Migne Reading Room

PG 26 · cols. 777–788 · Read from the page

On the Councils of Ariminum and Seleucia

On the Councils of Ariminum and Seleucia

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:777Read from the page
γινώσκοντες, πεπείσμεθα, ὅτι καὶ ὁ μακάριος Ἰγνάτιος ὀρθῶς ἔγραψε, γενητὸν αὐτὸν λέγων διὰ τὴν σάρκα ( ὁ γὰρ Χριστὸς σὰρξ ἐγένετο) · ἀγένητον δὲ, ὅτι μὴ τῶν ποιημάτων καὶ γενητῶν ἐστιν, ἀλλ' Υἱὸς ἐκ Πατρός. Οὐκ ἀγνοοῦμεν δὲ, ὅτι καὶ οἱ εἰρηκότες ἓν τὸ ἀγένητον τὸν Πατέρα λέγοντες, οὐχ ὡς γενητοῦ καὶ ποιήματος ὄντος τοῦ Λόγου οὕτως ἔγραψαν, ἀλλ' ὅτι μὴ ἔχει τὸν αἴτιον· καὶ μᾶλλον αὐτὸς Πατὴρ μέν ἐστι τῆς Σοφίας, τὰ δὲ γενητὰ πάντα ἐν σοφίᾳ πεποίηκε· διὰ τί μὴ καὶ τοὺς Πατέρας, τούς τε τὸν Σαμοσατέα καθελόντας, καὶ τὴν Ἀρειανὴν αἵρεσιν στηλιτεύσαντας, εἰς εὐσέβειαν συνάγομεν, ἀλλὰ διαστέλλομεν ἀνὰ μέσον αὐτῶν, καὶ οὐ μᾶλλον ὀρθῶς περὶ αὐτῶν φρονοῦμεν ; ὅτι κἀκεῖνοι, καθάπερ εἶπον, πρὸς τὸ σόφισμα τοῦ Σαμοσατέως, καὶ τὴν ἑρμηνείαν αὐτοῦ τὴν διάνοιαν ἔχοντες, ἔγραψαν, Οὐκ ἔστιν ὁμοούσιος· καὶ οὗτοι δὲ, καλῶς νοήσαντες, εἰρήκασιν ὁμοούσιον εἶναι τὸν Υἱόν. Καὶ γὰρ κἀγὼ τοιαῦτα μὲν νοῶν περὶ τῶν εὐσεβούντων εἰς τὸν Χριστὸν δι' ὀλίγων ἔγραψα· εἰ δὲ δυνατὸν ἦν εὐπορῆσαι καὶ τῆς ἐπιστολῆς, ἣν λέγουσιν ἐκείνους γεγραφέναι, ἡγοῦμαι πλείους εὑρεθήσεσθαι τὰς προφάσεις, δι' ἃς ἠναγκάσθησαν οὕτω γράψαι οἱ μακάριοι ἐκεῖνοι. Δεῖ γὰρ ἡμᾶς καὶ πρέπει τοιαῦτα φρονεῖν, τοιαύτην τε σώζειν ἀγαθὴν συνείδησιν πρὸς τοὺς Πατέρας, εἴγε μὴ νόθοι τυγχάνομεν, ἀλλ' ἐξ αὐτῶν ἔχομεν τὰς παραδόσεις, καὶ παρ' αὐτῶν τὴν τῆς εὐσεβείας διδασκαλίαν.
knowing, we are persuaded that the blessed Ignatius also wrote rightly, calling Him originate on account of the flesh (for Christ became flesh), and unoriginate, because He is not of the works and things that came into being, but Son from the Father. Nor are we ignorant that those also who have said that the unoriginate is one, meaning the Father, wrote thus not as though the Word were originate and a work, but because He has no cause; and rather He Himself is Father of Wisdom, and has made all things that came into being in wisdom: why do we not also bring together into piety the Fathers, both those who deposed the Samosatene and those who pilloried the Arian heresy, instead of making a division between them, and why are we not rather rightly minded concerning them? because those, just as I said, having their mind directed towards the sophism of the Samosatene and his interpretation, wrote, He is not consubstantial; while these, having understood well, have said that the Son is consubstantial. For indeed I also, thinking such things concerning those who are pious towards Christ, have written in brief; and if it had been possible to obtain also the epistle which they say those men wrote, I suppose more occasions would be found on account of which those blessed men were compelled to write thus. For it is necessary and fitting for us to think such things, and to preserve such a good conscience towards the Fathers, if indeed we are not bastards, but have the traditions from them, and from them the teaching of piety.
48. Τοιαύτη μὲν οὖν ἡ διάνοια τῶν Πατέρων λεγέσθω καὶ πιστευέσθω. Φέρε δὲ καὶ μετ' αὐτῶν πάλιν ἐξετάσωμεν τὸ πρᾶγμα πράως, καὶ μετὰ συνειδήσεως ἀγαθῆς, μνημονεύσαντες καὶ τῶν προειρημένων· εἰ μὴ τῷ ὄντι δείκνυνται καλῶς φρονήσαντες οἱ ἐν τῇ Νικαίᾳ συνελθόντες ἐπίσκοποι. Εἰ μὲν ποίημά ἐστιν ὁ Λόγος, καὶ ἀλλότριος τῆς τοῦ Πατρὸς οὐσίας, ὥστε καὶ χωρίζεσθαι αὐτὸν ἀπὸ τοῦ Πατρὸς τῷ ἑτεροφυεῖ χωρισμῷ, οὐκ ἂν εἴη ὁμοούσιος τῷ Πατρὶ, ἀλλὰ μᾶλλον ὁμογενὴς τῇ φύσει τοῖς ποιήμασι, κἂν ὑπερβάλλῃ τῇ χάριτι· εἰ δὲ ὁμολογοῦμεν μὴ εἶναι αὐτὸν ποίημα, ἀλλὰ γνήσιον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γέννημα, ἀκόλουθον ἂν εἴη καὶ ἀχώριστον αὐτὸν εἶναι τοῦ Πατρὸς, ὁμοφυῆ ὄντα διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι. Τοιοῦτος δὲ ὢν, εἰκότως καὶ ὁμοούσιος ἂν λέγοιτο. Ἔπειτα εἰ μὴ ἐκ μετουσίας ἐστὶν ὁ Υἱὸς, ἀλλὰ τῇ οὐσίᾳ Λόγος ἐστὶ καὶ Σοφία τοῦ Πατρὸς, ἡ δὲ οὐσία αὕτη τῆς οὐσίας τῆς πατρικῆς ἐστι γέννημα καὶ ὁμοιότης αὐτῆς, ὥσπερ καὶ τὸ ἀπαύγασμα τοῦ φωτός· λέγει δὲ ὁ Υἱὸς, « Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ, « Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα·» πῶς δεῖ νοεῖν ταύτας τὰς φωνάς; ἢ πῶς αὐτὰς ἐκλαμβάνοντες, σώσομεν τὸ ἓν εἶναι
48. Let such, therefore, be declared and believed to be the mind of the Fathers. Come now, let us again examine the matter gently with them, and with a good conscience, calling to mind also the things spoken before: whether the bishops who assembled at Nicaea are not in truth shown to have thought well. If the Word is a work, and foreign to the substance of the Father, so as even to be separated from the Father by the separation of a different nature, He would not be consubstantial with the Father, but rather homogeneous by nature with the works, even though He excelled in grace; but if we confess that He is not a work, but a genuine offspring from the substance of the Father, it would be consistent that He is also inseparable from the Father, being of the same nature because He has been begotten from Him. And being such, He would reasonably also be called consubstantial. Next, if the Son is not from participation, but is in substance the Word and Wisdom of the Father, and this substance is an offspring of the paternal substance and its likeness, just as the radiance also is of the light; and the Son says, "I and the Father are one," and, "He who has seen Me has seen the Father;" how ought we to understand these voices? or how taking them shall we preserve the being one of
PG 26:780Read from the page
τὸν Πατέρα καὶ τὸν Υἱόν ; Εἰ μὲν οὖν τῇ συμφωνίᾳ τῶν δογμάτων, καὶ τῷ μὴ διαφωνεῖν πρὸς τὸν Πατέρα, ὡς οἱ Ἀρειανοὶ λέγουσι, φαῦλος ὁ τοιοῦτος νοῦς. Καὶ γὰρ καὶ οἱ ἅγιοι, καὶ μᾶλλόν γε ἄγγελοι καὶ ἀρχάγγελοι, τὴν τοιαύτην ἔχουσι πρὸς τὸν Θεὸν συμφωνίαν, καὶ οὐδεμία παρ' αὐτοῖς ἐστι διαφωνία. Ὁ γὰρ διαφωνήσας διάβολος ἐθεωρήθη πίπτων ἐκ τῶν οὐρανῶν, ὡς εἶπεν ὁ Κύριος. Οὐκοῦν εἰ διὰ τὴν συμφωνίαν ἕν ἐστιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, εἴη ἂν καὶ τῶν γενητῶν τὰ συμφωνοῦντα οὕτω πρὸς τὸν Θεὸν, καὶ εἴποι ἂν ἕκαστος· « Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Εἰ δὲ τοῦτο ἄτοπον· ἄτοπον γάρ ἐστιν ἀληθῶς· ἀνάγκη λοιπὸν κατὰ τὴν οὐσίαν νοεῖν καὶ τὴν Υἱοῦ καὶ Πατρὸς ἑνότητα. Τὰ μὲν γὰρ γενητὰ κἂν συμφωνίαν ἔχῃ πρὸς τὸν πεποιηκότα, ἀλλ' ἐν κινήσει καὶ μετουσίᾳ καὶ νῷ ταύτην ἔχει, ἥνπερ ὁ μὴ φυλάξας ἐκβέβληται τῶν οὐρανῶν· Ὁ δὲ Υἱὸς ἐκ τῆς οὐσίας ὢν γέννημα, οὐσίᾳ ἕν ἐστιν αὐτὸς καὶ ὁ γεννήσας αὐτὸν Πατήρ.
the Father and the Son? If therefore it is by the agreement of doctrines, and by not disagreeing with the Father, as the Arians say, such a sense is base. For indeed the saints also, and much more angels and archangels, have such an agreement with God, and there is no disagreement among them. For the devil, who disagreed, was beheld falling from the heavens, as the Lord said. Therefore, if on account of agreement the Father and the Son are one, the things among those that came into being which agree with God would also be thus, and each might say: "I and the Father are one." But if this is absurd—for absurd it truly is—it is necessary consequently to understand the unity of the Son and the Father according to substance as well. For the things that came into being, even if they have agreement with Him Who made them, yet have this in motion and participation and mind, which he who did not keep has been cast out of the heavens; whereas the Son, being an offspring from the substance, is in substance one, He Himself and the Father Who begot Him.
49. Διὰ τοῦτο γὰρ καὶ τὸ ἰσάζον ἔχει πρὸς τὸν Πατέρα ταῖς ἑνοειδέσι φωναῖς, καὶ τὰ ἐπὶ τοῦ Πατρὸς λεγόμενα, ταῦτα καὶ ἐπὶ Υἱοῦ λέγουσιν αἱ Γραφαὶ, χωρὶς μόνον τοῦ λέγεσθαι αὐτὸν Πατέρα. Αὐτὸς γὰρ εἶπεν ὁ Υἱός· « Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι·» τῷ τε Πατρὶ ἔλεγε· « Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά·» οἷον τὸ, Θεός. « Θεὸς » γὰρ « ἦν ὁ Λόγος·» τὸ, Παντοκράτωρ· « Τάδε λέγει ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος ὁ Πάντοκράτωρ·» τὸ εἶναι φῶς· « Ἐγώ εἰμι,» φησὶ, « τὸ φῶς· » τὸ δημιουργικὸν αἴτιον· « Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο· » καὶ, « Ἃ βλέπω τὸν Πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ·» τὸ εἶναι ἀΐδιον· « Ἥ τε » γὰρ « ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, » καὶ, « Ἐν ἀρχῇ ἦν ὁ Λόγος,» καὶ, « Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· » τὸ εἶναι Κύριος· « Ἔβρεξε γὰρ Κύριος θεῖον καὶ πῦρ παρὰ Κυρίου·» καὶ ὁ μὲν Πατήρ φησιν· « Ἐγὼ Κύριος,» καὶ, « Τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ·» περὶ δὲ τοῦ Υἱοῦ ὁ Παῦλός φησιν· « Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.» Καὶ τῷ μὲν Πατρὶ λειτουργοῦσιν ἄγγελοι· ὁ δὲ Υἱὸς προσκυνεῖται παρ' αὐτῶν· « Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Λέγεται δὲ εἶναι καὶ Κύριος ἀγγέλων· « Διηκόνουν » γὰρ « αὐτῷ οἱ ἄγγελοι·» καὶ, « Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ· » τὸ τιμᾶσθαι ὡς τόν Πατέρα· « Ἵνα » γὰρ, φησὶ, « τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα·» τὸ εἶναι ἴσα Θεῷ· « Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα
49. For on this account He also has equality with the Father in the unitary expressions, and the things said of the Father, these the Scriptures say of the Son also, except only His being called Father. For the Son Himself said: "All things that the Father has are Mine;" and to the Father He said: "All Mine are Thine, and Thine are Mine;" such as the title, God: for "the Word was God;" the title, Almighty: "Thus says He Who is, and Who was, and Who is to come, the Almighty;" the being light: "I am," He says, "the light;" the creative cause: "For all things were made through Him;" and, "What things I see the Father doing, these I also do;" the being eternal: for "both His eternal power and divinity," and, "In the beginning was the Word," and, "There was the true light, which enlightens every man coming into the world;" the being Lord: "For the Lord rained brimstone and fire from the Lord;" and the Father indeed says: "I am the Lord," and, "Thus says the Lord God the Almighty;" while concerning the Son Paul says: "One Lord Jesus Christ, through Whom are all things." And to the Father angels minister, while the Son is worshipped by them: "And let all the angels of God worship Him." And He is said to be also Lord of angels: for "the angels ministered to Him;" and, "The Son of man shall send His angels;" the being honoured as the Father: "In order that," He says, "they may honour the Son, even as they honour the Father;" the being equal to God: "He counted it not a prize to be equal to
Notes, col. 780

On the reading

Printed Πάντοκράτωρ, for Παντοκράτωρ.

Printed τόν Πατέρα, for τὸν Πατέρα.

PG 26:781Read from the page
Θεῷ·» τό εἶναι ἐξ ἀληθινοῦ ἀλήθειαν, καὶ ἐκ ζῶντος ζωὴν, ὡς ἀπὸ πηγῆς ὄντως τοῦ Πατρὸς, τὸ ζωοποιεῖν τὸν Υἱὸν καὶ ἐγείρειν τοὺς νεκροὺς ὥσπερ ὁ Πατήρ · οὕτω γὰρ ἐν τῷ Εὐαγγελίῳ γέγραπται. Καὶ περὶ μὲν τοῦ Πατρὸς γέγραπται· « Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· » καὶ, « Θεός θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν· » περὶ δὲ τοῦ Υἱοῦ Θεὸς Κύριος, καὶ, « Ἐπέφανεν ἡμῖν, » καὶ, « Ὀφθήσεται ὁ Θεός τῶν θεῶν ἐν Σιών· » πάλιν τε περὶ μὲν τοῦ Θεοῦ φησιν ὁ Ἠσαΐας· « Τίς Θεὸς, ὥσπερ σὺ, ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας ; » ὁ δὲ Υἱὸς ἔλεγεν οἷς ἤθελεν· « Ἀφέωνταί σου αἱ ἁμαρτίαι · » ὅτε καὶ τῶν Ἰουδαίων γογγυζόντων, ἔργῳ τὴν ἄφεσιν ἐδείκνυε, λέγων τῷ παραλυτικῷ· « Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. » Καὶ περὶ μὲν τοῦ Θεοῦ ἔλεγεν ὁ Παῦλος· « Τῷ δὲ βασιλεῖ τῶν αἰώνων· » περὶ δὲ τοῦ Υἱοῦ ὁ μὲν Δαβὶδ ἔψαλλεν· « Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης·» ὁ δὲ Δανιὴλ ἤκουσεν· « Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος,» καὶ, « Ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. » Καὶ ὅλως ὅσα ἂν εὕροις περὶ τοῦ Πατρὸς λεγόμενα, τοσαῦτα ἂν εὕροις καὶ περὶ τοῦ Υἱοῦ λεγόμενα, χωρὶς μόνου τοῦ εἶναι αὐτὸν Πατέρα, καθάπερ εἴρηται.
God;" the being truth from the True, and life from the Living, as from the Father Who is truly a fountain, the Son's making alive and raising the dead just as the Father does; for so it is written in the Gospel. And concerning the Father indeed it is written: "The Lord thy God is one Lord;" and, "The God of gods, the Lord, has spoken, and called the earth;" while concerning the Son, God the Lord, and, "He has shone upon us," and, "The God of gods shall appear in Sion;" and again, concerning God indeed Isaiah says: "Who is a God like Thee, taking away iniquities, and passing over unrighteousnesses?" while the Son said to whom He wished: "Thy sins are forgiven thee;" when also, as the Jews murmured, He showed the forgiveness by deed, saying to the paralytic: "Arise, take up thy bed, and go to thy house." And concerning God indeed Paul said: "Now to the King of the ages;" while concerning the Son David sang: "Lift up your gates, ye princes, and be lifted up, ye everlasting gates, and the King of glory shall come in;" and Daniel heard: "His kingdom is an everlasting kingdom," and, "His kingdom shall not be destroyed." And in general, whatever things you might find said concerning the Father, so many things you would find said concerning the Son also, except only His being Father, just as has been said.
50. Εἰ μὲν ούν ἄλλην ἀρχὴν ἐνθυμεῖταί τις, καὶ ἄλλον Πατέρα διὰ τὸ ἰσάζον τῶν λεγομένων, μανικὸν τὸ ἐνθύμημα· εἰ δὲ διὰ τὸ ἐκ τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, πάντα τὰ τοῦ Πατρὸς, ὡς ἐν εἰκόνι καὶ χαρακτῆρι τοῦ Υἱοῦ ἐστι, λογισώμεθα εὐμενῶς, εἰ ξένη οὐσία τῆς τοῦ Πατρὸς οὐσίας δεκτικὴ τῶν τοιούτων ἐστί· καὶ εἰ ὁ τοιοῦτος ἑτεροφυὴς καὶ ἀλλοτριοούσιός ἐστι, καὶ οὐχ ὁμοούσιος τῷ Πατρί. Εὐλαβητέον γὰρ μὴ τὰ τοῦ Πατρὸς ἴδια μεταφέροντες ἐπὶ τὸ ἀνομοιοούσιον αὐτῷ, καὶ ἐν ἀνομοιογενεῖ καὶ ἀλλοτριοουσίῳ χαρακτηρίζοντες τὴν τοῦ Πατρὸς θεότητα, ξένην μὲν ἄλλην εἰσάξωμεν οὐσίαν, δεκτικὴν τῶν τῆς πρώτης οὐσίας ἰδιωμάτων, ἐντραπῶμεν δὲ ὑπ' αὐτοῦ τοῦ Θεοῦ λέγοντος· « Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω· » καὶ εὑρεθῶμεν προσκυνοῦντες τῷ ἀλλοτρίῳ, καὶ νομισθῶμεν εἶναι τοιοῦτοι, οἷοι ἦσαν οἱ τότε Ἰουδαῖοι λέγοντες· « Διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν; » ὅτε καὶ, τὰ τοῦ Πνεύματος μεταφέροντες, ἐβλασφήμουν λέγοντες, ὅτι « Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια. » Εἰ δὲ τοῦτο ἀπρεπὲς, δῆλον, ὅτι οὐκ ἀνομοιοούσιος ἂν
50. If therefore anyone conceives another beginning and another Father on account of the equality of the things said, the conception is mad; but if, because the Son is from the Father, all the things of the Father are, as in an image and impress, the Son's, let us consider kindly whether a substance foreign to the substance of the Father is capable of receiving such things; and whether such a one is of a different nature and of a foreign substance, and not consubstantial with the Father. For we must beware lest, transferring the proper attributes of the Father to what is dissimilar in substance to Him, and characterizing the deity of the Father in one dissimilar in genus and of a foreign substance, we introduce another foreign substance capable of receiving the properties of the first substance, and be put to shame by God Himself saying: "My glory I will not give to another;" and be found worshipping what is foreign, and be deemed to be such as were the Jews of that time who said: "Why dost Thou, being a man, make Thyself God?" when also, transferring the things of the Spirit, they blasphemed, saying, "By Beelzebul He casts out the demons." But if this is unseemly, it is clear that not dissimilar in substance would
Notes, col. 781

On the reading

Printed τό εἶναι, for τὸ εἶναι.

Printed Θεός θεῶν, for Θεὸς θεῶν.

Printed Θεός τῶν, for Θεὸς τῶν.

Printed ούν, for οὖν.

PG 26:784Read from the page
εἴη ὁ Υἱὸς, ἀλλὰ ὁμοούσιος τῷ Πατρί· καὶ γὰρ εἰ τὰ τοῦ Πατρὸς φυσικῶς τοῦ Υἱοῦ ἐστιν, αὐτός τε ὁ Υἱὸς ἐκ τοῦ Πατρός ἐστι, καὶ διὰ τὴν τοιαύτην ἑνότητα τῆς θεότητος καὶ τῆς φύσεως αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσι, καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, εἰκότως ἐλέχθη παρὰ τῶν Πατέρων ὁμοούσιος· οὐ γὰρ ἑτεροουσίου τὰ τοιαῦτα ἔχειν ἐστί.
the Son be, but consubstantial with the Father; for indeed if the things of the Father are by nature the Son's, and the Son Himself is from the Father, and on account of such unity of deity and of nature He Himself and the Father are one, and he who has seen the Son has seen the Father, reasonably was He called consubstantial by the Fathers; for it does not belong to one of a different substance to have such things.
51. Πάλιν τε εἰ, καθὰ προείπομεν, οὐκ ἐκ μετουσίας ἐστὶν ὁ Υἱός· ἀλλὰ τὰ μὲν γενητὰ πάντα ἐκ μετουσίας ἔχει τὴν παρὰ Θεοῦ χάριν, αὐτὸς δὲ τοῦ Πατρὸς σοφία καὶ Λόγος ἐστὶν, οὗ μετέχει τὰ πάντα· δῆλον, ὅτι αὐτὸς ὢν τὸ θεοποιὸν καὶ φωτιστικὸν τοῦ Πατρὸς, ἐν ᾧ τὰ πάντα θεοποιεῖται καὶ ζωοποιεῖται, οὐκ ἀλλοτριοούσιός ἐστι τοῦ Πατρὸς, ἀλλ' ὁμοούσιος. Τούτου γὰρ μεταλαμβάνοντες, τοῦ Πατρὸς μετέχομεν, διὰ τὸ τοῦ Πατρὸς εἶναι ἴδιον τὸν Λόγον. Ὅθεν εἰ ἦν ἐκ μετουσίας καὶ αὐτὸς, καὶ μὴ ἐξ αὐτοῦ οὐσιώδης θεότης καὶ εἰκὼν τοῦ Πατρὸς, οὐκ ἂν ἐθεοποίησε θεοποιούμενος καὶ αὐτός. Οὐ γὰρ οἷόν τε τὸν ἐκ μετουσίας ἔχοντα μεταδιδόναι τῆς μεταλήψεως ἑτέροις, ὅτι μὴ αὐτοῦ ἐστιν ὃ ἔχει, ἀλλὰ τοῦ δεδωκότος, καὶ ὃ ἔλαβε, μόγις τὴν ἄρχουσαν αὐτῷ χάριν ἔλαβε. Καὶ τὴν αἰτίαν δὲ ὅμως, δι' ἣν τινες, ὡς λέγεται, παραιτοῦνται τὸ ὁμοούσιον, ἐξετάσωμεν ἀληθῶς, μὴ ἄρα μᾶλλον ἐκ ταύτης ὁμοούσιος δείκνυται ὁ Υἱὸς τῷ Πατρί. Φασὶ τοίνυν, ὡς ὑμεῖς ἐγράψατε, μὴ χρῆναι λέγειν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ, ὅτι ὁ λέγων ὁμοούσιον τρία λέγει, οὐσίαν τινὰ προϋποκειμένην, καὶ τοὺς ἐκ ταύτης γεννωμένους ὁμοουσίους εἶναι· καὶ ἐπιλέγουσιν· Ἐὰν οὖν ὁ Υἱὸς ὁμοούσιος ᾖ τῷ Πατρὶ, ἀνάγκη προϋποκεῖσθαι αὐτῶν οὐσίαν, ἐξ ἧς καὶ ἐγεννήθησαν, καὶ μὴ εἶναι τὸν μὲν Πατέρα, τὸν δὲ Υἱὸν, ἀλλ' ἀμφοτέρους ἀδελφούς. Ταῦτα εἰ καὶ Ἑλλήνων εἰσὶν ἑρμηνεῖαι, καὶ οὐκ ἀναγκαῖα ἡμῖν τὰ παρ' ἐκείνων· ἀλλ' ἴδωμεν τὰ εἰρημένα τὰ ὁμοούσια, τὰ ἐκ τῆς προνοουμένης οὐσίας ἀδελφὰ, πότερον ἑαυτῶν εἰσιν ὁμοούσια, ἢ τῆς οὐσίας ἐξ ἧς καὶ ἐγεννήθησαν· εἰ μὲν γὰρ ἑαυτῶν, ἑτεροούσια καὶ ἀνόμοια ἔσται πρὸς τὴν γεννήσασαν αὐτὰ οὐσίαν· ἀντίκειται γὰρ τῷ ὁμοουσίῳ τὸ ἑτεροούσιον· εἰ δὲ τῆς γεννησάσης αὐτὰ οὐσίας ἐστὶν ἕκαστον ὁμοούσιον, δῆλον, ὅτι τὸ ἔκ τινος γεννώμενον ὁμοούσιόν ἐστι τῷ γεννήσαντι· καὶ οὐκέτι χρὴ ζητεῖν τρεῖς οὐσίας, ἀλλὰ μόνον ζητεῖν, εἰ τόδε ἀληθὲς ἐκ τοῦδέ ἐστι. Κἂν γὰρ συμβῇ μὴ εἶναι δύο ἀδελφοὺς, ἀλλὰ καὶ μόνον ἕνα ἐξ ἐκείνης τῆς οὐσίας γενέσθαι, οὐ διὰ τὸ μὴ εἶναι ἕτερον, ἀλλοτριοούσιος ἂν λεχθείη ὁ γεννηθείς· ἀλλὰ καὶ μόνος ὢν, εἴη ἂν καὶ αὐτὸς ὁμοούσιος τῷ γεννήσαντι. Ἐπεὶ τί ἂν εἴποιμεν περὶ τῆς θυγατρὸς τοῦ Ἰεφθάε, ὅτι μονογενὴς ἦν· « Καὶ οὐκ ἦν, » φησὶν, « ἄλλο
51. And again, if, according as we said before, the Son is not from participation, but all things that came into being have from participation the grace from God, whereas He Himself is the Wisdom and Word of the Father, of Whom all things partake; it is clear that, since He Himself is the deifying and enlightening power of the Father, in Whom all things are deified and made alive, He is not of a substance foreign to the Father, but consubstantial. For partaking of Him, we partake of the Father, because the Word is the Father's own. Whence, if He Himself also were from participation, and not from Him the substantial deity and image of the Father, He would not deify, being Himself also deified. For it is not possible for one who has from participation to impart of that participation to others, since what he has is not his own, but belongs to Him Who gave it, and what he has received, he has barely received as grace sufficient for himself. Yet let us truly examine the cause also on account of which some, as is said, decline the consubstantial, whether after all the Son is not rather shown from this very cause to be consubstantial with the Father. They say, therefore, as you wrote, that one ought not to call the Son consubstantial with the Father, because he who says consubstantial speaks of three things, a certain pre-existing substance, and that those begotten from it are consubstantial; and they add: If therefore the Son is consubstantial with the Father, a substance of theirs must pre-exist, from which also they were begotten, and the One is not Father and the Other Son, but both are brothers. Even though these are interpretations of Greeks, and the things from them are not necessary for us, yet let us see whether those things called consubstantial, which are brothers from the pre-conceived substance, are consubstantial with one another, or with the substance from which also they were begotten; for if with one another, they will be of a different substance and dissimilar towards the substance that begot them—for to the consubstantial is opposed that which is of a different substance; but if each is consubstantial with the substance that begot them, it is clear that what is begotten from someone is consubstantial with him who begot it; and there is no longer need to seek three substances, but only to seek whether this one is truly from that one. For even if it should happen that there are not two brothers, but that only one has come into being from that substance, not on account of there not being another would he who was begotten be called of a foreign substance; but even though alone, he himself also would be consubstantial with him who begot him. Otherwise what should we say concerning the daughter of Jephthah, because she was only-begotten—"And there was not," it says, "another
Notes, col. 784

On the reading

Printed ἄρχουσαν, for ἀρκοῦσαν.

PG 26:785Read from the page
τέκνον αὐτῷ, » καὶ περὶ τοῦ υἱοῦ δὲ τῆς χήρας, ὃν ἤγειρεν ἐκ νεκρῶν ὁ Κύριος, ὅτι καὶ αὐτὸς οὐκ εἶχεν ἀδελφὸν, ἀλλὰ μονογενὴς ἦν· ἆρα οὐκ ἦν ὁμοούσιος ἕκαστος αὐτῶν τῷ γεννήσαντι ; καὶ μὴν ἦσαν· τέκνα γὰρ ἦσαν· καὶ τοῦτο τέκνων ἴδιόν ἐστι πρὸς γονέας. Οὕτω καὶ τὸν τοῦ Θεοῦ Υἱὸν ἐκ τῆς οὐσίας εἰπόντες οἱ Πατέρες, εἰκότως καὶ ὁμοούσιον εἰρήκασι · ταύτην γὰρ ἔχει καὶ τὸ ἀπαύγασμα δύναμιν πρὸς τὸ φῶς. Ἕπεται δὲ τούτοις μηδὲ τὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος γεγονέναι. Οἱ γὰρ κατὰ πάθος γεννῶντες ἄνθρωποι, αὐτοὶ καὶ τὴν ὑποκειμένην ὕλην ἐργάζονται, καὶ ἄλλως οὐκ ἂν δύναιντο ποιεῖν· εἰ δὲ τὸ κτίζειν οὐκ ἀνθρωπίνως νοοῦμεν ἐπὶ Θεοῦ, πολλῷ μᾶλλον οὐδὲ τὸ γεννᾷν ἀνθρωπίνως πρέπει νοεῖν ἐπὶ Θεοῦ, οὐδὲ τὸ ὁμοούσιον σωματικῶς ἐκλαμβάνειν, ἀλλ' ἀναχωρεῖν δεῖ ἀπὸ τῶν γενητῶν, καὶ ἀποτιθέντας κάτω που τὰς ἀνθρωπίνας εἰκόνας καὶ πάσας ἁπλῶς τὰς αἰσθήσεις, ἀνιέναι ἐπὶ τὸν Πατέρα, μὴ λάθωμεν ἀφαιροῦντες τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, καὶ προστιθέντες τοῖς ἑαυτοῦ κτίσμασι.
child to him"—and concerning the son of the widow also, whom the Lord raised from the dead, because he too had no brother, but was only-begotten: was not each of them consubstantial with him who begot him? Assuredly they were; for they were children, and this is the proper relation of children towards parents. So also the Fathers, having said that the Son of God is from the substance, reasonably also called Him consubstantial; for the radiance also has this power towards the light. And it follows for these men that not even the creation has come into being out of nothing. For men, who beget with passion, themselves also work upon the underlying matter, and otherwise could not make anything; but if we do not understand creating in a human way in the case of God, much more is it unfitting to understand begetting in a human way in the case of God, or to take the consubstantial in a bodily sense; instead we must withdraw from the things that came into being, and laying down somewhere below human images and simply all the senses, ascend to the Father, lest unawares we take away the Son from the Father, and reckon Him among His own creatures.
52. Καὶ ἄλλως δὲ, εἰ μὲν Πατέρα καὶ Υἱὸν ὁμολογοῦντες, δύο τινὰς ἀρχὰς, ἢ δύο Θεοὺς, καθάπερ Μαρκίων καὶ Οὐαλεντῖνος, λέγομεν, ἢ ἕτερόν τινα τρόπον θεότητος ἔχειν τὸν Υἱὸν, καὶ μὴ εἰκόνα καὶ χάρακτῆρα τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, διὰ τὸ ἐξ αὐτοῦ πεφυκέναι· ἔστω ἀνόμοιος· ξέναι γάρ εἰσι παντάπασιν ἀλλήλων αἱ τοιαῦται οὐσίαι· εἰ δὲ μίαν οἴδαμεν καὶ μόνην θεότητα τὴν τοῦ Πατρὸς, τούτου τε Λόγον καὶ Σοφίαν εἶναι τὸν Υἱὸν, καὶ οὕτω πιστεύοντες οὐ λέγομεν δύο Θεοὺς, τήν τε ἑνότητα τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα οὐχ ὁμοιώσει διδασκαλίας, ἀλλὰ κατὰ τὴν οὐσίαν καὶ ἀληθείᾳ φρονοῦμεν· ὥστε διὰ τοῦτο μὴ λέγειν δύο Θεοὺς, ἀλλ' ἕνα Θεὸν, ἑνὸς ὄντος εἴδους θεότητος, ὡς ἔστι τὸ φῶς καὶ τὸ ἀπαύγασμα · τοῦτο γὰρ ὤφθη τῷ πατριάρχῃ Ἰακὼβ, καί φησιν ἡ Γραφή· « Ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ·» καὶ τοῦτο θεωροῦντες οἱ ἅγιοι προφῆται καὶ νοοῦντες, τίνος ἐστὶν Υἱὸς καὶ εἰκὼν, ἔλεγον· « Ἐγένετο Λόγος Κυρίου πρὸς μέ.» Γινώσκοντες τὸν ἐν αὐτῷ θεωρούμενον καὶ ἀποκαλυπτόμενον Πατέρα, ἐθάρρουν εἰπεῖν· « Ὤφθη μοι ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ καὶ Ἰακώβ.» Τούτου δὲ οὕτως ὄντος, διὰ τί τὸν ἕνα ὄντα πρὸς τὸν Πατέρα καὶ φαινόμενον, ὡς ἔστιν ὁ Πατὴρ, κατὰ τὴν ὁμοιότητα καὶ μίαν θεότητα, εὐλαβούμεθα εἰπεῖν ὁμοούσιον; Εἰ μὲν γὰρ, ὥσπερ εἴρηται πολλάκις, οὐκ ἔχει τὴν ἰδιότητα τῆς πατρικῆς οὐσίας, οὐδὲ τὴν ἐμφέρειαν ὡς Υἱὸς, καλῶς εὐλαβούμεθα· εἰ δὲ τοῦτό
52. And otherwise too, if while confessing Father and Son, we speak of two principles, or two Gods, just as Marcion and Valentinus do, or say that the Son has some other manner of deity, and that the Son is not the image and impress of the Father, because He is by nature from Him, let Him be dissimilar; for such substances are altogether foreign to one another; but if we know one and only deity, that of the Father, and that the Son is His Word and Wisdom, and thus believing do not speak of two Gods, and understand the unity of the Son with the Father not by likeness of teaching, but according to substance and in truth, so as on this account not to speak of two Gods, but one God, there being one form of deity, as the light is and the radiance—for this appeared to the patriarch Jacob, and the Scripture says: "And the sun rose upon him, when the form of God passed by;" and beholding this and understanding Whose Son and image He is, the holy prophets said: "The Word of the Lord came to me." Knowing the Father beheld and revealed in Him, they were bold to say: "The God of our fathers appeared to me, the God of Abraham, and Isaac, and Jacob." Since this is so, why do we shrink from calling Him Who is one with the Father, and appears as the Father is, according to likeness and one deity, consubstantial? For if indeed, as has often been said, He does not have the property of the paternal substance, nor the resemblance as Son, we do well to shrink; but if this
Notes, col. 785

On the reading

Printed χάρακτῆρα, for χαρακτῆρα.

PG 26:788Read from the page
ἐστι τὸ φωτιστικὸν καὶ δημιουργικὸν τὸ ἰδιαίτατον τοῦ Πατρὸς, οὗ ἄνευ οὔτε δημιουργεῖ, οὔτε γινώσκεται (πάντα γὰρ δι' αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε)· διὰ τί, τὸ πρᾶγμα νοοῦντες, παραιτούμεθα τὴν τοῦτο σημαίνουσαν λέξιν εἰπεῖν; Τί γάρ ἐστι τὸ οὕτως ὁμοφυὲς τῷ Πατρὶ ἢ ὁμοούσιον αὐτοῦ; Οὐ γὰρ ἀλλότριον ὡς ὑπουργοῦ δεόμενος προσελάβετο ὁ Θεὸς τὸν Υἱὸν, οὐδὲ τὰ ποιήματα ἰσάξια τοῦ κτίσαντος, ὥστε τιμᾶσθαι ταῦτα ὡς ἐκεῖνον, ἢ νομίζειν, ὅτι ταῦτα καὶ ὁ Πατὴρ ἕν εἰσιν. Ἢ τολμησάτω τις διελεῖν, καὶ εἰπεῖν, δύο φῶτα εἶναι τὸν ἥλιον καὶ τὸ ἀπαύγασμα, ἢ ἑτέραν τινὰ εἶναι οὐσίαν, ἢ ὅτι ἐπισυμβέβηκε τὸ ἀπαύγασμα, καὶ μὴ ἁπλοῦν εἶναι καὶ καθαρὸν γέννημα ἐκ τοῦ ἡλίου τοῦτο· ὥστε δύο μὲν εἶναι ἥλιον καὶ ἀπαύγασμα, ἓν δὲ τὸ φῶς, διὰ τὸ ἐκ τού ἡλίου εἶναι τοῦτο γέννημα. Τοιαύτης δὲ οὔσης καὶ μᾶλλον ἀδιαιρέτου τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ οὐκ ἐπισυμβάσης τῆς θεότητος τῷ Υἱῷ, ἀλλὰ τῆς πατρικῆς θεότητος οὔσης ἐν τῷ Υἱῷ, ὥστε τὸν ἑωρακότα τὸν Υἱὸν ὁρᾷν ἐν αὐτῷ τὸν Πατέρα, διὰ τί ὁ τοιοῦτος μὴ ἂν λέγοιτο ὁμοούσιος;
is the illuminating and creative power that is most proper to the Father, without which He neither creates nor is known (for all things consist through Him and in Him); why then, when we understand the reality, do we decline to utter the word that signifies this? For what is that which is thus akin by nature to the Father, other than consubstantial with Him? For God did not take to Himself an alien Son as though needing an under-worker, nor are the works equal in dignity to the Creator, so that these should be honoured as He is, or that one should suppose that these and the Father are one. Or let someone dare to divide them, and say that the sun and the radiance are two lights, or that there is some other essence, or that the radiance has accrued by accident, and that this is not a simple and pure offspring from the sun; so that the sun and the radiance are indeed two, yet the light is one, because this is an offspring from the sun. Seeing then that the nature of the Son towards the Father is such, and even more indivisible, and that the Godhead has not accrued to the Son by accident, but the paternal Godhead is in the Son, so that he who has seen the Son beholds in Him the Father, why should such a One not be called consubstantial?
53. Ἔστι μὲν οὖν ἱκανὰ καὶ ταῦτα πεῖσαι ὑμᾶς, μὴ κατηγορεῖν τῶν εἰρηκότων, ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί· καὶ αὐτὴν δὲ ὅμως τὴν τοῦ ὁμοουσίου λέξιν καθ' ἑαυτὴν ἐξετάσωμεν, ἵνα γνῶμεν, εἰ χρὴ λέγειν ὅλως ὁμοούσιον, καὶ εἰ κυρία λέξις ἐστὶ, καὶ ἁρμοζόντως ἐστὶν αὕτη ἐπὶ Υἱοῦ λεγομένη. Οἴδατε γὰρ καὶ ὑμεῖς, καὶ οὐδ' ἄν τις ἀμφιβάλλοι, ὅτι τὸ ὅμοιον οὐκ ἐπὶ τῶν οὐσιῶν, ἀλλ' ἐπὶ σχημάτων καὶ ποιοτήτων λέγεται ὅμοιον· ἐπὶ γὰρ τῶν οὐσιῶν οὐχ ὁμοιότης, ἀλλὰ ταυτότης ἂν λεχθείη. Ἄνθρωπος γοῦν ἀνθρώπῳ ὅμοιος λέγεται, οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα καὶ τὸν χαρακτῆρα· τῇ γὰρ οὐσίᾳ ὁμοφυεῖς εἰσι. Καὶ πάλιν ἄνθρωπος κυνὶ οὐκ ἀνόμοιος λέγεται, ἀλλ' ἑτεροφυής· οὐκοῦν τὸ μὲν ὁμοφυὲς καὶ ὁμοούσιον, τὸ δὲ ἑτεροφυὲς καὶ ἑτεροούσιον. Διὸ καὶ ὁ λέγων ὅμοιον κατ' οὐσίαν ἐκ μετουσίας τοῦτο λέγει ὅμοιον. Τὸ γὰρ ὅμοιον ποιότης ἐστὶν, ἥτις τῇ οὐσίᾳ προσγένοιτ' ἄν. Τοῦτο δὲ τῶν ποιημάτων ἴδιον ἂν εἴη· ταῦτα γὰρ ἐκ μετοχῆς ὁμοιοῦται τῷ Θεῷ. «Ὅταν» γὰρ, φησὶ, «φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα·» ὅμοιοι δηλονότι οὐ τῇ οὐσίᾳ, ἀλλὰ τῇ υἱότητι, ἧς μεταλαμβάνομεν παρ' αὐτοῦ. Εἰ μὲν οὖν καὶ τὸν Υἱὸν ἐκ μετουσίας λέγετε, λεγέσθω μὲν παρ' ὑμῶν ὁμοιοούσιος. Οὐκ ἔστι μέντοι λεγόμενος οὕτως ἀλήθεια, οὐδὲ ὅλως φῶς, οὐδὲ φύσει Θεός. Τὰ γὰρ ἐκ μετουσίας οὐκ ἀληθείᾳ, ἀλλ' ὁμοιώσει τῆς ἀληθείας λέγεται ὅμοια, ὥστε καὶ μεταπίπτειν, καὶ ἀφαιρεῖσθαι δύνασθαι ἀπὸ τῶν μετεχόντων τὴν μετάληψιν. Τοῦτο δὲ πάλιν ἴδιον τῶν κτισμάτων καὶ ποιημάτων ἐστίν. Οὐκοῦν εἰ τοῦτο ἄτοπον, οὐκ ἂν εἴη ἐκ μετουσίας, ἀλλὰ φύσει καὶ
53. These things, therefore, are indeed sufficient to persuade you not to accuse those who have said that the Son is consubstantial with the Father; nevertheless, let us also examine by itself the very term consubstantial, so that we may know whether one ought to say consubstantial at all, and whether it is a proper term, and whether this is fittingly spoken of the Son. For you also know, and no one could doubt, that like is predicated as like not in respect of essences, but in respect of shapes and qualities; for in the case of essences, not likeness, but identity would be spoken of. A man, for instance, is said to be like a man, not according to essence, but according to shape and character; for in essence they are of one nature. And again, a man is said to be not unlike a dog, but of a different nature; therefore what is of one nature is also consubstantial, whereas what is of a different nature is also of a different essence. Wherefore he who says like according to essence says that it is like by participation. For like is a quality which may accrue to an essence. And this would be proper to things made; for these are made like to God by participation. For "when He shall appear," it says, "we shall be like Him" (1 John 3:2); like, plainly, not in essence, but in sonship, of which we partake from Him. If, then, you also say that the Son is from participation, let Him indeed be called by you of like essence. Yet, spoken of thus, He is not truth, nor light at all, nor God by nature. For things that are from participation are called like not in truth, but by likeness to the truth, so that they can both fall away and have the participation taken away from those that partake. And this again is proper to creatures and things made. Therefore, if this is absurd, He cannot be from participation, but by nature and
Notes, col. 788

On the reading

Printed τού, for τοῦ.