PG 24:509Read from the pageπλίνθοις τοῖς δαιμονίοις, ἃ οὐκ ἔστιν. » Εἴ τις θέλει φιλαλήθει λογισμῷ τὴν ἐμὴν ὁρᾷν φιλανθρωπίαν, εὕροι ἂν φθάνοντά με ταῖς εὐεργεσίαις καὶ τοὺς μακρὰν ἀφεστῶτας τῆς ἐμῆς γνώσεως. Αὐτίκα δὴ οὖν τοῖς ἐκτὸς μηδεπώποτε ἐρωτήσασί με ἐμφανῆ κατέστησα ἐμαυτὸν δι' ὑπερβάλλουσαν φιλανθρωπίαν· ὥστε ἤδη τοὺς ἀλλογενεῖς καὶ ἀλλοφύλους τὴν ἐμὴν γνῶσιν ἀνειληφέναι, καίπερ μηδὲν εἰς τοῦτο συμβαλλομένους. Ἀλλὰ καὶ τοῖς μὴ ζητήσασι τὴν ἐμὴν χάριν ταύτης μετέδωκα, φθάσας τε τὰς ἑτέρων παρακλήσεις· πρὶν καὶ εὔξασθαι, πρὶν καὶ ἱκετεῦσαι αὐτοὺς, εἶπον· Ἰδοὺ πάρειμι.
bricks to the demons, which do not exist." If anyone wishes with a truth-loving mind to behold My loving-kindness towards mankind, he would find Me anticipating with benefactions even those who stand far removed from the knowledge of Me. Straightway then to those outside who had never at any time asked for Me I rendered Myself manifest through surpassing loving-kindness towards mankind, so that already foreigners and aliens have received the knowledge of Me, even though contributing nothing towards this. Moreover, even to those who did not seek My grace I imparted a share of it, anticipating too the entreaties of others; before they even prayed, before they even supplicated, I said: Behold, here I am.
« Ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται διὰ ἐνύπνια οἱ ἔσθοντες κρέας ὕειον, καὶ ζωμὴν θυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν. Οἱ λέγοντες, Πόῤῥω ἀπ' ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι. Οὗτος καπνὸς τοῦ θυμοῦ μου. Πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας. Ἰδοὺ γέγραπται ἐνώπιόν μου· Οὐ σιωπήσω ἕως ἂν ἀποδώσω εἰς τὸν κόλπον αὐτῶν τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος. Οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν. Οὕτως λέγει Κύριος· Ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ· οὕτως ποιήσω ἕνεκεν τοῦ βουλεύοντός μοι. » Ἀλλ' εἴ πού τις ἐντὸς αὐτῶν εὑρεθείη, ὡς ἐν βότρυϊ ξηρᾷ ὑγιὴς καὶ ἐῤῥωμένος ῥὼξ, οὐ διαπεσεῖται παρ' ἐμοὶ τῷ κριτῇ, οὐδὲ συναπολεῖται τοῖς ἀπολλυμένοις, διὰ τὸ μετέχειν αὐτὸν εὐλογίας. Οὕτω δὲ ἔσται ὁ ῥὼξ οὗτος τίμιος παρ' ἐμοὶ, ὅσῳ καὶ σπάνιος. Κατὰ τοῦτο δὲ τὸ παράδειγμα καὶ ἐπὶ τοῦ παντὸς ἔθνους ποιήσω, εἴπερ τις εὑρεθείη καὶ ἐν τούτοις σωτηρίας ἄξιος.
"In the tombs and in the caves they sleep for the sake of dreams, they who eat swine's flesh and the broth of sacrifices: all their vessels are defiled; who say, 'Far from me, do not come near me, for I am pure.' This is the smoke of My wrath: a fire burns in it all the days. Behold, it stands written before Me: I will not keep silent until I repay into their bosom their sins and those of their fathers, says the Lord. Those who burned incense upon the mountains and reviled Me upon the hills, I will repay their works into their bosom. Thus says the Lord: In the way that a grape-berry will be found in the cluster, and they will say, 'Do not spoil it, for a blessing is in it,' so will I do for the sake of him who serves Me." Yet if anywhere someone among them should be found, like a sound and vigorous berry in a withered cluster, he will not fall away before Me the Judge, nor perish together with those who perish, because he partakes of blessing. And this berry will be all the more precious before Me in proportion as it is rare. According to this example I will also act in the case of the whole nation, if indeed anyone among these too should be found worthy of salvation.
« Τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ Ἰούδα· καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου· καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. » Τὸ ἀγαθὸν καὶ σπάνιον σπέρμα, δηλαδὴ ὁ ἀποστολικὸς χορὸς τοῦ πλήθους τῶν ἀπολλυμένων ἀφορισθείς. Πάλιν κἀνταῦθα ἐκλεκτοὺς καὶ δούλους αὐτοῦ τοὺς ἀποστόλους σημαίνει, οἵτινες ὡς ῥῶγες εὕρηνται· οὓς καὶ ἐκλεξάμενος περιφυλάττει ἐκ τῶν ἑτέρων, καὶ σπέρμα ἅγιον καὶ ἐκλεκτὸν ὠνόμασεν.
"For this cause I will by no means destroy all, and I will bring forth the seed out of Jacob and out of Juda, and it will inherit My holy mountain; and My chosen ones and My servants will inherit it, and will dwell there." That is, the good and rare seed, namely the apostolic choir set apart from the multitude of those who perish. Again here too by His chosen ones and servants He signifies the apostles, who have been found like grape-berries, whom also He chose out and preserves safe from the others, and named a holy and chosen seed.
« Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με. » Δρυμὸν δὲ εἴωθεν ἡ Γραφὴ τὸ πλῆθος τῶν ἀλλοφύλων καλεῖν καὶ ἀλλογενῶν ἐθνῶν· ἐν οἷς ἐπαύλεις ποιμνίων ἔσεσθαι θεσπίζει, τὰς ἐκκλησίας τῶν τοῦ Θεοῦ προβάτων αἰνιττόμενος. Λαὸς δὲ ὁ ἐκζητήσας αὐτὸν ὁ ῥὼξ ἦν καὶ τὸ ἀνωτέρω εἰρημένον σπέρμα οἱ ἐκλεκτοὶ δοῦλοι· δι' ὧν βουκόλια βοῶν καὶ ποίμνια συστήσασθαι οὐκ ἐν τῷ Ἰσραὴλ, οὐδὲ ἐν τῇ Ἰουδαίων χώρᾳ, ἀλλὰ ἐν τῷ δρυμῷ καὶ ἐν τῇ λεχθείσῃ φάραγγι Ἀχὼρ προφητεύει.
"And there will be folds of flocks in the woodland, and the ravine of Achor for a resting-place of herds for My people who sought Me." Now Scripture is accustomed to call the multitude of alien and foreign nations a woodland, among whom He decrees prophetically that there will be folds of flocks, hinting at the churches of the sheep of God. And the people that sought Him out was the berry and the seed spoken of above, the chosen servants, through whom He prophesies that herds of oxen and flocks will be established not in Israel, nor in the land of the Jews, but in the woodland and in the aforesaid ravine of Achor.
« Ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με, καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα. Ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν· πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς, καὶ οὐχ ὑπη-
"But as for you who forsake Me, and forget My holy mountain, and prepare a table for the demon, and fill up a mixed drink for Fortune: I will deliver you up to the sword; you will all fall by slaughter; because I called you, and you did not o-
Notes, col. 509
On the reading
Printed ζωμὴν, for ζωμὸν.
Printed βουλεύοντός, for δουλεύοντός.
PG 24:512Read from the pageκούσατε· ἐλάλησα καὶ παρηκούσατε, καὶ ἐποιήσατ⟨…⟩ τὸ πονηρὸν ἐναντίον ἐμοῦ, καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε. » Ἐπειδὴ αὐτὸς ἐγὼ τῆς ἐμαυτοῦ παρουσίας καταξιώσας ὑμᾶς αὐτοὺς πρώτους ὑμᾶς δι' ἐμαυτο⟨…⟩ κέκληκα· ὑμεῖς δὲ οὐχ ὑπηκούσατε· ὅτι καὶ πρὸ τούτου ᾐτιώμην λέγων· « Διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. » Πάλιν πρὸς τὸν λαὸν, τὰς προκειμένας ποιεῖται κατηγορίας, διδάσκων, ὡς δικαιοσύνης ζυγῷ πάντα πράττων, ὡς Θεὸς, οὐδαμῶς μὲν παρόψεται τοὺς ὁποι δήποτε αὐτῷ δουλεύοντας, ἐξ οἵου δ' ἂν ἔθνους εἶεν. Πάντας γὰρ ἁπλῶς διασώζει τοὺς δουλεύειν αὐτῷ προηρημένους. Παραδέξεται οὖν, καὶ τούτοις παρέξει τὴν ἐπουράνιον τροφὴν, τὸν Λόγον τὸν σωτήριον τὸν εἰρηκότα· « Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. » Οὗτοι μὲν οὖν τῷ λεχθέντι ἄρτῳ τραφήσονται καὶ ἐμπλησθήσονται· ὑμεῖς δὲ, φησὶ, οἱ μὴ τὴν ἐμὴν ὑποδεξάμενοι χάριν, ἐνδείᾳ λογικῆς τροφῆς λιμώξετε· παὶ πάλιν οἱ μὲν ἐμοὶ δουλεύοντες πότου ζωῆς ἀθανάτου πλησθήσονται, περὶ οὗ λέλεκται· « Ὅς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. »
bey; I spoke and you disregarded Me, and you did evil before Me, and chose the things that I did not will." Since I Myself, having counted you worthy of My own presence, called you yourselves first through Myself, yet you did not obey — for even before this I brought charge, saying: "Because I came, and there was no man; I called, and there was none who obeyed." Again He makes the aforesaid accusations against the people, teaching that, doing all things with the balance of righteousness as God, He will by no means overlook those who serve Him anywhere at all, of whatever nation they may be. For without exception He saves completely all who have chosen to serve Him. He will therefore receive them, and will supply to these the heavenly nourishment, the saving Word Who has said: "I am the bread that came down out of heaven." These then will be nourished and filled with the bread spoken of; whereas you, He says, who did not welcome My grace, will go hungry through lack of rational nourishment; and again those who serve Me will be filled with the drink of immortal life, concerning which it has been spoken: "Whoever drinks of the water that I shall give him, there will become in him a spring of water leaping up unto eternal life."
« Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντες μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε· ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τον πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. Καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου· ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν. » Εἰ δὲ περιεργότερον ἐθέλοιτε μαθεῖν τίνες εἶεν οἱ μέλλοντες δουλεύειν, καὶ τί αὐτοῖς ὄνομα, γινώσκετε, ὅτι οὔπω μὲν εἰς φανερὸν τοὔνομα αὐτῶν ὁ Θεὸς βούλεται ἀγαγεῖν· τοσοῦτον δὲ μόνον σημαίνει, ὡς οὔτε Ἰσραὴλ κληθήσονταὶ, οὔτε Ἰακὼβ, οὔτε Ἰουδαῖοι, οὔτε ὅλως τι τῶν ἀνθρώποις συνεγνωσμένων. Καινὸν γάρ τι καὶ νεώτατον αὐτοῖς ἐπιτεθήσεται ὄνομα, ξένον, καὶ μηδεπώποτε ἀκουσθὲν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς αὐξανόμενον, καὶ πληθυνόμενον ὑπὲρ πᾶσαν σωματικὴν εὐλογίαν. Εἰ γάρ τις καὶ ἄλλη πλήθους ποιητικὴ τυγχάνει ἐκ Θεοῦ εὐλογία, ταύτης τεύξεται τὸ ὄνομα τὸ ἐπιτεθησόμενον τοῖς δουλεύουσί μοι
"Therefore thus says the Lord: Behold, those who serve Me will eat, but you will go hungry; behold, those who serve Me will drink, but you will thirst; behold, those who serve Me will rejoice, but you will be put to shame; behold, those who serve Me will exult in gladness, but you will cry aloud because of the pain of your heart, and will wail from the crushing of your spirit. For you will leave behind your name for a satiety to My chosen ones, whereas the Lord will slay you; but upon those who serve Me a new name will be called." And if you should wish to learn more curiously who those are that are going to serve, and what name belongs to them, know that God does not yet wish to bring their name out into the open, and signifies only thus much: that they will be called neither Israel, nor Jacob, nor Jews, nor anything at all among the names familiar to men. For a certain new and altogether fresh name will be placed upon them, strange and never yet heard, which will be blessed upon the earth, growing and multiplying beyond every bodily blessing. For if there is also any other blessing from God productive of multitude, the name to be placed upon those who serve Me will obtain it.
« Εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν· καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν Θεὸν τὸν ἀληθινόν. Ἐπιλήσονται γὰρ τὴν θλίψιν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ' οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν. » Ἄλλως μὲν γὰρ τότε ὁρῶντες τὸν οὐρανὸν, ἐσέβοντο τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τὴν γῆν ὁμοίως ἐθεοποίουν, καὶ τοὺς ἐκ ταύτης βλαστῶντας καρπούς· νῦν δ' ὅτε καινὸν ὄψοντες τὸν οὐρανὸν καὶ τὴν γῆν, ἔργα χειρῶν Θεοῦ εἶναι ὁμολογοῦσιν, οὺκέτι δὲ θεοὺς εἶναι νομίζουσιν.
"For they will bless the true God; and those who swear upon the earth will swear by the true God. For they will forget the former affliction, and it will not come up into their heart. For heaven will be new and the earth new, and they will by no means remember the former things, nor will they by any means come upon their heart." For previously at that time, seeing the heaven in another way, they worshipped the creation rather than the Creator, and likewise deified the earth and the fruits sprouting from it; whereas now, when seeing the heaven and the earth made new, they confess them to be works of the hands of God, and no longer suppose them to be gods.
Notes, col. 512
On the reading
Printed προηρημένους, for προῃρημένους.
Printed δουλεύοντες, for δουλεύοντές.
Printed κληθήσονταὶ, for κληθήσονται.
Printed ὄψοντες, for ὁρῶντες.
Printed οὺκέτι, for οὐκέτι.
PG 24:513Read from the page« Ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίασιν εὑρήσουσιν ἐν αὐτῇ. Ὅτι ἰδοὺ ἐγὼ ποιῶ ἀγαλλίαμα Ἱερουσαλὴμ, καὶ τὸν λαόν μου εὐφροσύνην· καὶ ἀγαλλιάσομαι ἐπὶ Ἱερουσαλὴμ, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς, οὐδ' οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ. » Πάντες γὰρ τῆς παρ' ἐμοὶ ἀναστάσεως τυχόντες κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας ἥξουσι· καὶ πάντες ἔσονται ἀκμαῖοι τὰς ψυχὰς, ὡς μήτε ἄωρον νήπιον καὶ ἀτελῆ, μήτε ὑπερβεβηκότα καὶ γεγηρακότα ἐν αὐτοῖς εὑρίσκεσθαι· πάντες δὲ ὁμήλικες, ὡς ἂν ὑφ' ἕνα καιρὸν τῆς ἀναστάσεως τευξόμενοι, καὶ μιᾶς παλιγγενεσίας μεθέξοντες.
"But they will find gladness and exultation in her. Because behold, I make Jerusalem an exultation, and My people a gladness; and I will exult over Jerusalem, and will rejoice over My people; and no longer shall there be heard in her a voice of weeping nor a voice of crying, nor shall there be there any more an untimely infant and an old man who will not fill out his time." For all who obtain the resurrection that is with Me at the season of the promises will come unto a mature man, unto the measure of full stature; and all will be in their prime in their souls, so that neither an untimely infant and immature person, nor one past his prime and aged, is found among them, but all will be peers in age, inasmuch as at one single season they will obtain the resurrection and partake of one regeneration.
« Ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται. » Τὸ ἴσον τοῦ χρόνου τῆς ἐκ νεκρῶν ἀναστάσεως παρέστησεν. Ἔσται οὖν ὁ ἁμαρτωλὸς καὶ αὐτὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται ἀκμαῖος, καὶ ὡς ἐν κακίᾳ τέλειος, ἀποθνήσκων τῇ ἑαυτοῦ ἁμαρτίᾳ· ὅ τε νέος πάλιν ἑκατὸν ἐτῶν, καὶ αὐτὸς τέλειος ἐν τελείοις, εἰς σωτηρίαν παραλαμβανόμενος.
"For the youth will be a hundred years old, and the sinner who dies will be a hundred years old, and will be accursed." He set forth the equality of time in the resurrection from the dead. The sinner therefore will himself also be a hundred years old, and being accursed he will be in full vigour and, as it were, complete in wickedness, dying in his own sin; and the youth again will be a hundred years old, himself also complete among the complete, being received unto salvation.
« Καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ αὐτοὶ ἐνοικήσουσι· καὶ καταφυτεύσουσιν ἀμπελῶνας, καὶ αὐτοὶ φάγονται τὰ γεννήματα αὐτῶν. » Τοῖς γὰρ ἑαυτῶν ἔργοις καὶ ταῖς οἰκείαις πράξεσιν ποριοῦνται ἑαυτοῖς τὰς μονὰς τὰς παρὰ τῷ Πατρί· ἀλλὰ τοὺς καρποὺς τῶν πόνων αὐτῶν φάγονται· διόπερ ἃ γεωργήσαντες συνήγαγον, ταῦτα εὑρήσουσι, καὶ ἐξ αὐτῶν τραφήσονται.
"And they will build houses, and themselves dwell in them; and they will plant vineyards, and themselves eat their produce." For by their own works and their own deeds they will procure for themselves the abodes that are with the Father; moreover, they will eat the fruits of their labours; wherefore the things that they have tilled and gathered, these they will find, and from them they will be nourished.
« Οὐ μὴ οἰκοδομήσουσι, καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύσουσι, καὶ ἄλλοι φάγονται. Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ γὰρ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. » Ἀλλ' εἰς ἄπειρον αἰῶνα ἐν ἀθανάτῳ εὐζωΐᾳ διάξουσι· διὸ λέλεκται· « Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου. » Τὸ ξύλον δὲ εἴρηται ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ πεφυτεῦσθαι· δείκνυται τοιγαροῦν, ὅτι οὐκ ἔξω τοῦ Θεοῦ αἱ ἐπαγγελίαι τυγχάνουσι. Δι' ὧν ἁπάντων σαφῶς ἕτερον λαὸν εἰσάγει ἑαυτῷ παρὰ τοῦ Ἰουδαίων ἔθνους. Οὗτοι γὰρ παλαιωθήσονται, οὐδὲ ἑτέροις καταλείψουσι, μέλλοντες αὖθις μεθίστασθαι τοῦ βίου, τοὺς ἑαυτῶν πόνους· ἀλλ' οὗτοι τὰ ἔργα τῶν πόνων αὐτῶν εἰς ἑαυτοὺς ἀναλήψονται, καὶ τοῖς οἰκείοις καρποῖς ἐντρυφήσουσιν.
"They shall by no means build and others dwell in them, and they shall by no means plant and others eat. For according to the days of the tree of life will be the days of My people; for they will wear out the works of their labours." Rather, unto boundless ages they will live on in immortal well-being; wherefore it has been said: "For according to the days of the tree of life are the days of My people." Now the tree is said to have been planted in the paradise of God; it is shown accordingly that the promises do not lie outside God. Through all these things He clearly introduces another people for Himself distinct from the nation of the Jews. For those will grow old, nor will they leave behind to others their own labours when about to depart again from life; whereas these will take up unto themselves the works of their labours, and will delight in their own fruits.
« Οἱ ἐκλεκτοί μου οὐ κοπιάσούσιν εἰς κενὸν, οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· ὅτι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ ἐστι, καὶ τὰ ἔκγονα αὐτῶν μετ' αὐτῶν. » Εἰ γὰρ καί τινες ἔσονται κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν κόποι σωτήριοι καὶ ἀγαθοὶ καὶ ἡδεῖς, ὁποίους πάντως που καὶ ἡ ἀγγελικὴ τάξις ὑπομένει· ἀλλ' οὐκ ἐπικενῶς ἔσται τὰ τῆς ἐργασίας αὐτοῖς· μισθὸς γὰρ αὐτοῖς ἐπάξιος τεθησαύρισται. Τεκνοποιίαν δὲ νοήσωμεν τῶν ψυχῶν τοὺς λογισμοὺς καὶ τῆς διανοίας τοὺς καρποὺς, οὓς κατάρας ἔσεσθαι ἀλλοτρίους, εὐλογίας δὲ ἀξίους θεσπίζει. Ταῦτα καὶ εἰς τὸν παρόντα βίον ἐκλαμβάνεσθαι οἶμαι, τοῦ λόγου πάλιν
"My chosen ones will not labour in vain, nor bear children unto a curse; because they are a seed blessed by God, and their offspring with them." For even if at the season of the promises there will be certain saving and good and sweet labours, such as no doubt the angelic order also undergoes, yet the results of their work will not be in vain for them; for a worthy reward has been treasured up for them. And by childbearing let us understand the thoughts of their souls and the fruits of their mind, which He decrees will be strangers to a curse, and worthy of blessing. These things too I think may be taken as referring to the present life, since the discourse again
Notes, col. 513
On the reading
Printed κοπιάσούσιν, for κοπιάσουσιν.
PG 24:516Read from the pageτὸν χορὸν τὸν ἀποστολικὸν αἰνιττομένου. « Διὰ τοῦτο οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν. » Ἔσται γὰρ ὀφθαλμοῖς παραλαβεῖν τῶν ἀποστόλων τοὺς κόπους, οὐκ εἰς κενὸν γεγενημένους ἀπὸ τῆς ὑπ' αὐτῶν ἱδρυνθείσης καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησίας· καὶ τὰ τέκνα αὐτῶν ἐν Χριστῷ γεννηθέντα διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας.
hints at the apostolic choir. "Therefore My chosen ones will not labour in vain nor bear children unto a curse." For it will be possible to perceive with one's very eyes that the labours of the apostles have not proved in vain, from the Church founded by them throughout the whole inhabited earth, and their children begotten in Christ through the regeneration of the laver.
« Καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτοὺς, ἐγὼ ὑπακούσομαι αὐτῶν· ἔτι λαλούντων αὐτῶν ἐρῶ· Τί ἐστιν; » Ἃ δὴ καὶ ἐπληροῦτο ἐπὶ τῶν Πράξεων τῶν ἀποστόλων· πολλὰ γὰρ σημεῖα καὶ τέρατα ἐνηργεῖτο, τοῦ Θεοῦ αὐτοῖς παρεστῶτος. Ὧν τοιαῦτα ἐνεργούντων, ἀκολούθως ἡ τῶν ἀλλοφύλων ἐθνῶν ἐγίνετο ἐπιστροφή.
"And it shall be that before they cry out, I will hearken to them; while they are still speaking, I will say: What is it?" Which things indeed were also fulfilled in the Acts of the Apostles; for many signs and wonders were wrought, as God stood beside them. And as they wrought such things, the conversion of the alien nations followed accordingly.
« Τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον. Οὐκ ἀδικήσουσιν, οὐδὲ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος. » Οἱ γὰρ πρότερον ἁρπακτικοὶ καὶ θηριώδεις, ὡς λύκοις παραβάλλεσθαι, μεταβαλλόμενοι ἐπὶ τὸ ἥμερον, ἀρνίοις καὶ βουσὶν συνηγελάζοντο, ὡς μιᾶς καὶ τῆς αὐτῆς μεταλαμβάνειν τῆς ἀπὸ τῶν θείων ἀναγνωσμάτων λογικῆς τροφῆς. Οἱ δὲ τοῖς τρόποις λεόντων οὐδὲν διαφέροντες, οὐκέτι σαρκοφάγοις, οὐδὲ ὠμοβόροις θηρσὶν ἐοικότες, δίκη⟨…⟩ βοῶν καὶ αὐτοὶ τὴν ἀπὸ τῆς ἐνθέου διδασκαλίας πόαν ἤσθιον. Καὶ ὁ πάλαι δὴ πρότερον ὀφιώδης, καὶ ἰοῦ μεστὸς ἀνὴρ, ἀποπτύσας τὴν ἐν αὐτῷ κακίαν, τὸν ἄρτον φάγεται, τροφῇ λογικῇ καὶ ἀνθρωπίνῃ χρώμενος, ἀνθ' ἧς ἤσθιε πρότερον γῆς. Οὕτω δὲ οἱ θῆρες οὗτοι ἐξημερωθήσονται, ὡς μηδένα ἀδικεῖν, μηδὲ λυμαίνεσθαί τινας ἐν τῷ ὄρει τοῦ Θεοῦ.
"Then wolves and lambs will feed together, and a lion will eat chaff like an ox, and a serpent earth as bread. They will not do wrong, nor will they destroy upon My holy mountain, says the Lord." For those who formerly were rapacious and beastlike, so as to be compared to wolves, being changed to gentleness, herded together with lambs and oxen, so as to partake of one and the same rational nourishment from the divine readings. And those who differed in no way in their manners from lions, no longer resembling flesh-eating nor raw-devouring wild beasts, themselves also like oxen ate the herbage from the divinely inspired teaching. And the man who long ago before was serpent-like and full of venom, having spat out the wickedness within him, will eat bread, making use of rational and human nourishment in place of the earth that he ate formerly. And thus these wild beasts will be tamed, so as to wrong no one, nor harm any upon the mountain of God.
ΚΕΦΑΛΑΙΟΝ ΞϚʹ.
Chapter LXVI.
« Οὕτως λέγει Κύριος· Ὁ οὐρανός μου θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος. Καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους μου; Ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον, ὡς ἀποκτείνων κύνα· ὁ δὲ ἀναφέρων σεμίδαλιν, ὡς αἷμα ὕειον· ὁ διδοὺς λίβανον εἰς μνημόσυνον, ὡς βλάσφημος. Καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἡ ψυχὴ αὐτῶν ἠθέλησε. » Οὐ γὰρ ἐμὰ ταῦτα, φησὶ, θελήματα, οὐδὲ ἐμοὶ αἱ ὁδοὶ αὗται, ἀλλὰ τῆς αὐτῶν προαιρέσεως καταθύμια.
"Thus says the Lord: Heaven is My throne, and the earth is the footstool of My feet. What sort of house will you build for Me? And what sort is the place of My rest? For all these things My hand made, and all these things are Mine, says the Lord. And upon whom shall I look, except upon the humble and quiet man, and him who trembles at My words? But the lawless man who sacrifices a calf to Me is as one who kills a dog; and he who offers fine flour, as swine's blood; he who gives frankincense for a memorial, as a blasphemer. And they themselves chose out their own ways, and their soul willed their abominations." For these things, He says, are not My will, nor are these ways Mine, but things pleasing to their own choice.
« Καὶ ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς ὅτι ἐκάλεσα αὐτοὺς, καὶ οὐχ ὑπήκουσάν μου· ἐλάλησα, καὶ οὐκ ἤκουσαν· καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον ἐμοῦ, καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο. » Πότε δὲ καλοῦντος αὐτοὺς οὐ συνῆκαν, ἢ ὅτε αὐτοῖς συντρίβων ἐβόα· « Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς; »
"And I will choose out their mockeries, and will repay their sins to them, because I called them, and they did not hearken to Me; I spoke, and they did not hear; and they did evil before Me, and chose out the things that I did not will." And when did they fail to understand as He called them, except when conversing among them He cried aloud: "Come unto Me, all you who labour and are heavy laden, and I will give you rest"?
« Ἀκούσατε ῥήματα Κυρίου οἱ τρέμοντες τὸν λό-
"Hear the words of the Lord, you who tremble at His
Notes, col. 516
On the reading
Printed συντρίβων, for συνδιατρίβων.
Printed πρὸς μὲ, for πρός με.
PG 24:517Read from the pageγον αὐτοῦ. Εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται. » Εὐαγγελικὸν αὐτοῖς παραδίδωσι παράγγελμα οὐδὲν διαφέρον τοῦ, « Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοὺς μισοῦντας ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων, ἵνα γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. » Οὕτω καὶ ἡ προφητεία παρακελεύεται καὶ διδάσκει.
word: Speak, our brethren, to those who hate you and abominate you, so that the name of the Lord may be glorified, and may appear in their gladness, and they will be put to shame." He delivers to them an evangelical command differing in nothing from this: "Love your enemies, do good to those who hate you, pray for those who mistreat you and persecute you, so that you may become sons of your Father Who is in heaven." Thus the prophecy also exhorts and teaches.
« Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. » Εἰ γὰρ ταῦτα πράττοιτο, ὑμῶν μὲν κατὰ τὸ τέλος τῶν ἀμοιβῶν εὐφροσύνη ἔκδηλός ἔσται τοῖς πᾶσιν· ἐκεῖνοι δὲ καταισχυνθήσονται τὸ ὑμέτερον θεασάμενοι τέλος, καὶ τὴν ἑαυτῶν ἀπώλειαν κατὰ τὸν τῆς δικαιοκρισίας καιρὸν τοῦ Θεοῦ ἔργοις μαθησόμενοι. « Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, » αἱ μὲν ἐξ αὐτῆς τῆς πόλεως τῶν οἰκητόρων ἐκβοώντων, αἱ δὲ ἐξ αὐτοῦ τοῦ ναοῦ, τῶν ἱερέων καὶ τῶν λοιπῶν λειτουργῶν ἀποκλαιομένων.
"A voice of crying from the city, a voice from the temple, a voice of the Lord rendering recompense to the adversaries." For if these things should be done, at the end of the recompenses your gladness will be manifest to all, whereas they will be put to utter shame upon beholding your end, and learning by deeds their own destruction at the season of the righteous judgement of God. "A voice of crying from the city, a voice from the temple" — the cries on the one hand from the city itself as the inhabitants cry aloud, and those on the other hand from the temple itself as the priests and the rest of the ministers bewail.
« Πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε, καὶ ἔτεκεν ἄρσεν. Τίς ἤκουσε τοιοῦτο; καὶ τίς ἑώρακεν οὕτως; Εἰ ὤδινε γῆ ἐν ἡμέρᾳ μιᾷ, ἢ καὶ ἐτέχθη ἔθνος εἰσάπαξ, ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς; » Τὸ θεοσεβὲς πολίτευμα, καὶ ἡ καινὴ καὶ νέα Σιὼν, δηλαδὴ ἡ Ἐκκλησία τοῦ Θεοῦ, ἡ δι' ὑμῶν συστησομένη, τοσοῦτον ἀθρόως γεννήσει πλῆθος ἐθνῶν καὶ λαῶν, ὡς ἐκπλαγῆναι τὸν ἀκούοντα. Οἷα γάρ τις ἐγκύμων γυνὴ κατὰ γαστρὸς ἔχουσα, μηδεμιᾶς ὠδῖνος προσγενομένης, αἰφνίδιον γεννήσειε, καὶ τοῦτο ἄρσεν· τὸν αὐτὸν τρόπον καὶ ἡ νέα Σιὼν λαὸν καινὸν καὶ ὅλον ἔθνος εἰσάπαξ ἀθρόως τέξεται· ὡς εἶναι τὸ πᾶν παραδοξότατον, οἷον οὐδεπώποτε ἠκούσθη. Τὸ μὲν γὰρ Ἰουδαίων ἔθνος, καὶ αὐτὸς ὁ Ἰσραὴλ, οὐκ ἀθρέως παρέστη· ἀλλὰ πρῶτος μὲν ἦν αὐτῶν ὁ προπάτωρ· τούτου δὲ γεγόνασι παῖδες ιβʹ· εἶτ' ἐξ ἑνὸς ἑκάστου υἱοί τε καὶ θυγατέρες· ὧν υἱοί τε καὶ ἔκγονοι καὶ ἀπόγονοι ὑπέστησαν· οὕτω τε κατὰ τὴν τῶν γονέων διαδοχὴν ἐν πλείοσι χρόνοις καὶ ἐν διαφόροις γενεαῖς συνέστη τὸ πᾶν αὐτῶν ἔθνος.
"Before she who was in travail gave birth, before the pain of the pangs came, she escaped and bore a male. Who has heard such a thing? And who has seen thus? Did earth travail in one day, or was a nation even born all at once, that Sion travailed and bore her children?" The godly commonwealth, and the new and fresh Sion, namely the Church of God that is to be established through you, will all at once bring forth so great a multitude of nations and peoples that he who hears of it will be struck with amazement. For just as if some pregnant woman carrying in the womb, without any birth-pang coming on, were suddenly to give birth, and that to a male, in the same way the new Sion also will bring forth a new people and an entire nation all at once in a throng, so that the whole matter is most paradoxical, such as has never at any time been heard of. For the nation of the Jews, and Israel itself, did not come into being all at once; rather, first there was their forefather, and of him were born twelve children, then from each single one both sons and daughters, of whom sons and grandchildren and descendants came into existence, and thus through the succession of parents over many times and in various generations their whole nation was constituted.
« Ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπε Κύριος. Οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στείραν ἐποίησα, εἶπεν ὁ Θεός σου; » Κατὰ τὸν αὐτὸν δὲ τρόπον εὕροι ἄν τις καὶ τὰ λοιπὰ ἔθνη χρόνοις εἰς πλῆθος ἐπιδεδωκότα· ὁ δὲ τῆς Ἐκκλησίας τοῦ Θεοῦ λαὸς ἀθρόως ὑφ' ἕνα καιρὸν καὶ ὥσπερ ὑπὸ μίαν ἡμέραν ἐπλήρου τὰ πλεῖστα μέρη τῆς οἰκουμένης· ὃ δὴ ξενίζον πρᾶγμα καὶ θαύματος παντὸς ἐπέκεινα ὑπάρχον οὔτε ὀφθαλμὸς ἑώρακε πώποτε, οὔτε οὖς ἤκουσε.
"And I gave this expectation, and you did not remember Me, said the Lord. Behold, did not I make her who gives birth and her who is barren, said your God?" And in the same way one would find the rest of the nations too increasing into a multitude over times; whereas the people of the Church of God all at once, at one single season and as it were in a single day, filled the greatest parts of the inhabited earth — a strange thing indeed and one beyond every wonder, which neither eye has ever seen nor ear heard.
« Εὐφράνθητι, Ἱερουσαλὴμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν. Χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι πενθεῖτε ἐπ' αὐτῇ, ἵνα θηλάσητε, καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. » Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὡς μέλλοντες ἐμπί-
"Rejoice, O Jerusalem, and keep festival in her, all you who love her; be glad with joy together with her, all you who mourn over her, so that you may suck and be filled from the breast of her consolation, so that having sucked out fully you may delight from the entrance of her glory." Rejoice and exult, since you are about to be
Notes, col. 517
On the reading
Printed ἔκδηλός, for ἔκδηλος.
Printed ἀθρέως, for ἀθρόως.
Printed στείραν, for στεῖραν.
PG 24:520Read from the pageπλασθαι τοῦ ἐν αὐτῇ ἀθρόως γεννήσαντος λαὸν τῷ Θεῷ ἄῤῥενα, καὶ γάλακτος ἐκπληροῦσθαι εἰς ἐκτροφὴν τῶν αὐτῆς νηπίων. Ὃ δὴ λογικὸν γάλα ἀπὸ τῶν δύο θηλῶν αὐτῆς ῥεύσει, Παλαιᾶς θηλαδὴ καὶ Νέας Διαθήκης. Ἐξ ἀμφοτέρων γὰρ τούτων τῶν ἑαυτῆς μαζῶν, περὶ ὧν εἴρηται καὶ ἐν τῷ Ἄσματι, ὅτι « Ἀγαθοὶ οἱ μαστοί σου ὑπὲρ οἶνον, » τοῖς ἑαυτῆς νηπίοις ἐπάρδουσα « τὸ λογικὸν καὶ ἄδολον γάλα, » ἄνδρας προσάξει τελείους.
satisfied with Him Who all at once begot in her a male people for God, and to be filled full of milk for the rearing of her infants. Which rational milk indeed will flow from her two nipples, namely of the Old and of the New Covenant. For from both of these breasts of hers, concerning which it has also been said in the Song, "Your breasts are better than wine," watering her infants with "the rational and pure milk," she will bring them forward as mature men.
« Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμοὺς εἰρήνης, καὶ ὡς χειμάῤῥους, ἐπικλύζων δόξαν ἐθνῶν. Τὰ παιδία αὐτῶν ἐπ' ὤμων ἀρθήσονται, καὶ ἐπὶ γονάτων παρακληθήσονται. » Οἱ γοῦν λόγοι οἱ παρακλητικοὶ καὶ παραμυθητικοὶ τῶν ἀτελεστέρων ψυχῶν γάλα κυρίως ὠνομάσθησαν, σ⟨…⟩ρεᾶς τροφῆς ἐν δόγμασι μυστικοῖς νοουμένης, καὶ ἐν θεωρήμασι τοῖς ἐν ταῖς θείαις Γραφαῖς ἀποκειμένοις.
"Because thus says the Lord: Behold, I turn towards them like rivers of peace, and like a rushing torrent flooding the glory of nations. Their children will be lifted upon shoulders, and comforted upon knees." Accordingly, the words of consolation and encouragement for more immature souls have properly been named milk, while solid nourishment is understood to consist in mystical doctrines and in the contemplations laid up in the divine Scriptures.
« Ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτω κἀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε. » Πάλιν κἀνταῦθα τῶν ἐθνῶν δόξαν συνάπτων τῇ προλεχθείσῃ νέᾳ Σιὼν καὶ τῇ Ἱερουσαλὴμ, τὴν δοθησομένην τοῖς ἔθνεσιν εἰρήνην ποταμῷ κατακλύζοντι παραβάλλει. Καὶ ἀνωτέρω δὲ ταῖς αὐταῖς ἐκέχρητο ἐπαγγελίαις, σημαίνων ὡς τοὺς ἔτι νηπίους τῆς Ἐκκλησίας, ἅτε δὴ γάλακτι τρεφομένους, τιθηνοί τινες ὑποβαστάξουσιν, ἤτοι διδάσκαλοι καὶ προεστῶτες γνήσιοι τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, οἱ θεῖοί τε καὶ οὐράνιοι ἄγγελοι. Οἱ μὲν οὖν δυνατώτεροι τοὺς ἀσθενεστέρους ἐπ' ὤμων βαστάξουσ⟨…⟩, καὶ ἐπὶ γονάτων παρακαλέσουσιν, ὥσπερ εἴ τις μήτηρ τὰ ἑαυτῆς παρακαλέσῃ τέκνα, κἀγὼ αὐτὸς ὁ Κύριος, ἅτε δὴ πάντων αὐτῶν ὑπάρχων Πατὴρ, παρακαλέσω τοὺς τῶν ὑποδεεστέρων παρακλήτορας.
"As if a mother should comfort someone, so I also will comfort you, and you will be comforted in Jerusalem." Again here too, joining the glory of the nations to the aforesaid new Sion and to Jerusalem, He compares the peace to be given to the nations to an overflowing river. And above also He made use of the same promises, signifying that certain nurses will bear up those who are still infants of the Church, inasmuch as they are nourished with milk — namely genuine teachers and presidents of the Church of Christ, and the divine and heavenly angels. Those then who are stronger will carry the weaker upon their shoulders and comfort them upon their knees, just as if some mother should comfort her own children; and I Myself the Lord, inasmuch as I am Father of them all, will comfort the comforters of the inferior ones.
« Καὶ ὄψεσθε, καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ. » Καὶ τοῦτο τέλος ἔσται τῶν ἐπαγγελιῶν, τὸ, Ὄψεσθε τὸν Θεόν. Διὸ καὶ ὁ Σωτὴρ τούτους ἐμακάριζε λέγων· « Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. » — « Καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτὸν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. »
"And you will see, and your heart will rejoice, and your bones will spring up like grass." And this will be the end of the promises: "You will see God." Wherefore the Saviour also pronounced these blessed, saying: "Blessed are the pure in heart, for they shall see God." — "And the hand of the Lord will be made known to those who fear Him, and He will threaten the disobedient."
« Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ, καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός. » Τοῖς μὲν δηλωθεῖσιν ἐπαγγέλλεται τὰ προλελεγμένα· τοῖς δὲ τὴν ἐναντίαν πεπορευμένοις ὁδὸν ἠπείλησεν ἀπειλήν· καὶ ἀκολούθως διδάσκει τὸν τῆς ἀπειλῆς τρόπον, παριστὰς τὴν δευτέραν καὶ ἔνδοξον τοῦ Σωτῆρος παρουσίαν, ὅτε ἥξει μετὰ τῆς δόξης τοῦ Πατρὸς καὶ μετὰ τῶν ἀγγέλων αὐτοῦ, κρῖναι ζῶντας καὶ νεκρούς.
"For behold, the Lord will come like fire, and His chariots like a whirlwind, to render His vengeance in wrath, and His repudiation in a flame of fire." To those just indicated He promises the things spoken above, whereas against those who have walked the opposite way He has uttered a threat; and accordingly He teaches the manner of the threat, setting forth the second and glorious coming of the Saviour, when He will come with the glory of the Father and with His angels to judge the living and the dead.
« Ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου. » Θυμὸς δὲ αὐτοῦ αἱ κολαστικαὶ καὶ τιμωρητικαὶ δυνάμεις εἰώθασι νομίζεσθαι, καὶ τὸν ἀποσκορακισμὸν αὐτοῦ ἐν πυρὶ φλογὸς κατὰ τῶν αὐτῶν ἀφήσει. Ῥομφαίαν δὲ ὀνομάζει
"For by the fire of the Lord all the earth will be judged, and by His sword all flesh: many will be slain by the Lord." Now His wrath is customarily understood to be the punitive and avenging powers, and He will send forth His repudiation in a flame of fire against the same. And He names a sword
Notes, col. 520
On the reading
Printed θηλαδὴ, for δηλαδὴ.