Migne Reading Room

PG 24 · cols. 912–921 · Read from the page

On Ecclesiastical theology

On Ecclesiastical theology

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:912Read from the page
τὸν ἐκ τοῦ οὐρανοῦ κατεληλυθότα, καὶ ταῦτα διδάσκοντα; Πότερα τὸν Θεὸν αὐτὸν, ἢ τὸν τούτῳ συνημμένον Λόγον; Ἀλλ' εἰ λέγοι τὸν Πατέρα, γυμνῶς ἀνακαλύψας τὸν Σαβέλλιον, αὐτὸς αὐτὸν ὁ Σωτὴρ ἐψευσμένον ἀπελέγξει λέγων· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Καὶ, Οὐ δύναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν. Καθὼς ἀκούω, κρίνω. Καὶ οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Καὶ, Ὁ Πατήρ μου μείζων μοῦ ἐστι. Ταῦτα γὰρ οἴεσθαι τὸν Πατέρα φάσκειν ἐσχάτης ἂν εἴη μανίας. Εἰ δὲ τὸν ἐν τῷ Θεῷ συμφυῆ Λόγον, καὶ τὴν διάνοιαν αὐτοῦ, καθ' ἣν λογίζεται καὶ ἔνδον ἐν ἑαυτῷ διανοεῖται, τὰ προκείμενα διεξιέναι φησί· καὶ πῶς ἂν ἡ ἐνθύμησις τοῦ Θεοῦ· καὶ ἡ ἐν αὐτῷ διάνοια καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ; Πῶς δ' ἐν τῇ σαρκὶ, ἣ ἀνείληφε γενομένη, ταῦτα διεξήει; Πῶς δ' ἐν τῷ Θεῷ Λόγος ἐρεῖ καταβεβηκέναι, οὐχ ἵνα ποιήση τὸ θέλημα αὐτοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος αὐτόν; Διὰ τούτων μὲν ὁ Υἱὸς τοῦ Θεοῦ τὸ πρὸς τὸν Πατέρα σέβας ἑαυτοῦ παρίστησιν· ὅτε δὲ τῶν γεννητῶν ἁπάντων καθηγεῖται τῶν δι' αὐτοῦ γεγεννημένων, ὡς ἂν ἁπάντων ὑπάρχων Σωτὴρ καὶ Κύριος καὶ δημιουργός (Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν), τηνικαῦτα καὶ Θεὸς καὶ δεσπότης καὶ Σωτὴρ καὶ βασιλεὺς ἀναγορεύοιτο ἄν. Διὸ καὶ σέβειν καὶ προσκυνεῖν, καὶ τιμᾷν αὐτὸν, οἷα Θεὸν, ἡ Ἐκκλησία αὐτοῦ δεδίδακται, τοῦτο πράττειν παρ' αὐτοῦ μαθοῦσα. Λέγει δ' οὖν αὐτὸς ὁ Σωτήρ· οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν ἅπασαν κρίσιν δέδωκε τῷ Υἱῷ ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα, διαῤῥήδην παρακελευόμενος τιμᾷν αὐτὸν μὴ ὁμοίως τοῖς προφήταις, μηδ' ὁμοίως ἀγγέλοις, ἢ ταῖς τούτων διαφερούσαις δυνάμεσιν, ἀλλ' αὐτῷ τῷ Πατρὶ παραπλησίως. Τοῦτο γὰρ αὐτὸς ὁ Πατὴρ βουληθεὶς, πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσιν αὐτὸν καθὼς τιμῶσι τὸν Πατέρα. Ἃ δὴ καὶ Θωμᾶς ὁ Δίδυμος ἀκριβῶς ἐπιστάμενος, ἅτε τοῦ χοροῦ τῶν δώδεκα γεγονὼς μαθητῶν, λαμπροῖς ῥήμασι καὶ Θεὸν αὐτὸν καὶ Κύριον ἐπεγράφετο λέγων, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Διὸ δὴ καὶ ἡμᾶς προσήκει μόνον τὸν Υἱὸν καὶ μηδένα ἕτερον θεϊκῇ τιμῇ σέβειν, καθὼς τιμῶμεν τὸν Πατέρα, καὶ ἐν τούτῳ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ τιμωμένου· Ὅ δὴ καὶ αὐτὸ διδάσκει λέγων· Ὁ τιμῶν τὸν Υἱὸν, τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. Ὥσπερ γὰρ καὶ βασιλέως καταπεμφθεῖσαν εἰκόνα τιμῶντες, τὸ πρωτότυπον τῆς εἰκόνος, αὐτὸν ἂν τιμήσαιμεν τὸν βασιλέα, τὸν αὐτὸν τρόπον ὁ Πατὴρ ἂν εἴη διὰ τοῦ Υἱοῦ τι-
Him Who has come down from heaven, and teaches these things? Whether God Himself, or the Word conjoined with Him? Yet if he should say the Father, having nakedly uncovered Sabellius, the Saviour Himself will convict him of falsehood, saying: I have come down from heaven, not to do My will, but the will of Him Who sent Me. And, I can do nothing of Myself. As I hear, I judge. And I seek not My will, but the will of Him Who sent Me. And, My Father is greater than I. For to suppose that the Father alleges these things would be of the utmost madness. Whereas if he says that the connatural Word in God, and His thought, according to which He reasons and ponders inwardly within Himself, recounts the things set forth: how too has the conception of God and the thought in Him come down from heaven? And how in the flesh, which came to be when He assumed it, did He recount these things? And how will the Word in God say that He has come down, not to do His will, but that of Him Who sent Him? Now through these things the Son of God presents His own reverence towards the Father; whereas whenever He leads all originate things that have come to be through Him, inasmuch as He is Saviour and Lord and Creator of all things (For all things came to be through Him, and apart from Him came to be not even one thing), then He would be proclaimed both God and Master and Saviour and King. Wherefore His Church has been taught both to revere and to worship, and to honour Him, as God, having learned from Him to practise this. Accordingly the Saviour Himself says: for neither does the Father judge anyone, rather He has given all judgement to the Son, that all may honour the Son, even as they honour the Father, expressly exhorting us to honour Him not in like manner as the prophets, nor in like manner as angels, or the powers surpassing these, but similarly to the Father Himself. For the Father Himself, having willed this, has given all judgement to the Son, that all may honour Him even as they honour the Father. Which very things Thomas the Twin also knowing accurately, inasmuch as he was of the choir of the twelve disciples, in splendid words acknowledged Him as both God and Lord, saying, My Lord and my God. Wherefore indeed it befits us also to revere the Son alone and none other with divine honour, even as we honour the Father, the Father also in this being honoured through the Son; which very thing too He teaches, saying: He who honours the Son honours the Father Who sent Him. For just as in honouring an image of a king sent down, we would honour the prototype of the image, the king himself, in the same manner the Father would through the Son be
Notes, col. 912

On the reading

Printed ποιήση, for ποιήσῃ.

Printed Ὅ, for Ὃ.

PG 24:913Read from the page
μώμενος, ὡς καὶ δι' αὐτοῦ ὁρώμενος. Ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, τὴν ἀγέννητον θεότητα, οἷον ἐν εἰκόνει καὶ κατόπτρῳ, ἐν τῷ Υἱῷ χαρακτηριζομένην ὁρῶν. Ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου καὶ εἴσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ· πάντα δὲ ταῦτα παρὰ τοῦ Πατρὸς λαβὼν, ἐξ αὐτοῦ τε καὶ τῆς θεότητος τὴν δόξαν, ὡς ἂν Υἱὸς γνήσιος καὶ μονογενὴς, εἰληφὼς ἔχει. Ἀλλ' οὐ καὶ ὁ Πατὴρ παρά τινος εἴληφε· πάντων δ' αὐτὸς ὢν ἀρχὴ καὶ πηγὴ καὶ ῥίζα τῶν ἀγαθῶν, εἰκότως εἷς καὶ μόνος ἀναγορεύοιτο ἂν Θεός.
honoured, as also seen through Him. For he who has seen the Son has seen the Father, beholding the unbegotten deity delineated, as it were in an image and mirror, in the Son. For He is an effulgence of eternal light and an unspotted mirror of the operation of God, and an image of His goodness; and having received all these things from the Father, from Him too He has received and holds the glory of deity as well, as being a genuine and Only-begotten Son. Yet not so has the Father also received from anyone; rather, being Himself principle and fountain and root of all good things, reasonably would He be proclaimed one and only God.
ΚΕΦ. Ηʹ.
Chapter VIII.
Ὁποίοις ῥήμασι Μάρκελλος ἠρνεῖτο τὸν Υἱὸν τοῦ Θεοῦ.
With what words Marcellus denied the Son of God.
Ἀλλὰ τούτων ἐν ἀγνοίᾳ τυγχάνων Μάρκελλος, οὐ βούλεται μὲν ἀληθῶς τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς γεγεννῆσθαι, ὡς Υἱὸν ζῶντα καὶ ὑφεστῶτα· οἷα δὲ λόγον αὐτὸν σημαντικόν τινος ἢ προστακτικὸν, προελθεῖν τοῦ Θεοῦ φάσκει. Ἄκουε δ' οὖν ἀκαλύπτως καὶ τοῦτο λέγοντος αὐτοῦ ταῖσδε ταῖς φωναῖς· «Τὸ μὲν οὖν πρὸ τῶν αἰώνων αὐτὸν γεγεννῆσθαι φῆσαι, ἀκολούθως εἰρηκέναι δοκεῖ. Γέννημα γὰρ τὸ προελθὸν τοῦ προεμένου γίνεται Πατρὸς, θάτερον δ' οὐκ ἔτι ὑγιῶς οὐδ' εὐσεβῶς αὐτὸν παραλέλειπται. Τὸ γὰρ μὴ Λόγον εἶναι φῆσαι τὸν ἐξ αὐτοῦ προελθόντα (καὶ τοῦτον εἶναι τὸν τῆς γεννήσεως ἀληθῆ τρόπον), ἀλλ' ἀληθῶς Υἱὸν μόνον ἔμφασίν τινα τοῖς ἀκούουσιν ἀνθρωπίνης ὄψεως παρέχειν εἴωθεν.» Εἶθ' ὅτι μηδὲ γεγέννηται ἐκ τοῦ Πατρὸς ὁ Λόγος παριστὰς ὧδε λέγει πρὸς λέξιν, «Ὁ τοίνυν ἱερὸς απόστολος καὶ μαθητὴς τοῦ Κυρίου Ἰωάννης, ἀϊδιότητος αὐτοῦ μνημονεύων, ἀληθὴς ἐγίγνετο τοῦ Λόγου μάρτυς· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὐδὲν γενέσεως ἐνταῦθα μνημονεύων τοῦ Λόγου.» Οὕτω δὴ τὸν Υἱὸν τοῦ Θεοῦ ἀρνούμενος τὸν ἐν τῷ Θεῷ Λόγον ποτὲ μὲν ἔνδον εἶναι ἐν τῷ Θεῷ ἔφασκε, ποτὲ δὲ προϊέναι τοῦ Θεοῦ· καὶ ἄλλοτε πάλιν ἀναδραμεῖσθαι εἰς τὸν Θεὸν, καὶ ἔσεσθαι ἐν αὐτῷ, ὡς καὶ πρότερον ἦν. Ἐπάκουσον δ' ὅπως ταῦτα λέγει τούτοις τοῖς βήμασι· «Νυνὶ δὲ πιστεύω ταῖς θείαις Γραφαῖς, ὅτι εἷς ὁ Θεὸς, καὶ ὁ τούτου Λόγος προῆλθε μὲν τοῦ Πατρὸς, ἵνα πάντα δι' αὐτοῦ γένηται· μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως, καὶ τὴν τῶν ἁπάντων διόρθωσιν, καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἁπάσης ἐνεργείας, τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα Θεῷ καὶ Πατρί· ἵν' οὕτως ᾖ ἐν τῷ Θεῷ ὁ Λόγος, ὥσπερ καὶ πρότερον ἦν πρὸ τοῦ τὸν κόσμον εἶναι· οὐδενὸς γὰρ ὄντος πρότερον ἦν τοῦ Θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ Λόγου γίνεσθαι μελλόντων, προῆλθεν ὁ Λόγος δραστικῇ ἐνεργείᾳ, Λόγος τοῦ Πατρὸς ὤν.» Καὶ πάλιν τὴν αὐτὴν διάνοιαν λευκότερον τίθησιν, ὧδε
Yet Marcellus, being in ignorance of these things, does not will that the Son has truly been begotten out of the Father, as a living and subsisting Son; rather, he alleges that He went forth from God as a word significative of something or imperative. Hear him accordingly saying this too undisguisedly in these utterances: "Now to say that before the ages He has been begotten seems to have been spoken consistently. For that which has gone forth from the Father Who sent it forth becomes an offspring, whereas the other point is no longer wholesomely nor piously left aside as regards Him. For to say that He Who went forth out of Him is not Word (and that this is the true manner of generation), but truly Son alone, is wont to afford the hearers a certain impression of human appearance." Then, establishing that the Word has not even been begotten out of the Father, he speaks thus word for word, "Therefore the sacred apostle and disciple of the Lord, John, making mention of His eternity, became a true witness of the Word: In the beginning was the Word, and the Word was with God, and the Word was God; making no mention here of any generation of the Word." Thus indeed denying the Son of God, he alleged that the Word in God at one time is within in God, and at another time goes forth from God; and at another time again will run back into God, and will be in Him, even as also it was before. Listen to how he says these things in these words: "And now I believe the divine Scriptures, that God is one, and the Word of this God went forth indeed from the Father, that all things might come to be through Him; and after the season of the judgement, and the restoration of all things, and the abolition of all opposing activity, then He Himself shall be subjected to God and the Father Who subjected all things to Him; so that thus the Word may be in God, just as also He was before, prior to the world's existing; for when nothing existed before, He was of God alone, and when all things were about to come to be through the Word, the Word went forth in effective operation, being the Word of the Father." And again he sets down the same thought more plainly, thus
Notes, col. 913

On the reading

Printed εἰκόνει, for εἰκόνι.

Printed απόστολος, for ἀπόστολος.

Printed βήμασι, for ῥήμασι.

Printed ἦν, for πλὴν.

PG 24:916Read from the page
γράφων· « Πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι, ἦν ὁ Λόγος ἐν τῷ Πατρί· ὅτε δὲ ὁ παντοκράτωρ Θεὸς πάντα τὰ τε ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς προέθετο ποιῆσαι, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς, καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν Θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὑπ' αὐτοῦ γεγεννῆσθαι), τότε ὁ Λόγος, προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητὴς, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν. » Καὶ αὖθις μετὰ πάντα ἐπιφέρει λέγων· « Καὶ διὰ τοῦτο οὐχ Υἱὸν Θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλὰ πανταχοῦ Υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει· ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας Υἱὸν Θεοῦ γενέσθαι παρασκευάσῃ· καὶ μετὰ τὸ τέλος τῆς πράξεως αὖθις, ὡς Λόγος, ἑνωθῇ τῷ Θεῷ, πληρῶν ἐκεῖνο τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον, Τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ τὰ πάντα καὶ ἐν πᾶσιν ὁ Θεός. Ἔσται γὰρ τηνικαῦτα τοῦθ' ὅπερ πρότερον ἦν. » Τοσαῦτα Μάρκελλος περὶ τοῦ Λόγου εἰπὼν, τοῦ ἐν τῷ Θεῷ, καθ' ὃ νοοῦμεν αὐτὸν λογικὸν εἶναι, δεινῇ δυσχωρίᾳ περιπέπτωκε, τολμήσας ἐκτὸς τοῦ Θεοῦ γεγονέναι ποτὲ φάναι τὸν ἐν αὐτῷ Λόγον, καὶ πάλιν ἐντὸς αὐτοῦ μετὰ τὸν καιρὸν τῆς κρίσεως· ἵν' οὕτως ᾖ ἐν τῷ Θεῷ ἑνωθεὶς αὐτῷ, ὥσπερ καὶ πρότερον ἦν.
writing: "For before the world existed, the Word was in the Father; but when Almighty God purposed to make all things both in the heavens and upon the earth, the genesis of the world stood in need of an effective activity, and on this account, there being no other besides God (for all things are confessed to have been brought into being by Him), then the Word came forth and became Maker of the world, He Who even beforehand inwardly was intellectually preparing it." And again after all these things he adds, saying: "And on this account He does not name Himself Son of God, but everywhere calls Himself Son of man, in order that through such a confession He might prepare man by adoption, through fellowship towards Himself, to become Son of God; and after the completion of the action might again, as Word, be united to God, fulfilling that saying spoken by the Apostle, Then He Himself shall be subjected to Him Who subjected all things to Him, that God may be all things and in all (1 Cor. 15:28). For He shall be at that time that very thing which He was beforehand." Having spoken so much concerning the Word, the One in God, according to which we conceive Him to be rational, Marcellus has fallen into a dreadful strait, having dared to say that the Word in Him once came to be outside of God, and again within Him after the time of the judgement, so that thus He might be in God united to Him, just as He also was beforehand.
ΚΕΦ. Θʹ.
Chapter IX.
Ἔλεγχος τῆς τοῦ ἀνδρὸς κακοδοξίας.
Refutation of the man's perverse opinion.
Ὥρα τοίνυν ἐρωτῶσιν ἡμῖν αὐτὸν ἀποκρίνασθαι. Τί οὖν ἐν τῷ μεταξὺ χρόνῳ, ὅτε ἐκτὸς ἦν ὁ Λόγος τοῦ Θεοῦ, προσήκει νοεῖν; Πῶς δὲ προῆλθεν; Ἐν ὁποίᾳ δὲ ἦν ἄρα καταστάσει ὁ Θεὸς, μὴ ἔχων ἐν ἑαυτῷ τὸν οἰκεῖον Λόγον; εἰ γὰρ ἐπὶ συντελείᾳ τοῦ παντὸς ἔσται ὁ Λόγος ἐν τῷ Θεῷ, ὥσπερ καὶ πρότερον ἦν πρὸ τοῦ καιρου τῆς συντελείας, πῶς ἔσται ὁ Λόγος ὁ προελθὼν τοῦ Θεοῦ; Εἰ μὲν γὰρ, καθ' ἑαυτὸν ὑφεστὼς, ἕτερος ἐγίγνετο τοῦ Θεοῦ, μάταιος ὁ Μαρκέλλου πόνος· εἰ δὲ, καὶ προελθὼν τοῦ Θεοῦ, κατὰ τὸν ἐν ἡμῖν προφορικὸν λόγον, ἔμενε τοῦ Πατρὸς ἀχώριστος, οὐκοῦν ἀεὶ καὶ διὰ παντὸς ἦν ἐν τῷ Θεῷ, καὶ ὅτε ἐνήργει. Πῶς οὖν εἰς τὸν τῆς κρίσεως ἀναπέμπει καιρὸν, τότε λέγων αὐτὸν ἑνωθήσεσθαι τῷ Θεῷ, καὶ ἔσεσθαι ὥσπερ καὶ πρότερον ἦν; Εἰ γὰρ τότε ἔσται ὥσπερ καὶ πρότερον ἦν, οὔτε ὁ Λόγος, ὁ προελθὼν τοῦ Θεοῦ, ὁποῖος ἦν πρότερον, ὑπάρξει. Ἀλλὰ καὶ αὐτὸς ὁ Θεὸς ἔσται ἑαυτῷ ἀνόμοιος, πάλαι μὲν ἔχων ἐν ἑαυτῷ τὸν Λόγον, καὶ ἐπὶ συντελείᾳ τοῦ παντός ἀποληψόμενος αὐτὸν, καὶ γινόμενος τότε. ὥσπερ καὶ πρότερον ἦν· ἐν δὲ τῷ μεταξὺ χρόνῳ ἀνομοίως κείμενος. Καὶ ὁ Λόγος δὲ ὡσαύτως, ἐκτὸς τοῦ Θεοῦ γενόμενος, οὐκ ἔσται πρὸ τῆς συντελείας τοῦ παντὸς, οἷος ἦν πρότερον. Καὶ τίς ἂν τούτων δυσσεβέστερος
It is time, therefore, for him to answer us as we question him. What then ought one to conceive during the intervening time, when the Word was outside of God? And how did He come forth? And in what sort of state indeed was God, not having His own Word within Himself? For if at the consummation of the universe the Word shall be in God, just as He also was beforehand prior to the time of the consummation, how shall the Word Who came forth from God be? For if on the one hand, subsisting by Himself, He became other than God, vain is the labour of Marcellus; if on the other hand, even having come forth from God, after the manner of the uttered word in us, He remained inseparable from the Father, then always and continually He was in God, even when He was active. How then does he refer it to the time of the judgement, saying that then He shall be united to God, and shall be just as He also was beforehand? For if then He shall be just as He also was beforehand, neither will the Word Who came forth from God exist such as He was beforehand. Nay, even God Himself will be unlike Himself, of old indeed having the Word within Himself, and at the consummation of the universe receiving Him back, and becoming then just as He also was beforehand, while in the intervening time being differently disposed. And the Word likewise, having come to be outside of God, will not be prior to the consummation of the universe such as He was beforehand. And what argument more impious than these
Notes, col. 916

On the reading

Printed τὰ τε, for τά τε.

Printed καιρου, for καιροῦ.

Printed παντός, for παντὸς.

Printed τότε., for τότε,.

PG 24:917Read from the page
γένοιτ' ἂν λόγος; Ὅλως γὰρ τὸ ἦν, καὶ τὸ ἔσται, καὶ τὸ γεγονέναι, ποτὲ καὶ πάλιν, μέλλειν, ἔσεσθαι, τῆς ἐν χρόνῳ μεταβολῆς ὄντα δηλωτικὰ, ἀλλότρια ἂν εἴη τῆς ἀχρόνου καὶ ἀνάρχου καὶ ἀγεννήτου καὶ ἀναλλοιώτου οὐσίας. Ἐφ' ἧς, τὸ εἶναι μόνον ἐπιπρέπει νοεῖν· καὶ εἶναι ἀπαραλλάκτως ἀεὶ κατὰ τὰ αὐτὰ, καὶ ὡσαύτως ἔχουσαν, μὴ μειουμένην, μὴ συστελλομένην, μὴ ἐκτεινομένην, μὴ ἐξαπλουμένην, μηδ' ἐκτός τι καὶ ἐντὸς ἑαυτῆς ἔχουσαν, μηδ' ἄλλοτε ἄλλην γιγνομένην, μηδ' ἕτερον μὲν οὖσαν πρότερον, εἶτα ἄλλο τι γιγνομένην, καὶ πάλιν εἰς τὸ ἀρχαῖον ἀποκαθισταμένην. Ἃ δὴ Μάρκελλος ἐτόλμα ὑποτίθεσθαι πάλαι μὲν λέγων εἶναι τὸν Θεὸν, καί τινα ἡσυχίαν ἅμα τῷ Θεῷ ὑπογράφων ἑαυτῷ κατ' αὐτὸν ἐκεῖνον τὸν τῶν ἀθέων αἱρεσιωτῶν ἀρχηγὸν, ὃς τὰ ἄθεα δογματίζων ἀπεφαίνετο λέγων· Ἦν Θεὸς καὶ Σιγή· μετὰ δὲ τὴν Σιγὴν καὶ τὴν Ἡσυχίαν προελθεῖν τὸν Λόγον τοῦ Θεοῦ ἐν ἀρχῇ τῆς κοσμοποιίας δραστικῇ ἐνεργείᾳ· ὡς μηκέτ' εἶναι αὐτὸν οἷος ἦν ἐν σιωπῶντι τῷ Θεῷ πρότερον ἡσυχάζων, ἀλλ' ἐνεργεῖν προερχόμενον τοῦ Θεοῦ. Καὶ πῶς ἄρα προῄει; Πάντως που κατὰ προφορὰν φωνῆς ἐνάρθρου· φθεγγομένου δηλαδὴ καὶ λαλοῦντος τοῦ Θεοῦ ὁμοίως ἀνθρώποις· Τοῦτο γοῦν καὶ αὐτῷ ἐδόκει γράφοντι τοῦτον τὸν τρόπον· « Ὥσπερ γὰρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ Πατρὸς διὰ τοῦ Λόγου γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ Πατρὸς διὰ τοῦ Λόγου σημαίνεται. » Καὶ αὖθις· « Πάντα γὰρ ὅσα ἂν ὁ Πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ Λόγου λέγων φαίνεται. Τοῦτο δὲ δῆλόν ἐστι καὶ ἀφ' ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν, τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ.» Εἰ δὴ οὖν οὕτως ὁ Λόγος προῆλθε τοῦ Πατρὸς δραστικῇ ἐνεργείᾳ, πόθεν Μαρκέλλῳ ἐπῆλθε περιορίσαι χρόνον τῇ τοῦ Λόγου ἐνεργείᾳ, τὸν τῆς συντελείας καθ' ὃν ἔσεσθαι φάσκει τὸν Λόγον ἐν τῷ Θεῷ, ὥσπερ καὶ πρότερον ἦν; Πρότερον δὲ ἡσυχάζοντα αὐτὸν ἐδίδου ἐν σιωπῶντι τῷ Θεῷ. Οὐκοῦν καὶ μετὰ τὴν συντέλειαν ἡσυχία τις ἔσται, μηδὲν μέλλοντος ἐνεργεῖν τοῦ Λόγου. Ἀλλὰ πρὸ μὲν τῆς τῶν γενητῶν συστάσεως οὐδὲν ἦν, φησὶ, πλὴν Θεοῦ. Καὶ ἐπεὶ μηδὲν ἦν, εἰκότως ἑαυτῷ τὴν ἡσυχίαν ἐτυποῦτο· κατὰ δὲ τὸν τῆς συντελείας καιρὸν Δανιὴλ ὁ προφήτης πρὸ τοῦ θρόνου τοῦ Θεοῦ μυριάδας ἔσεσθαι θεσπίζει λέγων· Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Πάντες δήπου καὶ οἱ υἱοὶ τοῦ μέλλοντος αἰῶνος τότε ἔσονται· αἵ τε μακάριαι ψυχαὶ πατριαρχῶν, καὶ προφητῶν, καὶ ἀποστόλων, ἁγιά τε πνεύματα μαρτύρων· πάντα τε πρόβατα τοῦ Σωτῆρος ἡμῶν, τὰ ἐκ δεξιῶν αὐτοῦ στησόμενά τε καὶ ἀκουσόμενα· Δεῦτε οι εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τοσούτων τοί-
could there be? For altogether "was", and "will be", and "to have come to be", "once" and "again", "to be about to", "to be hereafter", being indicative of change in time, would be alien to the timeless and unbegun and unbegotten and immutable essence. Concerning which, it is fitting to conceive "being" alone; and being invariably always in the same respects, and similarly disposed, neither being diminished, nor being contracted, nor being extended, nor being expanded, nor having anything outside and inside itself, nor becoming at different times different, nor being one thing beforehand, then becoming something else, and again being restored to its ancient state. Which very things Marcellus dared to suppose, saying that of old indeed God existed, and sketching out for himself a certain stillness together with God after the manner of that very ringleader of the godless heretics, who in laying down his godless doctrines declared, saying: There was God and Silence; and that after Silence and Stillness the Word of God came forth at the beginning of the making of the world by an effective activity, so that He was no longer such as He was beforehand when keeping still in a silent God, but was active in coming forth from God. And how indeed did He come forth? Doubtless after the manner of the utterance of an articulate voice, God namely uttering sound and speaking similarly to men; this at any rate seemed good to him also when writing in this manner: "For just as all things that have come to be have come to be by the Father through the Word, so also the things spoken by the Father are signified through the Word." And again: "For all things whatsoever the Father may speak, these He everywhere appears as speaking through the Word. And this is evident even from ourselves, so far as one may liken small things to great and divine ones; for we too, all things whatsoever we may wish according to our power both to speak and to do, we do by our word." If then the Word thus came forth from the Father by an effective activity, whence did it occur to Marcellus to circumscribe a time for the activity of the Word, that of the consummation, at which he alleges that the Word will be in God, just as He also was beforehand? Yet beforehand he granted Him as keeping still in a silent God. Therefore after the consummation also there will be a certain stillness, since the Word is going to work nothing. But prior to the constitution of generated things there was nothing, he says, save God. And since there was nothing, reasonably did he fashion stillness for Himself; yet at the time of the consummation Daniel the prophet prophesies that there will be myriads before the throne of God, saying: A thousand thousands ministered to Him, and ten thousand myriads stood before Him (Dan. 7:10). All the sons of the age to come also will doubtless then exist: both the blessed souls of patriarchs, and of prophets, and of apostles, and holy spirits of martyrs; and all the sheep of our Saviour, those that will both stand at His right hand and hear: Come, you blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world (Matt. 25:34). Since so many, there-
Notes, col. 917

On the reading

Printed ἁγιά, for ἅγιά.

Printed οι, for οἱ.

PG 24:920Read from the page
νυν ἐσομένων καὶ ἀθάνατον ζωὴν ζησομένων μετὰ τὸν τῆς κρίσεως καιρὸν, διὰ τί μὴ ἐνεργήσει ὁ τοῦ Θεοῦ Λόγος καὶ τότε; Πόθεν δὲ Μαρκέλλῳ παρέστη ἀποφήνασθαι, ὅτι οὐκ ἔτι λαλήσει τοῖς ἁγίοις ὁ Θεὸς τότε, οὐδὲ χρήσεται ἐνεργῷ τῷ αὐτοῦ Λόγῳ, ἀλλ' ἔσται, ὡς καὶ πρότερον ἦν, ἐν αὐτῷ, σιωπῶν δηλαδὴ καὶ ἡσυχάζων; Τοῦτο γὰρ παρίστη πολλάκις εἰπὼν, τότε ἔσεσθαι αὐτὸν ὡς καὶ πρότερον ἦν· ἦν δὲ πρότερον, ὡς αὐτὸς ἔφη, ἐν ἡσυχίᾳ. Οὐκοῦν ἀποσιωπήσει τότε ὁ Θεὸς, πρὸ τούτου μὲν λαλῶν, καὶ τῷ Λόγῳ χρώμενος ἐνεργῷ, τότε δὲ κατ' αὐτὴν τὴν ἐπηγγελμένην βασιλείαν οὐρανῶν τοῦ οἰκείου Λόγου καὶ τῆς ἐν αὐτῷ σοφίας ἀποστερῶν τοὺς ἁγίους αὐτοῦ. Ὁρᾷς εἰς οἷον κεχώρηκε κρημνὸν μηδενὶ χειραγωγῷ χρησάμενος, μηδὲ ταῖς θείαις Γραφαῖς. Ταῦτα γοῦν πάντα ἀπὸ μιᾶς φωνῆς, ἣν μὴ νενόηκεν, ἑαυτῷ συνέθηκεν. Αὐτίκα χωρήσας ἐπὶ τὰς ἀποδείξεις τῆς Νέας καὶ Καινῆς Διαθήκης, πανταχόθεν μὲν ἠλαύνετο στενοχωρούμενος· μίαν δὲ μόνην εὑρὼν λέξιν τῇ αὐτοῦ συμβαλλομένην κακοδοξίᾳ, ὥσπερ τινὶ περιτυχὼν ἑρμαίῳ, ταύτῃ μόνη συνεπλάκη, οὐδ' αὐτῇ ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν εἰρημένῃ, ἀλλ' ἐκ προσώπου τοῦ εὐαγγελιστοῦ· δι' ἧς αὐτὸν ὠνόμασεν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, εἰπων, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ἔνθεν γοῦν ὁρμηθεὶς, ὡς μηδὲν ὄντα ἕτερον ἢ λόγον, ὅμοιον τῷ παρ' ἡμῖν ἐγνωσμένῳ, τὸν Υἱὸν ἠρνήσατο.
fore, will exist and will live an immortal life after the time of the judgement, why will the Word of God not be active then also? And whence did it occur to Marcellus to declare that God will no longer speak to the saints then, nor use His active Word, but that He will be, as He also was beforehand, within Him, silent namely and keeping still? For this he represented when saying many times that He will then be as He also was beforehand; and beforehand He was, as he himself said, in stillness. Therefore God will fall silent then, prior to this indeed speaking and using His active Word, yet then during the very promised kingdom of the heavens depriving His saints of His own Word and of the wisdom within Him. You see to what sort of precipice he has advanced, having used no guide, nor even the divine Scriptures. All these things, at any rate, he put together for himself from a single expression which he has not understood. Presently advancing to the proofs of the New and Fresh Covenant, from every side indeed he was driven back in straits; yet having found one single expression contributing to his perverse opinion, as though having lighted upon some windfall, to this alone he clung, not even this spoken in the person of our Saviour, but in the person of the evangelist, through which he named Him, saying, In the beginning was the Word, and the Word was towards God, and God was the Word (John 1:1); setting out from this, at any rate, as though He were nothing other than a word like the one known amongst us, he denied the Son.
ΚΕΦ. Ιʹ.
Chapter X.
Ὅτι μὴ ὀρθῶς ἐδέξατο τό· « Ἐν ἀρχῇ ἦν ὁ Λόγος.»
That he did not rightly understand the saying: "In the beginning was the Word."
Καίτοι οὐ Λόγον μόνον αὐτὸς ὁ μέγας καὶ θεῖος εὐαγγελιστὴς κέκληκεν, ὡς πολλάκις ἡμῖν εἴρηται, ἀλλὰ καὶ Θεὸν, καὶ Φῶς, καὶ Υἱὸν, καὶ Μονογενῆ· αὐτόν τε τὸν Σωτῆρα ἱστορεῖ ἑαυτὸν ἀποκαλοῦντα λόγον μὲν οὐδαμοῦ τῆς Γραφῆς, δι' ὅλου δὲ τοῦ Εὐαγγελίου ζωὴν καὶ φῶς, καὶ Μονογενῇ, καὶ Υἱὸν Θεοῦ, καὶ ἀλήθειαν, καὶ ἀνάστασιν, καὶ ἄρτον ζωῆς, καὶ ἄμπελον, καὶ ποιμένα, καὶ μυρία ἕτερα, ὥσπερ οὖν ἤδη προδέδεικται. Τί δή ποτ' οὖν τοσούτων ὄντων, ἐπὶ μὲν τῶν λοιπῶν ἁπάντων οὐχ ἵσταται ἐπὶ τῆς λέξεως, τὴν δὲ τῶν λεγομένων διάνοιαν πολυπραγμονεῖ, ἐπὶ δὲ μόνου τοῦ Λόγου κυριολεκτεῖσθαι αὐτόν φησιν, ὡς οὐδὲν ὄντα ἕτερον ἢ Λόγον; Γράφει δ' οὖν αὐτοῖς ῥήμασι λέγων· « Οὐ καταχρηστικῶς ὀνομασθεὶς Λόγος, κἂν διαῤῥαγῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων Λόγος. » Καὶ πάλιν· « Μανθανέτω τοίνυν Θεοῦ Λόγον ἐληλυθέναι, οὐ Λόγον κα-
And yet the great and divine evangelist himself has called Him not Word only, as has many times been said by us, but also God, and Light, and Son, and Only-begotten; and he records the Saviour Himself calling Himself "word" nowhere in Scripture, yet throughout the whole Gospel life and light, and Only-begotten, and Son of God, and truth, and resurrection, and bread of life, and vine, and shepherd, and countless other things, just as indeed has already been demonstrated beforehand. Why ever then, when there are so many such titles, in the case of all the rest does he not stop at the bare wording, but busies himself over the meaning of the things said, whereas in the case of the Word alone he says that He is spoken of in the proper sense, as being nothing other than Word? At all events he writes in these very words, saying: "Not abusively named Word, even if those who teach otherwise burst with lying, but both properly and truly subsisting as Word." And again: "Let him learn, therefore, that the Word of God has come, not a Word abu-
Notes, col. 920

On the reading

Printed μόνη, for μόνῃ.

Printed εἰπων, for εἰπὼν.

Printed Μονογενῇ, for Μονογενῆ.

PG 24:921Read from the page
ταχρηστικῶς ὀνομασθέντα, ὡς αὐτοί φασιν, ἀλλ' ἀληθῆ ὄντα Λόγον. » Καὶ αὖθις· « Πρότερον, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ Λόγος·» καὶ πάλιν· « Πρὸ τοῦ κατελθεῖν, καὶ διὰ τῆς Παρθένου τεχθῆναι, Λόγος ἦν μόνον· ἐπεὶ τί ἕτερον ἦν, πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὡς καὶ αὐτὸς ἔγραφε; Καὶ τὸ γεννηθὲν ἐκ τῆς Παρθένου οὐδὲν ἕτερον ἦν ἢ Λόγος. » Ταῦτα Μαρκέλλῳ λέγοντι ἦν ἂν δίκαιον τοιανδὶ προσαγαγεῖν πεῦσιν. Καὶ πόθεν ἡμῖν, ὦ οὗτος, τὸ οὐδὲν ἕτερον προστίθης, καὶ τὸ μόνον; Τὸ μὲν γὰρ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἀκριβῶς ἔγνωμεν καὶ οὐ μόνον, ἀλλὰ τί, Καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ φῶς ἦν τὸ φωτίζον πάντα ἄνθρωπον [ἐρχόμενον εἰς τὸν κόσμον], καὶ μονογενὴς ἦν Υἱὸς, καὶ ὅσα κατείλεκται ἕτερα; Ὅτι δὲ Λόγος ἦν μόνον, καὶ οὐδὲν ἕτερον ἢ Λόγος, οὐκ ἂν ἔχοι τις εἰρημένον ἀποδεῖξαι. Πόθεν οὖν τὸ τῆς προσθήκης τόλμημα; Διὰ τί γὰρ οὐχὶ μᾶλλον Υἱὸν ἄν τις εἴποι αὐτὸν μόνον, καὶ οὐδὲν ἕτερον ἢ Υἱόν; Διὰ τί δὲ οὐ Θεὸν καὶ οὐδὲν ἕτερον ἢ Θεόν; διὰ τί μὴ φῶς τοῦ κόσμου, καὶ οὐδὲν ἕτερον ἢ τοῦτο; διὰ τί δὲ μὴ ζωήν, καὶ οὐδὲν ἕτερον; καὶ ἐπὶ τῶν παραπλησίων ταὐτὸν ἄν τις δικαιότατα ἂν προτείνειεν. Ἀλλ' ὥσπερ ἄν τις, εἰ τοῦτο λέγοι, ἐλέγχοιτ' ἂν ἁμαρτάνων (πάντα γὰρ ἀθρόως ἐστὶ ταῦτα, εἷς ὢν Υἱὸς τοῦ Θεοῦ, καὶ εἴ τι τούτων ἀνώτερον, καθ' ἑκάστην ἐπίνοιαν τῶν ἐν αὐτῷ θεῖκῶν δυνάμεων διαφόρων καὶ τῶν ἐπηγοριῶν ἠξιωμένος), οὕτω καὶ ἐπὶ τοῦ Λόγου, ὁ φὰς μόνον Λόγον αὐτὸν εἶναι καὶ οὐδὲν ἕτερον, σφάλλεσθαι ἂν λέγοιτο εἰκότως· μόνου γὰρ τοῦ εὐαγγελιστοῦ Ἰωάννου Λόγον αὐτὸν ἀποκαλέσαντος, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα· τοῦ δὲ Σωτῆρος φῶς, καὶ ἀλήθειαν, καὶ ζωὴν, καὶ μονογενῆ Υἱὸν, καὶ τὰ λοιπὰ ἑαυτὸν ἀνειπόντος, Λόγον δὲ οὐδαμῶς, πῶς οὐκ ἄτοπον ἐπὶ μὲν ὧν αὐτὸς ἑαυτὸν ὠνόμασε, μὴ λέγειν ἓν τούτων εἶναι καὶ οὐδὲν ἕτερον, ἐπὶ δὲ τῆς τοῦ εὐαγγελιστοῦ περὶ αὐτοῦ φωνῆς, τῆς Λόγον αὐτὸν ἀνειπούσης, διαβεβαιοῦσθαι, ὡς οὐδὲν ἕτερον ἦν ἢ Λόγος; Ἀλλὰ καὶ κυρίως, φησὶ, καὶ ἀληθῶς ὑπάρχων Θεός· οὐ γὰρ δὴ ἕτερος ἦν ὁ Λόγον αὐτὸν ἀνειπὼν, ἕτερος δὲ ὁ Θεὸν ἀποκαλέσας· εἷς δὲ καὶ ὁ αὐτός. Εὐαγγελιστὴς ὁμοῦ καὶ Λόγον αὐτὸν ἐδίδαξεν, εἰπών· Καὶ Θεὸς ἦν ὁ Λόγος· ὁ δ' αὐτὸς καὶ φῶς αὐτὸν ὠνόμασε. Διὰ τί οὖν μὴ κυρίως καὶ ἀληθῶς Υἱὸν, μονογενῆ, καὶ ὅσα ἄλλα αὐτὸς ὁ δεσπότης καὶ Σωτὴρ τοῦ εὐαγγελιστοῦ περὶ ἑαυτοῦ μεμαρτύρηκεν; Ὁ δὲ πάντα παρεὶς, μόνον Λόγον αὐτὸν κυρίως καὶ ἀληθῶς ὑπάρχειν φησί. Καὶ προστίθησιν, ὡς ἄρα μόνον εἴη Λόγος. Ἐντεῦθεν δὲ καταπίπτει ἐπὶ τὴν τοῦ ἀνθρωπείου λόγου ὁμοιότητα.
sively named, as they say, but being true Word." And again: "Beforehand, just as I said many times, He was nothing other than Word;" and again: "Prior to coming down, and being born through the Virgin, He was Word only; since what else was that which came down at the last of the days, as he himself also wrote, prior to taking up human flesh? And that which was begotten from the Virgin was nothing other than Word." To Marcellus when saying these things it would have been just to put such an inquiry as this: And whence to us, O fellow, do you add "nothing other", and "only"? For the saying, In the beginning was the Word (John 1:1), we knew accurately, and not only that, but what? And God was the Word, and He was the light that enlightens every man [coming into the world], and He was Only-begotten Son (John 1:1, 9, 14), and whatsoever other things have been recounted? Yet that He was Word only, and nothing other than Word, no one would be able to show as having been spoken. Whence then the audacity of the addition? For why would one not rather call Him Son only, and nothing other than Son? And why not God and nothing other than God? Why not light of the world, and nothing other than this? And why not life, and nothing other? And in the case of like titles one might most justly put forward the very same point. Yet just as anyone, if he should say this, would be convicted of erring (for He is all these things collectively, being one Son of God, and if anything is higher than these, deemed worthy according to each conception of the diverse divine powers within Him even of their appellations), so also in the case of the Word, he who said that He is Word only and nothing other would reasonably be said to trip up; for when the evangelist John alone called Him Word, and not this only, but other things also, while the Saviour proclaimed Himself light, and truth, and life, and Only-begotten Son, and the rest, yet by no means Word, how is it not absurd in the case of the titles by which He named Himself not to say that He is one of these and nothing other, yet in the case of the evangelist's expression concerning Him, which proclaimed Him Word, to affirm confidently that He was nothing other than Word? Nay, He is also properly, one says, and truly subsisting God; for surely it was not one man who proclaimed Him Word, and another who called Him God; rather, he is one and the same. The evangelist at once also taught that He is Word, saying: And God was the Word (John 1:1); and the very same man also named Him light. Why then is He not properly and truly Son, Only-begotten, and whatsoever other things the Master and Saviour of the evangelist Himself has testified concerning Himself? Yet he, passing over all things, says that He properly and truly subsists as Word only. And he adds that He was, as it turns out, Word only. And from this he lapses into the likeness of the human word.
Notes, col. 921

On the reading

Printed θεῖκῶν, for θεϊκῶν.