πανταχόθεν συνελθόντων, ἡμεῖς μὲν προεκαλούμεθα τοὺς κοινωνοὺς τῶν περὶ Εὐσέβιον εἰς κρίσιν. Ἐκεῖνοι δὲ πρὸ ὀφθαλμῶν ἔχοντες ἃ ἔπραξαν, καὶ βλέποντες τοὺς ἀνελθόντας κατηγόρους αὐτῶν, ἐφοβοῦντο τὴν κρίσιν· καὶ γὰρ πάντων καθαρῶς ἀπαντησάντων, αὐτοὶ πάλιν ἐπήγοντο μεθ' ἑαυτῶν κόμητας, Μουσωνιανὸν, καὶ Ἡσύχιον τὸν Καστρήσιον, ἵν', ὥσπερ εἰώθεισαν, τῇ ἐκείνων ἐξουσίᾳ, ταῦθ' ἅπερ ἐβούλοντο πράξωσιν. Ἐπειδὴ δὲ χωρὶς κομήτων ἡ σύνοδος ἦν, καὶ στρατιώτης οὐδεὶς ἐγίνετο μέσος, ἐταράχθησαν πληγέντες ὑπὸ τοῦ συνειδότος. Οὐκέτι γὰρ ὡς ἤθελον ἐκρίνοντο, ἀλλ' ὡς ὁ τῆς ἀληθείας ἀπῄτει λόγος. Ἐπὶ πολὺ τοίνυν ἡμῶν προκαλουμένων, καὶ τῆς συνόδου τῶν ἐπισκόπων προκαλούσης αὐτοὺς, καὶ λεγούσης· « Ἤλθετε κριθῆναι, διὰ τί τοίνυν ἐλθόντες ὑποποδίζετε; Ἐχρῆν γὰρ ὑμᾶς ἢ μὴ ἐλθεῖν, ἢ ἐλθόντας μὴ κρύπτεσθαι· τοῦτο γὰρ ὑμῖν φέρει μεγίστην κατάγνωσιν. Ἰδοὺ, πάρεισιν οἱ περὶ Ἀθανάσιον, οὓς ἀπόντας διεβάλλετε, ἵν', εἴ τι νομίζετε ἔχειν, διελέγξητε τούτους παρόντας· εἰ δὲ μὴ δύνασθε, προσποιεῖσθε δὲ μὴ βούλεσθαι, δῆλοί ἐστε συκοφάνται, καὶ ταύτην ὑμῖν ἡ σύνοδος δώσει τὴν κρίσιν. » Οἱ δὲ ταῦτα ἀκούσαντες, καὶ καταγινώσκοντες ἑαυτῶν (ᾔδεισαν γὰρ ἃ ἔπραξαν, καὶ ἐπλάσαντο καθ' ἡμῶν), ᾐσχύνθησαν ἀπαντῆσαι, πολλὴν καὶ ἀπρεπῆ καθ' ἑαυτῶν τὴν συκοφαντίαν ἐλέγξαντες. Ἡ τοίνυν ἁγία σύνοδος, καταγνοῦσα τῆς ἀπρεποῦς καὶ ὑπόπτου φυγῆς ἐκείνων, ἐδέξατο ἡμᾶς εἰς ἀπολογίαν. Διηγησαμένων δὲ ἡμῶν διὰ μαρτύρων καὶ ἀποδείξεων τὰ πραχθέντα καθ' ἡμῶν, ἐθαύμασαν· καὶ ἅπαντες ἐπέγνωσαν, ὅτι διὰ τοῦτο εἰκότως ἐφοβήθησαν τὴν σύνοδον, ἵνα μὴ εἰς πρόσωπον ἐλεγχθῶσιν· ἔλεγόν τε· Ἴσως νομίζοντες μὴ παραγίνεσθαι τοὺς περὶ Ἀθανάσιον, ἀπήντησαν ἀπὸ τῆς Ἀνατολῆς, ὅπουγε, ἰδόντες αὐτοὺς παῤῥησιαζομένους, καὶ προκαλουμένους τὴν κρίσιν, φεύγουσιν. Ἡμᾶς μὲν οὖν ἀπεδέξαντο ὡς ἀδικηθέντας καὶ μάτην διαβληθέντας, καὶ ἐκύρωσαν ἔτι μᾶλλον εἰς ἡμᾶς τήν τε κοινωνίαν καὶ ἀγάπην· τοὺς δὲ κοινωνοὺς καὶ ἀναιδεστέρους γενομένους τῆς Εὐσεβίου κακουργίας καθεῖλον, Θεόδωρον ἀπὸ Ἡρακλείας, Νάρκισσον ἀπὸ Νερωνιάδος, Ἀκάκιον ἀπὸ Καισαρείας, Στέφανον ἀπὸ Ἀντιοχείας, καὶ Οὐρσάκιον καὶ Οὐάλεντα ἀπὸ Παννονίας, καὶ Μηνόφαντον ἀπὸ Ἐφέσου, καὶ Γεώργιον ἀπὸ Λαοδικείας. Καὶ ἔγραψαν τοῖς ἁπανταχοῦ τῆς οἰκουμένης ἐπισκόποις, καὶ τῇ ἑκάστου τῶν ἀδικηθέντων παροικίᾳ, ταῦτα·
had assembled from everywhere, we for our part challenged the associates of those around Eusebius to a trial. But they, having before their eyes what they had done, and seeing their accusers who had come up, feared the trial; for when all had met without hindrance, they again brought with themselves counts, Musonianus, and Hesychius the castrensis, in order that, just as they had been accustomed, by the authority of those men they might accomplish whatever they wished. But since the synod was without counts, and no soldier was present in the midst, they were confounded, being struck by their conscience. For they were no longer judged as they wished, but as the account of truth demanded. When therefore we challenged them for a long time, and the synod of the bishops summoned them and said: "You came to be judged; why therefore, having come, do you draw back? For you ought either not to have come, or having come not to hide yourselves; for this brings upon you the greatest condemnation. Behold, those around Athanasius are present, whom you slandered when absent, so that, if you suppose you have anything, you may convict them in their presence; but if you cannot, and pretend not to wish to, you are manifestly sycophants, and the synod will give you this judgement." And they, having heard these things, and condemning themselves (for they knew what they had done and fabricated against us), were ashamed to meet, proving against themselves their great and unseemly sycophancy. The holy synod, therefore, having condemned their unseemly and suspicious flight, admitted us to a defence. And when we had recounted through witnesses and proofs the things done against us, they marvelled; and all recognized that on this account they reasonably feared the synod, lest they be convicted face to face; and they said: Perhaps supposing that those around Athanasius would not arrive, they came from the East, seeing that when they beheld them speaking boldly and challenging the trial, they flee. Us, therefore, they received as having been wronged and slandered in vain, and they confirmed still more towards us both communion and love; while those who had become associates and more shameless in the malice of Eusebius they deposed: Theodore from Heraclea, Narcissus from Neroniada, Acacius from Caesarea, Stephen from Antioch, and Ursacius and Valens from Pannonia, and Menophantus from Ephesus, and George from Laodicea. And they wrote to the bishops everywhere in the world, and to the diocese of each of those who had been wronged, these things: