« Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, εμαλακίσθη Ἐζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν Ἠσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. Καὶ ἀπέστρεψεν Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον, λέγων· Μνήσθητι, Κύριε. ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ. » Ὁ εἰπὼν Θεός· « Ἐγὼ ἀποκτενῶ καὶ ζωοποιήσω· πατάξω, κἀγὼ ἰάσομαι, » τοὺς πολεμίους πατάξας κρίσει δικαίᾳ δι' ἑνὸς ἀγγέλου, τὸν θεοφιλῆ βασιλέα ἰᾶται καὶ ζωοποιεῖ, ῥυόμενος αὐτὸν ἐκ θανάτου δι' ἑαυτοῦ. Καλῶς οὖν ἀπεσημήνατο φήσας· « Ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου· » ἢ κατὰ τὸν Ἀκύλαν, « τοῦ ἀποθανεῖν, » ἢ κατὰ τοὺς λοιποὺς, « εἰς θάνατον. » Ἐν γὰρ ἐκείνῳ τῷ καιρῷ, καθ' ὃν τὰ προλεχθέντα πεπόνθασιν οἱ Ἀσσύριοι, ὁ τοῦ θανάτου καιρὸς ἐπέστη τῷ Ἐζεκίᾳ. Βουλόμενος δὲ σῶσαι αὐτὸν ὁ Θεὸς, οὐκ ἐν ἀδήλῳ κατέλιπε τὸ μέλλον τὴν μαλακίαν αὐτοῦ διαδέξασθαι τέλος. Διὸ προφάσεις αὐτῷ σωτηρίας παρέχων, τὸ τῆς ἀῤῥωστίας τέλος φανερὸν αὐτῷ καθίστη, διὰ τοῦ προφήτου, ὡς ἂν μαθὼν προσεύξοιτο, καὶ προσευξάμενος τύχοι προσθήκης ζωῆς, καὶ μετὰ τὸν ὡρισμένον κατ' αὐτοῦ θάνατον· διδάσκοντος ἡμᾶς τοῦ λόγου, ὡς οὐκ ἀνάγκη τις ἢ εἱμαρμένη τῆς ἀνθρωπίνης ζωῆς, οὐδὲ ἀπαράτρεπτος ἀνθρώποις καιρὸς ὥρισται θανάτου. Θεὸς δὲ αὐτὸς, κρατῶν ἁπάντων, καὶ ζωῆς αἴτιος καὶ θανάτου τυγχάνει, δι' οὓς οἶδεν αὐτὸς τρόπους ἑκάστων τῶν εἰς τὸν βίον παριόντων κατὰ τούσδε ἢ τούσδε τοὺς χρόνους παράγων, καὶ ἐπὶ τοσοῖσδε ἢ τοσοῖσδε ἔτεσι, καὶ διὰ τοιᾶσδε ἢ τοιᾶσδε συνάγων τελευτῆς. Μόνῳ τε αὐτῷ καὶ τοὺς ἐν αὐταῖς, ὡς εἰπεῖν, ταῖς τοῦ θανάτου πύλαις γενομένους δυνατόν ἐστιν ἀνακαλεῖσθαι· ὡς νῦν μὲν τὸν Ἐζεκίαν ἐξ ἀῤῥωστίας θανατικῆς διασώσασθαι, καὶ προσθήκην αὐτῷ ζωῆς χαρίσασθαι ὅλων ἐτῶν πέντε καὶ δέκα· ἑτέρους δὲ καὶ μετὰ τὸ τεθνάναι ἐκ νεκρῶν ἀναβιῶναι ποιήσας, ὅσους ἡ θεία παρίστησι Γραφή. Ὡς ἐξ ἅπαντος λελύσθαι τοὺς περὶ εἱμαρμένης λόγους, διὰ τὸ καὶ πάσης ἀνάγκης καὶ πάσης οὐσίας τε καὶ φύσεως τὸν ἐπὶ πάντων Θεὸν κρατεῖν. Ταῦτα ἰδὼν ὁ Ἐζεκίας, ὅτε μὲν ὑγιὴς τὸ σῶμα ἦν, ἐπὶ τὸν νεὼν ἔσπευδε τοῦ Θεοῦ, κἀκεῖ τὸν Θεὸν αὐτοῦ τε καὶ τοῦ λαοῦ καὶ τῆς πόλεως σωτῆρα γενέσθαι ἐξεκαλεῖτο· ἐπεὶ δὲ τοῦτο πράττειν ἐπὶ τοῦ παρόντος ἀπεῖργεν ἡ νόσος, ἐξ αὐτῆς στρωμνῆς τὴν εὐχὴν ἀνέπεμπε τῷ Θεῷ, πανταχοῦ παρεῖναι καὶ παντὸς εἶναι θεοσεβοῦς ἐπήκοον πεπεισμένος.
"And it came to pass in that time, that Hezekiah fell sick unto death; and Isaiah the son of Amoz the prophet came unto him, and said unto him: Thus saith the Lord: Give charge concerning thy house; for thou art dying, and shalt not live. And Hezekiah turned his face toward the wall, and prayed unto the Lord, saying: Remember, O Lord, how I have walked before thee with truth in a true heart, and have done the things pleasing before thee. And Hezekiah wept with a great weeping." The God who said: "I will kill, and I will make alive; I will smite, and I will heal," having smitten the enemies in righteous judgment by a single angel, heals and makes alive the king beloved of God, rescuing him from death by himself. Aptly therefore did he note it by saying: "In that time Hezekiah fell sick unto death;" or according to Aquila, "unto dying," or according to the rest, "unto death." For at that very time wherein the Assyrians suffered what has been recounted above, the time of death came upon Hezekiah. Yet since God willed to save him, he did not leave in obscurity the end that was about to overtake his sickness. Wherefore, affording him occasions of salvation, he made plain to him through the prophet the issue of his illness, so that upon learning it he might pray, and having prayed might obtain an addition of life, even after the death appointed against him: the word teaching us that no necessity or fate has been appointed over human life, nor an unalterable time of death for men. Rather, God himself, holding sway over all things, is the author both of life and of death, bringing forward each of those who enter into life at these or those times by ways which he himself knows, and for so many or so many years, and gathering them in by such or such an end. And for him alone is it possible to recall even those who have come, so to speak, to the very gates of death: as now he saved Hezekiah out of a mortal illness and granted him an addition of life of fifteen whole years; while others too even after dying he made to live again from the dead, as many as divine Scripture sets forth. So that arguments concerning fate are altogether dissolved, because the God over all holds sway over all necessity and all substance and nature. Perceiving these things, Hezekiah, while he was sound in body, used to hasten to the temple of God, and there called upon God to become the Saviour both of himself and of the people and of the city; and when at the present moment sickness hindered him from doing this, from his very couch he sent up his prayer to God, persuaded that he is present everywhere and gives ear to every godly man.
« Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἠσαΐαν λέγων· Πορεύθητι, καὶ εἶπον Ἐζεκίᾳ· Τάδε λέγει Κύριος ὁ Θεὸς Δαυῖδ τοῦ πατρός σου. » Πατέρα δὲ αὐτοῦ τὸν Δαυῗδ ὁ Θεὸς ἐκάλει, τὴν ἀνωτάτω μαρτυρίαν αὐτῷ παρέχων, ὡς ἀξίῳ τὴν θεοφιλῆ πατέρα ἐπιγράφεσθαι τῆς τῶν τρόπων ὁμοιότητος χάριν. « Ἤκουσα τῆς
"And the word of the Lord came unto Isaiah, saying: Go, and say to Hezekiah: Thus saith the Lord, the God of David thy father." Now God called David his father, bearing the highest witness to him, as worthy to have the God-beloved father inscribed as his own on account of the likeness of his ways. "I have heard thy