Migne Reading Room

PG 24 · cols. 900–909 · Read from the page

On Ecclesiastical theology

On Ecclesiastical theology

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:900Read from the page
κβʹ Ὅτι καὶ ἐν τοῖς προφήταις διὰ τοῦ Υἱοῦ ὁ Πατὴρ ἐθεολογεῖτο.
22. That in the prophets also the Father was proclaimed as God through the Son.
κγʹ Ὅτι μὴ δύο θεοὺς ἡ Ἐκκλησία κηρύττει.
23. That the Church does not preach two gods.
κδʹ· Ὅπως Μάρκελλος τοῖς λόγοις τοῦ Θεοῦ τοῖς τῶν πρακτέων παραγγελτικοῖς τὸν Μονογενῆ Λόγον ἀφωμοίου.
24. How Marcellus likened the Only-begotten Word to those words of God that give command concerning things to be done.
κεʹ. Ὅπως αὐτὸς ἑαυτῷ τἀναντία ἔγραψε.
25. How he himself wrote things contrary to himself.
ΚΕΦ. Αʹ.
Chapter I.
Ὅπως την Σαβελλίου δόξαν ἀνενεοῦτο ὁ Μάρκελλος.
How Marcellus renewed the opinion of Sabellius.
Μετὰ τὰς παρατεθείσας τῶν θείων ἀναγνωσμάτων μαρτυρίας, δι' ὧν ὅτι μὴ μόνον Λόγος ὠνόμαστο πρὸ τῆς ἐνσάρκου παρουσίας ὁ Υἱὸς τοῦ Θεοῦ, παρέστη, ὥσπερ οὖν ἐδόκει Μαρκέλλῳ, ἀλλὰ καὶ μυρία ἕτερα, φέρε δὴ λοιπὸν Σαβελλίου εἴδωλον, ὥσπερ ἀπὸ γῆς ἀνακῦψαν, ἐποπτεύσωμεν. Ἐτόλμησεν εἰπεῖν αὐτὸν τὸν ἐπὶ πάντων Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, γεγεννῆσθαι ἐκ τῆς ἁγίας Παρθένου, καὶ αὐτὸν πεπονθέναι, τοῦτον γράψας τὸν τρόπον· «Τί τοίνυν ἦν τὸ κατελθὸν, πρὸ τοῦ ἐνανθρωπῆσαι; Πάντως πού φησι Πνεῦμα. Εἰ γάρ τι παρὰ τοῦτο λέγειν ἐθέλοι, οὐ συγχωρήσει αὐτῷ ὁ πρὸς την Παρθένον εἰρηκὼς ἄγγελος· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Εἰ δὲ Πνεῦμα εἶναί φησιν, ἀκουέτω τοῦ Σωτῆρος λέγοντος· Πνεῦμα ὁ Θεός.» Διὰ τούτων τὸν τῶν ὅλων Θεὸν, περὶ οὗ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐδίδαξεν, εἰπών· Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, τὸ ἐπελθὸν τῇ Παρθένῳ Πνεῦμα εἶναι ἔφη· ἄντικρυς τὸν Σαβέλλιον ἀνανεούμενος. Καὶ προϊὼν ἑξῆς, Ἱερεμίου τοῦ προφήτου περὶ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος σαφῶς εἰρηκότος, Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἐπὶ τὸν Πατέρα ἀναφέρει τὸ λόγιον, φάσκων αὐτοῖς ῥήμασιν· «Ἀλλ, ἔοικεν ἐν τῷ Λόγῳ ὁ Πατὴρ εἶναι, κἂν, Ἀστερίῳ μὴ δοκῇ, καὶ τοῖς ταὐτὰ ἐκείνῳ φρονοῦσιν.» Καὶ ἐπὶ τοῦ πάθους δὲ τοῦ Σωτῆρος ταὐτὸν ποιεῖ. Παραθεὶς γὰρ ἀπὸ τῶν Ἱερεμίου Θρήνων, Τὸ Πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτων, ἐπιλέγει, «Κἀνταῦθα ὁμοίως ὁ προφήτης περὶ τοῦ τὴν ἡμετέραν ἀνειληφότος σάρκα λόγον διαλέγεται.» Ἐπιφέρει δὲ λέγων· «Πνεῦμα. σκιᾶς ποιητικὸν οὐκ ἄν ποτε γένοιτο.» Πνεῦμα δὲ ὅτι αὐτὸς ὁ Θεὸς, ὁ Σωτὴρ ἔφη· Πνεῦμα ὁ Θεός. Ὅτι δὲ ὁ Θεὸς φῶς ἐστι, αὐτὸς διδάσκει ἡμᾶς λέγων· Εἰμὶ ἐγὼ τὸ φῶς. Θεωρεῖς ὅπως τὰ περὶ τοῦ Σωτῆρος λελεγμένα ἐπὶ τὴν θεότητα τοῦ Πατρὸς μεταφέρει. Καὶ πάλιν ἀναιρεῖ την
After the testimonies set forth from the divine readings, through which it was established that the Son of God before His incarnate coming had been named not only Word, as indeed seemed good to Marcellus, but myriad other names as well, come then, for the rest let us behold the phantom of Sabellius emerging as it were out of the earth. He dared to say that the God over all Himself, the Father of our Lord Jesus Christ, had been born of the holy Virgin, and that He Himself had suffered, writing in this manner: "What then was that which came down before becoming man? Assuredly, he says somewhere, Spirit. For if he should wish to say anything beside this, the angel who spoke to the Virgin will not allow him: The Holy Spirit shall come upon you. And if he says that it is Spirit, let him hear the Saviour saying: God is Spirit." Through these words he asserted that the God of the universe, concerning Whom our Saviour and Lord taught, saying: God is Spirit, and those who worship Him must worship in spirit and truth, was the Spirit that came upon the Virgin, outrightly renewing Sabellius. And proceeding next, although Jeremiah the prophet had clearly spoken concerning the incarnation of the Saviour, Afterward He was seen upon the earth, and conversed among men, he refers the oracle to the Father, alleging in these very words: "Yet the Father seems to be in the Word, even if it does not seem so to Asterius, and to those who think the same things as he." And in the case of the passion of the Saviour too he does the same thing. For after citing from the Lamentations of Jeremiah, The Spirit of our countenance, Christ the Lord, was taken in their corruptions, he adds, "And here likewise the prophet discourses in words concerning Him Who has assumed our flesh." And he subjoins, saying: "Spirit could never become productive of shadow." Now that God Himself is Spirit, the Saviour declared: God is Spirit. And that God is light, He Himself teaches us, saying: I am the light. You see how he transfers the things spoken concerning the Saviour to the deity of the Father. And again he abolishes the
Notes, col. 900

On the reading

Printed την, for τὴν.

Printed Ἀλλ,, for Ἀλλ'.

Printed αὐτων, for αὐτῶν.

Printed Πνεῦμα., for Πνεῦμα.

PG 24:901Read from the page
ὑπόστασιν τοῦ Υἱοῦ γυμνῇ τῇ κεφαλῇ, πρὸς τῆς τῶν γεννητῶν δημιουργίας μηδὲν ἕτερον εἶναι πλὴν τοῦ Θεοῦ μόνου ἀποφαινόμενος· γράφει δ' οὖν ὧδε κατὰ λέξιν· «Τὴν δοθεῖσαν αὐτῷ δόξαν Ἀστέριος δόξαν ὀνομάζει, καὶ οὐ δόξαν μόνον, ἀλλὰ καὶ προκόσμιον δόξαν. Οὐκ ἐννεῶν, ὅτι, μήπω τοῦ κόσμου γεγονότος, οὐδὲν ἕτερον ἦν πλὴν Θεοῦ μόνου.» Καὶ αὖθις τὸ αὐτὸ βεβαιοῖ λέγων· «Οὐρανὸς καὶ γῆ καὶ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ὄντα, ὑπὸ τοῦ Θεοῦ γεγένηται. Εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν, ὅτι πλὴν Θεοῦ οὐδὲν ἕτερον.»
hypostasis of the Son barefacedly, declaring that before the creation of originate things nothing else existed save God alone; accordingly he writes thus word for word: "The glory given to Him Asterius names glory, and not glory only, but also pre-cosmic glory, not considering that, when the world had not yet come to be, nothing else existed save God alone." And again he confirms the same thing, saying: "Heaven and earth and all the things that are in the heavens and upon the earth have come into being by God. If then he should believe this, there is necessity for him to agree to that also, that save God there was nothing else."
ΚΕΦ. Βʹ.
Chapter II.
Ὅπως καὶ Ἰουδαΐζων τῇ δόξη διελέγχεται.
How he is refuted as also Judaizing in his opinion.
Ὁρᾷς Ἰουδαῖον ἄντικρυς, τὸν Μονογενῆ Υἱὸν τοῦ Θεοῦ, δι' οὗ τὰ πάντα γέγονεν, ἀρνούμενον. Εἰ γὰρ πλὴν Θεοῦ οὐδὲν ἕτερον ἦν πρὸ τῆς τοῦ κόσμου γενέσεως, οὐκ ἦν ἄρα ὁ Υἱός. Καὶ πῶς πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Ὁ μὲν οὖν Ἰουδαῖος, ὁ τὸν Χριστὸν τοῦ Θεοῦ ἀρνούμενος, πρὸ τῆς τοῦ κόσμου γενέσεως οὐδὲν οἶδε πλὴν Θεοῦ μόνου, συμμαρτυροῦντος αὐτῷ Μαρκέλλου· ἡ δὲ Χριστοῦ Ἐκκλησία, σὺν παῤῥησίᾳ πάσῃ σεμνύνεται λέγουσα· Ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Ἐπὰν δὲ λέγῃ, Δι' οὗ τὰ πάντα, οἶδεν αὐτὸν πρὸ πάντων. Ὥστε πρὸ τῆς τοῦ κόσμου γενέσεως ὁ λέγων οὐδὲν ἕτερον εἶναι πλὴν Θεοῦ μόνου, τῆς ἀληθείας καταψεύδεται. Σὺν γὰρ τῷ μόνῳ Θεῷ καὶ ὁ Μονογενὴς αὐτοῦ Υἱὸς ἦν πρὸ τῆς τοῦ κόσμου συστάσεως, καὶ τῷ Πατρὶ συνῆν. Τοῦτο γὰρ ἐδίδαξε νῦν καὶ ὁ εἰπών· Ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας. Καὶ ἐν Παροιμίαις διὰ Σολομῶντος, αὐτὸς ὁ Υἱὸς περὶ ἑαυτοῦ διδάσκει λέγων· Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ. Ἀλλὰ καί· Αὐτὸς ἦν τὸ φῶς, τὸ· φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐπειδὴ· Ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο. Εἰ δὲ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, δῆλον, ὡς προϋπῆρχε τοῦ κόσμου. Οὐκ ἄρα μόνος ἦν ὁ Θεὸς πρὸ τῆς τοῦ κόσμου συστάσεως· συνῆν δὲ αὐτῷ ὁ Μονογενὴς αὐτοῦ Υἱὸς, εἰς ὃν ἀφορῶν ὁ Πατὴρ ἔχαιρεν, ὡς διδάσκει αὐτὸς, ὤν ἡ σοφία, λέγων ἐν Παροιμίαις· Ἐγὼ ἤμην ᾗ προσέχαιρε καθ' ἡμέραν. Καὶ αὐτὸς δὲ ὁ Υἱὸς, ταῖς πατρικαῖς ἐννοίαις ἐνατενίζων, εὐφροσύνης ἐπληροῦτο. Διό φησιν· Ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ. Ταῦτα μὲν ἡ Χριστοῦ Ἐκκλησία τὰ εὐσεβῆ καὶ θεῖα μυστήρια παραλαβοῦσα φυλάττει. Ὁ δὲ λέ-
You see an outright Jew, denying the Only-begotten Son of God, through Whom all things have come to be. For if save God nothing else existed before the generation of the world, then the Son did not exist. And how did all things come to be through Him and apart from Him not even one thing come to be? Now the Jew, who denies the Christ of God, knows nothing before the generation of the world save God alone, Marcellus bearing witness together with him; whereas the Church of Christ glories with all boldness of speech, saying: To us there is one God, the Father, from Whom are all things; and one Lord, Jesus Christ, through Whom are all things. Now whenever she says, Through Whom are all things, she knows Him to be before all things. So that he who says that before the generation of the world nothing else existed save God alone speaks falsely against the truth. For together with the only God His Only-begotten Son also existed before the framing of the world, and was together with the Father. For this too he now taught who said: At the last of these days He spoke to us in a Son, Whom He appointed heir of all things, through Whom also He made the ages. And in Proverbs through Solomon, the Son Himself teaches concerning Himself, saying: When He prepared the heaven, I was present together with Him. And more: He Himself was the light, that enlightens every man coming into the world. Since: He was in the world and the world came to be through Him. And if the world came to be through Him, it is plain that He pre-existed the world. God, therefore, was not alone before the framing of the world; rather, His Only-begotten Son was together with Him, looking upon Whom the Father rejoiced, as He Himself, Who is wisdom, teaches, saying in Proverbs: I was she in whom He took delight day by day. And the Son Himself also, gazing intently upon the paternal thoughts, was filled with gladness. Wherefore He says: And I was gladdened before Him at every season. These pious and divine mysteries the Church of Christ, having received, guards. But he who
Notes, col. 901

On the reading

Printed πρὸς, for πρὸ.

Printed ἐννεῶν, for ἐννοῶν.

Printed δόξη, for δόξῃ.

Printed τὸ·, for τὸ.

PG 24:904Read from the page
γων, «μήπω τοῦ κόσμου γεγονότος μηδὲν ἕτερον εἶναι πλὴν Θεοῦ μόνου,» δυεῖν θάτερον ἑαυτὸν ὄντα παρίστη, ἢ Ἰουδαῖον, ἢ Σαβέλλιον. Ἢ γὰρ αὐτόθεν ἀρνούμενος τὸν Υἱὸν, Θεὸν δὲ μόνον εἰσάγων, Ἰουδαῖος ἔσται τὸν Χριστὸν ἀρνούμενος· ἢ μέχρι λόγου τὴν τοῦ Υἱοῦ πρόσρησιν ἀποδεχόμενος, αὐτὸν δ' εἶναι φάσκων τὸν ἕνα Θεὸν, Υἱὸν ὁμοῦ καὶ Πατέρα, τὸν Σαβέλλιον ἐνανεώσεται. Εἰ γὰρ πρὸ τοῦ κόσμου οὐδὲν ἕτερον ἦν πλὴν Θεοῦ, αὐτὸς ἔσται Πατὴρ καὶ Υἱὸς, ἢ οὐδὲ ἕξει υἱόν.
says, "when the world had not yet come to be, nothing else existed save God alone," showed himself to be one of two things, either a Jew or a Sabellius. For either, denying the Son outright and introducing God alone, he will be a Jew denying the Christ; or, accepting the appellation of the Son as far as a word, yet alleging that the one God is Himself Son at once and Father, he will renew Sabellius. For if before the world nothing else existed save God, He Himself will be Father and Son, or He will not even have a son.
ΚΕΦ. Γʹ.
Chapter III.
Ὅπως τὸν Λόγον τοῦ Θεοῦ ἐν τῷ Θεῷ ὄντα ἄναρχον εἶναι καὶ ἀγέννητον ὡρίζετο.
How he defined the Word of God existing in God to be without beginning and unbegotten.
Ἀλλ' ἔοικε Μάρκελλος τὸν ἐν αὐτῷ τῷ Θεῷ Λόγον, καθ' ὃν λογικὸς νοεῖται, τοῦτον εἶναι φάσκειν τὸν Υἱόν· ὥστε εἶναι αὐτὸν ἑαυτοῦ Πατέρα καὶ αὖ πάλιν αὐτὸν ἑαυτοῦ Υἱόν. Ἐπάκουσον γοῦν τῶν αὐτοῦ φωνῶν, δι' ὧν τοῦτον γράφει τὸν τρόπον· «Πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τίς ἦν, ὡς εἰκὸς, ὄντος ἐν τῷ Θεῷ τοῦ Λόγου. Εἰ γὰρ ποιητὴν ἁπάντων τὸν Θεὸν Ἀστέριος πεπίστευκεν εἶναι, δῆλον ὅτι συνομολογήσει ἡμῖν καὶ αὐτὸς, τὸν μὲν ἀεὶ ὑπάρχειν, μηδὲ πώποτε ἀρχὴν τοῦ εἶναι λαβόντα, τάδε γεγενῆσθαί τε ὑπὸ αὐτοῦ, καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι.» Ὁρᾷς ὅπως, τὸν Θεὸν ἄναρχον ὑποστησάμενος, τὸν Λόγον ἐν αὐτῷ ὄντα ἐν ἡσυχίᾳ εἶναι πρὸ τῆς δημιουργίας ἔφη, καὶ προϊὼν ἑξῆς ἐπιλέγει· «Εἰ τοίνυν τοῦτο πιστεύει, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν, ὅτι πλὴν Θεοῦ, οὐδὲν ἕτερον ἦν. Εἶχεν οὖν τὴν οἰκείαν δόξαν ὁ Λόγος, ὢν ἐν τῷ Πατρί.» Ἐντεῦθεν εικότως, καὶ ἀΐδιον, τοῦτ' ἔστιν ἀγέννητον, εἶναί φησι τὸν Λόγον, ὧδε γράφων· «Ἀκούεις τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου Πνεύματος, διὰ πολλῶν καὶ διαφόρων προσώπων τῇ τοῦ Λόγου μαρτυρούσης ἀϊδιότητι.» Καὶ πάλιν· «Καὶ διὰ τοῦτο ἄρχεται μὲν ἀπὸ τῆς ἀϊδιότητος τοῦ Λόγου, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, λέγων, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώμενος τὴν ἀϊδιότητα τοῦ Λόγου δεικνύναι βούλεται.» Ὅπως δὲ ἡνῶσθαι τῷ Θεῷ καὶ συναγέννητον εἶναι αὐτῷ τὸν Λόγον ἔφασκε, πάρεστιν αὐτοῦ ἐπακοῦσαι, ὧδέ πη λέγοντος· «Τὴν μὲν κατὰ σάρκα οἰκονομίαν τῷ ἀνθρώπῳ διαφέρειν γινώσκομεν· τὴν δὲ κατὰ πνεῦμα ἀϊδιότητα ἡνῶσθαι τῷ Πατρί πεπιστεύκαμεν.»
Yet Marcellus seems to allege that the Word in God Himself, according to which He is conceived as rational, this very Word is the Son; so that He is Father of Himself and once again Himself Son of Himself. Listen at any rate to his own utterances, through which he writes in this manner: "For before the whole creation there was a certain stillness, as is reasonable, the Word existing in God. For if Asterius has believed God to be Maker of all things, it is plain that he too will agree with us, that He indeed ever exists, having never at any time received a beginning of existence, and that these things have both come to be by Him, and come to be out of things that are not." You see how, having posited God as without beginning, he said that the Word existing in Him was in stillness before the creation, and proceeding next he adds: "If then he believes this, there is necessity for him to agree to that also, that save God, nothing else existed. The Word therefore had His own proper glory, being in the Father." Hence, reasonably, he says that the Word is also eternal, that is unbegotten, writing thus: "You hear then the harmony of the Holy Spirit, bearing witness through many and diverse persons to the eternity of the Word." And again: "And on this account he begins from the eternity of the Word, saying, In the beginning was the Word, and the Word was with God, and the Word was God; using three successive testimonies he wishes to show the eternity of the Word." And how he alleged that the Word is united to God and is co-unbegotten with Him, one may hear from him, speaking somewhere thus: "The dispensation according to the flesh we recognize as pertaining to the man; whereas the eternity according to the spirit we have believed to be united to the Father."
ΚΕΦ. Δʹ.
Chapter IV.
Ὅπως ἓν καὶ αὐτὸν εἶναι τὸν Λόγον καὶ τὸν Θεὸν ἔλεγε.
How he said that the Word and God are one and the very same.
Τοῦτον δὴ τὸν τρόπον ἐν τῷ Θεῷ δοὺς εἶναι
Having in this manner granted that in God exists
Notes, col. 904

On the reading

Printed ἐνανεώσεται, for ἀνανεώσεται.

Printed εικότως, for εἰκότως.

Printed Πατρί, for Πατρὶ.

PG 24:905Read from the page
τὸν λόγον, ἓν καὶ ταὐτὸν εἶναι αὐτῷ ἑξῆς ἀποφαίνεται, κατὰ λέξιν ὧδε γράφων· «Εἰ μὲν γὰρ ἡ τοῦ Πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως ἂν ὁ Λόγος εἶναι τῷ Θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ Σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἡ θεότης μόνῃ πλατύνεσθαι δοκεῖ· ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος.» Καὶ πάλιν προϊὼν φησιν· «Οὐ διὰ τὴν ἐν ἅπασιν οὖν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν, ὡς Ἀστέριος ἔφη, ὁ Σωτὴρ λέγει, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ἀλλὰ διότι ἀδύνατόν ἐστιν ἢ Λόγον Θεοῦ, ἢ Θεὸν τοῦ ἑαυτοῦ μερίζεσθαι Λόγου.» Εἰ δὴ οὖν ἓν καὶ ταὐτὸν ἦν ὁ Θεὸς καὶ ὁ ἐν αὐτῷ Λόγος, ὡς δοκεῖ Μαρκέλλῳ, ὁ ἐν τῇ ἁγίᾳ Παρθένῳ γενόμενος, καὶ σαρκωθεὶς, καὶ ἐνανθρωπήσας, καὶ παθὼν τὰ ἀναγεγραμμένα, καὶ ἀποθανὼν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, αὐτὸς ἦν ὁ ἐπὶ πάντων Θεός. Ὅ δὴ τολμήσαντα φάναι τὸν Σαβέλλιον ἡ Ἐκκλησία τοῦ Θεοῦ ἐν ἀθέοις καὶ βλασφήμοις κατέλεξεν.
the word, next he declares it to be one and the same with Him, writing word for word thus: "For if the examination of the Spirit alone should take place, reasonably would the Word appear to be one and the same with God; whereas if the addition according to the flesh in the case of the Saviour should be examined, the deity seems to be broadened by operation alone; so that reasonably there is truly an indivisible monad." And again proceeding he says: "Not therefore because of the exact harmony in all words and works, as Asterius said, does the Saviour say, I and the Father are one; but because it is impossible either for the Word of God, or for God, to be parted from His own Word." If then indeed God and the Word in Him were one and the same, as seems good to Marcellus, He Who came to be in the holy Virgin, and was made flesh, and became man, and suffered the things recorded, and died on behalf of our sins, was Himself the God over all. And Sabellius, for having dared to say this very thing, the Church of God reckoned among atheists and blasphemers.
ΚΕΦ. Εʹ.
Chapter V.
Ὅτι ταῦτα λέγων ἠρνεῖτο τὸν Υἱόν.
That in saying these things he denied the Son.
Εἰ δὲ λέγοι Μάρκελλος τὸν Λόγον εἶναι τοῦ Θεοῦ τὸν σαρκωθέντα, ἀλλ' ἀχώριστον αὐτὸν ὡρίσατο εἶναι τοῦ Θεοῦ, μονάδα δοὺς ἀδιαίρετον, καὶ μίαν ὑπόστασιν τοῦ Θεοῦ καὶ τοῦ ἐν αὐτῷ Λόγου, ὡς μηδ' ἕτερον νοεῖν τὸν ἐνανθρωπήσαντα κατ' αὐτὸν, ἢ τὸν ἐπὶ πάντων Θεόν· εἰ δὲ μονάς ἐστιν ἀδιαίρετος, ἕν τε καὶ ταὐτὸν ὁ Θεὸς καὶ ὁ ἐν αὐτῷ Λόγος, καὶ ἂν εἴποι τις τίνα Πατέρα· τίνα δὲ Υἱὸν, ἑνὸς ὄντος τοῦ ὑποκειμένου; Οὕτω μὲν δὴ Μάρκελλος υἱοπάτορα τὸν ἕνα καὶ τὸν αὐτὸν εἰσάγων, τὸν Σαβέλλιον ἀνενέου.
Now even if Marcellus should say that it was the Word of God that was made flesh, yet he defined it to be inseparable from God, granting an indivisible monad, and a single hypostasis of God and of the Word in Him, so as to conceive him who became man according to him as none other than the God over all; and if it is an indivisible monad, and God and the Word in Him are one and the same, whom could anyone call Father, and whom Son, when the underlying subject is one? Thus indeed Marcellus, introducing the one and the same as son-father, was renewing Sabellius.
ΚΕΦ. Ϛʹ.
Chapter VI.
Ὅπως ἡ Ἐκκλησία τὸν Υἱὸν θεολογεῖ.
How the Church proclaims the Son as God.
Ἡ δὲ Ἐκκλησία τοῦ Θεοῦ, καὶ τὴν μονάδα τὴν ἀδιαίρετον γνωρίζει, μίαν ἀρχὴν ὁμολογοῦσα, τὸν ἕνα καὶ ἀγέννητον καὶ ἄναρχον Θεόν· καὶ τὸν ἐξ αὐτοῦ δὲ γεννηθέντα μονογενῆ Υἱὸν, ἀκριβῶς, ὄντα καὶ ζῶντα καὶ ὑφεστῶτα, Σωτῆρα ἐπιγράφεται οὐκ ἄναρχον ὄντα, οὐδὲ ἀγέννητον, ἵνα μὴ δύο ἀρχὰς καὶ δύο θεοὺς ὑποστήσηται, ἐξ αὐτοῦ δὲ γεννηθέντα τοῦ Πατρὸς, καὶ ἀρχὴν ἔχοντα τὸν γεγεννηκότα. Διὸ πιστεύειν παρείληφεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, καὶ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, τῆς ἁγίας ταύτης καὶ μυστικῆς πίστεως τὴν ἐν Χριστῷ παρεχούσης ἀναγέννησιν, τοῖς δι' αὐτῆς
But the Church of God both recognizes the indivisible monad, confessing one principle, the one and unbegotten and unoriginate God; and also acknowledges as Saviour the Only-begotten Son begotten out of Him, strictly existing and living and subsisting, being neither without beginning nor unbegotten, lest she posit two principles and two gods, but begotten out of the Father Himself, and having Him Who begot Him as principle. Wherefore she has received the tradition to believe in one God, the Father Almighty, and in our Lord Jesus Christ, the Only-begotten Son of God, since this holy and mystical faith bestows regeneration in Christ upon those who through it
Notes, col. 905

On the reading

Printed Ὅ, for Ὃ.

PG 24:908Read from the page
φωτιζομένοις. Ἀλλὰ τὴν μονάδα φησὶ Μάρκελλος ἐνεργείᾳ πλατύνεσθαι, ἐπὶ μὲν σωμάτων χώραν ἔχει, ἐπὶ δὲ τῆς ἀσωμάτου καὶ ἀλέκτου καὶ ἀνεκφράστου οὐσίας οὐκ ἔτι. Οὐδὲ γὰρ ἐν τῷ ἐνεργεῖν πλατύνεται, οὐδ' ἐν τῷ μὴ ἐνεργεῖν συστέλλεται· οὐδ' ὅλως ὁμοίως ἀνθρώποις ἐνεργεῖ, οὐδ' ὁμοίως ἀνθρώποις κινεῖται· μονὰς δὲ ὢν ἀδιαίρετος ὁ Θεὸς τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἐξ ἑαυτοῦ ἐγέννα, οὐ διαιρούμενος, οὐδ' ἀλλοίωσιν, ἢ τροπὴν, ἢ ῥοὴν, ἤ τι πάθος ὑπομένων. Θὐδὲ γὰρ προστάττων, οὐδὲ ἐγκελευόμενος, οὐδὲ νομοθετῶν ὁμοίως ἀνθρώποις γλώττῃ καὶ χείλεσι λαλῶν, ταῦτα πράττει· οὐδέ γε ἀφορῶν εἰς τὴν τοῦ παντὸς διακόσμησιν, ὁμοίως ἡμῖν ὀφθαλμοῖς χρώμενος ἐνατενίζει ὅποτε καὶ τὰ μὴ ὄντα προλαβὼν ἀῤῥήτῳ καὶ θεϊκῇ δυνάμει, ὡς ἤδη ὄντα καὶ ὑφεστῶτα θεωρεῖ. Ἀλλ' οὐδὲ ποιῶν καὶ δημιουργῶν ὁμοίως τοῖς παρ' ἡμῖν τεχνίταις προϋποκειμένην ὕλην λαβὼν χερσὶ καὶ δακτύλοις τεκταίνεται, ἀῤῥήτῳ δὲ πάλιν καὶ ἀκαταλήπτῳ δυνάμει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὴν τῶν γενητῶν ἁπάντων ὑπεστήσατο οὐσίαν. Ἤδη οὖν πάντα λόγοις ἡμῖν ἀῤῥήτοις καὶ ἀσυλλογίστοις ἐποίει. Τί δὴ χρὴ ἀγωνιᾷν, μὴ ὁμοίως τοῖς θνητοῖς ζώοις πάθος τι περὶ αὐτὸν εἴποιμεν γεγονέναι ἐπὶ τῇ τοῦ Υἱοῦ γεννήσει; ἣν ὑπὲρ πάντα καὶ πρὸ πάντων ὑπέστη, οὐ κατά τι τῶν τῇ θνητῶν φύσει συνεγνωσμένων, κατὰ δὲ τὸν αὐτῷ μόνῳ γνωριζόμενον τρόπον·
are enlightened. Yet that the monad, as Marcellus says, is broadened by operation holds place in the case of bodies, whereas in the case of the incorporeal and unutterable and ineffable substance, no longer. For neither is He broadened in operating, nor contracted in not operating; nor at all does He operate like men, nor is He moved like men; rather, being an indivisible monad, God begot His Only-begotten Son out of Himself, neither being divided, nor undergoing alteration, or turning, or flux, or any passion. For neither by commanding, nor by bidding, nor by legislating like men speaking with tongue and lips, does He do these things; nor indeed, looking towards the ordering of the universe, does He gaze intently using eyes like us, seeing that even things that are not, having anticipated them by an ineffable and divine power, He beholds as already existing and subsisting. Nor again in making and fashioning does He, like craftsmen among us, take pre-existing matter and frame it with hands and fingers; rather, again by an ineffable and incomprehensible power out of things that are not He brought into being the substance of all originate things. Already then He made all things by principles ineffable and inscrutable to us. Why indeed must one be anxious, lest like mortal creatures we should say that some passion came to pass about Him at the generation of the Son? Which He underwent above all things and before all things, not according to anything known among mortal nature, but according to the manner known to Himself alone.
ΚΕΦ. Ζʹ.
Chapter VII.
Ὅπως ἡ Ἐκκλησία τὴν τοῦ Πατρὸς μοναρχίαν κηρύττει.
How the Church preaches the monarchy of the Father.
Ἀλλὰ φοβῇ, ὦ ἄνθρωπε, μὴ, δύο ὑποστάσεις ὁμολογήσας, δύο ἀρχὰς εισαγάγοις, καὶ τῆς μοναρχικῆς θεότητος ἐκπέσοις. Μάνθανε τοίνυν, ὡς ἑνὸς ὄντος ἀνάρχου καὶ ἀγεννήτου Θεοῦ, τοῦ δὲ Υἱοῦ ἐξ αὐτοῦ γεγεννημένου, μία ἔσται ἀρχὴ, μοναρχία τε καὶ βασιλεία μία, ἐπει καὶ αὐτὸς ὁ Υἱὸς ἀρχὴν ἐπιγράφεται τὸν αὐτοῦ Πατέρα. Κεφαλὴ γὰρ Χριστοῦ ὁ Θεὸς, κατὰ τὸν Ἀπόστολον. Ἀλλὰ ἀγωνιᾷς, μὴ δύο θεοὺς ἀνάγκη [ᾖ] παραδέξασθαι τὸν δύο ὑποστάσεις Πατρὸς καὶ Υἱοῦ εἶναι ὁμολογοῦντα. Ἀλλὰ καὶ τοῦτο γίνωσκε, ὡς ὁ δύο ὑποστάσεις Πατρὸς καὶ Υἱοὺ δοὺς οὐκ ἀναγκάζεται δύο πατέρας εἰπεῖν, οὐ δύο
Yet you fear, O man, lest, having confessed two hypostases, you might introduce two principles, and fall away from the monarchical deity. Learn therefore that, since there is one unoriginate and unbegotten God, and the Son has been begotten out of Him, there will be one principle, and one monarchy and kingdom, seeing that the Son Himself also acknowledges His Father as principle. For the head of Christ is God, according to the Apostle. Yet you are anxious lest there [be] necessity for him who confesses that there are two hypostases of Father and Son to admit two gods. Yet know this also, that he who grants two hypostases of Father and Son is not compelled to speak of two fathers, nor two
Notes, col. 908

On the reading

Printed Θὐδὲ, for Οὐδὲ.

Printed ὅποτε, for ὁπότε.

Printed εισαγάγοις, for εἰσαγάγοις.

Printed ἐπει, for ἐπεὶ.

Printed Υἱοὺ, for Υἱοῦ.

PG 24:909Read from the page
υἱούς· ἀλλὰ τὸν μὲν ἕνα Πατέρα δώσει, τὸν δὲ ἕτερον Υἱόν. Κατὰ τὸν αὐτὸν οὖν τρόπον οὐδὲ δύο θεοὺς ἀνάγκη δοῦναι τὸν τὰς δύο ὑποστάσεις τιθέντα. Οὐδὲ γὰρ ἰσοτίμους αὐτὰς ὁριζόμεθα, οὐδ' ἄμφω ἀνάρχους καὶ ἀγεννήτους· ἀλλὰ μίαν μὲν τὴν ἀγέννητον καὶ ἄναρχον, θατέραν δὲ γεννητὴν καὶ ἀρχὴν τὸν Πατέρα κεκτημένην. Διὸ καὶ αὐτὸς ὁ Υἱὸς καὶ ἑαυτοῦ εἶναι Θεὸν τὸν αὐτοῦ Πατέρα διδάσκει, ἐν οἷς φησι· Ἀνέρχομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν. Ὁ μὲν δὴ Θεὸς καὶ Πατὴρ καὶ αὐτοὺ τοῦ Υἱοῦ Θεὸς ὢν δείκνυται. Διὸ δὴ εἷς Θεὸς τῇ Ἐκκλησίᾳ τοῦ Υἱοῦ κηρύττεται, ὁ δὲ Υἱὸς, ὅτε μὲν αὐτὸς παραβάλλεται τῷ Πατρι οὐκ ἔτ' ἔσται καὶ αὐτοῦ τοῦ Πατρὸς Θεὸς, ἀλλ' Υἱὸς μονογενὴς καὶ ἀγαπητὸς αὐτοῦ, καὶ εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ ἀπαύγασμα τῆς πατρικῆς δόξης· σέβει τε καὶ προσκυνεῖ, καὶ δοξάζει τὸν ἑαυτοῦ Πατέρα, Θεὸν αὐτὸν καὶ ἑαυτοῦ ἐπιγραφόμενος· καὶ εὔχεσθαι ἀναγέγραπται, ᾧ καὶ εὐχαριστεῖ, ᾧ καὶ ὑπήκοος μέχρι θανάτου γίνεται. Ὁμολογεῖ τε ζῆν διὰ τόν Πατέρα, καὶ μηδὲν δύνασθαι πράττειν ἄνευ τοῦ Πατρὸς· καὶ μὴ τὸ ἑαυτοῦ θέλημά ποιεῖν, ἀλλὰ τὸ τοῦ Πατρός. Λέγει δ' οὖν αὐταῖς συλλαβαῖς· Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· καὶ αὖθις· Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδὲν· καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶ, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Καὶ ὅτι γε ἕτερος ἦν ὁ πέμψας αὐτὸν παρ' αὐτὸν παρίστησιν ἑξῆς λέγων· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ. Εἶτα μνημονεύσας τοῦ Βαπτιστοῦ, τὸν Πατέρα μάρτυρα εἶναι αὐτοῦ διδάσκει, φάσκων· Καὶ ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ. Καὶ προστίθησιν· Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι πορεύομαι πρὸς τὸν Πατέρα· ὅτι ὁ Πατήρ μου μείζων μοῦ ἐστι. Δι' ὧν ἁπάντων ἕτερον ἑαυτὸν τοῦ Πατρὸς δείκνυται. Καὶ τὸ ὑπερέχον τῆς δόξης τοῦ Πατρὸς περίστησι διὰ τοῦ τὸν μὲν ἀπεσταλκέναι λέγειν, ἑαυτὸν δὲ ἀπεστάλθαι· καὶ ἐκ τοῦ οὐρανοῦ κατεληλυθῆναι οὐχ ἵνα ποιήσῃ τὸ θέλημά τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος αὐτόν. Καὶ τί ἂν πρὸς ταύτα φαίη Μάρκελλος, ἀκούων τοῦ κατεληλυθότος ἐξ οὐρανοῦ ταῦτα διδάσκοντος; Οὐ γὰρ δήπου καὶ νῦν τὴν σάρκα τοῦ Σωτῆρος ταῦτα φάσκειν ἐρεῖ. Οὐ γὰρ ἡ σὰρξ ἐκ τοῦ οὐρανοῦ κατελήλυθε. Τίνα τοίνυν ἐρεῖ
sons; rather, he will grant the one as Father, and the other as Son. In the very same manner, therefore, neither is there necessity for him who posits the two hypostases to grant two gods. For neither do we define them as equal in honour, nor both as unoriginate and unbegotten; rather, the one as unbegotten and unoriginate, and the other as begotten and possessing the Father as principle. Wherefore the Son Himself also teaches that His Father is God of Himself too, in the words wherein He says: I ascend to My Father and your Father, and My God and your God. Now God and Father is shown to be God even of the Son Himself. Wherefore indeed one God is preached by the Church of the Son, whereas the Son, whenever He Himself is compared with the Father, will no longer be God of the Father Himself as well, but His Only-begotten and beloved Son, and image of the invisible God, and effulgence of the paternal glory; and He reveres and worships and glorifies His own Father, acknowledging Him as God of Himself too; and He is recorded to pray to Him, to Whom He also gives thanks, and to Whom He becomes obedient even unto death. And He confesses that He lives because of the Father, and can do nothing apart from the Father; and that He does not His own will, but that of the Father. Accordingly He says in these very syllables: Because I have come down from heaven, not to do My will, but the will of Him Who sent Me; and again: I can do nothing of Myself; as I hear, I judge, and My judgement is just, because I seek not My will, but the will of Him Who sent Me. And that He Who sent Him was indeed other beside Himself He establishes next, saying: If I bear witness concerning Myself, My witness is not true. There is another Who bears witness concerning Me. Then, having made mention of the Baptist, He teaches that the Father is His witness, alleging: And the Father Who sent Me, He Himself has borne witness concerning Me. And He adds: If you loved Me, you would have rejoiced that I go to the Father; because My Father is greater than I. Through all of which He is shown to be other than the Father. And He establishes the superiority of the glory of the Father through saying that the One has sent, while He Himself has been sent; and that He has come down from heaven not to do His own will, but that of Him Who sent Him. And what would Marcellus say to these things, hearing Him Who has come down out of heaven teaching these things? For surely he will not say even now that the flesh of the Saviour alleges these things. For the flesh has not come down from heaven. Whom then will he say to be
Notes, col. 909

On the reading

Printed αὐτοὺ, for αὐτοῦ.

Printed Πατρι, for Πατρὶ.

Printed τόν, for τὸν.

Printed θέλημά, for θέλημα.

Printed ταύτα, for ταῦτα.