21. Ταῦτα ἡ μεγάλη σάλπιγξ τῆς Ἐκκλησίας, ὁ θερμὸς τῆς ἀληθείας προστάτης, περὶ τῶν ἐν Ἀλεξανδρείᾳ κακῶν φωναῖς οἰκείαις διέξεισιν. Ἡμῖν δὲ βούλεται τοῖς εἰρημένοις ὁ λόγος προσθεῖναι καὶ τὰ λειπόμενα. Κωνστάντιος τοίνυν, τοῦ ἀδελφοῦ τελευτήσαντος, αὐτοκράτωρ ἀναδειχθεὶς καὶ καθαρῶς ἀπολαύσας τῆς ἐξουσίας, ἐπεὶ μηδένα εἶχε τὸν ἐμποδὼν αὐτοῦ τῇ γνώμῃ καὶ τοῖς θελήμασιν ὄντα, οὐκέτι τὴν κακίαν κρύπτειν ἠνέσχετο, ἀλλὰ κατὰ πολλὴν αὐτὴν εἰς μέσον προῆγε τὴν αὐθεντίαν· καὶ τὰ πρὸς ἕω πάντα δυσσεβείας ἀναπλήσας χαλεπωτάτης, ἠρεμεῖν οὐκ ἔγνωκεν, οὐδ' ἠγάπα, ἀλλ' εἰ μὴ καὶ τὴν ἑσπέραν συνδιαφθείροι, μικρὰν αὐτῷ εἶναι τὴν βασιλείαν, καὶ ὕβριν τοῦτο τῆς ἑαυτοῦ δόξης ἐνόμιζε. Ταύτῃ τοι καὶ τοὺς κατὰ δύσιν ἐπισκόπους ἐπὶ κοινωνίᾳ τῶν Ἀρείου δογμάτων σπουδαίως μετεκαλεῖτο, καὶ μόνην ἐκείνων ἀσφάλειαν εἶναι τὴν Ἀθανασίου καθαίρεσιν ὑπετίθει. Ἐφ' ᾧ καὶ σύνοδον συνεκρότει κατὰ Μεδιόλανα, πόλιν τῆς Ἰταλίας, καὶ πολλοὺς, οἴμοι ! καὶ τῶν γενναίων καὶ στεῤῥῶν, τοὺς μὲν φόβῳ, τοὺς δὲ κολακείᾳ, τοὺς δὲ χρείᾳ, τοὺς δὲ ἀπάτῃ, καὶ ἄλλον ἄλλως παραγαγὼν, πρὸς τὸ οἰκεῖον μετήνεγκε, μᾶλλον δὲ κατήνεγκε, βούλημα, καὶ ὃν ἐκεῖνος ὤρυξε βόθρον ταῖς τῶν ἀθλίων ψυχαῖς, ταύτην τὴν προσβολὴν Εὐσέβιός τε καὶ Διονύσιος, καὶ Ῥοδανὸς, Παυλῖνός τε καὶ Λούκιφερ, ἡδέως ἐξέκλιναν. Τὴν γὰρ Ἀθανασίου καθαίρεσιν, καθαίρεσιν, ὥσπερ ἦν, τῆς ὀρθῆς νομίσαντες πίστεως, ὁμοῦ τε τὴν ἀπάτην, ᾗ ποδῶν εἶχον, ἔφυγον, καὶ σὺν δίκῃ τῶν ψηφισαμένων κατεψηφίσαντο. Ἀλλὰ τούτους μὲν ἐν Ἀριμίνῳ περιορίζει Κωνστάντιος· Ἀθανάσιος δὲ, τὸν βασιλέα μαθὼν οὕτω συσκευαζόμενον, διεφθορός τε τὸ δικαστήριον, ἐπιόντας δὲ ἤδη καὶ τοὺς ἐπαρχικοὺς, ὥστε συλλαβεῖν αὐτὸν, κατὰ θείαν καὶ πάλιν ὄψιν, μέσας νύκτας τοῦ ἐπισκοπείου ὑπεξελθὼν, ἐπί τινα νέαν καταφεύγει παρθένον, εἰκοστόν που ἤδη τῆς ἡλικίας ἄγουσαν ἔτος. Ὡραῖον δὲ ἄρα χρῆμα καὶ τερπνὸν ἡ παρθένος, καὶ καθαρὰν ὑπονοίας τὴν κατὰ τῶν ἀῤῥένων συνοίκησιν παρέχειν οὐ δυναμένη. Ἥτις, τῷ ἀδοκήτῳ τοῦ πράγματος ἐκπλαγεῖσα, τὴν αἰτίαν ἐζήτει. Κἀκεῖνος, ὑπολαβὼν, διηγεῖτο, ὡς Ἐπειδὴ, φησὶ, πολλὴν πανταχοῦ περὶ ἐμοῦ τὴν ἔρευναν οἱ τῆς Ἀρείου κοινωνίας πεποίηνται, δείσας ἐγὼ μὴ συλληφθεὶς ὑπ' αὐτῶν καὶ ἀναιρεθεὶς, ἔπειτα τιμωρίας αὐτοῖς ἀθανάτου γένωμαι πρόξενος, φυγὴν ἐννοῶ, καὶ Θεῷ μόνῳ τὰ κατ' ἐμαυτὸν ἐπιτρέπω. Τῆς νυκτὸς δέ μοι ταύτης ἐκεῖνος παρὰ σοὶ μόνῃ τὴν σωτηρίαν εὑρεῖν ἀποῤῥήτως ἀνακαλύπτει. Τούτων ὡς ἤκουσεν ἡ παρθένος, πᾶσαν εὐθὺς ἀπὸ τῆς ψυχῆς ὑπόνοιαν ἐκβαλοῦσα, μεστή τε ἡδονῆς γενομένη, καὶ ὅλας Ἀθανασίῳ πύλας ἀναπετάσασα, ἢ καὶ τὰς τῆς καρδίας μᾶλλον εἰπεῖν, ὑπτίαις αὐτὸν, ὃ δὴ λέγεται, δέχεται ταῖς χερσίν. Ὅντινα δὴ καὶ εἰς ἕκτον ἐξ ἐκείνου χρόνον, ἐφ' ὅσον δηλονότι καὶ Κωνσταντίῳ τὰ τῆς ζωῆς παρετείνετο, ἐν οἴκου μυχοῖς ἦν κατακρύπτουσα, κοινοὺς καθ' ἑκάστην ἅλας παρατιθεῖσα, βίβλους τε ἀλλαχόθεν ἀναιρου-
21. These things the great trumpet of the Church, the fervent champion of the truth, recounts in his own words concerning the evils in Alexandria. And our discourse wishes to add to the things that have been said the remaining matters as well. Constantius therefore, his brother having died, having been proclaimed emperor and having purely enjoyed power, since he had no one standing in the way of his judgement and his wishes, no longer endured to hide his wickedness, but brought it forth into the open with great authority; and having filled all the East with most grievous impiety, he knew not how to keep quiet, nor was he content, but unless he should also corrupt the West along with it, he accounted the empire small for himself, and this an insult to his own glory. Wherefore indeed he earnestly summoned the bishops in the West to communion in the dogmas of Arius, and laid it down that their only security was the deposition of Athanasius. Whereupon he also assembled a synod at Milan, a city of Italy, and having led astray many, alas! even of the noble and steadfast, some by fear, some by flattery, some by need, some by deceit, and one in one way, another in another, he brought them over, or rather brought them down, to his own will; and this assault, the pit which that man dug for their wretched souls, Eusebius and Dionysius, and Rhodanus, Paulinus and Lucifer, gladly declined. For having accounted the deposition of Athanasius a deposition, just as it was, of the right faith, at once they fled the deceit as fast as their feet could carry them, and with justice condemned those who had voted it. But these men Constantius confines at Ariminum; while Athanasius, having learned that the emperor was thus plotting, and that the court was corrupted, and that the prefectural officers were already coming on to arrest him, according to a divine vision once again, having slipped out of the episcopal residence at midnight, flees for refuge to a certain young virgin, already in about the twentieth year of her age. Now the virgin was a fair and pleasant thing, and unable to render cohabitation with men clear of suspicion. She, amazed at the unexpectedness of the matter, sought the cause. And he, replying, related: Since, he says, those of the communion of Arius have made a great search everywhere concerning me, fearing lest being arrested by them and slain I should then become to them the occasion of immortal punishment, I devise flight, and entrust the matters concerning myself to God alone. And this night He ineffably reveals to me that with you alone I shall find safety. When the virgin heard these things, straightway casting all suspicion out of her soul, and becoming full of pleasure, and having thrown wide all gates to Athanasius, or rather to say those of her heart, she receives him, as the saying goes, with open hands. Whom indeed even unto the sixth year from that time, for so long namely as the span of life was prolonged for Constantius also, she kept hidden in the recesses of her house, setting before him common salt each day, and taking up books from elsewhere-