λαδὴ ἐνοικῶν ἐν αὐτοῖς, καὶ ἐμπεριπατῶν ἐν αὐτοῖς, καὶ Θεὸς αὐτῶν οὐκ ἀπαξιῶν εἶναι, λαόν τε αὐτοῦ τοὺς πάντας οἰκειούμενος. Οὕτω μὲν οὐκ ἔσται ἐν αὐτοῖς, ὡς καὶ ἐν αὐτῷ λέγεται εἶναι τῷ Υἱῷ, καθὼς διδάσκει λέγων αὐτὸς, Ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ Πατρί· καὶ πάντα δὲ ἔσται ἐν αὐτοῖς, τῷ πᾶσιν ἑαυτὸν παρέχειν, καθ' ὃ ἡ ἑκάστου δύναμις χωρεῖ τῆς αὐτοῦ θεότητος μεταλαγχάνειν· τῆς τρισμακαρίας ἐλπίδος καὶ τῆς ἀτελευτήτου καὶ ἀφθάρτου ζωῆς ἐν τούτῳ καταστησομένης τῷ τέλει, ἐν ᾧ ὁ μὲν Θεὸς ἔσται πάντα ἐν πᾶσι, ταῖς τῆς θεότητος αὐτοῦ μαρμαρυγαῖς ἀλέκτου φωτὸς ἐμπιπλῶν τοὺς πάντας· ὁ δὲ Υἱὸς ἐναγαλλόμενος καὶ χαίρων τῷ κατορθώματι, στεφάνου δίκην περιθέμενος τοὺς δι' αὐτοῦ τῆς μακαριότητος ἠξιωμένους, ὑπὸ ἐφόρῳ τῷ Πατρὶ, τὴν ἀγήρω καὶ ἀτελεύτητον διατελέσει βασιλείαν, τῶν περὶ αὐτοῦ λογίων τηνικαῦτα πληρωθησομένων, τῶν τε ἄλλων, ἄταρ δὴ καὶ τῶν τοῦ ἀγγέλου Γαβριὴλ πρὸς τὴν παναγίαν Παρθένον εἰρημένων περὶ τοῦ ἐξ αὐτῆς τεχθησομένου, Ὡς ἄρα βασιλεύσει εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Βασιλεύων δὴ τότε ὁ Υἱὸς τοῦ Θεοῦ τοὺς ὑπ' αὐτῷ βασιλευομένους πάντας τῷ αὐτοῦ παραδώσει Πατρὶ, οὐ παυσόμενος τῆς βασιλείας, οὐδ' ἀναχωρῶν αὐτῆς· οὐδὲ γὰρ παύεσθαι αὐτὸν τῆς βασιλείας ὁ θεῖος Ἀπόστολος ἔφη, ἦ γὰρ ἂν τἀναντία ἔγραψε τῷ Γαβριὴλ θεσπίσαντι πρὸς τὴν Παρθένον βασιλεύσειν αὐτὸν εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔσεσθαι τέλος, ἀλλὰ παραδώσειν τὴν βασιλείαν, δηλαδὴ τοὺς ὑπ' αὐτῷ βασιλευομένους τῷ Θεῷ καὶ Πατρί. Τελειωθέντας γὰρ ὑπ' αὐτῷ τοὺς πάντας, ὡσανεὶ φαιδρυνομένος τῷ κατορθώματι, παραδώσει τῷ Πατρί· οἷά τινα παραθήκην ἀποδεδεγμένος· ὃ δὴ διδάσκει λέγων αὐτὸς, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· διὸ ἀκολούθως, οἷα φύλαξ ἀγαθὸς, σῶαν καὶ κατὰ πάντα ἐῤῥωμένην τὴν παραθήκην φέρων παραδώσει τῷ Θεῷ, ἀρχιερέως δίκην, τοὺς ὑπ' αὐτῷ ἱερουμένους, πάντας λευχείμονας, καὶ ὡσπερεὶ λαμπροτάταις στολαῖς τοῖς τῆς ἀναστάσεως ἀφθάρτοις σώμασιν ἐξαστράπτοντας παριστῶν αὐτῷ, ἵνα μὴ μόνης τῆς ὑπ' αὐτῷ βασιλείας ἀπολαύωσιν, ἀλλὰ καὶ τῶν τοῦ Πατρὸς ἀῤῥήτων ἀγαθῶν ἐμπιπλῶνται. Οὕτω γὰρ ἔσται, κατὰ τὸν Ἀπόστολον, Ὁ Θεὸς πάντα ἐν πᾶσι, τοῦ Υἱοῦ τοὺς βασιλευομένους προσάγοντος αὐτῷ, ἵνα ὅλον τοῦτο γένηται, λέγω δὲ τὸ Πάντα ἐν πᾶσιν εἶναι τὸν Πατέρα. Ὡς γὰρ ἦν πρότερον ἐν τῷ Υἱῷ, κατὰ τὸ, Ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ
namely indwelling in them, and walking among them, and not disdaining to be their God, and appropriating them all as His own people. Yet He will not be in them in such a way as He is also said to be in the Son Himself, just as He Himself teaches, saying, The Father is in Me, and I in the Father; rather, He will be all things in them by granting Himself to all, according as the capacity of each is able to partake of His godhead; since the thrice-blessed hope and the endless and incorruptible life will be established at this end, wherein God on the one hand will be all in all, filling all with ineffable light through the flashings of His godhead; and the Son on the other hand, exulting and rejoicing in the achievement, putting around Himself like a crown those counted worthy of blessedness through Him, under the Father as overseer, will continue His unageing and endless kingdom, when the oracles concerning Him are then fulfilled, both the rest and indeed also those spoken by the angel Gabriel to the all-holy Virgin concerning Him Who was to be born from her, How then He shall reign unto the ages, and of His kingdom there shall be no end. Reigning indeed at that time, the Son of God will hand over all who are ruled under Him as King to His Father, not ceasing from the kingdom, nor withdrawing from it; for neither did the divine Apostle say that He ceases from the kingdom, or else he would truly have written the opposite to Gabriel when he prophesied to the Virgin that He would reign unto the ages and that of His kingdom there would be no end, but that He would hand over the kingdom, that is to say, those ruled under Him as King, to God and the Father. For once all have been perfected under Him, as though brightening Himself in the achievement, He will hand them over to the Father, having received them like some deposit; which very thing He Himself teaches, saying, All things were handed over to Me by My Father; wherefore accordingly, like a good guardian, bringing the deposit safe and in every respect sound, He will hand them over to God, after the manner of a high priest, presenting to Him those consecrated under Him, all clad in white, and flashing forth as though in most radiant robes with the incorruptible bodies of the resurrection, so that they may not enjoy only the kingdom under Him, but may also be filled with the unutterable good things of the Father. For thus, according to the Apostle, God will be all in all, while the Son brings near to Him those ruled as subjects, so that this whole thing may come to pass, I mean the Father being all in all. For just as He was previously in the Son, according to the saying, The Father is in Me, and I in the