ζεσθαι· πρώτους μὲν σοφίας ἐξηγητὰς καταστάντας, πρώτους δὲ Θεὸν τὸν συνιέντας, οἳ καὶ τῶν ἐξηγητῶν τοὺς ἄκρους εἵλεσθε, καὶ τὴν ἡμετέραν ψῆφον ἑκόντες ἐστέρξατε, τὸν μὲν, ἀπατεῶνα καὶ φένακα δικαίως ἀποστραφέντες, τοῖς δὲ σεμνοῖς καὶ παντὸς ἐπέκεινα θαύματος δεόντως προσθέμενοι. Καίτοι τίς ἀγνοεῖ καὶ τῶν τὰς ἐσχατιὰς οἰκούντων τὴν ἐπὶ τοῖς πραχθεῖσι φιλοτιμίαν; οἷς οὐκ ἴσμεν καὶ τί δεῖ παραβάλλεσθαι ὧν συμβέβηκεν. Ἐτύφλωττον μὲν γὰρ οἱ πλεῖστοι τῶν κατὰ τὴν πόλιν· ἐπεκράτει δὲ ἀνὴρ βαράθρων ἀπὸ ἐσχάτων ὁρμώμενος, ὥσπερ ἐν σκότῳ τοὺς τῆς ἀληθείας ἐφιεμένους πρὸς τὸ ψεῦδος ἀπατῶν, λόγον μὲν ἔγκαρπον οὐδέποτε παρασχόμενος, τερθρείας δὲ καὶ τηνάλλως τὰς ψυχὰς λυμαινόμενος· οἱ μὲν κόλακες ἐβόων καὶ ἐκρότουν, ἐξεπλήττοντο, οὓς ἔτι γρύζειν εἰκὸς ὑπὸ ὀδόντα· οἱ δὲ πλεῖστοι τῶν ἀφελεστέρων, πρὸς τὸ τούτων ἔζων σύνθημα· τὰ δὲ πράγματα κατὰ ῥοῦν ἐφέρετο ὥσπερ ἐν κατακλυσμῷ, πάντων ἄρδην ὀλιγωρουμένων. Ἡγεῖτο δὲ ἀνὴρ τοῦ πλήθους (πῶς ἂν ἀληθέστερον αὐτὸ εἴποιμι;) οὐδὲν τῶν βαναύσων διαφέρων, τοῦτο μόνον τῇ πόλει συναράμενος, τὸ μὴ κατὰ βαράθρων ωσαι τοὺς ἐν αὐτῇ. Ἀλλ' ὁ γενναῖος καὶ λαμπρὸς οὐδὲ κρίσιν ἔμεινε κατ' αὐτοῦ, φυγὴν ἐν δίκῃ καταγνούς· ὡς ἔστι γε καὶ ὑπὲρ τῶν βαρβάρων ὑφελέσθαι, μή τινας αὐτῶν δυσσεβεῖν ἀναπείσῃ, καθάπερ ἐν δράματι πρὸς τοὺς πρώτους ἐντυγχάνοντας ὀλοφυρόμενος. Τούτῳ μὲν οὖν μακρὰν χαίρειν εἰρήσεται· ὑμᾶς δέ με χρὴ μετ' ὀλίγων τάττειν, μᾶλλον δὲ μόνους πρὸ τῶν ἄλλων σεμνύνειν, οἷς τοσοῦτον ἀρετῆς καὶ νοῦ περίεστιν, ὅσον αἱ πράξεις κηρύττουσι, μικροῦ πᾶσαν τὴν οὖσαν ὑμνούμεναι. Εὖγε τῆς σωφροσύνης! Εἰ γὰρ ἀγγέλων ἀκροασαίμην τοσούτων καὶ δεύτερον διεξιόντων τὰ ὑμέτερα καὶ σεμνυνόντων, ὦ καὶ τοὺς πρότερον ἀποκρύψαντες φιλοτιμίᾳ, καὶ τοῖς νῦν τε καὶ ὕστερον παράδειγμα καλὸν ἐσόμενοι· μόνοι τε καὶ τοῖς ἔθεσι λόγων καὶ ἔργων ἡγεμόνα τὸν τελειότατον τῶν ὄντων ἑλόμενοι, καὶ οὐδὲ πρὸς βραχὺ διστάσαντες, ἀλλ' ἀνδρείως μεταθέμενοι καὶ τοῖς ἄλλοις προσθέμενοι, ἀπὸ τῶν χαμαὶ τούτων καὶ περιγείων πρὸς τὰ κατουράνια ἐπειχθέντες, ξεναγοῦντος ἐπ' αὐτὰ τοῦ σεμνοτάτου Γεωργίου, ἀνδρὸς τοιαῦτα παντὸς μᾶλλον ἠκριβωκότος· δι' ὃν καὶ κατὰ τὸν ὕστερον βίον, μετὰ καλῆς ἐλπίδος διάξετε, καὶ τὸν ἐν τῷ παρόντι μετὰ ῥᾳστώνης βιώσεσθε. Εἴη δὲ κοινῇ πάντας τοὺς κατὰ τὴν πόλιν, ὥσπερ ἱερᾶς ἀγκύρας, τῆς τούτου φωνῆς ἐξηρτῆσθαι, ἵνα μὴ τομῶν ἢ καύσεων δεηθῶμεν, κατὰ τῶν τὰς ψυχὰς λελωβημένων· οἷς ὅτι μάλιστα παραινοῦμεν ἀφίστασθαι τῆς Ἀθανασίου σπουδῆς, καὶ μηδὲ μεμνῆσθαι τῆς περιττῆς ἐκείνης
since you were the first to become expositors of wisdom, and the first to understand God Who is, and you chose the foremost of expositors and willingly acquiesced in our vote, justly turning away from that deceiver and impostor, and duly cleaving to those who are venerable and beyond all wonder. And yet who, even among those who dwell in the uttermost parts, is ignorant of the rivalry over what was done, with which we know not what among all things that have happened ought to be compared? For the majority of those in the city were blinded, and there prevailed a man springing from the lowest pits, misleading towards falsehood, as though in darkness, those who desired the truth, never furnishing any fruitful word, but corrupting souls with jugglery and to no purpose; while his flatterers shouted and applauded and were struck with amazement, who doubtless still mutter under their teeth, and most of the simpler sort lived at their signal; and affairs were carried along with the stream as in a flood, while all things were utterly neglected. And a man led the multitude (how might I say it more truly?) differing nothing from vulgar mechanics, having aided the city in this alone, that he did not thrust its inhabitants down into the pits. But that noble and illustrious man did not even await judgement against himself, having sentenced himself to flight in the cause; wherefore even for the sake of the barbarians he ought to be removed, lest he persuade some of them to be impious, bewailing his lot as in a drama to the first persons he meets. To him, then, let a long farewell be bidden; whereas I must rank you with a few, or rather honour you alone above all others, in whom there is such abundance of virtue and understanding as your deeds proclaim, celebrated as they are through almost the whole world. Bravo for your temperance! Would that I might hear so many messengers even a second time recounting your deeds and extolling them, O you who have surpassed even your predecessors in zeal for honour, and will be a noble example both to those now living and to those hereafter; who alone have chosen as leader in your habits of words and deeds the most perfect of men, not hesitating even for a brief moment, but manfully changing your course and joining yourselves to the rest, hastening from these lowly and earthly things towards those of heaven, under the guidance thereto of the most venerable George, a man more thoroughly versed in such matters than any other; through whom you will both pass the life hereafter with good hope, and live that in the present with ease. And may all throughout the city in common hang upon his voice as upon a sacred anchor, that we may have no need of cuttings or burnings against those whose souls are maimed; whom we most earnestly exhort to desist from their partisan zeal for Athanasius, and not even to call to mind that superfluous