PG 24:269Read from the pageνίου μετέχοντες, τὸν θάνατον ἀνενέργητον καὶ ὥσπερ νεκρὸν καταστήσουσι. Ἀλλ' ὁμῶς ὁ φιλάνθρωπος τῶν ἀνθρώπων Σωτὴρ, ῥυσάμενος τοῦ θανάτου τὰς τῶν ἀνθρώπων ψυχὰς, τῆς τε πολυθέου καὶ δαιμονικῆς πλάνης ἐλευθερώσας, ἀφεῖλε πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Ὄνειδος δὲ ἦν τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν ἡ κρατήσασα αὐτῶν εἰδωλολατρεία· ὅπερ ὄνειδος ἀφεῖλεν ὁ Θεὸς, καὶ τὸ ἐπὶ τούτῳ δάκρυον, τῶν διὰ τὴν φιλανθρωπίαν τὴν τῶν τοσούτων ψυχῶν ἀποκλαιομένων ἀπώλειαν. Ὄνειδος γὰρ ἦν οὐ μικρὸν τοῖς κατ' εἰκόνα τοῦ Θεοῦ πεποιημένοις τὸ ἐκπεσεῖν τῆς αἰωνίου ζωῆς καὶ θανάτῳ ὑποβληθῆναι. Ἀλλ' ἀρθήσεται τὸ ὄνειδος, τοῦ μὲν θανάτου καταργηθέντος καὶ τοῦ σκότους ἀφανισθέντος· τῆς δὲ τοῦ Χριστοῦ βασιλείας αἰωνίῳ ζωῇ διαλαμπούσης, ἀπολαύσουσιν οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν μὲν προτέρων ἠλευθερωμένοι κακῶν, τῶν δὲ ἐπαγγελιῶν Θεοῦ καταξιωθησόμενοι.
nal partaking, they shall render death ineffectual and as it were dead. Yet nevertheless the benevolent Saviour of mankind, having rescued the souls of men from death, and freed them from polytheistic and demonic error, took away every tear from every face. Now the reproach of the people from the nations was the idolatry that had held sway over them; which reproach God took away, as well as the tear shed over this by those who through love for mankind bewailed the destruction of so many souls. For it was no small reproach for those made according to the image of God to fall away from eternal life and be subjected to death. But the reproach shall be taken away, when death has been abolished and darkness blotted out; and when the kingdom of Christ shines forth with eternal life, those out of all the nations shall enjoy it, freed from their former evils, and about to be deemed worthy of the promises of God.
« Καὶ ἐροῦσι τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ' ᾧ. ἠλπίζομεν, καὶ σώσει ἡμᾶς. Οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ καὶ ἠγαλλιώμεθα, καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. Ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. » Καταποθέντος τοῦ θανάτου κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, οἱ τοῦ νέου αἰῶνος υἱοὶ τῇ ἡμέρα ἐκείνῃ εὐχαριστήριον ᾄσουσιν ᾠδὴν, ὁρῶντες ἐν δόξῃ τὸν ἑαυτῶν Σωτῆρα, καὶ ἐροῦσιν· « Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ' ᾧ ἠλπίζομεν. » Πάλαι μὲν γὰρ αὐτὸν ἐν ἐλπίσιν εἴχομεν, πιστεύοντες ταῖς θείαις περὶ αὐτοῦ διδασκαλίαις· νῦν δὲ καὶ ὀφθαλμοῖς ὁρῶμεν αὐτὸν, διὸ ὑπεμένομεν πάλαι τὰ ἐπιόντα ἡμῖν λυπηρά. Καὶ οἱ μὲν ταῦτα ἐροῦσιν· ὁ δὲ ἀνάπαυσιν αὐτοῖς δώσει ἐν τῷ προλεχθέντι τῆς βασιλείας αὐτοῦ ὄρει.
"And they shall say in that day: Behold our God in Whom we hoped, and He shall save us. This is the Lord; we waited for Him and exulted, and shall rejoice in our salvation. God shall give rest upon this mountain." When death has been swallowed up at the season of the resurrection, the sons of the new age in that day shall sing a song of thanksgiving, beholding their own Saviour in glory, and shall say: "Behold our God in Whom we hoped." For of old we held Him in hopes, believing the divine teachings concerning Him; but now even with our eyes we behold Him, wherefore of old we endured the grievous things that came upon us. And they indeed shall say these things; and He shall give them rest upon the aforesaid mountain of His kingdom.
« Καὶ καταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις. Καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσε τοῦ ἀπολέσαι. Καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ, ἐφ' ἃ τὰς χεῖρας ἐπέβαλε, καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου ταπεινώσει· καὶ καταβήσεται ἕως τοῦ ἐδάφους. » Οἶμαι δὲ ἐνταῦθα Μωὰβ λέγεσθαι τὸν πονηρὸν δαίμονα, καὶ τὴν ἀντικειμένην δύναμιν, τὴν πάλαι παρὰ τοῖς Μωαβίταις ὡς θεὸν τιμωμένην· ἥτις ἐπειδὴ μέγα ἐφρόνει, κατεπαιρομένη τοῦ Θεοῦ Ἰσραὴλ, καὶ τὸ ὑφ' ἑαυτὴν ἔθνος ἐπιτρίβουσα, ὡς καὶ ἐπ' αὐτοῦ Μωϋσέως τοιαῦτα τολμῆσαι, ὡς ἐκπορνεῦσαι τὸν λαὸν καὶ τελεσθῆναι τῷ Βεελφεγώρ· τοῦτο δὲ ἦν τὸ τῶν Μωαβιτῶν εἴδωλον· τούτου χάριν τὰ προκείμενα ὡς περὶ δεινῆς τινος καὶ θεομάχου δυνάμεως προπεφήτευται.
"And Moabitis shall be trampled down, in the way that men tread a threshing-floor with wagons. And He shall loosen his hands, even as he himself humbled to destroy. And He shall humble his pride, the things upon which he laid his hands, and the height of the refuge of the wall He shall humble; and it shall come down even to the ground." Now I think that here the evil demon is called Moab, and the opposing power that of old was honoured as a god among the Moabites; which, since it was haughty, exalting itself against the God of Israel, and wearing down the nation subject to itself, so as even in the time of Moses himself to dare such things as to lead the people into fornication and to be initiated to Beelphegor—and this was the idol of the Moabites—for this sake the words before us have been prophesied beforehand as concerning some dread and God-fighting power.
ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ.
Chapter XXVI.
« Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς Ἰούδα λέγοντες. » Μεθ' ἣν, τοῦ Σωτῆρος ἡμῶν τὴν αὐτοῦ βασιλείαν ἀπειληφότος ἐν τῷ ἐπουρανίῳ ὄρει, οἱ τῶν ἐπαγγελιῶν ἄξιοι ᾄσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸ ἐπουράνιον ᾆσμα ἐν τῇ ἐπουρανίῳ Ἱερουσαλὴμ γενόμενοι, ἣν ἐπὶ τοῦ παρόντος Ἰουδαίαν ὠνόμασεν ὁ λόγος, ἀκολούθως τῇ χώρᾳ τῆς ἐπιγείου Ἱερουσαλήμ. Οὕτω γὰρ ὁμοῦ καὶ τοῖς ἀκροωμένοις τοῦ Ἰουδαίων λαοῦ παισὶ θυμηδίαν τινὰ καὶ προτροπὴν εἰς τὴν τῶν
"In that day they shall sing this song upon the land of Judah, saying." After which day, when our Saviour has received His kingdom upon the heavenly mountain, those worthy of the promises shall sing in that day the heavenly song, having come to be in the heavenly Jerusalem, which for the present the word named Judaea, in keeping with the land of the earthly Jerusalem. For thus at the same time to the listening children of the people of the Jews also some gladness of heart and exhortation towards the
Notes, col. 269
On the reading
Printed ἡμέρα, for ἡμέρᾳ.
PG 24:272Read from the pageπροκειμένων ἐλπίδα παρεῖχεν· ὁμοῦ καὶ τὴν ἀληθινὴν παρέστησε Ἰουδαίαν, τῆς ἐπουρανίου Ἱερουσαλὴμ τὴν χώραν, καὶ τὸ μέγα πλάτος ὧδέ που σημαίνων· ἵν' ὁ μὲν τόπος νοῆται Ἰουδαία, τὸ δὲ ἐν αὐτῇ θεοσεβὲς πολίτευμα τῶν θείων καὶ εὐαγγελικῶν πνευμάτων ἡ τοῦ Θεοῦ πόλις· ἔνθα γενόμενοι οἱ διὰ τῆς προφητείας δηλούμενοι τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τὸ ἐπιλεγόμενον.
hope of the things set before them He afforded; and at the same time He presented the true Judaea, signifying somewhere here the land of the heavenly Jerusalem and its great breadth; so that the place may be understood as Judaea, and the godly commonwealth in it of divine and evangelical spirits as the city of God; having come to be there, those indicated through the prophecy shall in that day sing the song subjoined.
« Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῖν θήσει τεῖχος καὶ περίτειχος. « Οὐ γὰρ ἦν ἡ κάτω καὶ ἐπὶ γῆς πόλις ὀχυρὰ, πολλάκις ὑπὸ τῶν πολεμίων ἁλοῦσα, αὕτη δὲ ἀληθῶς ὀχυρὰ τοῦ Θεοῦ τυγχάνει πόλις, καὶ τοῦτ' ἔστι τὸ σωτήριον ἡμῶν. Κατὰ δὲ τὸν Σύμμαχον, « Ἐροῦσι δὲ ᾄδοντες τὸ ᾆσμα, πόλιν ἰσχυρὰν ἔχομεν· » κατὰ δὲ τὸν Σύμμαχον (sic), « Πόλις κράτους, ἡμῖν σωτήριον. » Ἡ δὲ Ἑβραϊκὴ λέξις ἀντὶ τοῦ, « σωτήριον, » καὶ ἀντὶ τοῦ, « σωτηρίου, » τὸ ὄνομα λευκῶς τοῦ Ἰησοῦ οὕτω περιέχει· αὐτοῖς γὰρ γράμμασιν ὁ Σωτὴρ ἡμῶν Ἑβραϊκῶς γράφεται. Αὐτὸς οὖν ὁ Σωτὴρ ἡμῶν τῶν μακαρίων πόλις, αὐτὸς καὶ τεῖχος αὐτῶν καὶ περίτειχος.
"Behold a fortified city, and He shall set our salvation as a wall and outer wall." For the city below and upon earth was not fortified, having often been captured by enemies, whereas this is truly the fortified city of God, and this is our salvation. And according to Symmachus, "And singing the song they shall say, We have a strong city;" and according to Symmachus (sic), "A city of might, salvation for us." Now the Hebrew wording instead of "salvation" and instead of "of salvation" plainly contains the name of Jesus thus; for in those very letters our Saviour is written in Hebrew. Our Saviour Himself, therefore, is the city of the blessed, and He Himself is their wall and outer wall.
« Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν. » Μηκέτι γὰρ μηδενὸς ὄντος ἐμποδὼν, ἀκώλυτος καὶ ἀπαραπόδιστος καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῖς γέγονε. Τούτοις δὲ αἴτιον ἡ δικαιοκρισία τοῦ Θεοῦ.
"Open the gates, let a people enter keeping righteousness and keeping truth." For with nothing any longer standing in the way, the road has become unhindered and unimpeded and straight for them. And the cause of these things is the righteous judgement of God.
« Ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην, ὅτι ἐπὶ σοι ἠλπίσαμεν, Κύριε, ἕως τοῦ αἰῶνος. Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὃς, ταπεινώσας, κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς, πόλεις ὀχυρὰς καταβαλεῖς, καὶ κατάξεις ἕως ἐδάφους. » Ἄξια γὰρ τῆς ἐλπίδος τῆς παρὰ σοῦ τεθησαυρισμένης, καὶ ταῦτα λέγω πρὸς σὲ, τὴν ἐπιθυμίαν τῆς ψυχῆς μου. Σὺ γὰρ εἶς, Κύριος, ἡ ἐπιθυμία μου, καὶ ὁ θεῖος ἔρως τῆς ἐμῆς ψυχῆς. Διὸ ἡ ψυχή μου ἐπεθύμησέ σε· καὶ αὐτὴ γὰρ ἡ μνήμη τοῦ ὀνόματός σου ἐξίστησιν ἡμῶν τὴν ψυχὴν, καὶ διεγείρει ἐπὶ τὸν σὸν πόθον.
"Laying hold of truth and keeping peace, because in Thee we hoped, O Lord, forever. O great, eternal God, Who, having humbled, didst bring down those who dwell on high, fortified cities Thou wilt cast down, and wilt bring down even to the ground." For worthy of the hope treasured up from Thee, these things also I say unto Thee, the desire of my soul. For Thou art, O Lord, my desire, and the divine love of my soul. Wherefore my soul desired Thee; for even the very remembrance of Thy name transports our soul, and rouses it unto longing for Thee.
« Καὶ πατήσουσιν αὐτὰς πόδες πραέων, καὶ ταπεινῶν βήματα. Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός· διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. » Οὔτε γὰρ καθεύδειν οἷοί τέ ἐσμεν τοὺς τῆς νυκτὸς καιροὺς, ἀλλὰ καὶ ἡμῶν ἐγρηγορότων τῷ πνεύματι, σὲ τὴν ἐπιθυμίαν ἡμῶν κατὰ νοῦν ἔχομεν. Οὕτως οὖν καὶ αἱ νύκτες ἡμῶν ὡς ἡμέραι πεφωτισμέναι τυγχάνουσιν· ἐπειδήπερ τὰ προστάγματά σου καὶ οἱ λόγοι σου ἡμῖν τοῖς ἐπὶ τῆς γῆς ἔτι τὰς διατριβὰς ποιουμένοις καὶ διὰ νυκτὸς καὶ δι' ἡμέρας ἀντὶ φωτὸς ἐδόθησαν. Ταῦθ' ὑπερβαλλούσῃ διαθέσει πρὸς τὸν Θεὸν ἀναφωνήσας ὁ προφήτης, μεταβαίνει ἐφ' ἡμᾶς, παραινῶν τὴν αὐτὴν αὐτῷ βαδίζειν ὁδόν.
"And the feet of the meek and the steps of the lowly shall tread them down. The way of the godly became straight, and prepared is the way of the godly. For the way of the Lord is judgement. We hoped in Thy name, and in the remembrance for which our soul longs. Out of the night my spirit rises early unto Thee, O God; because Thy ordinances are a light upon the earth." For neither are we able to sleep during the seasons of the night, nay even while we keep watch in spirit, we hold Thee, our desire, in mind. Thus therefore our nights also happen to be illumined like days; seeing that Thy ordinances and Thy words have been given instead of light both by night and by day to us who still spend our time upon the earth. Having cried out these things unto God with surpassing devotion, the prophet passes over to us, exhorting us to walk the same way as he.
« Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ἀσεβής· πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσει. Ἀρθήτω
"Learn righteousness, you who dwell upon the earth. For the ungodly one has ceased; everyone who will by no means learn righteousness upon the earth will by no means practise truth. Let there be taken away
Notes, col. 272
PG 24:273Read from the pageὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν· γνόντες δὲ αἰσχυνθήσονται. » Ταπεινοὶ γὰρ ὄντες οἱ ἀσεβεῖς, καὶ μακρὰν ἀφεστηκότες τῆς γνώσεως τοῦ Θεοῦ, ἐν σκότῳ τῆς αὐτοῦ ἀγνοίας ἐκαλινδοῦντο· ἀλλὰ τῆς καθόλου γνώσεως ἐπιστάσης, θεασάμενοι τὸν ὑψηλὸν βραχίονα οἱ πάλαι αὐτὸν ὡς μὴ ὄντα βλασφημοῦντες, παύσονται τῆς ἀπονοίας αἰσχύνῃ κατεχόμενοι.
the ungodly man, that he may not see the glory of the Lord. O Lord, exalted is Thine arm, and they knew it not; but when they know, they shall be put to shame." For being lowly, the ungodly, and standing far off from the knowledge of God, wallowed in the darkness of ignorance of Him; but when universal knowledge arrives, beholding the exalted arm, those who of old blasphemed Him as though He did not exist shall cease from their madness, seized with shame.
« Ζῆλος λήψεται λαὸν ἀπαίδευτον. » Αἰνίττεται δὲ τοὺς ἐκ περιτομῆς μὴ καταδεξαμένους τὴν διὰ Χριστοῦ χάριν. « Καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται· » ὡς ἂν ἀποφάσει ὑποβληθησομένους τῇ λεγούσῃ· « Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. » Ἐπειδὴ τὸ φῶς οὐκ ἐδέξαντο, παραδοθήσονται τῷ πυρὶ καὶ τῷ σκότει.
"Jealousy shall seize an uninstructed people." And he hints at those of the circumcision who did not accept the grace through Christ. "And now fire shall devour the adversaries;" as men about to be subjected to the sentence which says: "Depart into the eternal fire prepared for the devil and his angels." Since they did not receive the light, they shall be delivered over to the fire and the darkness.
« Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς. Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν. » Καλὰ μὲν γὰρ καὶ τὰ ἄλλα παρὰ σοῦ πάντα· τὸ δὲ μέγιστον δῶρον ἡ παρὰ σοῦ, καὶ ἡ πρὸς ἑαυτὸν εἰρήνη τυγχάνει, ἵν' ἀστασίαστοι ὦμεν, καὶ χρονεύουσα πρὸς σὲ διαπαντὸς φυλάττοιτο ἡμῶν ἡ ψυχή. Τοῦτο δ' ἂν γένοιτο, εἰ καταξιώσῃ κτῆμα σαυτοῦ ἴδιον γενέσθαι ἡμᾶς· ἐπεὶ καὶ ἡμεῖς οὐκ ἄλλον τινὰ οἴδαμεν ἢ σὲ, καὶ μόνῳ τῷ ὀνόματί σου τεθαρῥήκαμεν. Ὅτε τοίνυν οὐδένα ἕτερον ἐκεκτήμεθα ἐν τῷ βίῳ ἢ σὲ, εἰκότως ἀντιβολοῦμεν καταξιωθῆναι τῆς σῆς γενέσθαι μερίδος καὶ τοῦ σοῦ κλήρου.
"O Lord our God, give us peace; for Thou hast rendered all things unto us. O Lord our God, possess us. O Lord, beside Thee we know no other; we name Thy name." For good indeed are all the other things from Thee also; yet the greatest gift happens to be the peace from Thee, and peace with oneself, so that we may be free from faction, and our soul, tarrying continually with Thee, may be preserved. And this would come to pass if Thou shouldst deem us worthy to become Thine own possession; since we too know no other than Thee, and in Thy name alone have we placed our confidence. Since therefore we possessed no other in life than Thee, with good reason we entreat that we may be deemed worthy to become of Thy portion and of Thy lot.
« Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσι. Διὰ τοῦτο ἐπήγαγες, καὶ ἀπώλεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. » Ἡμεῖς μὲν οὖν, φησὶ, σοὶ ἐσμὲν, Κύριε, καὶ σὺ τὸ ἡμέτερον ὑπάρχεις κτῆμα· οἱ δὲ ταῖς πρὸς θάνατον ἁμαρτίαις ἑαυτοὺς ἐκδόντες, καὶ διὰ τοῦτο νεκροὶ τὰς ψυχὰς γενόμενοι· « ψυχὴ » γὰρ « ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· » τὴν δὲ ἐπηγγελμένην τοῖς ἁγίοις αἰώνιον ζωὴν οὐκ ὄψονται, οὐδὲ ἰατροί ποθεν ἐπιστάντες κατὰ τὸν τῆς κρίσεως καιρὸν δυνήσονται αὐτοῖς ἐπικουρῆσαι πρὸς σωτηρίαν, οὐδ' ἂν ἀναστῆσαι αὐτῶν τὴν πτῶσιν. Οὓς γὰρ σὺ ὁ μέγας καὶ φοβερὴς καὶ δίκαιος κρίτης παρέδωκας ἀπωλείᾳ, τίς ἰατρῶν διασώσασθαι δυνήσεται;
"But the dead shall by no means see life, nor shall physicians by no means raise them up. Therefore Thou didst bring on, and destroy, and take away every male of theirs." We indeed then, he says, are Thine, O Lord, and Thou art our possession; whereas those who have given themselves up to sins unto death, and therefore have become dead in their souls—for "the soul that sins, it shall die"—shall not see the eternal life promised to the saints, nor shall physicians coming from anywhere at the season of judgement be able to aid them unto salvation, nor raise up their fall. For those whom Thou, the great and fearful and righteous Judge, hast delivered unto destruction, what physician will be able to save?
« Διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. » Ἀντὶ δὲ τοῦ, « καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν, » ὁ Σύμμαχος, « πᾶσαν τὴν μνήμην αὐτῶν· » ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων, « πᾶν τὸ μνημόσυνον αὐτῶν » ἡρμήνευσαν. Ἔδει γὰρ πᾶσαν μνήμην κακίας ἀρθῆναι κατὰ τὸν δηλούμενον τῆς κρίσεως καιρόν. Εἰ δὲ λέγοιτο, « πᾶν ἄρσεν αὐτῶν, » πολλὴν εἰσάγει τὴν φιλανθρωπίαν ὁ λόγος· ὡς αὐτῶν μὲν ἡμαρτηκότων μὴ μελλόντων ἀφανίζεσθαι, μηδὲ εἰς τὸ παντελὲς ἀπόλλυσθαι· τῶν δὲ γεννημάτων οὕτω δηλουμένων, ὧν ἡ ψυχὴ αὐτῶν γεγέννηκε λογισμῶν πονηρῶν, τούτων ἀφανισμὸν γενήσεσθαί φησιν.
"Therefore Thou didst bring on and destroy, and take away every male of theirs." Instead of "and Thou didst take away every male of theirs," Symmachus rendered, "all their remembrance;" while Aquila and Theodotion rendered, "every memorial of theirs." For every remembrance of wickedness needed to be taken away at the indicated season of judgement. And if "every male of theirs" should be read, the word introduces great love for mankind: in that the sinners themselves are not about to be blotted out nor utterly perish; while their offspring are thus indicated—the wicked thoughts which their soul has begotten—and of these, he says, there shall be a blotting out.
Notes, col. 273
On the reading
Printed φοβερὴς, for φοβερὸς.
Printed κρίτης, for κριτὴς.
PG 24:276Read from the page« Πρόσθες αὐτοῖς κακὰ, Κύριε, πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς. Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. » Ἐπειδὴ τὸν περὶ τῆς καθόλου κρίσεως τόπον θεωρεῖ ὁ προφήτης, ὡσανεὶ παρὼν τῇ κρίσει, καὶ τῷ βήματι τοῦ Θεοῦ παρεστὼς, ἐφ' οἷς ὁρᾷ, ποτὲ μὲν ἐξομολογεῖται, ποτὲ δὲ ἱκετεύει, ποτὲ δὲ εὐχαριστεῖ, ποτὲ δὲ τὰς ἀποθησομένας ὑπὸ τοῦ Θεοῦ ἀμοιβὰς τοῖς ἀξίοις διέρχεται. Πάντα δὲ ταῦτα διὰ τῆς αὐτοῦ Γραφῆς καὶ ἡμῖν παραδίδωσιν, ὡς ἂν παιδευοίμεθα διδασκόμενοι πάνθ' ὅσα καὶ αὐτὸς ἐκ τῆς τοῦ θείου Πνεύματος ἐπιλάμψεως ἔγνω. Καὶ νῦν οὖν, φησὶν, ὅτε καιρὸς ἦν, ὦ Κύριε, τὴν στενὴν καὶ τὴν τεθλιμμένην ὁδεύοντες ὑπὲρ τῆς εὐσεβείας ἠγωνιζόμεθα· πλὴν καὶ ἐν ἐκείνῃ τῇ θλίψει οὐκ ἦμέν σου ἀμνήμονες· ὑπ' αὐτῆς δὲ τῆς σῆς μνήμης δυναμούμενοι καρτερῶς ὑπεμένομεν· ὥστε λέγειν « Θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι. » Διὰ ταύτης γοῦν τῆς θλίψεως παιδευόμεθα, εἰδότες, ὅτι ὃν ἀγαπᾷ Κύριος, παιδεύει.
"Add evils unto them, O Lord, add evils unto the glorious of the earth. O Lord, in tribulation we remembered Thee; in small tribulation was Thy chastening unto us." Since the prophet contemplates the passage concerning the universal judgement, as though present at the judgement and standing beside the judgement-seat of God, over the things that he beholds at one time he makes confession, at another he entreats, at another he gives thanks, and at another he recounts the recompenses to be rendered by God to the worthy. And all these things through his Scripture he hands down to us also, so that we may be chastened, being taught all that he himself also came to know from the illumination of the divine Spirit. And now therefore, he says, when the season was at hand, O Lord, travelling the narrow and straitened way we contended on behalf of godliness; yet even in that tribulation we were not unmindful of Thee; rather, empowered by the very remembrance of Thee, we steadfastly endured, so as to say, "Afflicted, yet not straitened; pursued, yet not forsaken; cast down, yet not destroyed." Through this tribulation, at all events, we are chastened, knowing that whom the Lord loves, He chastens.
« Καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν· οὕτως ἐγενήθημεν τῷ Ἀγαπητῷ σου. Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς. Οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται πάντες οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. » Διὸ πάντα πόνον ὑπομένοντες, ἐοικότες ἦμεν ὠδινούσῃ γυναικὶ, καὶ βοὰς ἀφιούσῃ περὶ αὐτὸ τὸ μέλλειν τὸ κατὰ γαστρὸς κινούμενον εἰς φῶς προάγειν· οὕτω γὰρ καὶ ἡμεῖς ἐγενήθη μὲν τῷ σῷ Ἀγαπητῷ· τὸν γὰρ μονογενῆ σου Λόγον ἔνδον ἔχοντες ἐν τῇ ἑαυτῶν ψυχῇ, καὶ τὸν ἐκ σοῦ κατασπαρέντα ἡμῖν ἔνθεον φόβον, καὶ δὴ καρτερήσαντες, οὐκ ἐσφάλημεν τῆς ἐλπίδος, ἀλλ' ἐτέκομεν πνεῦμα σωτηρίας. Τέλος γὰρ τῆς κυήσεως τοῦ Ἀγαπητοῦ σου καὶ τοῦ φόβου αὐτοῦ ἡ σωτηρία ἦν τοῦ ἡμετέρου πνεύματος. Ὅπερ ἀπογεννήσαντες φανερὸν κατεστήσαμεν πᾶσι τοῖς ἐπὶ τῆς γῆς κατοικοῦσιν ἀνθρώποις, ὡς ἂν καὶ αὐτοὶ μαθόντες ὠφεληθεῖεν διὰ τοῦ ζηλῶσαι κυῆσαι καὶ αὐτοὺς ἀπὸ τοῦ φόβου, καὶ ἀποτεκεῖν τὸ αὐτὸ πνεῦμα. Οἱ γὰρ μὴ τοῦτο λαβόντες μηδὲ τεκόντες τὸ πνεῦμα τῆς σωτηρίας, ἄλλως δὲ ἄγονοι καὶ ἄκαρποι γενόμενοι, καὶ ἐκπεσοῦνται τῆς παρὰ σοῦ ἐλπίδος· οἱ δέ γε τῆς σῆς μερίδος ὄντες, οἱ διὰ σὲ πᾶσαν θλίψιν ὑπομείναντες, εἰ καὶ μέχρι θανάτου ἀγωνίσαιντο πρὸς τὴν ἁμαρτίαν, οὐδαμῶς τῆς παρὰ σοὶ ζωῆς ἀποπεσοῦνται.
"And as a woman in travail draws near to giving birth, and cries out in her pang; so did we become to Thy Beloved. Because of Thy fear, O Lord, we conceived in the womb, and travailed, and brought forth the spirit of Thy salvation, which we wrought upon the earth. We shall not fall, but all who dwell upon the earth shall fall." Wherefore, enduring every toil, we resembled a woman in travail and uttering cries just as she is about to bring forth into the light that which stirs in the womb; for thus we too became to Thy Beloved; for holding Thine only-begotten Word within in our own soul, and the godly fear sown in us from Thee, and having indeed persevered, we did not fail of our hope, but brought forth a spirit of salvation. For the end of the conception of Thy Beloved and of His fear was the salvation of our spirit. Having brought this forth, we made it manifest to all men dwelling upon the earth, so that they too, having learned, might be benefited through emulating so as themselves also to conceive from fear and bring forth the same spirit. For those who have neither received this nor brought forth the spirit of salvation, having instead proved barren and unfruitful, shall also fall away from the hope that is from Thee; whereas those who are of Thy portion, who for Thy sake have endured every tribulation, even if unto death they should contend against sin, shall in no wise fall away from the life that is with Thee.
« Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς εστιν· ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. » Ἀναστήσονται γὰρ οἱ νεκροὶ, ἢ κατὰ τὸν Ἀκύλαν, « Ζήσονται οἱ τεθνεῶτές σου, » ἢ κατὰ τὸν Σύμμαχον καὶ Θεοδοτίωνα, « Ζήσονται οἱ νεκροί σου. » Νεκροὶ δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ οἱ ἅγιοι αὐτοῦ μάρτυρες, ἕτεροι ὄντες παρὰ τοὺς λεχθέντας νεκροὺς, περὶ ὧν εἴρητο· « Οἱ
"The dead shall rise, and those in the tombs shall be raised, and those in the earth shall rejoice; for the dew from Thee is healing unto them; but the land of the ungodly shall fall." For the dead shall rise, or according to Aquila, "Thy dead ones shall live," or according to Symmachus and Theodotion, "Thy dead shall live." And who would His dead be other than His holy martyrs, being distinct from the dead spoken of before, concerning whom it had been said: "The
Notes, col. 276
On the reading
Printed ἐγενήθη μὲν, for ἐγενήθημεν.
Printed εστιν, for ἐστιν.
PG 24:277Read from the pageδὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσονται;» Ἀλλ' ἐκεῖνοι μὲν ἦσαν νεκροὶ, τὰ πρὸς θάνατον ἡμαρτηκότες, οἱ δὲ νεκροὶ τοῦ Κυρίου οἱ δι' αὐτὸν πᾶσαν θλίψιν ἕως θάνατον ὑπομένοντες. Ἀντὶ δὲ τοῦ, «ἐγερθήσονται,» οἱ λοιποὶ ἡρμήνευσαν, ὡς κοιμηθέντων αὐτῶν, οὐχὶ δὲ τεθνεώτων. Διὸ ὁ τῶν ἁγίων θάνατος κοίμησις ὀνομάζεται. Ἀκολούθως δὲ τῇ κοιμήσει ἡ ἀνάστασις ἐξυπνισμὸς ἂν λεχθείη. Διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἐξυπνισθήσεσθαι οἱ ἐν τοῖς μνημείοις κατὰ τὸ πρῶτον εἴρηνται· κατὰ δὲ τὸ δεύτερον, «ἀγαλλιάσονται,» ἢ «αἰνέσουσι,» κατὰ τὸν Ἀκύλαν, ἢ «ἀλαλάξουσι,» κατὰ τὸν Θεοδοτίωνα. Δρόσος ἡ ἐπὶ γῆς κατιοῦσα ἠρέμα καὶ πράως ἐκτρέφει καὶ αὔξειν ποιεῖ τὰ ἐναποκείμενα αὐτῇ σπέρματα· τὸν αὐτὸν τρόπον ἡ παρὰ σοῦ δρόσος ἴαμα καὶ ζωὴν καὶ οωτηρίαν παρέξει τοῖς σοῖς νεκροῖς, ὧν τὰ σώματα κατὰ καιρὸν ἐπὶ τῆς γῆς ἐσπάρη. Οὐκ ἂν δὲ ἁμάρτοις αὐτὸν εἶναι δρόσον λέγων τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, ὃς, ἐπιστάξας τὰς ἑαυτοῦ ζωοποιοὺς σταγόνας τοῖς αὐτοῦ νεκροῖς, ὁμοῦ καὶ ἴασιν ἁμαρτημάτων, εἴ πού τι αὐτοῖς κατ' ἄνθρωπον πεπλημμέλητο, παρέξει ὁμοῦ καὶ ἀνάστασιν καὶ σωτηρίαν, καὶ ζωὴν αἰώνιον αὐτοῖς δωρήσεται· ἀλλ' οὐχὶ τὰ τῶν ἀσεβῶν τοιαῦτα.
but the dead shall by no means see life, neither shall physicians by any means raise [them] up?" Yet those indeed were dead who had sinned unto death, whereas the dead of the Lord are those who for His sake endure every affliction even unto death. And instead of "they shall be raised," the rest of the translators rendered [it] as though they had fallen asleep and had not died. Wherefore the death of the saints is called a falling asleep. And in keeping with the falling asleep, the resurrection might be termed an awakening out of sleep. Wherefore according to the rest of the translators those in the tombs are first said to be about to be awakened out of sleep; and secondly, "they shall exult," or "they shall praise," according to Aquila, or "they shall shout aloud," according to Theodotion. The dew coming down upon the earth gently and mildly nourishes and causes to grow the seeds laid up within it; in the same manner the dew from Thee will furnish healing and life and salvation to Thy dead, whose bodies in due season were sown upon the earth. Nor would you err in saying that the Only-begotten Word of God Himself is the dew, Who, distilling His own life-giving drops upon His dead, together with a healing of sins, if in aught any human trespass had been committed by them, will furnish at once both resurrection and salvation, and will bestow upon them eternal life; yet the lot of the ungodly is not such.
«Βάδιζε, ὁ λαός μου· εἴσελθε εἰς τὰ ταμιεῖά σου·» μὴ περιεργάζου τὰ ποῤῥωτάτω τυγχάνοντα τῶν σῶν ταμιείων. «Ἀπόκλεισον τὴν θύραν σου· ἀποκρύθηθι μικρὸν ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.» Μετὰ τὴν διδασκαλίαν τῆς τῶν νεκρῶν ἀναστάσεως, ὡς περιεστῶτας ἔμπροσθεν, καὶ ἐπὶ τὸ αὐτὸ μετὰ τὴν ἀνάστασιν συνηγμένους τοὺς ἁγίους τοῦ Θεοῦ θεασάμενον τὸ πνεῦμα τὸ προφητικὸν, ἔπειτα ἐξ ἑτέρου μέρους τὴν ἐπιοῦσαν τοῖς ἀσεβέσιν ὀργὴν κατανοῆσαν, τῷ τάγματι τῶν ἁγίων προσφωνεῖ ἀποχωρεῖν πρὸς βραχὺ τοῦ μακρὰν κρύπτεσθαι, ὡς μηδὲ θεωροὺς τῆς τῶν ἀσεβῶν γίνεσθαι ἀπωλείας. Ταμιεῖα δὲ τοῦ λαοῦ τοῦ Θεοῦ αἱ πολλαὶ παρὰ τῷ Πατρὶ τυγχάνουσι μοναὶ, ἑκάστῳ τάγματι τῶν ἁγίων κατὰ δικαίαν Θεοῦ κρίσιν ἀφωρισμέναι. Εἰς ταῦτ' οὖν τὰ σοὶ παρεσκευασμένα ταμιεῖά σου, φησὶν, ὁ ἐμὸς λαὸς, εἴσελθε, καὶ ἀπόκλεισον τὴν θύραν σου.
"Go, my people; enter into your chambers;" do not busy yourself about the things that lie very far off from your chambers. "Shut your door; hide yourself for a very little while, until the wrath of the Lord passes by." After the teaching concerning the resurrection of the dead, the prophetic Spirit, having beheld the saints of God as standing round in front and gathered together in the same place after the resurrection, and having next on the other side perceived the wrath coming upon the ungodly, calls out to the company of the saints to withdraw for a brief while so as to be hidden afar off, that they may not even become spectators of the destruction of the ungodly. Now the chambers of the people of God are the many abodes that are with the Father, set apart for each company of the saints according to the righteous judgement of God. Into these chambers of yours prepared for you, then, He says, O my people, enter, and shut your door.
«Ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς.» Παρελθούσης δὲ αὐτῆς, ἀναπετάσας λοιπὸν τὰς τῶν σαυτοῦ ταμιείων πύλας, μετὰ πολλῆς ἐξουσίας καὶ παῤῥησίας πρόϊθι τὸν νέον ἐποπτεύων αἰῶνα, καὶ τὴν ἐπηγγελμένην σοι βασιλείαν τοῦ Θεοῦ. «Καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύψει τοὺς ἀνηρημένους·» ὡς μηδένα λαθεῖν τῶν πάλαι ἐν αὐτῇ τὰς ψυχὰς ἀνηρημένων διὰ τῶν πρὸς θάνατον ἁμαρτημάτων· ἐπὶ τούτῳ γὰρ τὴν ὀργὴν ἐπάξειν εἴρηται ὁ Θεός· ὀργῆς ἐνταῦθα ὀνομαζομένης τῶν ταῖς κολάσεσι διακονουμένων ἀγγέλων. Δηλοῖ δὲ διὰ τούτων τὴν τῶν ἁγίων τοῦ Θεοῦ ἀναίρεσιν καὶ τὰ τῶν μαρτύρων αἵματα, περὶ ὧν καὶ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ γράφων ἔλεγε· «Ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδι-
"For behold, the Lord from the holy [place] brings wrath upon those who dwell upon the earth." And when it has passed by, throwing wide open thenceforth the gates of your own chambers, come forth with great authority and boldness, gazing upon the new age and the kingdom of God promised to you. "And the earth shall uncover her blood, and shall not cover up the slain;" so that none escapes notice of those who of old in her had their souls slain through sins unto death; for on this account God is said to be about to bring wrath, wrath being the name given here to the angels who minister to punishments. And through these words he indicates the slaying of the saints of God and the blood of the martyrs, concerning whom Moses also, writing in [his] great song, said: "Because the blood of His sons is aveng-
Notes, col. 277
On the reading
Printed θάνατον, for θανάτου.
Printed οωτηρίαν, for σωτηρίαν.
Printed ἀποκρύθηθι, for ἀποκρύβηθι.
PG 24:280Read from the pageκεῖται, καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν ἀνταποδώσει.»
ed, and He will avenge, and will render justice to the enemies, and will render [it] to those who hate [Him]."
ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ.
Chapter XXVII.
«Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα.» Ἡ μὲν οὖν τοῦ Θεοῦ ῥάβδος, εὐθεῖά τις οὖσα καὶ παιδευτικὴ, κατὰ τὸ, «Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας τοῦ·» τοῖς ἰάσιμα ἡμαρτηκόσι τετήρηται εἰς παίδευσιν αὐτῶν καὶ βελτίωσιν καὶ ψυχῆς ὠφέλειαν προσαγομένη· ὁ δὲ μηδὲ ὀρθὸν μηδὲ εὐθὺ κεκτημένος, ὅλος δὲ διόλου καμπύλος καὶ σκολιὸς, χαμαί τε ἐπὶ τὸ στῆθος καὶ κοιλίαν ἕρπων, ἐφεδρεύων τε τοῖς πάντων ποσὶν ἐπὶ τὸ σκελίζειν καὶ καταβάλλειν αὐτοὺς, μετὰ πάντας τοὺς ἀσεβεῖς τῇ σκληρᾷ καὶ μεγάλῃ καὶ ἰσχυρᾷ μαχαίρᾳ παραδοθήσεται, ἣν αὐτῷ μόνῳ ὁ μέγας κριτὴς ἐταμιεύσατο. Μάχαιραν ἐνταῦθα λέγει τὴν ἐνέργειαν τῆς δίκης· ἀλλὰ καὶ ἁγίαν καλεῖ, ὁμοῦ μὲν παραμυθούμενος τὸ φοβερὸν τῆς ἀπειλῆς, ὁμοῦ δὲ καὶ δεικνὺς, ὡς οὐκ εἰς ἀπώλειαν καταστρέψουσιν οἱ τιμωρούμενοι· ἁγιωσύνης τε αὐτοῖς αἴτιον ἔσται μετανοοῦσι. Καὶ γὰρ οὐκ ἀπολέσαι βούλεται ὁ Θεὸς παιδεύων, ἀλλὰ καθάραι καὶ ἁγιάσαι ἐπιστρέψαντας.
"In that day God will bring the holy, the great, and the strong sword upon the dragon, the fleeing serpent, upon the dragon, the crooked serpent, and He will slay the dragon." Now the rod of God, being straight and disciplinary, according to the saying, "A rod of uprightness is the rod of His kingdom," has been reserved for those who have sinned curably, being applied towards their discipline and amendment and benefit of soul; whereas he who possesses nothing upright nor straight, being altogether curved throughout and crooked, creeping on the ground upon his breast and belly, and lying in wait at the feet of all so as to trip and cast them down, shall after all the ungodly be delivered over to the hard and great and strong sword, which the great Judge stored up for him alone. By "sword" here he means the operation of justice; yet he also calls it "holy," at once softening what is fearful in the threat, and at the same time showing that those who are punished will not come to utter destruction, and that it will become a cause of holiness to them when they repent. For indeed God in disciplining does not wish to destroy, but to cleanse and sanctify those who turn back.
«Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλὸς, ἐπιθύμημα ἐξάρχειν κατ' αὐτῆς. Ἐγὼ πόλις ὀχυρὰ, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτὸς, ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος αὐτῆς. Οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτῆς. Τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Τοίνυν διὰ τοῦτο ἐποίησε Κύριος πάντα ὅσα συνέταξε. Κατακέκαυμαι.» Ὁ δὲ νοῦς τοῦ λόγου τοιοῦτός ἐστι· Μή τι κακὸν ἀντὶ κακοῦ τοῖς ἔθνεσιν ἀπεδίδοσαν οἱ κηρύττοντες αὐτοῖς εἰρήνην; Οἱ μὲν γὰρ ἐδίωκον αὐτοὺς καὶ πληγὰς ἐπιθέντες· οἱ δὲ τὰ κάλλιστα αὐτοῖς τὴν εἰρήνην εὐηγγελίζοντο. Μήτι οὖν τὰ ἴσα ἔπασχον οἱ ἐξ ἐθνῶν, ἀδικοῦντες τοὺς τῆς εἰρήνης κήρυκας; Ἔτυπτον γὰρ, καὶ οὐκ ἀντετύπτοντο, καὶ ἀνήρουν, ἀλλ' οὐκ ἀντανηροῦντο· καὶ μαχόμενοι δὲ καὶ ὀνειδίζοντες, ἐδίωκον αὐτοὺς καὶ ἐξαπέστελλον· οἱ δὲ οὐκ ἀνεχώρουν τοῦ τὴν εἰρήνην καὶ τοῦ τὰ ἀγαθὰ αὐτοῖς εὐαγγελίζεσθαι. Διὸ ἐπιλέγει·
"In that day a fair vineyard, a desire to lead a song over her. I, a fortified city, a besieged city, in vain shall I water her; for by night she shall be captured, and by day her wall shall fall. There is none that did not lay hold of her. Who will set me to guard stubble in a field? Because of this hostility I have rejected her. Therefore on this account the Lord has done all that He appointed. I am burned up." Now the sense of the passage is such as this: Did those who proclaimed peace to the nations render back evil for evil to them? For the latter persecuted them, even inflicting blows; whereas the former preached as good tidings to them the fairest things, namely peace. Did those from the nations, then, suffer the like things when wronging the heralds of peace? For they struck, and were not struck in return, and they slew, yet were not slain in return; and fighting and reviling, they persecuted them and sent them away; whereas they did not draw back from preaching peace and good things to them as glad tidings. Wherefore he adds:
«Βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ· ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην· οἱ ἐρχόμενοι τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξανθήσει Ἰσραὴλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται· καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; Μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς. Οὐ σὺ ἦσθα μελετῶν τῷ πνεύματι τῷ σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ;» Ταῦτα γὰρ ἐμελέτων οἱ ἐξ ἐθνῶν ἄπιστοι κατὰ τῶν ἀποστόλων τοῦ Χριστοῦ «πνεύματι σκληρῷ» κατεχόμενοι, καὶ οὐδὲν ἕτερον διανοούμενοι, ἢ ὅπως ἀνέλωσιν αὐτοὺς τῷ ἐν αὐτοῖς πνεύματι. Ἀλλ' ἐπειδὴ τοιαῦτα πάσχοντες οἱ ἐκ τοῦ
"Those who dwell in her shall cry aloud: Let us make peace with Him, let us make peace; those who come, the children, Jacob shall bud, and Israel shall blossom, and the inhabited world shall be filled with his fruit. Shall he also be smitten thus as he himself smote; and as he himself slew, shall he thus be slain? Fighting and reviling he will send them away. Was it not you who were meditating with the harsh spirit to slay them with a spirit of wrath?" For these things the unbelievers from the nations meditated against the apostles of Christ, being possessed by a "harsh spirit," and devising nothing else than how they might slay them by the spirit within them. Yet since, while suffering such things, those who from
Notes, col. 280