καὶ τὴν ἔνστασιν ἔδεισεν. Ὅ τε βασιλεὺς καὶ οἱ ὁμόφρονες αὐτοῦ, καὶ ὥσπερ ἐκ μυχῶν σκότους ἑρπετὰ προϊόντα, τῶν φιλοσόφων καὶ μαθηματικῶν πλῆθος, τῶν τε μάγων καὶ μάντεων φρατριάσαντες, ἐβουλεύσαντο οὐκ ἄλλως περιέσεσθαι τῶν Χριστιανῶν, εἰ μὴ Ἀθανασίου ἀπαλλαγοῖεν, ἅτε δὴ θεμελίου ὄντος αὐτοῦ Ἐκκλησίας. Διὰ τοῦτο γοῦν, πάλιν δικαστῶν κίνησις, πάλιν στρατὸς, πάλιν βουλὴ καὶ δῆμοι ἐταράσσοντο, Ἀθανάσιον ἀπαιτούμενοι· ὃς καὶ τῆς Ἐκκλησίας ταραττομένης διέδρα σπουδῇ τῶν εὐσεβούντων. Ὁ δὲ λαὸς λύπῃ καὶ δάκρυσι συνείχετο· νύκτωρ περὶ τὸν Νεῖλον αὐτοῦ ὁρμῶντος περιστάντες ἔλεγον· Ποῦ πάλιν ἀποδιδράσκεις, ὁ ποιμὴν ὁ καλός; Τίνι δὲ ἡμῶν καταλείπεις ὡς ναῦν ἀκυβέρνητον, τρικυμίαις καὶ σπιλάσι περιαγομένην; Ὁ δὲ πρὸς αὐτούς· Μὴ ὀλοφύρεσθε, τέκνα· νέφος φθινοπωρινόν ἐστιν οὗτος ὁ τάραχος, πρὸς ὀλίγον φαινόμενος, ὀξέως δὲ ἀφανιζόμενος. Θᾶττον ἐλεύσομαι πρὸς ὑμᾶς, Θεοῦ συνεργοῦντος· μικρὸν χρόνον ὑμῶν χωρισθήσομαι. Ὡς δὲ ἐπέβη ὁλκάδι τοῖς Νείλου ῥείθροις ἐπὶ τὴν Θηβαΐδα ἀναγόμενος, ὁ τὴν ἀπόφασιν ἔχων κατ' αὐτοῦ σατράπης ἀνὴρ ἤγετο, κατ' ὄπισθεν θάνατον ἀπειλῶν. Ὡς δὲ ἀπήγγειλε τοῦτό τις Ἀθανασίῳ, ὡς τάχος λέγων ἀπαίρειν, μὴ καταληφθείη πρὸς τοῦ διώκοντος, βραχὺ σιγήσας, λέγει, ὁράματι θείῳ καταπεισθείς· Ἀντιστρέψωμεν τὸν πλοῦν, ὦ ἄνδρες, τοῦ Θεοῦ τοῦτο θέλοντος, ὡς τάχιστά με Ἀλεξανδρεῦσιν ἀποδοθῆναι. Τῶν δὲ διακωλυόντων, καὶ δι' ὀλίγον θρηνούντων, καὶ τὸν οἰκεῖον κίνδυνον ὑφορωμένων, εἶπεν ὁ ἅγιος Ἀθανάσιος· Μὴ οὕτως, ἀδελφοὶ, συγκόπτετε ἑαυτούς. Πιστεύσατε, ὅτι πλείους οἱ μεθ' ἡμῶν, ὑπὲρ τοὺς μετ' αὐτῶν, καὶ ἀνίκητός ἐστιν ὁ ἡμέτερος σύμμαχος. Οὕτω κατ' ὄπισθεν γενόμενοι, παλίνορσοι φέρονται τὴν ὁλκάδα ἀναστρέψαντες. Ἀλλὰ συνήντησαν τῷ ἁγίῳ Ἀθανασίῳ τῶν προδοτῶν τινες ἄνδρες Ἑλληνικώτατοι, οἳ καὶ τὸν διώκτην πείσαντες κατόπιν τοῦ ἁγίου Ἀθανασίου ἔρχεσθαι. Ἐγγὺς δὲ γενομένων αὐτῶν καὶ ἀορασίᾳ κρατηθέντων, ὁ Ἀθανάσιος, οἷα ἐπὶ Ἐλισσαίου ἐγεγόνει, πυνθάνεται, τίνα ζητοῖεν. Τῶν δὲ λεγόντων · Ἀθανάσιον · αὐτὸς ἀποκρίνεται· Σπουδά-
constancy also he feared. Both the Emperor and those of like mind with him, and like reptiles coming forth from the recesses of darkness, a multitude of philosophers and astrologers, and of magicians and diviners having formed a cabal, took counsel that they would not otherwise prevail over the Christians unless they got rid of Athanasius, inasmuch as he was the foundation of the Church. On this account therefore, again there was a movement of judges, again an army, again council and peoples were thrown into confusion, demanding Athanasius; who also, while the Church was being troubled, escaped through the zeal of the pious. And the people were held by grief and tears; standing around him by night as he was setting out by the Nile, they said: Whither again dost thou flee away, O good shepherd? And to whom dost thou leave us behind like a ship without a helmsman, driven about by towering waves and reefs? And he said to them: Lament not, children; this trouble is an autumnal cloud, appearing for a little while, and swiftly vanishing. Quickly I shall come to you, God working with us; for a short time I shall be parted from you. And when he had boarded a merchant vessel, putting out upon the streams of the Nile toward the Thebaid, the satrap who held the sentence against him was coming on behind, threatening death. And when someone reported this to Athanasius, telling him to depart with all speed lest he be overtaken by the pursuer, having kept silence a little while, he says, persuaded by a divine vision: Let us turn the voyage back, O men, since God wills this, that I be restored as quickly as possible to the Alexandrians. And when they sought to prevent him, and all but lamented, and eyed their own danger with apprehension, Saint Athanasius said: Do not thus beat yourselves in grief, brethren. Believe that those with us are more than those with them, and invincible is our Ally. Having thus got behind them, they are borne back in the opposite direction, having turned the merchant vessel around. But there met Saint Athanasius certain most pagan men among the betrayers, who also had persuaded the pursuer to come after Saint Athanasius. And when they had come near and were held by blindness, Athanasius, just as had happened in the case of Elisha, asks whom they were seeking. And when they said, Athanasius, he himself answers: Making haste
16. Ὁ δὲ ἅγιος Ἀθανάσιος θᾶττον εἰς τὴν Ἀλεξάνδρειαν κατήχθη, πλείστης χαρᾶς τὴν Ἐκκλησίαν ἐμπλήσας· ὅπου βραχὺν χρόνον ἀποκρυβεὶς, μικρὸν ὕστερον μετὰ παῤῥησίας τῷ λόγῳ τοῦ Θεοῦ ⟨…⟩παῤῥησιάζετο. Ὁ γὰρ Ἰουλιανὸς, πολλὰ κατὰ τῶν Χριστιανῶν διαπραξάμενος, τέλος ἄξιον ἀπηνέγκατο. Κατὰ Περσῶν γὰρ στρατεύσας, καὶ πεπιστευκὼς μαντείαις τισὶ καὶ ὀνειροπολήσας τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος πόλιν λαβεῖν, ἢ καὶ μᾶλλον αὐτὸν Ἀλέξανδρον εἶναι ἐν ἑτέρῳ σώματι, πολλὰς κώμας
16. And Saint Athanasius was quickly brought down to Alexandria, filling the Church with the greatest joy; where having hidden himself for a short time, a little later with boldness he spoke boldly in the word of God. For Julian, having wrought many things against the Christians, carried off a worthy end. For having marched against the Persians, and having trusted in certain divinations and dreamed of taking the city of Alexander the Macedonian, or rather that he himself was Alexander in another body, many villages