μὴ ὑπὸ ἐθνικῶν τῶν τὸν Λόγον βδελυσσομένων καὶ μὴ εἰδότων τὴν ἀλήθειαν. Τοῦτο δὲ τὸ ἁμάρτημα ἡλίκον καὶ ὁποῖόν ἐστι, συνορᾷν καὶ ὑμᾶς καὶ πάντας πεπίστευκα. Περὶ μὲν Ἀθανασίου τοιαῦτα.
not by heathens who abhor the Word and do not know the truth. And how great and of what sort this sin is, I am persuaded that both you and all men perceive. Concerning Athanasius, then, such are the matters.
32. Περὶ δὲ Μαρκέλλου, ἐπειδὴ καὶ περὶ αὐτοῦ ὡς ἀσεβοῦντος εἰς τὸν Χριστὸν ἐγράψατε, δηλῶσαι ὑμῖν ἐσπούδασα, ὅτι ἐνταῦθα γενόμενος, διεβεβαιώσατο μὲν μὴ εἶναι ἀληθῆ τὰ περὶ αὐτοῦ γραφέντα παρ' ὑμῶν· ὅμως δὲ ἀπαιτούμενος παρ' ἡμῶν εἰπεῖν περὶ τῆς πίστεως, οὕτω μετὰ παῤῥησίας ἀπεκρίνατο δι' ἑαυτοῦ, ὡς ἐπιγνῶναι μὲν ἡμᾶς, ὅτι μηδὲν ἔξωθεν τῆς ἀληθείας ὁμολογεῖ· οὕτως γὰρ εὐσεβῶς περὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὡμολόγησε φρονεῖν, ὥσπερ καὶ ἡ καθολικὴ Ἐκκλησία φρονεῖ· καὶ οὐ νῦν ταῦτα πεφρονηκέναι διεβεβαιώσατο, ἀλλὰ καὶ ἔκπαλαι· ὡσπεροῦν καὶ οἱ ἡμέτεροι πρεσβύτεροι, τότε ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ γενόμενοι, ἐμαρτύρησαν αὐτοῦ τῇ ὀρθοδοξίᾳ· καὶ γὰρ καὶ τότε καὶ νῦν κατὰ τῆς αἱρέσεως τῶν Ἀρειανῶν πεφρονηκέναι διισχυρίσατο· ἐφ' ᾧ καὶ ὑμᾶς ὑπομνῆσαι δίκαιόν ἐστιν, ἵνα μηδεὶς τὴν τοιαύτην αἵρεσιν ἀποδέχηται, ἀλλὰ βδελύττηται ὡς ἀλλοτρίαν τῆς ὑγιαινούσης διδασκαλίας. Ὀρθὰ τοίνυν αὐτὸν φρονοῦντα, καὶ ἐπὶ ὀρθοδοξίᾳ μαρτυρούμενον, τί πάλιν καὶ ἐπὶ τούτου ἔδει ποιεῖν ἡμᾶς, ἢ ἔχειν αὐτὸν, ὥσπερ καὶ εἴχομεν, ἐπίσκοπον, καὶ μὴ ἀποβάλλειν τῆς κοινωνίας; Ταῦτα μὲν οὖν ἐγὼ, οὐχ ὡς ὑπεραπολογούμενος αὐτῶν γέγραφα, ἀλλ' ἕνεκα τοῦ πιστεῦσαι ὑμᾶς, ὅτι δικαίως καὶ κανονικῶς ἐδεξάμεθα τοὺς ἄνδρας, καὶ μάτην φιλονεικεῖτε· ὑμᾶς δὲ δίκαιόν ἐστι σπουδάσαι, καὶ πάντα τρόπον καμεῖν, ἵνα τὰ μὲν παρὰ κανόνα γενόμενα διορθώσεως τύχῃ, αἱ δὲ Ἐκκλησίαι εἰρήνην ἔχωσι, πρὸς τὸ τὴν τοῦ Κυρίου εἰρήνην τὴν δοθεῖσαν ἡμῖν παραμεῖναι, καὶ μὴ σχίζεσθαι τὰς Ἐκκλησίας, μηδὲ ὑμᾶς ὡς αἰτίους σχίσματος μέμψιν ὑπομεῖναι. Ὁμολογῶ γὰρ ὑμῖν, τὰ γενόμενα οὐκ εἰρήνης, ἀλλὰ σχίσματος προφάσεις εἰσίν.
32. And concerning Marcellus, since you wrote about him also as being impious towards Christ, I was eager to make known to you that, having come here, he affirmed strongly that the things written about him by you were not true; nevertheless, being required by us to speak concerning the faith, he answered in person with such boldness of speech that we recognized that he confesses nothing outside the truth; for he confessed that he holds views concerning our Lord and Saviour Jesus Christ just as piously as the catholic Church also holds; and he affirmed strongly that he had held these views not only now, but also from of old; even as our presbyters also, who were at that time at the synod at Nicaea, bore witness to his orthodoxy; for he maintained firmly that both then and now he had held views against the heresy of the Arians; regarding which it is right to remind you also, that no one should accept such a heresy, but should abhor it as alien to sound teaching. Since, therefore, he holds right views and has witness borne to his orthodoxy, what again ought we to have done in his case also, other than to hold him, just as we did hold him, as bishop, and not cast him out of communion? These things, therefore, I have written, not as defending them overmuch, but in order that you may believe that we received the men justly and canonically, and that you are contentious in vain; and it is right for you to be zealous and to labour in every way, so that the things done contrary to the canon may obtain correction, and the Churches may have peace, to the end that the peace of the Lord which was given to us may remain, and that the Churches may not be rent in schism, nor you undergo blame as causes of schism. For I confess to you, the things that have been done are occasions not of peace, but of schism.
33. Οὐ γὰρ μόνον οἱ περὶ Ἀθανάσιον καὶ Μάρκελλον οἱ ἐπίσκοποι ἐληλύθασιν ἐνταῦθα, αἰτιώμενοι κατ' αὐτῶν ἀδικίαν γεγονέναι, ἀλλὰ καὶ πλεῖστοι ἄλλοι ἐπίσκοποι ἀπὸ Θρᾴκης, ἀπὸ Κοίλης Συρίας, ἀπὸ Φοινίκης καὶ Παλαιστίνης, καὶ πρεσβύτεροι μὲν οὐκ ὀλίγοι, ἄλλοι δέ τινες ἀπὸ Ἀλεξανδρείας, καὶ ἄλλοι ἐξ ἄλλων μερῶν, ἀπήντησαν εἰς τὴν ἐνταῦθα σύνοδον, ἐπὶ πάντων τῶν συνελθόντων ἐπισκόπων, πρὸς τοῖς ἄλλοις, οἷς ἔλεγον, ὅτι καὶ ἀπωδύροντο, βίαν
33. For not only did the bishops around Athanasius and Marcellus come here, complaining that injustice had been done against them, but very many other bishops also from Thrace, from Coele-Syria, from Phoenicia and Palestine, and not a few presbyters, and certain others from Alexandria, and others from other parts, arrived at the synod here, and before all the assembled bishops, in addition to the other things which they said, even lamented that violence