γέγονε τὰ νῦν χείρονα τῶν πρώτων. Στρατιῶται γὰρ ἐξαίφνης τὴν ἐκκλησίαν ἐκύκλωσαν, καὶ τὰ τῶν πολεμίων ἀντὶ εὐχῶν ἐγίνετο. Εἶτα εἰσελθὼν τῇ ἁγίᾳ Τεσσαρακοστῇ ὁ παρὰ Μακεδονίου καὶ τῶν Ἀρειανιζόντων ἀποσταλεὶς ἐκ Καππαδοκίας Γεώργιος, ηὔξησεν, ἃ παρ αὐτῶν μεμαθήκοι κακά. Μετὰ γὰρ τοῦ Πάσχα παρθένοι εἰς τὰ δεσμωτήρια ἐνεβάλλοντο, ἐπίσκοποι ὑπὸ στρατιωτῶν ἤγοντο δεδεμένοι, ὀρφανῶν καὶ χηρῶν ἡρπάζοντο οἰκίαι, καὶ ἄρτοι, ἐφόδιοι κατὰ τῶν οἰκείων ἐγίνοντο, καὶ νυκτὸς οἱ Χριστιανοὶ κατεφέροντο· ἐπεσφραγίσθησαν οἰκίαι, καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ ἀδελφῶν ἐκινδύνευον. Καὶ δεινὰ μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα γενόμενα. Τῇ γὰρ ἑβδομάδι μετὰ τὴν ἁγίαν Πεντηκοστὴν ὁ λαὸς νηστεύσας, ἐξῆλθε περὶ τὸ κοιμητήριον, εὔξασθαι τοῦ ἁγίου Πέτρου τοῦ ἐπισκόπου καὶ μάρτυρος, διὰ τὸ πάντας ἀποτρέπεσθαι τὴν πρὸς Γεώργιον κοινωνίαν· ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος οὗτος, παροξύνει τὸν στρατηλάτην Σεβαστιανὸν, Μανιχαῖον ὄντα, ὃς μετὰ πλήθους στρατιωτῶν ὅπλα καὶ ξίφη γυμνὰ, καὶ τόξα καὶ βέλη φερόντων, ὥρμησεν ἐν αὐτῷ τῷ Κυριακῷ κατὰ τοῦ λαοῦ. Καὶ ὀλίγους εὑρὼν εὐχομένους· οἱ γὰρ πλείους πάλαι διὰ τὴν ὥραν ἀναχωρήσαντες ἦσαν· τὰ πάντων δεινότατα κατεπράξατο. Πυρκαϊὰν γὰρ ἀνάψας, καὶ στήσας παρθένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως εἶναι. Ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε, καὶ μηδ' ὅλως τοῦ πυρὸς φροντιζούσας, γυμνώσας αὐτὰς, οὕτως αὐτῶν τὰ πρόσωπα κατέκοψε ταῖς πληγαῖς, ὥστε μετὰ παρολκὴν μακροῦ χρόνου μόλις παρὰ τῶν οἰκείων ἐπιγινώσκεσθαι. Ἄνδρας τε κατασχὼν τὸν ἀριθμὸν τεσσαράκοντα καινοτέρῳ τρόπῳ κατέκοψε· ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων αὐτίκα τεμὼν, ἐν αὐταῖς ἔτι ἐχούσας τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν, ὥς τινας μὲν πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἀποπαγέντας ἐν αὐτοῖς σκόλοπας· τινὰς δὲ καὶ μὴ φέροντας οὕτως ἐναποθανεῖν ταῖς πληγαῖς. Πάντας μὲν οὖν τοὺς περιληφθέντας, πρὸς δὲ καὶ τὰς ῥηθείσας παρθένους ὑπερορίους περὶ τὴν μεγάλην Ὄασιν ἀποστέλλει. Τὰ δὲ σώματα τῶν τεθνηκότων, οὐδὲ τοῖς προσήκουσι, κατὰ τὴν ἀρχὴν, ἀποδοθῆναι πεποίηκεν· ἀλλ' ἔκρυψαν, ὡς ἠθέλησαν αὐτοὶ, ἄταφα, ὑπὲρ τοῦ δοκεῖν αὐτοῖς λανθάνειν τὴν τοσαύτην ὠμότητα. Πράττουσί τε ταῦτα πεπλανημένοι τῇ διανοίᾳ, παράφρονες ὄντες· τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων χαιρόντων μὲν διὰ τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα, μείζων ἐξηχεῖτο κατ' αὐτῶν ὁ τῆς ἀσεβείας καὶ ὠμότητος ἔλεγχος. Καὶ γὰρ εὐθὺς ἀπὸ τῆς Αἰγύπτου καὶ τῶν Λιβύων ἐξώρισαν μὲν ἐπισκόπους, Ἀμμώνιον, Μῶϊν, Γάϊον, Φίλωνα, Ἑρμῆν, Παυλῖνον, Ψενόσιριν, Νιλάμωνα, Ἀγάθωνα, Ἄγαμφον, Μάρκον, ἕτερον Ἀμμώνιον καὶ Μάρκον, Δρακόντιον, Ἀδέλφιον, Ἀθηνόδωρον, καὶ πρεσβυτέρους Ἱέρακα καὶ Διόσκορον· καὶ οὕτω πικρῶς ἤλασαν, ὥς τινας μὲν αὐτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ καὶ ἐν αὐτῇ τῇ ὑπερορίῳ ἀποθανεῖν. Ἀειφυγίᾳ δὲ κατεδίκασαν ἐπι-
the present things have become worse than the first. For soldiers suddenly surrounded the church, and the deeds of enemies took place instead of prayers. Next, having entered in the holy Quadragesima, George, sent from Cappadocia by Macedonius and the Arianizers, increased the evils which he had learned from them. For after Pascha virgins were cast into the prisons, bishops were led bound by soldiers, houses and loaves of orphans and widows were plundered, inroads took place against houses, and by night the Christians were dragged down; houses were sealed up, and brothers of clergymen were in danger on behalf of brothers. And these things indeed were terrible, but more terrible the things that happened after these. For in the week after holy Pentecost the people, having fasted, went out around the cemetery to pray, that of Saint Peter the bishop and martyr, because all shunned communion with George; but having learned this, this utterly wicked man stirs up the general Sebastian, who was a Manichaean, who with a multitude of soldiers bearing arms and naked swords, and bows and arrows, rushed on the Lord's day itself against the people. And finding a few praying (for the greater number had withdrawn long before on account of the hour), he perpetrated the most terrible things of all. For having kindled a pyre, and set virgins beside the fire, he forced them to say that they were of the faith of Arius. And when he saw them prevailing, and not at all caring for the fire, having stripped them naked, he so cut their faces with blows that after the lapse of a long time they were scarcely recognized by their own people. And having seized men forty in number, he cut them up in a newer manner; for having straightway cut rods from the palm-trees, still having the thorns on them, he so flayed their backs that some underwent surgery many times on account of the thorns broken off and fixed in them, and some, not bearing it, thus died under the blows. All those therefore who were left alive, and besides also the aforesaid virgins, he sends away into banishment around the Great Oasis. And the bodies of the dead he did not even cause to be given back at first to their relatives; but they hid them, as they themselves wished, unburied, in order that such great cruelty might seem to them to lie hidden. And they do these things being astray in mind, being madmen; for while the relatives of the deceased rejoiced on account of their confession, yet mourned on account of their bodies, a greater proof of impiety and cruelty sounded forth against them. For indeed straightway from Egypt and the Libyas they banished bishops: Ammonius, Mois, Gaius, Philo, Hermes, Paulinus, Psenosiris, Nilammon, Agatho, Agamphus, Marcus, another Ammonius and Marcus, Dracontius, Adelphius, Athenodorus, and the presbyters Hierax and Dioscorus; and they drove them so bitterly that some of them died on the roads, and some even in the place of banishment itself. And they condemned to perpetual exile bi-