Migne Reading Room

PG 24 · cols. 497–508 · Read from the page

Commentaries on Isaiah

Commentaries on Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:497Read from the page
τούτου;» ἔσται κἀκεῖνο σωτήριον. Σωτήριον δὲ ἱμάτιον τῇ ψυχῇ περιθήσεται, καὶ χιτῶνα εὐφροσύνης· ἕκαστος γὰρ ταῖς ἑαυτοῦ πράξεσι ταῖς κατὰ δικαιοσύνην πεπραγμέναις τὸν ἑαυτοῦ κόσμον ἐνδύσεται.
?" That body too shall be saving. And a saving garment shall be put around the soul, and a tunic of gladness; for each one, by his own deeds wrought according to righteousness, shall put on his own adornment.
«Οὐ γὰρ δύσεταί σοι ὁ ἥλιός σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γάρ σοι Κύριος φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου. Καὶ ὁ λαός σου πᾶς δίκαιος, δι' αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν. Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος, εἰς ἔθνος μέγα. Ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.
"For your sun shall not set for you, and the moon shall not fail you; for the Lord shall be to you an eternal light, and the days of your mourning shall be fulfilled. And your people, all righteous, shall inherit the land for ever, preserving the plant, the works of His hands, for glory. The fewest shall become thousands, and the least, a great nation. I, the Lord, will gather them in due season.
ΚΕΦΑΛΑΙΟΝ ΞΑʹ.
Chapter LXI.
«Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.....»
"The Spirit of the Lord is upon me, wherefore He has anointed me; to preach good tidings to the poor He has sent me....."
ΚΕΦΑΛΑΙΟΝ ΞΒʹ.
Chapter LXII.
«Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς· τὸ δὲ Σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται τὰ ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς, τὴν δόξαν σου. Καὶ καλέσει σε τὸ ὄνομα τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου.» Ὃν ἀπολήψεται τότε λέγουσα· «Τὸν καλὸν ἠγώνισμαι ἀγῶνα, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.» Ἡ δὲ αὐτὴ, νύμφη τις οὖσα τοῦ νυμφίου Λόγου καὶ τὰ παρ' αὐτοῦ σπέρματα ὑποδεξαμένη, καρποὺς ὡραίους καὶ εὐανθεῖς ἀποδίδωσι. Πάλιν δὲ κἀνταῦθα τὸ θεοσεβὲς πολίτευμα τὸ πάλαι συνεστὸς παρὰ Ἰουδαίοις δηλοῖ. Στέφανος γὰρ ὡς ἀληθῶς Χριστοῦ πάντες οἱ δι' αὐτοῦ κατορθοῦντες τυγχάνουσι, καὶ διάδημα βασιλείας εἰσὶ τῆς αὐτοῦ οἱ τοῖς ὑπὲρ αὐτοῦ ἐνηθληκότες ἀγῶσιν, οἱ ἅγιοι μάρτυρες, οὓς τῇ ἑαυτοῦ χειρὶ ὁ Πατὴρ ἐκλεξάμενος τῷ Υἱῷ περιτίθησι, στεφανῶν αὐτὸν καὶ διαδήματι βασιλικῷ τιμῶν τὸ πλῆθος τῶν δι' αὐτοῦ καὶ ὑπ' αὐτοῦ σεσωσμένων.
"For Sion's sake I will not keep silent, and for Jerusalem's sake I will not relent, until her righteousness goes forth like light, and My Salvation shall burn like a torch. And the nations shall see your righteousness, and kings, your glory. And one shall call you by the new name, which the Lord shall name. And you shall be a crown of beauty in the hand of the Lord, and a diadem of kingship in the hand of your God." Which she will receive at that time, saying: "I have fought the good fight, I have finished the course, I have kept the faith; henceforth there is laid up for me the crown of righteousness." And this same one, being a bride of the Bridegroom Word and having received the seeds from Him, yields ripe and flourishing fruits. And here again too he signifies the godly commonwealth established of old among the Jews. For truly all who succeed in virtue through Christ are His crown, and the diadem of His kingdom are those who have contended in the contests on His behalf, the holy martyrs, whom the Father, having chosen out with His own hand, places upon the Son, crowning Him and honouring with a royal diadem the multitude of those saved through Him and by Him.
«Καὶ καλέσει σε ὄνομα καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό·» τουτέστι, κατὰ τὸ θέλημα τὸ ἐμὸν ὀνομασθήσεται.
"And one shall call you by a new name, which the Lord shall name:" that is, according to My will she shall be named.
«Καὶ οὐκέτι κληθήσῃ καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι ἔρημος· σοὶ γὰρ κληθήσεται, θέλημα ἐμόν· καὶ ἡ γῆ σου, οἰκουμένη· ὅτι εὐδόκησε Κύριος ἐν σοὶ, καὶ ἡ γῆ σου συνοικισθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου. Καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.» Ἐν τῷ καινῷ αἰῶνι τῆς Χριστοῦ βασιλείας συστήσεται, μόνους ἕξουσα οἰκήτορας τοὺς τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ καταξιωθησομένους, οἳ καὶ ἐν τοσαύτῃ θυμηδίᾳ καὶ εὐφροσύνῃ διάξουσιν, ὡς ἔοικε νεανίσκῳ ἁγίῳ ἀνδρὶ συνόντι παρθένῳ καθαρᾷ, οὐδαμῶς μὲν αὐτῆς τὴν παρθενίαν σπιλοῦντι· τῇ δὲ ἁγνείᾳ τῇ παρθενικῇ καὶ τῇ καθαρᾷ συνδιατριβῇ, καὶ συνοικεὶ χαίροντι. Καὶ οἱ μὲν υἱοί σου οὕτως εὐφρανθήσονται·
"And you shall no longer be called Forsaken, and your land shall no longer be called Desert; for to you shall be called, My Will; and your land, Inhabited; because the Lord has taken pleasure in you, and your land shall be peopled. And as a young man dwelling with a virgin, so shall your sons dwell. And it shall be that in the way a bridegroom will rejoice over a bride, so will the Lord rejoice over you." In the new age of the kingdom of Christ she shall be established, having as inhabitants solely those who will be counted worthy of the promises of God, who shall also live in such gladness of heart and joy, as resembles a holy young man living with a pure virgin, in no way defiling her virginity, but rejoicing in virginal chastity and pure companionship, and with the whole household. And your sons indeed shall thus rejoice;
Notes, col. 497

On the reading

Printed συνοικεὶ, for συνοικίᾳ.

PG 24:500Read from the page
αὐτὸς δὲ ὁ Κύριος τὴν ἑαυτοῦ νύμφην ἀπολαβὼν, σὲ τὴν ἁγίαν Ἐκκλησίαν, ἐκ τελείων μελῶν συνεστῶσαν, ἔκ τε τοῦ προτέρου λαοῦ καὶ τοῦ νέου τοῦ ἐξ ἐθνῶν. Εἶτα καὶ πρὸς τὴν Ἐκκλησίαν ποιεῖται τοὺς λόγους· ταύτης γεγόνασιν υἱοὶ κατὰ σάρκα οἱ θεσπέσιοι μαθηταὶ, τὴν εἰς ἄκραν αὐτῆς σώζοντες ἀγάπην· ὥστε δοκεῖν τὴν γενομένην φιλοστοργίαν, οἷά περ νεανίσκῳ συνῳκηκότι παρθένῳ. Οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοὶ, καθάπερ ἀμέλει καὶ νυμφίος ἐπὶ νύμφῃ. Καθήκετο γὰρ ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵν' ἔγκαρπον ἀποφήνῃ τὴν Ἐκκλησίαν, ην αὐτὸς ἑαυτῷ παρέστησε παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα· ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον. Δεξαμένη τοίνυν παρ' αὐτοῦ τῆς εὐαγγελικῆς πολιτείας τὰ σπέρματα, πνευματικαῖς θυσίαις καὶ ἁγιοπρεπέσι κατορθώμασι τὴν νύμφην ἐκλάμπουσαν ἀπέδειξεν.
while the Lord Himself receives back His own bride, you, the holy Church, composed of perfect members, both from the former people and from the new one out of the nations. Next He addresses His words to the Church herself as well: her sons according to the flesh have been the divinely inspired disciples, preserving supreme love for her, so that the affection that arose seems just like that of a young man who has dwelt with a virgin. Thus will the Lord rejoice over you, assuredly just as a bridegroom over a bride. For the only-begotten Word of God came down from the heavens, that He might render fruitful the Church, whom He presented to Himself as a chaste virgin, having neither spot nor wrinkle, but rather holy and blameless. Having received from Him, therefore, the seeds of the evangelical way of life, she showed forth the bride shining brightly with spiritual sacrifices and saintly achievements.
«Καὶ ἐπὶ τῶν τειχῶν σου, Ἱερουσαλὴμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπηθήσονται, μιμνησκόμενοι Κυρίου. Οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορθώσῃ, καὶ ποιήσῃ Ἱερουσαλὴμ γαυρίαμα ἐπὶ τῆς γῆς. Ὤμοσε Κύριος κατὰ τῆς δόξης αὐτοῦ, καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ.» Πάλαι μὲν γὰρ ταῦτα ἐγένετο, ὁπηνίκα τὸν ἑαυτῶν καρπὸν βρῶμα παρεῖχον τοῖς ἐχθροῖς τοῦ Θεοῦ, τοιαῦτα πράττοντες καὶ ἐνεργοῦντες ὡς δαιμονίων γίνεσθαι τροφὴν τὰς ἑαυτῶν πράξεις· νυνὶ δὲ τοῖς τοῦ νέου αἰῶνος καταξιωθησομένοις, καὶ τῶν ἐπηγγελμένων τευξομένοις, ὅρκῳ ὄμνυσιν ὁ Κύριος μηκέτι δώσειν ἐχθροῖς τοὺς καρποὺς αὐτῶν, ἀλλ' αὐτοὺς αὐτῶν ἀπολαύειν. Κατορθοῦντας γὰρ τὸν κατ' ἀρετὴν βίον καὶ θεοσεβῶς διάγοντας, δίκαιον τῶν οἰκείων ἀπολαύειν καρπῶν. «Εἰ ἔτι δώσω τὸν σῖτόν σου, καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ' ᾧ ἐμόχθησας·
"And upon your walls, Jerusalem, I have set watchmen all the day and all the night, who to the end shall not keep silent, making mention of the Lord. For there is none like you, if He should set right and make Jerusalem a boast upon the earth. The Lord has sworn by His glory, and by the strength of His arm." For of old these things happened when they gave their own fruit as food to the enemies of God, doing and working such things that their own deeds became nourishment for demons; whereas now, to those who will be counted worthy of the new age and will obtain the things promised, the Lord swears with an oath that He will no longer give their fruits to enemies, but that they themselves shall enjoy them. For it is just that those who succeed in the life of virtue and live godlily should enjoy their own fruits. "If I shall any longer give your corn and your meats to your enemies, and if alien sons shall any longer drink your wine, over which you toiled;
Ἀλλ' οἱ συναγαγόντες φάγονται αὐτὰ, καὶ αἰνέσουσι Κύριον, καὶ οἱ συναγαγόντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου.» Εἶεν δ' ἂν αὗται αἱ πολλαὶ μοναὶ αἱ παρὰ τῷ Πατρί.
But those who gathered shall eat them, and praise the Lord, and those who gathered shall drink them in My holy courts." Now these would be the many mansions that are with the Father.
«Πορεύεσθε διὰ τῶν πυλῶν μου.» Νοεῖν δὲ ἡμῖν παρέχει διὰ τούτων τὴν ἐπουράνιον τοῦ Θεοῦ πόλιν, καὶ τὰς αὐτῆς πύλας· ἃ δὴ πάντα κατὰ τὸν ἐπηγγελμένον αἰῶνα ἀναπετασθήσεται τοῖς ἀξίοις καὶ λεχθήσεται· «Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε. Ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη.» Μηδὲν γὰρ, φησὶν, ἔσται κώλυμα, μηδὲ ἐμπόδιον, μηδέ τις φθόνος, μηδὲ βάσκανος, μὴ πρόφασίς τε, μηδὲ δαίμων, μὴ πνεῦμα πονηρὸν, μὴ δύναμις ἀντικειμένη διακωλυέτω τὸν λαὸν τὸν ἐμὸν εἰς την βασιλείαν τῶν οὐρανῶν εἰσιέναι. Ταῦτα δὲ πρός τινας ἀγγελικὰς λεχθήσεται δυνάμεις.
"Go through My gates." Through these words He grants us to understand the heavenly city of God, and her gates; all of which in the promised age shall be flung open to the worthy, and it shall be said: "Go through My gates, and make a way for My people, and cast the stones away out of the road. Lift up a standard for the nations." For there shall be no hindrance, He says, nor obstacle, nor let any envy, nor grudging adversary, nor pretext, nor demon, nor evil spirit, nor opposing power hinder My people from entering into the kingdom of the heavens. And these things shall be spoken to certain angelic powers.
«Ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ Σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ. Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου. Σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη.» Μὴ γὰρ νομιζέτω τις, φησὶν, περὶ τοῦ Ἰου-
"For behold, the Lord has made it heard to the end of the earth: Say to the daughter of Sion: Behold, the Saviour has arrived for you, having His own reward, and His work before His face. And He shall call him a holy people, redeemed by the Lord. And you shall be called a City Sought Out and Not Forsaken." For let no one suppose, he says, that concerning the Jew-
Notes, col. 500

On the reading

Printed ην, for ἣν.

Printed την, for τὴν.

PG 24:501Read from the page
δαίων λαοῦ ταῦτα εἰρῆσθαι· ἐπειδήπερ πάντα τὰ ἔθνη τὸ σημεῖον αἴρεσθαι προστάττει, καὶ πάντας ἕως ἐσχάτου τῆς γῆς εὐαγγελίζεται τὰ προλεχθέντα. Πάλαι μὲν οὖν κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν ὁ αὐτὸς ἦν Σωτὴρ δι' ὧν ἔπραξε καὶ πέπονθεν ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους τὴν παρὰ τοῦ Θεοῦ σωτηρίαν τοῖς εἰς αὐτὸν πιστεύουσι προξενῶν, παρ' ᾧ καὶ Ἰησοῦς ὠνομάσθη, κατὰ τὴν τοῦ ἀγγέλου μαρτυρίαν.
ish people these things have been spoken; since He commands the sign to be raised for all the nations, and proclaims as good tidings to all unto the end of the earth the things spoken beforehand. Of old, then, at His first coming the very same One was Saviour through what He did and suffered on behalf of the human race, procuring salvation from God for those who believe in Him, wherefore He was also named Jesus, according to the testimony of the angel.
ΚΕΦΑΛΑΙΟΝ ΞΓʹ.
Chapter LXIII.
«Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ; οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ· βίᾳ μετὰ ἰσχύος. Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν Σωτηρίου.» Προσωποποιεῖ ὁ λόγος ἐρωτήσεις τινῶν ὁρώντων τὸν Χριστὸν πολεμικῷ σχήματι θεωρούμενον καὶ τὴν περιβολὴν ἡμαγμένον· οἳ καὶ πρὸς ἀλλήλους φασὶ τὸ ξένον τοῦ σχήματος ἐκπληττόμενοι· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ;» Ἐπειδὴ γὰρ ἡ Ἐδὼμ καὶ ἡ Βοσὸρ τῆς τῶν ἀλλοφύλων χώρας καὶ ἀεὶ τῶν πολεμίων τοῦ Ἰσραὴλ τυγχάνουσιν, εἰκότως διὰ τούτων τῶν ὀνομάτων τὰς ἀντικειμένας δυνάμεις αινίττεται, καὶ τῶν ἀνῃρημένων, καὶ ὡσπερεὶ κατεσφαγμένων τὸν ἱματισμὸν αὐτοῦ φησι πεφοινίσθαι. Σφόδρα δὲ αὐτὸν ἀλλοῖον ὁρῶντες ἐκ τῆς κατὰ τῶν ἀσεβῶν τιμωρίας, οὐδὲ γνωρίζειν ἐοίκασιν αὐτὸν, φαιδρὸν καὶ γαληνὸν καὶ ἥμερον αὐτὸν ἐπιστάμενοι· διὸ πυνθάνονται λέγοντες; «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ;»—«Ὑπερμαχῶν» γὰρ, κατὰ τὸν Σύμμαχον, τῶν ἀδίκως ὑπὸ τῶν ἀντικειμένων δυνάμεων καταπονουμένων, τοὺς μὲν ὡς ἐχθροὺς μετήρχετο, τοὺς δὲ ἔσωζεν ἐλευθερῶν τῆς ὑπὸ τοῖς ἐχθροῖς δυναστείας.
"Who is this that has arrived from Edom, redness of garments from Bosor, so comely in His robe, with force and strength? I speak righteousness and judgement of Salvation." The word dramatizes the questions of certain persons seeing Christ beheld in warlike guise and blood-stained in His raiment; who also say to one another, astounded at the strangeness of the appearance: "Who is this that has arrived from Edom, redness of garments from Bosor?" For since Edom and Bosor belong to the country of the foreigners and ever of the enemies of Israel, through these names it fittingly hints at the opposing powers, and says that His clothing has been reddened with those slain and, as it were, slaughtered. Seeing Him exceedingly altered as a result of the vengeance upon the ungodly, they do not even seem to recognize Him, knowing Him to be radiant and serene and gentle; wherefore they inquire, saying: "Who is this that has arrived from Edom, redness of garments from Bosor?"—For "fighting in defence," according to Symmachus, of those unjustly oppressed by the opposing powers, He visited the one sort with vengeance as enemies, while saving the others, setting them free from domination under their enemies.
«Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Πλήρης πεπατημένης.» Ὅρα δὲ πῶς εἴρηται ληνὸν πεπατηκέναι μονώτατος. Μόνῳ γὰρ αὐτῷ τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ, τὴν δὲ τῶν ἁμαρτημάτων ἔκπραξιν ληνὸν εἴωθε καλεῖν· διὸ ἐν τοῖς Θρήνοις Ἱερεμίας φησί· «Ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰούδα· ἐπὶ τούτοις ἐγὼ κλαίω.» Ὥσπερ δὲ ἡ ἐπὶ τὸ αὐτὸ τῶν ἁμαρτημάτων εὐθύνη, καὶ ὁ ἔλεγχος ἐπ' αὐτοῖς, ἥ τε ἔκπραξις καὶ ἡ τιμωρία ληνὸς ὠνόμασται· οὕτω καὶ τῶν ἀγαθῶν καρπῶν ἐκ τῆς ἀγαθῆς ἀμπέλου τρυγωμένων ληνοὶ θεοφιλεῖς καὶ Θεῷ ἀρεσταὶ γίνονται· ἐφ' αἷς καὶ «Ἐπιλήνιοι» ὕμνοι εἴρηνται ἐν τοῖς Ψαλμοῖς. «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Πλήρης πεπατημένης.» Μολύνει δὲ τὰ ἐνδύματα αὐτοῦ, ὥσπερ ἐρυθρὰ γενέσθαι αὐτὰ λέγεται προσωποποιίᾳ ἐμφατικῇ· ὥσπερ καὶ τὸ αἷμα τῶν ἐχθρῶν, περὶ οὗ φησι· «Καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.» Οὐ γὰρ δὴ αἰσθητὸν αἷμα νοητέον εἶναι περὶ τὰς ἀντικειμένας δυνάμεις.
"Why are your garments red, and your raiment as from a trodden winepress? Full of what has been trodden." Observe how He is said to have trodden the winepress utterly alone. For to Him alone has the Father given judgement, and Scripture is accustomed to call the exaction of sins a winepress; wherefore in Lamentations Jeremiah says: "The Lord has trodden a winepress for the virgin daughter of Judah; over these things I weep." And just as the collective reckoning of sins, and the reproof over them, and the exaction and punishment, has been named a winepress, so too when the good fruits are gathered from the good vine, there arise winepresses dear to God and pleasing to God, over which hymns "For the Winepresses" are also spoken in the Psalms. "Why are your garments red, and your raiment as from a trodden winepress? Full of what has been trodden." And He stains His raiment, just as it is said to become red by vivid personification, even as is the blood of the enemies, concerning which He says: "And I brought down their blood to the earth." For certainly one must not understand perceptible blood to belong to the opposing powers.
«Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ. Καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.» Ἐπειδὴ γὰρ ἐδόκουν τὸ πρότερον ἀνυπότακτοί τινες
"And of the nations there is no man with Me. And I trampled them down in My wrath, and crushed them like earth, and brought down their blood to the earth." For since previously certain ones seemed to be unsubdued
Notes, col. 501

On the reading

Printed αινίττεται, for αἰνίττεται.

Printed λέγοντες;, for λέγοντες·.

PG 24:504Read from the page
εἶναι καὶ μηδὲν παραχωροῦντες τῆς νίκης, εἰκότως, τὴν ἧτταν καὶ τὴν ταπείνωσιν αὐτῶν αἰνιτττόμενος, φάσκει εἰς γῆν κατενηνοχέναι τὸ νῖκος αὐτῶν. «Καὶ κατεπάτησα αὐτοὺς ὡς γῆν, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.»
and yielding nothing of victory, fittingly, hinting at their defeat and humiliation, He declares that He has brought their victory down to the earth. "And I trampled them down like earth, and brought down their blood to the earth."
«Ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι.» Ἐν ταυτῷ γὰρ τοὺς μὲν οἰκείους λυτρώσεται, τοῖς δὲ ἀνταποδώσει, κατὰ τὸ εἰρημένον παρὰ Μωϋσῇ· «Καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν ἀνταποδώσει.» Ὥσπερ τοῖς κατορθώσασι τὴν θεοσέβειαν ὁ Σωτὴρ ἐλέγετο ἐληλυθέναι, ἔχων τὸν ἑαυτοῦ μισθὸν, ὡς ἂν τὰς ἀμοιβὰς ἀποδῷ καὶ τὰ βραβεῖα τῆς ἄνω κλήσεως τοῖς ὑπὲρ εὐσεβείας ἠγωνισμένοις· οὕτω τοῖς ἀσεβέσι καὶ τὴν ἐναντίαν ὁδὸν πορευομένοις ὁ αὐτός ἐστι φόβος καὶ τὸ τιμωρητικὸν ἥξειν θεσπίζεται. «Καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν ἀνταποδώσει.»
"For a day of recompense has come upon them, and a year of redemption is at hand." For at one and the same time He will redeem His own, while rendering recompense to the others, according to what is spoken in Moses: "And He will render vengeance to enemies, and to those who hate Him He will render recompense." Just as for those who have succeeded in godliness the Saviour was said to have come having His own reward, so that He might render the recompenses and the prizes of the upward calling to those who have contended on behalf of piety, so too for the ungodly and those walking the opposite way the same One is a terror, and it is decreed by oracle that retribution shall come. "And He will render vengeance to enemies, and to those who hate Him He will render recompense."
«Καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν βοηθός· καὶ προσενόησα, καὶ οὐδεὶς ἀντελαμβάνετο. Καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου, καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.» Νοήσομεν δὲ πῶς ὁ λόγος εἴρηται, ἐπιστήσαντες πῶς μόνος αὐτὸς ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, καὶ ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἃ γὰρ οὐδεὶς πώποτε ἀνθρώπων, οὐδὲ ἀγγέλων, οὐδὲ τῶν θείων δυνάμεων ὑπέστη, μόνος αὐτὸς ὑπὲρ τῆς ἡμετέρας ἀναδείκνυται σωτηρίας, καὶ μόνῳ αὐτῷ ὁ Πατὴρ ἐχαρίσατο τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα καὶ τὴν κατὰ πάντων κρίσιν ἐνεχείρισεν· ὁ δὲ, τὴν παρὰ Πατρὸς λαβὼν ἐξουσίαν, τοὺς μὲν ἐῤῥύετο, οὓς σωτηρίας ἠξίου, τοὺς δὲ πολεμίους καὶ τοὺς ἐχθροὺς ἐτροποῦτο.
"And I looked, and there was no helper; and I took note, and nobody upheld. And My arm delivered them, and My wrath stood by. And I trampled them down in My anger, and brought down their blood to the earth." Now we shall understand how the word has been spoken when we attend to how He alone emptied Himself, taking the form of a servant, and humbled Himself, becoming obedient unto death, even death on a cross. For things that no one ever among men, nor among angels, nor among the divine powers endured, He alone displays on behalf of our salvation, and to Him alone the Father graciously gave the name that is above every name and entrusted judgement over all; and He, having received authority from the Father, rescued the one sort, whom He counted worthy of salvation, while routing the foes and the enemies.
«Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἐν πᾶσιν, οἷς ἡμῖν ἀνταποδίδωσι. Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ, καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Καὶ εἶπεν· Οὐχ ὁ λαὸς λαός μου· τέκνα οὐ μὴ ἀθετήσωσι. Καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν.» Ταῦτα τοίνυν, φησὶ, πάντα ἀναμνήσω τὰ πλήθη καταριθμούμενος τῆς ἀγαθωσύνης αὐτοῦ, ἐν οἷς καὶ τοῦτο μέγιστον ἐδωρήσατο χάρισμα, καταξιώσας τέκνα αὐτοῦ ὀνομάσαι τὸν λαὸν, εἰ μὴ ἀθετοῖεν τὴν αὐτοῦ χάριν.
"I remembered the mercy of the Lord, the praises of the Lord in all the things wherewith He recompenses us. The Lord is a good judge to the house of Israel; He brings upon us according to His mercy, and according to the abundance of His righteousness. And He said: Are not the people My people? Children will surely not deal falsely. And He became to them for salvation." All these things therefore, he says, I will recall, recounting the multitudes of His goodness, wherein He also bestowed this greatest gift of grace, counting worthy to name the people His children, if they should not reject His grace.
«Ἐκ πάσης θλίψεως αὐτῶν οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν. Αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. Αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν· αὐτὸς ἐπολέμησεν αὐτούς. Καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων. Ποῦ ὁ ἀναβιβάσας ἐκ τῆς θαλάσσης τὸν ποιμένα τῶν προβάτων; Ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον; ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωϋσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; Κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον. Ἤγαγεν αὐτοὺς δι' ἀβύσσου, ὡς ἵππον δι' ἐρήμου, καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ πεδίου κατέβη
"Out of all their affliction, neither an envoy nor an angel, but He Himself saved them, because He loved them and spared them. He Himself redeemed them, and took them up, and lifted them up all the days of the age. Yet they disobeyed, and provoked His Holy Spirit; and He was turned to enmity towards them; He Himself warred against them. And He remembered eternal days. Where is He Who brought up out of the sea the shepherd of the sheep? Where is He Who put within them the Holy Spirit? Who led Moses by His right hand, the arm of His glory? He overpowered the water from before His face, to make for Himself an eternal name. He led them through the deep, like a horse through a wilderness, and they did not grow weary; and like cattle through a plain descended
Notes, col. 504

On the reading

Printed αἰνιτττόμενος, for αἰνιττόμενος.

PG 24:505Read from the page
Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς. Οὕτως ἤγαγες τὸν λαόν σου, ποιῆσαι σεαυτῷ ὄνομα δόξης. Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου. Ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; Ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; Σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς. Ἀλλὰ σὺ, Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστι.» Ἤδη γὰρ καὶ ἄλλοτε πολλάκις ἁμαρτησάντων ἡμῶν ἀνέσχου· καὶ οὐδὲν θαυμαστὸν, ἐπειδὴ ἅπαξ κατηξίωσας εἰπεῖν· «Ὁ λαός μου τέκνα, καὶ ὁ λαός μου υἱοί εἰσιν.» Ὡς οὖν πατὴρ τέκνων καὶ πρότερον ἀνέσχου, καὶ νῦν πάλιν ἀνέσχου· οὐ γὰρ Ἀβραὰμ ἦν πατὴρ ἡμῶν, εἰ καὶ διακονεῖσθαι τῇ κατὰ σάρκα ἡμῶν ἔδοξε γενέσει. Ἀληθεῖ δὲ λόγῳ σὺ Πατὴρ ἡμῶν, οἷα κατὴρ πάντων πνευμάτων ὑπάρχων, καὶ τῶν κατ' εἰκόνα πεποιημένων ψυχῶν. Διὸ ῥύσασθαι ἡμᾶς ἀντιβολοῦμεν· «Ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστι.»
the Spirit from the Lord, and guided them. Thus didst Thou lead Thy people, to make for Thyself a name of glory. Turn back from heaven, and look from Thy holy house. Where is Thy zeal and Thy strength? Where is the abundance of Thy mercy and of Thy compassions, that Thou hast borne with us? For Thou art our Father, because Abraham did not know us, and Israel did not acknowledge us. But Thou, Lord, our Father, deliver us; from the beginning Thy name is upon us." For already at many other times also when we sinned Thou didst bear with us; and it is no wonder, since once for all Thou didst deign to say: "My people are children, and My people are sons." As a father of children, therefore, both formerly Thou didst bear with them, and now again bear Thou with us; for Abraham was not our father, even if he seemed to minister to our birth according to the flesh. In true account Thou art our Father, as being Father of all spirits, and of the souls made according to Thy image. Wherefore we entreat Thee to deliver us: "From the beginning Thy name is upon us."
«Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου.» Ὁ προφήτης πάντα ἐπὶ τὸν Θεὸν ἀναφέρει· οὐχ ὡς τοῦ Θεοῦ αἰτίου ἡμῖν γινομένου τοῦ ἁμαρτάνειν, ἀλλ' ἐνδιδόντος καὶ συγχωροῦντος ἐκεῖνα πράττειν ἃ ἄν τις αἱρῆται· ὡς τὴν μὲν αἰτίαν ἔχειν ἐξ ἡμῶν, τὴν δὲ ἀναφορὰν ἐπὶ τὸν Θεόν. «Ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου·» ὡσεὶ καταλειφθέντων αὐτῶν, καὶ μὴ ἀνατελλομένων διὰ πληγῶν τῶν κωλυουσῶν ἁμαρτάνειν.
"Why hast Thou caused us to stray, Lord, from Thy way, and hardened our hearts so as not to fear Thee? Turn back for Thy servants' sake, for the sake of the tribes of Thy inheritance." The prophet refers all things to God; not as though God becomes for us the cause of sinning, but as giving way and permitting each one to do whatever things he may choose; so that the blame comes from ourselves, while the reference goes back to God. "That for a little while we may inherit Thy holy mountain:" as though they had been forsaken, and were not rising up again through blows that restrain them from sinning.
«Ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς.» Ὡς ἐκ προσώπου τοῦ λαοῦ ταῦτά φησιν. Ὥσπερ γὰρ ἐσκλήρυνας πάντοτε τὴν καρδίαν τοῦ Φαραὼ, οὕτω καὶ νῦν, φησὶν, ἡμᾶς ἐσκλήρυνας, ἀναξίους εἶναι κρίνας τοῦ φόβου σου· ἀλλὰ καὶ ἐπλάνησας ἡμᾶς σὺ αὐτὸς, ὦ Κύριε, τοῦ μὴ γνωρίσαι τὴν ὁδόν σου. Πλὴν ἀλλ' εἰ καὶ ἡμεῖς τοιοῦτοι, σὺ γοῦν ὡς Θεὸς, διὰ τοὺς δούλους σου (εἰκὸς γὰρ εἶναί τινας ἐν τῷ πλήθει τοιούτους), ἐπίστρεψον. Καὶ ἐπειδὴ κλῆρός συυ κατηξιώθημεν ὀνομάζεσθαι, ἱκετεύομεν «Ἐπιστρέψαι διὰ τοὺς δούλους σου, καὶ διὰ τὰς φυλὰς τῆς κληρονομίας σου.» Δυνηθῶμεν καὶ ἡμεῖς οἱ ἀνάξιοι μικρᾶς τινος ἐλπίδος τυχεῖν ἐν τῷ ἐπηγγελμένῳ ὑπὸ σοῦ ὄρει ἁγίῳ· οὗ παντελῶς νῦν ἐκπεπτώκαμεν· ἐπείπερ οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου· καὶ τοῦτ' ἔπραξαν διὰ τὸ σὲ ἀποστραφῆναι ἡμᾶς. Οὕτω γοῦν καταλειφθέντες ἔρημοι τῆς σῆς ἐπισκοπῆς, τοιοῦτοι νῦν ἐσμεν, ὁποῖοι καὶ πρίν σε ἡμῶν ἄρξαι. Ὡς γὰρ ἦν ποτε χρόνος, ὅτε οὔτε προφήτας, οὔτε ἱερέας, οὔτε βασιλεῖς, οὔτε τι τῶν σῶν χαρισμάτων εἴχομεν· τὸν αὐτὸν τρόπον καὶ νῦν εἰς ἐκείνην κατέστημεν τὴν ἐρημίαν. Ταῦτα πάντα ἔοικεν ἀναφέρεσθαι ἐπὶ τὸν καιρὸν τὸν μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν· ἐν ᾧ παντελῶς κατελείφθησαν διὰ τὰ κατὰ τοῦ Σωτῆρος ἡμῶν τολμηθέντα αὐτοῖς. Νῦν γὰρ ὡς ἀληθῶς τοιοῦτοι γεγόνασιν, ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε οὐκ ἦρχεν αὐτῶν ὁ Θεὸς, ὥστε δύνασθαι λέγειν·
"We have become as at the beginning, when Thou didst not rule over us, nor was Thy name called upon us." He speaks these words as from the person of the people. For just as Thou didst always harden the heart of Pharaoh, so now also, he says, Thou hast hardened us, judging us to be unworthy of Thy fear; moreover Thou Thyself, O Lord, hast also caused us to stray, so as not to know Thy way. Nevertheless, even if we are such, yet do Thou as God, for Thy servants' sake (for it is likely that there are some such in the multitude), turn back. And since we have been counted worthy to be named Thy heritage, we implore Thee "to turn back for Thy servants' sake, and for the sake of the tribes of Thy inheritance." May even we, unworthy as we are, be able to obtain some small hope in the holy mountain promised by Thee, from which we have now altogether fallen away; seeing that our adversaries have trampled down Thy sanctuary, and they did this because Thou didst turn away from us. Having thus been left destitute of Thy visitation, we are now such as we were even before Thou didst rule over us. For just as there was once a time when we had neither prophets, nor priests, nor kings, nor any of Thy gifts of grace, in the same way now also we have been reduced to that desolation. All these things seem to refer to the time after the coming of our Saviour, in which they were altogether forsaken on account of the things dared by them against our Saviour. For now truly they have become such as at the beginning, when God did not rule over them, so as to be able to say:
Notes, col. 505

On the reading

Printed κατὴρ, for πατὴρ.

Printed συυ, for σου.

PG 24:508Read from the page
« Ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχῆς, ⟨…⟩τε ουκ ἦρξας ἡμῶν, οὐδὲ ἐκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς. »
"We have become as at the beginning, [when] Thou didst not rule over us, nor was Thy name called upon us."
ΚΕΦΑΛΑΙΟΝ ΞΔʹ.
Chapter LXIV.
« Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται. » Πλὴν ἀλλ' ἴσμεν ἀκριβῶς καὶ πεπείσμεθα, ὅτι, ἐὰν θελήσῃς ἀνοῖξαι τὸν οὐρανὸν Θεὸς ὢν καὶ πάντα δυνάμενος, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, τὰς ἀντικειμένας δηλαδὴ δυνάμεις τὰς ἐπαιρομένας κατὰ τῆς γνώσεώς σου.
"If Thou open heaven, trembling will seize the mountains from Thee, and they will melt." Yet nevertheless we know accurately and are persuaded that, if Thou wilt open heaven, being God and almighty, trembling will seize the mountains from Thee, namely the opposing powers that lift themselves up against the knowledge of Thee.
« Ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις. Ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. » Καὶ μὴν « Θεὸν οὐδεὶς ἑώρακε πώποτε, » καὶ, « Οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον, καὶ ζήσεται· » ἀλλ' ἔοικε τὸν Θεὸν διὰ τούτων αἰνίττεσθαι τὸν καὶ ἐπὶ τῆς ἐρήμου χρηματίσαντα Μωϋσῇ, τῷ τε παντὶ λαῷ ἑωραμένῳ διὰ τῆς ἐμφαινομένης τοῖς πᾶσι δόξης περὶ ἧς εἴρηται· « Καὶ ἑώρα πᾶς ὁ λαὸς τὴν δόξαν Κυρίου. »
"As wax melts before the face of fire, and fire will burn down the adversaries, and Thy name will be manifest to the adversaries: before Thy face nations will be troubled." And yet "no one has ever seen God," and, "No one will see My face and live"; rather, He seems through these words to hint at the God Who also gave divine response to Moses in the wilderness, and was seen by the whole people through the glory manifested to all, concerning which it has been said: "And all the people saw the glory of the Lord."
« Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλήν σου, καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον. Συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν. Διὰ τοῦτο ἐπλανήθημεν καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς· ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν. » Εἰ δὲ καί τις ἐν ἡμῖν ἐνομίσθη εὑρίσκεσθαι δικαιοσύνη καὶ πρᾶξις δικαία, ἐῤῥυπωμένη καὶ αὐτὴ καὶ ἄτιμος ἐλήλεγκται.
"When Thou doest glorious things, trembling will seize the mountains from Thee. From of old we have not heard, nor have our eyes seen a God besides Thee, and Thy works which Thou wilt do for those who wait for mercy. For He will meet those who do what is righteous, and they will remember Thy ways. Behold, Thou wast wroth, and we sinned. Therefore we went astray and all of us became as unclean; all our righteousness is as the rag of a menstruous woman." And even if some righteousness and righteous deed was thought to be found among us, it too has been exposed as defiled and dishonoured.
« Καὶ ἐξεῤῥύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν· οὕτως ἄνεμος οἴσει ἡμᾶς· καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου, καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σὺ, ἡμεῖς δὲ πηλὸς, ἔργα τῶν χειρῶν σου πάντες, μὴ ὀργίζου ἡμῖν σφόδρα, μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς. Πάλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος Σιὼν, ὡς ἔρημος ἐγενήθη Ἱερουσαλὴμ, εἰς κατάραν ὁ οἶκος, τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα ἔνδοξα ἡμῶν συνέπεσε. Καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου, Κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα. »
"And we have fallen away like leaves because of our iniquities; thus the wind will carry us off; and there is none who calls upon Thy name, and who remembers to lay hold of Thee; because Thou hast turned Thy face away from us, and hast delivered us up because of our sins. And now, O Lord, Thou art our Father, and we are clay, all of us the works of Thy hands; be not exceedingly wroth with us, and do not in due season remember our sins. And now look upon us, because we are all Thy people. The city of Thy holy place has become a wilderness, Sion has become as a wilderness, Jerusalem a curse, the house, our sanctuary, and the glory which our fathers blessed has become burned with fire, and all our glorious things have fallen together. And at all these things Thou hast restrained Thyself, O Lord, and hast kept silent, and hast humbled us exceedingly."
ΚΕΦΑΛΑΙΟΝ ΞΕʹ.
Chapter LXV.
« Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Εἶπα· Ἰδού εἰμι τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα. Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα, τοὺς πορευομένους ὁδῷ οὐ καλῇ, ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός· αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις, καὶ θυμιῶσιν ἐπὶ ταῖς
"I became manifest to those who did not inquire of Me; I was found by those who did not seek Me. I said, 'Behold, I am here,' to the nation that did not call upon My name. I stretched out My hands all the day long towards a disobedient and gainsaying people, those who walk in a way that is not good, but after their sins. This is the people who provoke Me continually before Me; they sacrifice in the gardens, and burn incense upon the
Notes, col. 508

On the reading

Printed ουκ, for οὐκ.

Printed ἑωραμένῳ, for ἑωραμένον.

Printed Πάλις, for Πόλις.