν πραγμάτων δείκνυται σημασία, θεότητός τε καὶ ἀνθρωπότητος. Διὸ καὶ ἄνθρωπος λέγεται ὁ Χριστὸς, καὶ Θεὸς λέγεται ὁ Χριστὸς, καὶ Θεὸς καὶ ἄνθρωπός ἐστιν ὁ Χριστὸς, καὶ εἷς ἐστιν ὁ Χριστός. Μάταιον οὖν ὑμῶν τὸ σόφισμα ἐπιχειρούντων ἕτερόν τι παρὰ τὸν Χριστὸν ἐν αὐτῷ θεωρεῖν. Οἱ μὲν γὰρ καταχρηστικῶς λεγόμενοι Χριστοὶ, ἴσως καθ' ὑμᾶς ἂν θεωροῖντο· ὁ δὲ κατὰ φύσιν μόνος ἀληθινὸς Χριστὸς οὐχ ὑπὸ ἀνθρωπίνου λογισμοῦ διαγραφήσεται, ὥσπερ ὑμεῖς τολμᾶτε, καὶ αὐθάδεις γεγόνατε. Οὐδὲ γὰρ προφήτης, οὐδὲ ἀπόστολος, οὔτε τις τῶν εὐαγγελιστῶν ταῦτα ἐφθέγξατο, ἃ ὑμεῖς λαλεῖν ἐπιχειρεῖτε, ἀναιδεῖς τὴν ψυχὴν γεγονότες. Εἰ γὰρ ἕτερός ἐστιν ὁ Χριστὸς παρὰ τὸν ἐπουράνιον νοῦν τὸν ἐν αὐτῷ γενόμενον, τέλειος δὲ καὶ ὁ νοῦς, δύο ἄρα καθ' ὑμᾶς· καὶ ὅπερ δυσφημεῖν δοκεῖτε, τοῦτο ἐλέγχεσθε φρονοῦντες. Νοῦν δὲ ἐπουράνιον καὶ οἱ προφῆται ἐσχήκασιν, οἱ τὰ ἐπουράνια καὶ τὰ μέλλοντα ὡς παρόντα λαλήσαντες. Διατί δὲ ὅλως ταῦτα λέγειν ἐπινοεῖτε, ὡς τοῦ ἔσωθεν ἡμῶν ἀνθρώπου οὐχ ὁμολογουμένου ἐν Χριστῷ; Τί οὖν περὶ τῆς ψυχῆς ἐρεῖτε, ὅτι καὶ τὸ σῶμα καὶ ἡ ψυχὴ ὁ ἔξωθέν ἐστιν ἄνθρωπος, ὡς ἂν
13. Wherefore the godly man must not use such inventions; but must hold that the Word who before the ages is consubstantial with the Father, at the end of days from the holy Virgin and Mother of God raised up anew the formation and handiwork of Adam, having made it His own by union; and thus Christ, who was God before the ages, was seen as man. And we are members of Christ, as is written, of His flesh and of His bones. What then is this so great contentiousness of your inventions, so as by human prudence to define beyond human understanding, saying: Instead of the inner man within us there is a heavenly mind in Christ? O the lawless opinion, and the weak and unbecoming words of men who do not first understand this, that Christ is not spoken of in a single manner, but in that one name itself the signification of both realities is shown, both of Godhead and of manhood. Wherefore Christ is both called man, and Christ is called God, and Christ is both God and man, and Christ is one. Vain therefore is the sophistry of you who attempt to contemplate something else beside Christ in Him. For those who are called Christs improperly might perhaps be contemplated according to you; but He who is by nature the only true Christ will not be circumscribed by human reasoning, as you dare to do, and have become presumptuous. For neither prophet, nor apostle, nor any of the evangelists uttered these things which you attempt to speak, having become shameless in soul. For if Christ is another beside the heavenly mind that came to be in Him, and the mind also is perfect, then there are two according to you; and what you seem to revile, this you are convicted of thinking. Moreover, the prophets also had a heavenly mind, who spoke of heavenly things and things to come as present. Why then do you devise to say these things at all, as though our inner man were not confessed in Christ? What then will you say concerning the soul, that both the body and the soul are the outer man, as one might