πάντας ἀποτρέπεσθαι τὴν πρὸς Γεώργιον κοινωνίαν. Ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος οὗτος, παρώξυνε τὸν στρατηλάτην Σεβαστιανὸν, Μανιχαῖον ὄντα, ὃς μετὰ πλήθους στρατιωτῶν ὅπλα καὶ ξίφη γυμνὰ, καὶ τόξα, καὶ βέλη φερόντων, ὥρμησεν ἐν αὐτῇ τῇ Κυριακῇ κατὰ τὸν λαόν. Καὶ ὀλίγους εὑρὼν εὐχομένους (οἱ γὰρ πλεῖστοι πάλιν διὰ τὴν ὥραν ἀναχωρήσαντες ἦσαν)· τοιαῦτα γὰρ εἰργάσατο, οἷα ἔπρεπε παρ' αὐτοῦ ἀκούσαντας πρᾶξαι. Πυρκαϊὰν γὰρ ἀνάψας, καὶ στήσας παρθένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως εἶναι. Ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε, καὶ μὴ φροντιζούσας τοῦ πυρὸς, γυμνώσας αὐτὰς, οὕτω κατέκοψε καὶ πρόσωπα αὐτῶν, ὡς μετὰ χρόνον μόλις αὐτὰς ἐπιγνωσθῆναι. Ἄνδρας τε κρατήσας τεσσαράκοντα, καινοτέρῳ τρόπῳ κατέκοψε· ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων εὐθὺς τεμὼν, ἐν ἑαυταῖς ἐχούσας ἔτι τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν, ὥς τινας μὲν πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἀποπαγέντας ἐν αὐτοῖς σκόλοπας· τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν. Πάντας μὲν οὖν τοὺς περιλειφθέντας ἀθρόως, καὶ τὰς παρθένους ἐξώρισεν εἰς τὴν μεγάλην ὄασιν· τὰ δὲ σώματα τῶν τεθνηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ τὴν ἀρχὴν ἀποδοθῆναι πεποίηκεν· ἀλλ' ἔκρυψαν, ὡς ἠθέλησαν, ἄταφα, ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην ὠμότητα. Πράττουσι δὲ πεπλανημένοι τῇ διανοίᾳ, παράφρονες. Τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων χαιρόντων μὲν διὰ τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα, μεῖζον ἐξήχει τὰ κατ' αὐτῶν ὁ τῆς ἀσεβείας καὶ ὠμότητος ἔλεγχος. Καὶ γὰρ εὐθὺς ἀπὸ τῆς Αἰγύπτου καὶ τῶν Λιβυῶν ἐξώρισαν μὲν ἐπισκόπους Ἀμμώνιον, Μοῦϊμ, Γάϊον, Φίλωνα, Ἑρμῆν, Πλήνιον, Ψενόσιριν, Νιλάμμωνα, Ἀγάθωνα, Ἄγαμφον, Μάρκον, ἕτερον Ἀμμώνιον καὶ Μάρκον, Δρακόντιον, Ἀδέλφιον, Ἀθηνόδωρον, καὶ πρεσβυτέρους Ἱέρακα καὶ Διόσκορον. Καὶ οὕτω πικρῶς ἤλασαν αὐτοὺς, ὥς τινας αὐτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ ἐν αὐτῷ τῷ ἐξορισμῷ ἀποθανεῖν. Ἐφυγάδευσε δὲ ἐπισκόπους πλείους τριάκοντα. Σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν Ἀχαὰβ, εἰ δυνατὸν, ἐξᾶραι τὴν ἀλήθειαν.
all turned away from communion with George. But having learned this, that utterly wicked man stirred up the general Sebastian, who was a Manichaean, who with a multitude of soldiers bearing arms and naked swords, and bows, and arrows, rushed on that very Lord's Day against the people. And finding a few praying (for most had again withdrawn because of the hour), he wrought such deeds as it befitted those who had taken their instructions from him to do. For having kindled a pyre, and having set virgins beside the fire, he tried to compel them to say that they were of the faith of Arius. And when he saw that they were prevailing and taking no heed of the fire, having stripped them, he so beat even their faces that after some time they could scarcely be recognized. And having seized forty men, he beat them in a more novel manner; for having just cut rods from palm-trees, still having their thorns on them, he so flayed their backs that some underwent surgery many times because of the thorns broken off in them, while others, unable to endure it, even died. All those who survived, therefore, together with the virgins, he banished in a body to the Great Oasis; and the bodies of the dead he did not at first suffer even to be given back to their own kinsfolk, but they hid them unburied as they pleased, so that so great a cruelty might seem to go unnoticed. Yet they do this erring in mind, senseless men. For while the kinsfolk of the deceased rejoiced on account of their confession, yet mourned on account of their bodies, the proof of their impiety and cruelty resounded all the louder against them. For indeed straightway from Egypt and the Libyas they banished the bishops Ammonius, Muim, Gaius, Philo, Hermes, Plenius, Psenosiris, Nilammon, Agatho, Agamphus, Marcus, another Ammonius and Marcus, Dracontius, Adelphius, Athenodorus, and the presbyters Hierax and Dioscorus. And so bitterly did they drive them that some of them died on the roads, and others in the place of exile itself. And he drove into flight more than thirty bishops. For their zeal, like that of Ahab, was, if possible, to extirpate the truth.
13. Τοιαῦτα μὲν ὁ ἅγιος Ἀθανάσιος περὶ τῶν ὑπὸ Γεωργίου κατὰ την Ἀλεξάνδρειαν γενομένων οἰκείαις διεξῆλθε φωναῖς. Ὁ δὲ Κωνστάντιος, ὡς ἑώρα ἑαυτὸν κοσμοκράτορα, ἀρθεὶς εἰς ὑπεροψίαν, καὶ τοὺς ἐν τῇ δύσει ἐπισκόπους ἐπεχείρησεν εἰς τὴν Ἀρείου αἵρεσιν ἕλκειν, ἐν πρώτοις τὴν Ἀθανασίου κατάκρισιν ἐρεῖσθαι παρεγγυῶν ὑποβολῇ τῶν ἀνατολικῶν ἐπισκόπων. Καὶ δὴ περὶ τούτου σύνοδον ἐπεκρότησε, κατὰ Μεδιολάνον, πόλιν τῆς Ἰταλίας, καὶ πολλοὺς ἔτρεψεν εἰς τὸ οἰκεῖον θέλημα. Διονύσιος δὲ καὶ Εὐσέβιος, καὶ Ῥόδανος, Παυλῖνός τε καὶ Λουκίφερ, ὑπὸ τῆς ἐπικειμένης ἀνάγκης οὐχ ἡττήθησαν. Ὡς γὰρ εἶδον ἐπὶ καθαιρέσει τῆς πίστεως τὸ κατὰ τοῦ ἁγίου Ἀθανασίου ψήφισμα κυρωθὲν, ἔλεγον ἐπὶ παρατροπῇ τῆς πίστεως, καὶ οὐ χάριν Ἀθανασίου ταῦτα
13. Such things did holy Athanasius recount in his own words concerning the deeds done by George in Alexandria. And Constantius, when he saw himself ruler of the world, being lifted up into arrogance, attempted to draw the bishops in the West also into the heresy of Arius, charging them first of all to pronounce the condemnation of Athanasius at the instigation of the eastern bishops. And indeed for this purpose he convened a synod at Milan, a city of Italy, and turned many to his own will. But Dionysius and Eusebius, and Rhodanus, and Paulinus and Lucifer, were not overcome by the pressing compulsion. For when they saw the decree against holy Athanasius ratified for the overthrow of the faith, they said that for the subversion of the faith, and not for the sake of Athanasius, these things