27. Ταῦτα συνορῶν, οὐ κατεγίνωσκον ἐμαυτοῦ, ἀλλὰ καὶ ταύτην ἔχων τὴν ἀπολογίαν, ἠπειγόμην πρὸς τὴν σὴν εὐσέβειαν, εἰδὼς τὴν σὴν φιλανθρωπίαν, διὰ μνήμης τε ἔχων τὰς σὰς ἀψευδεῖς ὑποσχέσεις, καὶ θαῤῥῶν, ὅτι, κατὰ τὸ γεγραμμένον ἐν ταῖς θείαις Παροιμίαις· Παρὰ φιλανθρώπῳ βασιλεῖ δεκτοί εἰσιν οἱ δίκαιοι λογισμοί. Ἤδη δὲ τῆς ὁδοῦ μου ἐπιβάντος, καὶ τὴν ἔρημον ἐξελθόντος, ἀκοή τις γέγονεν ἐξαίφνης· ἥτις ἄπιστος μὲν εἶναι κατὰ τὴν ἀρχὴν ἐδόκει, μετὰ δὲ ταῦτα ἀληθὴς ἐδείχθη. Ἐθρυλεῖτο γὰρ πανταχοῦ, ὅτι Λιβέριος ὁ τῆς Ῥώμης ἐπίσκοπος, καὶ ὁ τῶν Σπανιῶν Ὅσιος ὁ μέγας, Παυλῖνός τε ὁ τῶν Γαλλιῶν, καὶ Διονύσιος καὶ Εὐσέβιος οἱ τῆς Ἰταλίας, Λουκίφερός τε ἀπὸ Σαρδινίας, καὶ ἄλλοι τινὲς ἐπίσκοποι, καὶ πρεσβύτεροι, καὶ διάκονοι ἐξωρίσθησαν, ὅτι μὴ ἠνέσχοντο καθ' ἡμῶν ὑπογράψαι. Καὶ οὗτοι μὲν ἐξωρίσθησαν, Οὐϊκέντιος δὲ ὁ τῆς Καπύης, καὶ Φουρτουνατιανὸς ὁ τῆς Ἀκυληίας, Ἡρέμιός τε ὁ τῆς Θεσσαλονίκης, καὶ πάντες οἱ κατὰ τὴν Δύσιν ἐπίσκοποι, βίαν οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ πλείστην ἀνάγκην καὶ δεινὰς ὕβρεις πεπόνθασιν, ἕως ἐπαγγείλωνται μὴ κοινωνεῖν ἡμῖν. Εἶτα, θαυμαζόντων ἡμῶν καὶ διαπορούντων ἐπὶ τούτοις, ἰδοὺ πάλιν ἑτέρα τις κατέλαβεν ἀκοὴ περὶ τῶν κατ' Αἴγυπτον καὶ τὰς Λιβύας· ὅτι οἱ μὲν ἐπίσκοποι ἐγγὺς ἐνενήκοντα ἐδιώχθησαν, αἱ δὲ Ἐκκλησίαι τοῖς ὁμολογοῦσι τὰ Ἀρείου παρεδόθησαν· καὶ ἐξωρίσθησαν μὲν δέκα καὶ ἓξ, τῶν δὲ ἄλλων οἱ μὲν ἐφυγαδεύθησαν, οἱ δὲ ἠναγκάσθησαν ὑποκρίνασθαι. Τοσοῦτος γὰρ ἐλέγετο διωγμὸς ἐκεῖ, ὡς, ἐν Ἀλεξανδρείᾳ εὐχομένων τῶν ἀδελφῶν ἐν τῷ Πάσχα καὶ ταῖς Κυριακαῖς ἐν ἐρήμῳ τόπῳ πλησίον τοῦ κοιμητηρίου, τὸν στρατηλάτην μετὰ πλήθους στρατιωτῶν πλεῖον τρισχιλίων, ὅπλα καὶ ξίφη γυμνὰ καὶ βέλη φερόντων, ἐπελθεῖν κατὰ τῶν Χριστιανῶν, καὶ λοιπὸν τοιαῦτα γενέσθαι, οἷα ἂν γένοιτο ἐκ τοιαύτης ἐπιδρομῆς, κατὰ γυναικῶν καὶ παίδων, οὐδὲν πλέον ποιούντων ἢ εὐχομένων τῷ Θεῷ. Διηγεῖσθαι δὲ αὐτὰ νῦν ἴσως ἀπρεπὲς, μὴ ἄρα καὶ μόνον τούτων ἡ μνήμη δάκρυα πᾶσι κινήσῃ. Καὶ γὰρ τοσαύτη ἦν ἡ ὠμότης, ὡς παρθένους μὲν γυμνοῦσθαι, τῶν δὲ ἀποθανόντων ἐκ τῶν πληγῶν μηδὲ τὰ σώματα παραυτὰ δοθῆναι εἰς ταφὴν, ἀλλ' ἔξω ῥιπτεῖσθαι τοῖς κυσὶν, ἕως μετὰ πολλῆς ζημίας κεκρυμμένως κλέψωσιν οἱ οἰκεῖοι τὰ τῶν ἰδίων σώματα, καὶ πολὺς κάματος γένηται τοῦ μηδένα γνῶναι περὶ τούτων.
27. Perceiving these things, I did not condemn myself, but having this defence also, I was hastening towards your Piety, knowing your loving-kindness, and keeping in memory your unfailing promises, and being confident that, according to what is written in the divine Proverbs: Acceptable to a benevolent king are righteous thoughts. But when I had already entered upon my journey, and had gone forth from the desert, a certain report suddenly arose, which at the beginning indeed seemed to be incredible, but afterwards was shown to be true. For it was bruited about everywhere that Liberius the bishop of Rome, and the great Hosius of the Spains, and Paulinus of the Gauls, and Dionysius and Eusebius of Italy, and Lucifer from Sardinia, and certain other bishops, and presbyters, and deacons were banished, because they did not endure to subscribe against us. And these indeed were banished, while Vincentius of Capua, and Fortunatianus of Aquileia, and Heremius of Thessalonica, and all the bishops throughout the West, suffered no ordinary violence, nay even the greatest compulsion and terrible outrages, until they should promise not to communicate with us. Then, while we were marvelling and in perplexity at these things, behold again another report overtook us concerning those throughout Egypt and the Libyas: that nearly ninety bishops were persecuted, and the Churches were handed over to those who confess the tenets of Arius; and sixteen indeed were banished, while of the others some were driven into flight, and others were compelled to dissemble. For so great a persecution was said to be there, that, while the brethren in Alexandria were praying at Easter and on the Lord's days in a desert place near the cemetery, the general with a multitude of soldiers more than three thousand, bearing arms and drawn swords and missiles, came upon the Christians, and thereafter such things took place as would happen from such an inroad against women and children doing nothing more than praying to God. To relate those things now is perhaps unbecoming, lest even the mere memory of them move all to tears. For so great was the cruelty that virgins were stripped naked, and not even the bodies of those who died from the blows were immediately given for burial, but were cast out to the dogs, until with great loss the relatives secretly stole away the bodies of their own kinsfolk, and there was much labour that no one should know concerning them.
28. Τὰ δὲ ἄλλα τὰ γενόμενα ἴσως μὲν ἄπιστα νομισθήσεται, καὶ πάντας ἐκπλήξει διὰ τὴν ὑπερβολὴν τοῦ μύσους. Ἀναγκαῖον δὲ ὅμως εἰπεῖν, ἵνα ἡ σὴ φιλόχριστος σπουδὴ καὶ θεοσέβεια μάθῃ, ὡς αἱ καθ' ἡμῶν διαβολαὶ καὶ συκοφαντίαι δι' οὐδὲν ἕτερον γεγόνασιν ἢ ἵνα ἡμᾶς μὲν ἐκβάλωσι τῶν Ἐκκλησιῶν, τὴν δὲ ἰδίαν ἀσέβειαν ἀντεισενεγκεῖν δυνηθῶσι. Τῶν
28. And the other things that took place will perhaps be thought incredible, and will astound all on account of the excess of the abomination. Yet it is necessary to speak of them, in order that your Christ-loving zeal and Godliness may learn that the calumnies and sycophancies against us have taken place for no other reason than that they might cast us out of the Churches, and be able to introduce their own impiety instead. For after the