PG 24:341Read from the pageμένοι τὰς βάσεις τῆς ψυχῆς ἀνεπήδησαν ἐλάφων δίκην, τοῖς αὐτῶν ἐξομοιωθέντες διδασκάλοις· οὓς μικροῦ πρόσθεν ἐλάφους ὠνόμασεν ἡ προφητεία. Καὶ ἡ τῶν μογιλάλων γλῶσσα, ἣν συνέδησεν ὁ Σατανᾶς πρὸς τὸ μὴ θεολογεῖν τὸν ἀληθῆ Θεὸν, τρανὰ φθέγγεσθαι καὶ διηρθρωμένα μεμάθηκεν. Μογιλάλους δὲ οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς παρὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου, μόγις ποτὲ τολμήσαντας ὀρθόν τι φρονῆσαι καὶ εἰπεῖν περὶ Θεοῦ.
paralysed in the steps of their soul leaped up after the manner of deer, having been assimilated to their teachers, whom a little earlier the prophecy named deer. And the tongue of stammerers, which Satan had bound so as not to speak of the true God as God, has learned to utter clear and articulate speech. And you would not err in calling stammerers those among the wise of this age, who scarcely ever dared to think and speak anything right concerning God.
« Ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται. Ἐκεῖ εὐφροσύνη ὀρνέων, ἐπαύλεις καλάμου καὶ ἕλη. » Τὸ μὲν οὖν ὕδωρ, αὐτὸ ἦν ἐκεῖνο τὸ τοῦ Ἰορδάνου· διὸ ἐλέγετο μικρῷ πρόσθεν· « Καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. » Δι' οὗ καὶ ἠνίττετο τὸ λουτρὸν τῆς παλιγγενεσίας, καὶ τὸ τῆς καινῆς Διαθήκης μυστήριον· τὰ δὲ ῥεῖθρα τοὺς εὐαγγελικοὺς ἐδήλου λόγους. « Εὐφροσύνην ὀρνέων· » ψυχῶν ἐπτερωμένων δηλαδὴ, καὶ μετεωροποιῶν, καὶ ἄλλων ἡμέρων καὶ πράων ὑπὸ τῷ καλῷ ποιμένι διοικουμένων ὡς δύνασθαι λέγειν· « Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. »
"Because water has burst forth in the desert, and a ravine in a thirsty land; and the waterless land shall become marshes, and in the thirsty land there shall be a spring of water. There shall be gladness of birds, habitations of reed and marshes." Now the water was that very water of the Jordan; wherefore it was said a little earlier: "And the desert places of the Jordan shall exult." Through which there was also hinted at the laver of regeneration, and the mystery of the New Covenant; while the streams indicated the evangelical words. "Gladness of birds:" namely of winged and heaven-soaring souls, and of others gentle and meek governed under the good Shepherd so as to be able to say: "The Lord shepherds me, and nothing shall be lacking to me."
« Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται· καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος. » Αὕτη δὲ εἴη ἂν ἡ ἀπάγουσα ἐπὶ τὸ τρισμακάριον τέλος τῆς ἐπουρανίου τοῦ Θεοῦ πόλεως, ἣν παριστὰς ὁ Σωτὴρ ἔλεγεν· « Ἐγώ εἰμι ἡ ὁδός. » « Οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ' αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι. » Τίνες δὲ οὗτοι, ἀλλ' ἢ οἱ πάλαι διεσκεδασμένοι τρῦ Θεοῦ καὶ μακρὰν τῆς ἀληθείας ἀποπλανηθέντες; Οὗτοι γὰρ, παλινδρομήσαντες, καὶ τὴν εὐθεῖαν καὶ ἀπλανῆ ὁδὸν εὑρόντες, πορεύσονται ἐν αὐτῇ.
"There shall be a pure way there, and it shall be called a holy way; and the unclean shall by no means pass over there." This would be the way leading away to the thrice-blessed goal of the heavenly city of God, setting forth which the Saviour said: "I am the way." "Nor shall there be an unclean way there; and the dispersed shall walk upon it, and they shall by no means go astray." And who are these, except those scattered of old from God and led astray far from the truth? For these, having retraced their steps and found the straight and unerring way, shall walk in it.
« Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων οὐ μὴ ἀναβῇ εἰς αὐτην, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ. » Πῶς γὰρ καὶ οἷόν τε ἦν ἐν τῷ εἰρηκότι, « Ἐγώ εἰμι ἡ ὁδὸς, » εὑρεθῆναί τι τῶν πονηρῶν; Οὐδὲ ὁδοὺς ὄφεως ἐπὶ πέτραν δυνατὸν ἦν εὑρεῖν κατὰ τὸν Σολομῶντα.
"And no lion shall be there, nor shall any of the evil beasts go up onto it, nor be found there." For how indeed were it possible in Him Who said, "I am the way," for anything of the evil ones to be found? Neither was it possible to find the ways of a serpent upon a rock, according to Solomon.
« Ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι, καὶ συνηγμένοι διὰ Κυρίου· » οὓς αὐτὸς δηλονότι ἐλυτρώσατο τῷ ἰδίῳ αἵματι, καὶ οἱ συνηγμένοι διὰ Κυρίου, ἀλλ' οὐδὲ διὰ προφήτου, οὐδὲ διά τινος σπουδῆς ἀνθρωπίνης· δι' αὐτοῦ δὲ τοῦ Κυρίου οἱ λελυτρωμένοι καὶ συνηγμένοι, οὗτοι πορεύσονται τὴν δηλωθεῖσαν ὁδόν. « Καὶ ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ' εὐφροσύνης. » Οὐ γὰρ δὴ δυνατὸν ἐνταῦθα Σιὼν ἐκείνην παραδέχεσθαι, περὶ ἧς εἴρητο· « Καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών· καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν, » καὶ τὰ τούτοις ἑξῆς. Διόπερ ἀνάγκη διαφόρως νοεῖν τὰς ὁμωνύμους προσαγορευομένας Σιών. « Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. » Οἱ γὰρ νικηταὶ τοῦ μεγάλου τούτου ἀγῶνος στεφάνῳ εὐφροσύνης ἀναδήσονται. « Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη κατα-
"But the redeemed shall walk in it, and those gathered through the Lord;" namely those whom He Himself redeemed by His own blood, and those gathered through the Lord, and not through a prophet, nor through any human zeal; rather those redeemed and gathered through the Lord Himself, these shall walk the way that has been shown. "And they shall return, and come to Sion with gladness." For surely it is impossible here to understand that Sion concerning which it had been said: "And a year of recompense of the judgement of Sion; and her ravines shall be turned into pitch," and what follows these words. Wherefore it is necessary to understand differently the places called by the common name Sion. "And eternal gladness shall be over their head." For the victors in this great contest shall be crowned with a crown of gladness. "For upon their head shall be praise and exultation, and gladness shall take
Notes, col. 341
On the reading
Printed αὐτην, for αὐτὴν.
PG 24:344Read from the pageλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός· » δηλονότι τοὺς τὴν σωτήριον ὁδὸν ἀκλινῶς βαδίσαντας, καὶ διὰ τοῦτο ἐπὶ τὸ τρισμακάριον τέλος καταντήσαντας· ἐν ᾧ, στεφάνῳ Θεοῦ τιμηθέντες, τῆς αἰωνίου ζωῆς ἀπολαύσουσιν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, ἔνθα « ἀπέδρα ὀδύνη καὶ στεναγμός. »
shall take hold of them; pain, and sorrow, and groaning have fled away:" namely those who have walked unswervingly the saving way, and therefore have arrived at the thrice-blessed end; wherein, honoured with the crown of God, they shall enjoy eternal life in the kingdom of heaven, where "pain and groaning have fled away."
ΚΕΦΑΛΑΙΟΝ ΛϚʹ.
Chapter XXXVI.
« Καὶ ἐγένετο τοῦ ιδʹ ἔτους βασιλεύοντος Ἐζεκίου, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Ῥαβσάκην ἐκ Λάχης εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς. Καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως. Καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου, ὁ οἰκονόμος, καὶ Σομνᾶς ὁ γραμματεὺς, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ, ὑπομνηματογράφος. » Ἱστορία μέν ἐστιν ἡ προκειμένη καὶ διήγησις θαυμαστὴ πραγμάτων κατὰ τοὺς χρόνους Ἐζεκίου γενομένων· ἀνείληπται δὲ μετὰ τῶν λοιπῶν ἱστοριῶν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων. Ὅμως δ' οὖν καὶ ἐν τῇ μετὰ χεῖρας προφητικῇ βίβλῳ καταβέβληται, διὰ τὸ ἐμφέρεσθαι πρὸς τὸ τέλος
"And it came to pass in the fourteenth year of the reign of Hezekiah, that Sennacherib king of the Assyrians came up against the fenced cities of Judaea, and took them. And the king of the Assyrians sent Rabshakeh out of Lachish to Jerusalem unto king Hezekiah with a great force. And he stood by the conduit of the upper pool in the way of the fuller's field. And there went forth unto him Eliakim the son of Hilkiah, the steward, and Shebna the scribe, and Joah the son of Asaph, the recorder." What lies before us is a history and a marvellous narrative of deeds that came to pass in the times of Hezekiah; and it has been taken up along with the rest of the histories in the fourth book of Kingdoms, and in the second of Paralipomena. Nevertheless it has also been set down in the prophetic book now in hand, because there is recorded towards the end
« Καὶ εἶπεν αὐτοῖς Ῥαβσάκης· Εἴπατε Ἐζεκίᾳ· Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, βασιλεὺς Ἀσσυρίων· Τί πεποιθὼς εἶ; » Ὥσπερ γάρ τις ἀντικειμένη δύναμις τῷ προφητικῷ τῷ φάσκοντι, Τάδε λέγει Κύριος, καὶ οὗτος ἐβόα· « Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ βασιλεὺς Ἀσσυρίων. »
"And Rabshakeh said unto them: Say ye to Hezekiah: Thus saith the great king, the king of the Assyrians: Whereon art thou trusting?" For like some opposing power over against the prophetic word which declares, Thus saith the Lord, this man too cried aloud: "Thus saith the great king, the king of the Assyrians."
« Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ' Αἴγυπτον, ὡς ἂν ἐπιστηριχθῇ ἀνὴρ ἐπ' αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ. » Συκοφάντης δὲ ὢν ὁ ἐχθρὸς καταψεύδεται τοῦ Ἐζεκίου, λέγων, Ἰδοὺ πεποιθὼς εἶ ἐπ' Αἴγυπτον, καὶ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, ὃς τοῖς ἐπερειδομένοις ἐπ' αὐτῷ, καὶ ἐπιθαῤῥοῦσι παντὸς γίνεται πολεμίου χείρων, οὐκ εἰδὼς φυλάττειν τὰς συνθήκας τοῖς πρόσφυξιν· ὅθεν ἐοικέναι αὐτὸν ῥάβδῳ καλαμίνῃ, ὁμοῦ καὶ τὸ σαθρὸν ἐχούσῃ ἐκ φύσεως, καὶ τὸ βλαβερὸν τοῖς ἐπερειδομένοις αὐτῇ.
"Behold, thou art trusting upon this bruised staff of reed, upon Egypt; on which if a man lean, it will go into his hand: so is Pharaoh king of Egypt, and all that trust in him." Being a slanderer, the enemy speaks falsely against Hezekiah, saying, Behold, thou art trusting upon Egypt, and upon Pharaoh king of Egypt, who to those that lean upon him and put confidence in him proves worse than any foe, not knowing how to keep covenants with refugees; wherefore he resembles a staff of reed, having at once rottenness by nature, and hurtfulness to those who lean upon it.
« Εἰ δὲ λέγετε, Ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν· οὐκ αὐτός ἐστι, οὗ ἀφεῖλεν Ἐζεκίας τὰ ὑψηλὰ αὐτοῦ, καὶ τὰ θυσιαστήρια αὐτοῦ· καὶ εἶπε τῷ Ἰούδᾳ καὶ τῇ Ἱερουσαλήμ· Κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τούτου προσκυνήσατε; » Οὐ γὰρ ἠγνόουν οἱ πολέμιοι, ὅτι δι' εὐχῶν κρατεῖν καὶ διὰ λόγων θεοσεβῶν δεῖ τὸν Ἐζεκίαν καὶ τοὺς σὺν αὐτῷ. Ταῦτα αὐτὰ διαβάλλει ὁ τοῦ Ἀσσυρίου στρατηγὸς, λέγων ὡς πρὸς παρόντα τὸν Ἐζεκίαν· πρὸς ὃν ἂν ε⟨ἶ⟩πεν Ἐζεκίας καὶ οἱ σὺν αὐτῷ· « Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· ἡμεῖς δὲ ἐν ὀνόματι τοῦ Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. »
"But if ye say, We trust in the Lord our God: is not this he, whose high places and whose altars Hezekiah hath taken away, and hath said to Judah and to Jerusalem: Ye shall worship before this altar?" For the enemies were not ignorant that it was through prayers and through pious words that Hezekiah and those with him were bound to prevail. These very things the general of the Assyrian traduces, speaking as though to Hezekiah present; unto whom Hezekiah and those with him might have said: "Some in chariots, and some in horses; but we will call upon the name of our God."
« Νῦν μίχθητε τῷ Κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυ-
"Now mingle yourselves with my Lord the king of the
PG 24:345Read from the pageρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππων, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ' αὐτούς. Καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν; Οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ' Αἰγυπτίους. Καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην; Κύριος εἶπε πρὸς μέ· Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ διάφθειρον αὐτήν. » Δεῖγμα δὲ, φησὶν, ἐναργὲς τοῦ κατὰ πρόσταγμα Θεοῦ ταῦτα γεγενῆσθαι, τὸ τὴν Σαμάρειαν ἑλεῖν καὶ πάντα τὸν Ἰσραὴλ ἀπαγαγεῖν αἰχμάλωτον. Ὡς γὰρ ἐκείνους ἀδελφοὺς ὄντας ὑμετέρους εἷλον, οὐκ ἄλλως ἢ τοῦ Θεοῦ βουλομένου, τὸν αὐτὸν τρόπον αὐτοῦ νεύματι καὶ ὑμᾶς λήψομαι. Εἴτε δὲ ἐκ τοῦ εἰκότος ταῦτα ἔφασκε στοχαζόμενος τὸ κεκρατηκέναι τοῦ χρηματίζοντος λαοῦ τοῦ Θεοῦ, λέγω δὴ τοῦ Ἰσραήλ· εἴτε καὶ ἀληθῶς ᾔσθετο, Θεοῦ ὑποβάλλοντος αὐτοῦ τοῖς λογισμοῖς τῇ τῶν Ἰουδαίων ἐπελθεῖν χώρᾳ, διὰ τὰς πεπραγμένας αὐτοῖς κακίας καὶ παρανομίας.
Assyrians, and I will give you two thousand horses, if ye shall be able to set riders upon them. And how can ye turn back before the face of the governors? Servants are they that trust on the Egyptians. And now is it without the Lord that we are come up against this land? The Lord said unto me: Go up against this land, and destroy it." Clear proof, he says, that these things have come to pass by the command of God is the taking of Samaria and the leading away of all Israel captive. For just as I took them, who were your brethren, no otherwise than because God willed it, in the same way by his nod I shall take you also. Whether he said this conjecturing from likelihood because he had prevailed over those who bore the name of the people of God, I mean Israel; or whether he truly perceived it, God suggesting to his thoughts to march against the land of the Jews on account of the wickedness and lawlessness committed by them.
« Καὶ εἶπε πρὸς αὐτὸν Ἐλιακεὶμ, καὶ Σομνᾶς, καὶ Ἰωάχ· Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί· ἀκούομεν γὰρ ἡμεῖς· καὶ μὴ λάλει πρὸς ἡμᾶς Ἰουδαϊστί. Καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων ἐπὶ τῷ τείχει; » Τηρητέον δὲ, ὡς καὶ τῶν ἐν τούτοις ὀνομαζομένων ἀνδρῶν, λέγω δὴ τοῦ Ἐλιακεὶμ καὶ τοῦ Σομνᾶ, καὶ διὰ τῶν ἔμπροσθεν μνήμην ἐποιεῖτο ὁ προφήτης ἐν τῷ ῥήματι τῆς φάραγγος Σιών. Ἀναγκαία δέ ἐστιν ἡ ἐπιτήρησις εἰς τὸ ἐφαρμόσαι τῇ προκειμένῃ ἱστορίᾳ τοὺς ἐν ἐκείνῃ τῇ προφητείᾳ φερομένους λόγους. Φασὶ δὲ παῖδες Ἑβραίων τὸν Σομνᾶν τοῦτον αὐτομολῆσαι πρὸς τὸν Ἀσσύριον ὕστερον, δεξιὰν αὐτῷ σὺν ἑτέροις δεδωκότα διὰ τὸν ἐξ αὐτοῦ φόβον· καὶ τούτου χάριν διὰ τῶν ἔμπροσθεν προφητευθέντων περὶ αὐτοῦ λέλεκταί.
"And Eliakim, and Shebna, and Joah said unto him: Speak unto thy servants in Syrian; for we understand it; and speak not unto us in Jewish. And wherefore speakest thou into the ears of the men upon the wall?" Now it must be observed that of the men named here, I mean Eliakim and Shebna, the prophet also made mention earlier in the word concerning the valley of Sion. And this observation is necessary in order to adapt the words set forth in that prophecy to the history now before us. And the children of the Hebrews say that this Shebna afterwards deserted to the Assyrian, having given him the right hand of submission along with others out of fear of him; and for this cause mention was made concerning him through the things prophesied beforehand.
« Καὶ εἶπε πρὸς αὐτοὺς Ῥαβσάκης· Μὴ πρὸς τὸν κύριον ὑμῶν, ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου, λαλῆσαι τοὺς λόγους τούτους; Οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι κόπρον, καὶ πίωσιν οὖρον μεθ' ὑμῶν ἅμα; Καὶ ἔστη Ῥαβσάκης, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Ἰουδαϊστὶ καὶ εἶπεν· Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως Ἀσσυρίων. Τάδε λέγει ὁ βασιλεύς· Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις· οὐ δύνηται ῥύσασθαι ὑμᾶς. Καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας, ὅτι ῥύσεται ὑμᾶς ὁ Θεὸς, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων. Μὴ ἀκούετε Ἐζεκίου. Τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων· Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μὲ, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς, καὶ πίεσθε ὕδωρ ἐκ τοῦ λάκκου ὑμῶν· ἕως ἂν ἔλθω, καὶ λαβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου, καὶ οἴνου καὶ ἄρτων, καὶ ἀμπελώνων. Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας, λέγων· Ὁ Θεὸς ῥύσεται ἡμᾶς. Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν, ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; Ποῦ ἐστιν ὁ θεὸς Ἐμὰθ, καὶ Ἀρφάθ; καὶ ποῦ ὁ Θεὸς τῆς πόλεως Ἐκφαρουαῖμ; Μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου; » Οὐδὲν διαφέρειν νομίζων τὴν ἐν τῇ Ἱερουσαλὴμ τιμώμενον τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι πεπλανημένως θεῶν νομιζομένων. Κατ' ὀλίγον
"And Rabshakeh said unto them: Hath my master sent me unto your master, or unto you, to speak these words? Is it not unto the men that sit upon the wall, that they may eat dung, and drink urine together with you? And Rabshakeh stood, and cried with a loud voice in Jewish, and said: Hear ye the words of the great king, the king of the Assyrians. Thus saith the king: Let not Hezekiah deceive you with words; he cannot deliver you. And let not Hezekiah say unto you that God will deliver you, and this city shall by no means be delivered into the hand of the king of the Assyrians. Hearken not to Hezekiah. Thus saith the king of the Assyrians: If ye wish to be blessed, come forth to me, and ye shall eat every one of his vine and his fig-trees, and ye shall drink water out of your cistern; until I come and take you into a land like your own land, a land of corn and wine, and bread and vineyards. Let not Hezekiah deceive you, saying: God will deliver us. Have the gods of the nations delivered each his own land out of the hand of the king of the Assyrians? Where is the god of Hamath, and Arpad? and where is the God of the city of Sepharvaim? Were they able to deliver Samaria out of my hand?" Thinking that he who was worshipped in Jerusalem differed nothing from those erroneously accounted gods among the other nations. Little by little
Notes, col. 345
On the reading
Printed λέλεκταί, for λέλεκται.
PG 24:348Read from the pageδὲ ὁ βάρβαρος τὴν θεομάχον ἐξώπλισε γλῶσσαν· τὸ μὲν πρῶτον τοῦ ἁγίου καταψευδόμενος, καὶ λέγων αὐτὸν πεποιθέναι ἐπ' Αἴγυπτον· εἶτα ἐπιχειρῶν τὰς παραινέσεις αὐτοῦ διαλύειν τὰς ἐπὶ Θεῷ πεποιθέναι τὸ πλῆθος παρασκευαζούσας, τὴν δύναμιν αὐτοῦ διαβάλλων διὰ τοῦ μὴ κτήσασθαι κατασκευὴν ἱππικήν· εἶτα μετὰ τοῦ Θεοῦ ἀναβῆναι λέγων, ὡς ἂν δειλιάσῃ τὸ πλῆθος ὡς προδοθὲν ἀπὸ Θεοῦ· εἶτα ἐπαγγελίαις χρηστῶν ἀμπελώνων, καὶ τῶν ἄλλων δοκούντων καλῶν· εἶτα εἰδὼς πάντα αὐτοῦ τὰ τοιαῦτα ἄπρακτα, τὴν μιαρὰν αὐτοῦ ἀνοίγει γλῶτταν, ἀσεβείας ἀφιεὶς φωνάς. Ἀλλ' ἐκτέτικε δίκας τῆς ἀσεβείας, ἀγγέλου πανστρατιᾷ δαπανώμενος χειρί.
moreover the barbarian armed his God-fighting tongue: first speaking falsely against the holy man, and saying that he trusted upon Egypt; next attempting to undo his exhortations which prepared the multitude to trust in God, traducing his power because he had not acquired a force of cavalry; next saying that he had come up with God, so that the multitude might lose heart as having been betrayed by God; next by promises of goodly vineyards, and the other things that seem fair; next, knowing all such efforts of his to be ineffectual, he opens his foul tongue, uttering cries of impiety. Yet he has paid the penalty of his impiety, consumed with his whole host by an angel's hand.
« Καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι. Καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου οἰκονέμος, καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος πρὸς Ἐζεκίαν, ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀπήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαβσάκου. » Μηδὲ γὰρ προσήκει τὸν εὐσεβῆ βλασφήμῳ προσδιαλέγεσθαι, ὡς ἂν μὴ ἐρεθίζοιτο εἰς ἑτέρας ἐκπίπτειν βλασφημίας· μόνον δὲ πεφράχθαι δεῖ ὥσπερ τισὶν ὅπλοις, καὶ πανταχόθεν ἠσφαλίσθαι τῇ σιωπῇ, κρύπτοντας ἐν ἑαυτοῖς τοὺς ἀληθεῖς λόγους, περιμένοντας δὲ τὴν ἐκ Θεοῦ κατὰ τῶν βλασφήμων κρίσιν. Ταῦτα παραγγείλαντος τοῦ βασιλέως ἐπιστημόνως, τὸ προσταχθὲν ἐποίουν οἱ τοῦ πλήθους προεστῶτες· ὃ δὴ καὶ ἡμῖν ποιητέον ἐστὶν ἐν καιροῖς διωγμῶν, ἢ ἐν κοιναῖς καὶ ἀθέοις βλασφήμων διαλέξεσι.
"And they held their peace, and no one answered him a word, because the king had commanded that no one should answer. And Eliakim the son of Hilkiah, the steward, and Shebna the scribe of the host, and Joah the son of Asaph, the recorder, came in to Hezekiah with their garments rent, and reported unto him the words of Rabshakeh." For neither is it fitting for the pious man to hold converse with a blasphemer, lest he be provoked to break out into further blasphemies; rather one must only fence oneself about as with weapons, and secure oneself on every side by silence, hiding the true words within oneself, and awaiting the judgment from God against the blasphemers. When the king had prudently given this charge, the leaders of the multitude did what was commanded; and this very thing must be done by us also in times of persecution, or in public and godless disputations of blasphemers.
ΚΕΦΑΛΑΙΟΝ ΛΖʹ.
Chapter XXXVII.
« Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν, ἔσχισε τὰ ἱμάτια, καὶ περιεβάλετο σάκκον· καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου. » Πρὸς τοῖς ἄλλοις τοίνυν κατορθώμασι τοῦ Ἐζεκίου, γυμνασίαν ἀρετῆς καὶ πλείονος θεοσεβείας ἔνδειξιν παρεῖχεν ὁ Θεὸς αὐτῷ διὰ τῆς πρὸς τὸν πολέμιον παρατάξεως, ἐν ᾗ διέλαμψε, πάντα μὲν στρατηγικῶς τὰ πρὸς τὸν πόλεμον παραταξάμενος, τὸ δὲ πᾶν ἀναθεὶς τῷ Θεῷ, τοῖς δὲ ὑπ' αὐτὸν πλήθεσι θεοσεβῆ διδασκαλίαν παραγγείλας. « Καὶ περιέβαλε σάκκον, » σημεῖα πένθους καὶ κακώσεως ἐπαγόμενος· τούτῳ δὲ τῷ σχήματι διὰ μέσης ἀνήει τῆς πόλεως ἀπὸ τῶν βασιλείων οἴκων ἐπὶ τὸν νεὼν τοῦ Θεοῦ, καὶ ταπεινὸν ἑαυτὸν τῷ Θεῷ δεικνὺς, οἴκτου καὶ ἐλέους τυχεῖν ἠξίου τῷ σχήματι.
"And it came to pass, when king Hezekiah heard it, that he rent his clothes, and put on sackcloth, and went up into the house of the Lord." In addition, then, to the other right deeds of Hezekiah, God afforded him an exercise of virtue and a display of still greater piety through the array against the enemy, wherein he shone forth, having marshalled with a general's skill all things pertaining to the war, yet having committed the whole to God, and having enjoined godly instruction upon the multitudes under him. "And he put on sackcloth," taking upon himself tokens of mourning and affliction; and in this attire he went up through the midst of the city from the royal chambers unto the temple of God, and showing himself humble before God, besought by his attire to obtain pity and mercy.
« Καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον, καὶ Σομνᾶν τὸν γραμματέα, καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους, πρὸς Ἠσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην. » Τοὺς γὰρ ἑτέρους τῶν ἱερέων τοῦ Θεοῦ, σάκκους ἀντὶ τῶν ἱερατικῶν ἠμφιεσμένους στολῶν, πρὸς τὸν προφήτην Ἠσαΐαν πέμπει, φάσκειν αὐτοῖς παραγγείλας· « Τάδε λέγει Ἐζεκίας, » οὐχ ὁ βασιλεὺς προσθείς· οὐ γὰρ ὁ καιρὸς αὐτῷ τοῦτ' ἐπέτρεπε λέγειν, ταπεινουμένῳ ἕνεκα τῆς παρούσης συμφορᾶς.
"And he sent Eliakim the steward, and Shebna the scribe, and the elders of the priests clothed with sackcloth, unto Isaiah the son of Amoz the prophet." For the rest of the priests of God, clad in sackcloth instead of their priestly robes, he sends to the prophet Isaiah, charging them to say: "Thus saith Hezekiah," without adding "the king"; for the season did not allow him to say this, humbled as he was on account of the present calamity.
« Καὶ εἶπαν αὐτῷ· Τάδε λέγει Ἐζεκίας· Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ, καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν
"And they said unto him: Thus saith Hezekiah: A day of tribulation and of reproach, and of rebuke and of wrath is this day, for travail is come upon her that bringeth forth, and strength
Notes, col. 348
On the reading
Printed οἰκονέμος, for οἰκονόμος.
PG 24:349Read from the pageδὲ οὐκ εχει τοῦ τεκεῖν. Εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ῥαβσάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα, καὶ ὀνειδίζειν λόγους, οὓς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ δεηθήσῃ πρὸς Κύριόν σου περὶ τῶν καταλελειμμένων τούτων. » Τούτου χάριν ἐπὶ σὲ τὸν τοῦ Θεοῦ ἄνθρωπον ἀνεπέμψαμεν, διὰ σοῦ τὸν σὸν Θεὸν ἐν καιρῷ παραστῆσαι βοηθὸν ἡμῖν ἀντιβολοῦντες· ὃν οὐδὲ ἑαυτῶν Θεὸν ὀνομάζειν τολμῶμεν· σὸν δὲ Κύριον καὶ Θεὸν ἀκριβῶς ὄντα ἐπιστάμεθα. Τοῦτον οὖν αὐτὸν ἱκετεύομεν μὴ τοῖς ἡμετέροις ἐπιβλέψαι πλημμελήμασι, καὶ μὴ τῶν ἡμετέρων μνήμην ποιήσασθαι ἁμαρτημάτων· ταῖς δὲ ἀθέοις τοῦ πολεμίου φωναῖς, καὶ τῇ τοσαύτῃ ὑπερηφάνῳ προσέχειν ἀλαζονείᾳ.
she hath not to bring forth. May the Lord thy God hearken unto the words of Rabshakeh, whom the king of the Assyrians hath sent to reproach the living God, and to reproach with words which the Lord thy God hath heard; and thou shalt make supplication unto thy Lord concerning these that are left." For this cause we have had recourse unto thee, the man of God, entreating through thee that thy God may stand by us as a helper in season; whom we dare not even name our own God, yet know full well to be thy Lord and God. Him therefore himself we implore not to look upon our trespasses, nor to call our sins to remembrance, but to give heed to the godless cries of the enemy, and to such overweening arrogance.
« Καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἐζεκίου πρὸς Ἠσαΐαν, καὶ εἶπεν αὐτοῖς Ἠσαΐας· Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν· Τάδε λέγει Κύριος· Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων. Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν, ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ. » Ὡς δὲ μόνον ἐπέστησαν αὐτοὶ, φθάσας τοὺς παρ' αὐτῶν λόγους ὁ Ἠσαΐας, ἀπαγγέλλειν προσέταττε τὴν ἐπιφερομένην προφητείαν· δι' ἧς πνεῦμα, φησὶν, ἐμβάλλει εἰς αὐτόν· ὑφ' οὗ πνεύματος ἀπατηθεὶς, ἐπανήξει ἐπὶ τὴν ἑαυτοῦ γῆν, ἔνθα ξίφει τὴν ζωὴν καταστρέψει.
"And the servants of king Hezekiah came unto Isaiah, and Isaiah said unto them: Thus shall ye say unto your master: Thus saith the Lord: Be not afraid of the words that thou hast heard, wherewith the ambassadors of the king of the Assyrians have reproached me. Behold, I will put a spirit into him, and having heard a report, he shall return to his own country, and he shall fall by the sword in his own land." And no sooner had they presented themselves than Isaiah, forestalling their words, bade them announce the prophecy that follows: whereby, he says, he puts a spirit into him; deceived by which spirit, he shall return unto his own land, where he shall end his life by the sword.
« Καὶ ἀπέστρεψε Ῥαβσάκης, καὶ κατέλαβε τὸν βασιλέα Ἀσσυρίων πολιορκοῦντα Λοβνάν. Καὶ ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ Λαχὶς, καὶ ἐξῆλθε Θαρακὰ, βασιλεὺς Αἰθιόπων, πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψε. Καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν λέγων· Οὕτως ἐρεῖτε Ἐζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας· Μή σε ἀπατάτω ὁ Θεός σου, ἐφ' ᾧ πέποιθας ἐπ' αὐτῷ, λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ ἐν χειρὶ βασιλέως Ἀσσυρίων. Σὺ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων; Πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν, καὶ σὺ ῥυσθήσῃ; Μὴ ἐῤῥύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς ἀπώλεσαν οἱ πατέρες μου, τήν τε Γωζὰν, καὶ Χάῤῥαν, καὶ Ῥαφὲθ, αἵ εἰσιν ἐν χώρᾳ Θεμάθ; Ποῦ εἰσι βασιλεῖς Ἐμάθ; καὶ ποῦ Ἀρφάθ; καὶ ποῦ πόλεως Ἐπφαρουαῖμ, Ἀναγουγάνα; Καὶ ἔλαβεν Ἐζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἀνέγνω αὐτὴ, καὶ ἀνέβη εἰς οἶκον Κυρίου, καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου. Καὶ προσηύξατο Ἐζεκίας πρὸς Κύριον λέγων· Κύριος Σαβαὼθ, ὁ Θεὸς Ἰσραὴλ, ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ. » Ὁ δέ γε Ἐζεκίας ὥσπερ καὶ πρότερον ἔσπευδε καὶ νῦν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, καὶ αὐτῷ μόνῳ τὴν ἐπιστολὴν ἐδείκνυ τῷ Θεῷ. Εἶτ' ἐπῆγεν ἱκετηρίαν, διὰ προσευχῆς μόνον αὐτὸν εἶναι λέγων Θεὸν, καὶ οὐκ ἄλλον.
"And Rabshakeh returned, and found the king of the Assyrians besieging Libnah. And he heard that he had departed from Lachish, and Tirhakah king of the Ethiopians had come forth to besiege him; and having heard it, he turned back. And he sent messengers unto Hezekiah, saying: Thus shall ye say to Hezekiah king of Judaea: Let not thy God deceive thee, upon whom thou trustest, saying: Jerusalem shall by no means be delivered into the hand of the king of the Assyrians. Hast thou not heard what the kings of the Assyrians have done? How they have destroyed the whole earth, and shalt thou be delivered? Have the gods of the nations delivered them, whom my fathers destroyed, both Gozan, and Haran, and Rezeph, which are in the country of Telassar? Where are the kings of Hamath? and where of Arpad? and where of the city of Sepharvaim, Hena and Ivvah? And Hezekiah received the letter from the messengers, and read it, and went up into the house of the Lord, and spread it open before the Lord. And Hezekiah prayed unto the Lord, saying: O Lord of Sabaoth, the God of Israel, that sittest upon the cherubim." Now Hezekiah, just as before, hastened now also unto the house of God, and showed the letter to God himself alone. Then he offered supplication, declaring through prayer that he alone is God, and none other.
« Σὺ εἶ ὁ Θεὸς μόνος πάσης βασιλείας τῆς οἰκουμένης· σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. Κλῖνον, Κύριε, τὸ οὖς σου· εἰσάκουσον, Κύριε· ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου· εἴσβλεψον, Κύριε, καὶ ἰδὲ τοὺς λόγους Σενναχηρεὶμ, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα. Ἐπ' ἀληθείας γὰρ, Κύριε, ἠρήμω-
"Thou art God alone of every kingdom of the inhabited earth; thou hast made heaven and earth. Incline, O Lord, thine ear; hearken, O Lord; open, O Lord, thine eyes; look down, O Lord, and see the words of Sennacherib, which he hath sent to reproach the living God. For in truth, O Lord, they have laid
Notes, col. 349
PG 24:352Read from the pageσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην, καὶ τὴν χώραν αὐτῶν, καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ. Οὐ γὰρ θεοὶ ἦσαν, ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι· καὶ ἀπώσαντο αὐτούς. Νῦν δὲ, Κύριε, ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρῶν αὐτοῦ· ἵνα γνῷ πᾶσα ἡ βασιλεία τῆς γῆς, ὅτι σὺ εἶ ὁ Θεὸς μόνος. Καὶ ἀπεστάλη Ἠσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν. » Ὁ μὲν βασιλεὺς Ἐζεκίας, οἷα θεοφιλὴς, εἰς τὸν οἶκον ἀνήει τοῦ Θεοῦ, καὶ τὴν ἀνάγραπτον ἱκετηρίαν ἀνέπεμπε· Θεὸς δὲ αὐτῷ ἀποκρίνεται, τὸν ἑαυτοῦ προφήτην Ἠσαΐαν ὡς αὐτὸν πέμψας· δεύτερον δὲ αὐτῷ τοῦτον ἐκδίδωσι τὸν χρησμὸν, ὡς ἄρα εἴη ἀκηκοὼς τὸν τῆς προσευχῆς αὐτοῦ λόγον διδάσκων.
waste, the kings of the Assyrians, the whole inhabited earth, and their country, and have cast their idols into the fire; for they were no gods, but the works of men's hands, wood and stone; and they destroyed them. Now therefore, O Lord our God, save us out of his hands, that every kingdom of the earth may know that thou art God alone. And Isaiah the son of Amoz was sent unto Hezekiah." King Hezekiah, for his part, as one beloved of God, went up into the house of God and offered up the supplication written above; and God answers him, sending his own prophet Isaiah to him, and delivers to him this second oracle, teaching him that he had indeed heard the word of his prayer.
« Καὶ εἶπεν αὐτῷ· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἤκουσα ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων. Οὗτος ὁ λόγος ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός· Ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε, παρθένος θυγάτηρ Σιών. » Ἐγὼ δέ σοι φημι μὴ σαυτὸν ἀπατᾷν, οὐ γὰρ τῇ σαυτοῦ δυνάμει τούτων ἁπάντων περιγέγονας. Ἐγὼ δὲ ἤμην αὐτὰ κατ' αὐτῶν ὁρίσας, εἰ καὶ σὺ μὴ ἐπέγνως, ἢ καὶ μηδὲ ἤκουσας τὴν ἐμὴν ἐξ ἀρχῆς βουλήν. Ταῦτα γὰρ αὐτὸς κέκρικα κατὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πάλαι καὶ ἐξ ἡμερῶν ἀρχαίων διὰ σοῦ πραχθῆναι. Νῦν δὲ δι' ἔργων τὴν ἐμὴν ἐπέδειξα βουλὴν, ἐγείρας σε ἐπ' ὀλέθρῳ τῶν τιμωρίας ἀξίων, καί σοι χρησάμενος σημείῳ τοῦ ἐξερημῶσαι ἔθνη, ἀναστάτους ποιῆσαι τοὺς οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς· ἃς πρότερον μὲν ἐφύλαττον διασώζων ἐγώ· ἐπεὶ δὲ ἠσέβουν μὴ γνωρίζοντες τὸν ἑαυτῶν σωτῆρα, ἀνῆκα τὰς ἐμαυτοῦ χεῖρας σοι παραδιδοὺς ἐπὶ τιμωρίᾳ· οἱ δὲ παραχρῆμα ἔρημοι ἐγένοντο τῆς ἐμῆς στερηθέντες ἐπισκοπῆς. Διὸ ἐπιλέγει·
"And he said unto him: Thus saith the Lord the God of Israel: I have heard the things which thou hast prayed unto me concerning Sennacherib king of the Assyrians. This is the word which God hath spoken concerning him: The virgin daughter of Sion hath despised thee and mocked thee." Now I say to thee, deceive not thyself, for not by thine own power hast thou prevailed over all these. Rather it was I who determined these things against them, even if thou didst not perceive it, or hadst not even heard my counsel from the beginning. For I myself decreed of old and from ancient days that these things should be wrought through thee against the godless and impious nations. And now by deeds have I shown forth my counsel, having raised thee up for the ruin of those worthy of punishment, and having used thee as a sign to lay waste nations and to drive from their homes them that dwell in fenced cities: cities which formerly indeed I guarded and preserved; but when they acted impiously, not acknowledging their own Saviour, I withdrew my hands, delivering them up to thee for punishment; and straightway they became desolate, deprived of my visitation. Wherefore he subjoins:
« Ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε, θυγάτηρ Ἱερουσαλήμ. Τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου πρὸς τὸν ἅγιον τοῦ Ἰσραὴλ, ὅτι δι' ἀγγέλων ὠνείδισας Κύριον. Σὺ γὰρ εἶπας· Τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ, καὶ τὸ κάλλος τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ. » Ἠνίττετο διὰ τούτων τὰς ἐν τοῖς λοιποῖς ἔθνεσιν ἐπηρτημένας καὶ εὐθηνουμένας βασιλείας. Τὸ γὰρ πολὺ πλῆθος τοῦ Λιβάνου ἐν ὑψηλοτάταις κέδροις καὶ κυπαρίσσοις, ἢ καὶ « ἀρκεύθοις, » κατὰ τὸν Σύμμαχον, ἢ « ἐλάταις, » κατὰ τὸν Ἀκύλαν, εἰς εἰκόνα περιείληφε τῶν τότε εὐθηνουμένων ἐθνῶν.
"The daughter of Jerusalem hath shaken her head at thee. Whom hast thou reproached and provoked? or against whom hast thou lifted up thy voice, and hast not lifted up thine eyes on high unto the Holy One of Israel, in that by messengers thou hast reproached the Lord? For thou hast said: By the multitude of chariots I am gone up to the height of the mountains, and to the uttermost parts of Lebanon, and I have cut down the height of the cedar thereof, and the beauty of the cypress, and I have entered into the height of the border of the forest." By these words he hinted darkly at the lofty and flourishing kingdoms among the rest of the nations. For he has taken the great abundance of Lebanon in most lofty cedars and cypresses—or "junipers," according to Symmachus, or "firs," according to Aquila—as an image of the nations then flourishing.
« Καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὕδατος. Οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα; Ἐξ ἡμερῶν ἀρχαίων συνέταξα· νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς, καὶ οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς. Ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων, καὶ ὡς ἄγρωστις. Νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι. Ὁ δὲ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρὸς μέ. Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου,
"And I set a bridge, and laid waste waters, and every gathering of water. Hast thou not heard long ago these things which I did? From ancient days I ordained them; and now have I shown forth to lay waste nations in strongholds, and them that dwell in fenced cities. I withdrew my hands, and they withered away, and became as dry grass upon housetops, and as dog's-tooth grass. But now thy rest, and thy going out, and thy coming in I know. And thy rage wherewith thou hast raged, and thy bitterness, is come up unto me. And I will put a muzzle upon thy nose,