τινα καὶ σύγχυσιν γίνεσθαι τῶν ὅλων, ἓν καὶ ταὐτὸν γενησομένων τοῦ Υἱοῦ καὶ τῶν λοιπῶν ἁπάντων, καὶ οὐ μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ Θεοῦ. Εἰ γὰρ τὰ πάντα τῷ Υἱῷ, ὁ δὲ Υἱὸς τῷ Πατρὶ, ἐν τῷ ὑποτάσσεσθαι ἑνοῦται, ὅρα τί συμβαίνει ἐκ τοῦ λόγου. Ἀλλ', ὥσπερ οὐχ ἕνωσιν ὁ Ἀπόστολος ἐδήλου λέγων, Ὑποταγήσεσθαι τῷ Υἱῷ τὰ πάντα, ἀλλὰ τὴν ἐξ αὐθεκουσίου προαιρέσεως ὑπακοὴν καὶ τὴν δόξαν καὶ τὴν τιμὴν, ἣν ἀποδώσει αὐτῷ τὰ πάντα, οἷα Σωτῆρι, καὶ βασιλεῖ τῶν ὅλων· τὸν αὐτὸν τρόπον καὶ τὸ αὐτὸν ὑποταγήσεσθαι τῷ Πατρὶ οὐδὲν ἕτερον σημαίνοι ἂν, ἢ τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὸ σέβας τήν τε μεγαλοπρέπειαν τήν τε αὐθεκούσιον ὑπακοὴν, ἣν καὶ αὐτός ἀποδώσει τῷ Θεῷ καὶ Πατρὶ, ἐπειδὰν τοὺς πάντας ἀξίους τῆς πατρικῆς θεότητος εἶναι παρασκευάσῃ. Τέως μὲν γὰρ, ὡς ὅτε οὐκ ἄξιοι ταύτης εἰσὶ, προλαβὼν αὐτὸς, οἷά τις κοινὸς ἁπάντων Σωτὴρ, διορθωτικὴν τῶν ἀτελῶν καὶ θεραπευτικὴν τῶν θεραπείας δεομένων βασιλείαν βασιλεύει, τοὺς τῆς βασιλείας ἐχθροὺς ὑπάγων τοῖς αὐτοῦ ποσίν· ὃ δὴ παρίστησιν ὁ φάσκων Ψαλμὸς, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, ὅτε τοὺς μὲν ἐχθροὺς ὑπὸ πόδας θέσει, τοὺς δὲ τῆς αὐτοῦ βασιλείας ἀξίους ἐν ἀτελευτήτῳ ζωῇ καταστήσει. Τηνικαῦτα γὰρ καὶ ὁ πάντων ἐχθρὸς θάνατος ἔσχατος καταργηθήσεται· μηδενὸς γὰρ θνήσκοντος ἔτι, ἐν αιωνίῳ δὲ ζωῇ ζησομένων τότε τῶν τῆς βασιλείας ἀξίων, τὸν θάνατον ἀργήσειν εἰκὸς, μηκέτ' ἔχοντα οὓς θανατώσειεν. Ὧν ὧδε εὐτρεπισθέντων, τῷ Υἱῷ τοῦ Θεοῦ σωτήριον ὑποταγὴν πάντες οἱ ἅγιοι ὑποταγήσονται, αὐτῷ ζωῇ μὲν ὄντι ζησόμενοι αἰωνίως· σοφίᾳ δὲ ὄντι, σοφοὶ γενόμενοι· λόγῳ δὲ ὄντι, λόγιοι ἀπεργασθέντες· οὕτω δὲ καὶ Χριστοὶ γενήσονται, πνεύματι τῆς αὐτοῦ εὐωδίας χρισθέντες· φωστῆρές τε ἀναδειχθήσονται τοῦ νέου αἰῶνος· ἐξ αὐτοῦ τὰ φῶτα χορηγούμενοι καὶ υἱοὶ δὲ Θεοῦ ἔσονται, τῷ τῆς υἱοθεσίας πνεύματι κοσμηθέντες, καὶ τῶν λοιπῶν ἐν αὐτῷ δυνάμεων μεθέξουσιν, οἱ αὐτῷ ὑποταγησόμενοι, ὡς καὶ δικαίους γενέσθαι ἐκ τῆς αὐτοῦ δικαιοσύνης, καὶ ἁγίους ἐκ τῆς αὐτοῦ ἁγιωσύνης. Ἐπεὶ δὲ καὶ Θεὸς ἦν ὁ Λόγος, οὐδὲ τῆς θεότητος αὐτοῖς φθονήσει· ὥστε ἐπαληθεῦσαι τὸν Ἀπόστολον, Κληρονόμους μὲν Θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ γενήσεσθαι τοὺς ἁγίους προφήσαντα. Ναὶ μὴν καὶ σώμασιν οὐρανίοις, ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις χρήσονται παραπλησίοις, καὶ ἐν τούτῳ τῆς αὐτοῦ μεταληψόμενοι δόξης. Ὃ δὴ παρίστη αὐτὸς φήσας, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστὸν ὃς μετασχηματίζει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, σύμμορφον τῷ
of some sort and confusion of the universe would come to pass, the Son and all the rest becoming one and the same, and not only they, but even God Himself as well. For if all things are united to the Son, and the Son to the Father, in being subjected, see what results from the argument. Rather, just as the Apostle did not indicate union when saying that all things will be subjected to the Son, but the obedience out of free choice and the glory and the honour which all things will render to Him as Saviour and King of all; in the same way His own going to be subjected to the Father would signify nothing else than the glory and the honour and the reverence and the magnificence and the voluntary obedience which He Himself also will render to His God and Father, whenever He has prepared them all to be worthy of the paternal deity. For in the meantime, inasmuch as they are not yet worthy of this, taking the lead Himself like some common Saviour of all, He reigns a kingdom corrective of the imperfect and healing of those in need of healing, bringing the enemies of the kingdom under His feet; which very thing the Psalm presents when it alleges, The Lord said to my Lord, Sit Thou at My right hand, until I make Thine enemies a footstool of Thy feet, when He will place His enemies under foot, and establish those worthy of His kingdom in endless life. For at that time too the last enemy of all, death, will be abolished; for since no one dies any longer, and those worthy of the kingdom will then live in eternal life, it stands to reason that death will be idle, no longer having any whom it might put to death. When these things have thus been made ready, all the saints will be subjected to the Son of God in a saving subjection, going to live eternally in Him Who is life; having become wise in Him Who is wisdom; having been wrought rational in Him Who is reason; and thus too they will become Christs, anointed with the spirit of His sweet fragrance; and they will be manifested as luminaries of the new age; being supplied with lights from Him, they will also be sons of God, adorned with the spirit of adoption, and will partake of the remaining powers in Him, they who are going to be subjected to Him, so as to become both righteous out of His righteousness, and holy out of His holiness. And since the Word was also God, neither will He begrudge them deity; so as to verify the Apostle, who foretold that the saints will become heirs indeed of God, and fellow-heirs of Christ. Yea indeed, they will also possess bodies like heavenly ones, sun and moon and stars, in this too going to partake of His glory. Which very thing he himself presented when he said, whence also we await a Saviour, the Lord Jesus Christ, Who transforms the body of our humiliation, conformed to the