Migne Reading Room

PG 24 · cols. 257–268 · Read from the page

Commentaries on Isaiah

Commentaries on Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:257Read from the page
«Καὶ ἔσται αὐτῆς ἡ ἐμπορία, καὶ ὁ μισθὸς ἅγιος Κυρίῳ.» Ὃ δὴ καὶ πληροῦται καθ' ἡμᾶς αὐτούς. Τῆς γὰρ Ἐκκλησίας τοῦ Θεοῦ ἱδρυμένης ἐν τῇ Τυρίων πόλει, ὥσπερ οὖν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι, πολλὰ τῶν ἐν αὐτῇ μισθωμάτων ἐκ πραγματείας κομιζομένων ἁγιάζεται τῷ Κυρίῳ προσφερόμενα τῇ Ἐκκλησίᾳ αὐτοῦ· ἅπερ οἱ κομίζοντες προσφέρουσι σὺν εὐλαβείᾳ. «Οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι Κυρίου· πᾶσα ἡ ἐμπορία αὐτῆς, φαγεῖν, καὶ πιεῖν, καὶ ἐμπλησθῆναι, καὶ εἰς συμβολὴν, μνημόσυνον ἔναντι Κυρίου·» δηλαδὴ τοῖς παρέδροις τοῦ θυσιαστηρίου· οὕτω γὰρ Κύριος διετάξατο τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ Εὐαγγελίου ζῇν· καὶ οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζεσθαι. Τούτοις οὖν αὐτοῖς, ὡς ἂν ἱερεῦσι τοῦ Θεοῦ τοῖς κατοικοῦσιν ἔναντι Κυρίου, τὰς ἀπαρχὰς προσφέροντες οἱ δηλωθέντες, ἔργῳ πληροῦσι τὴν φάσκουσαν προφητείαν· «Καὶ ἔσται ἐμπόριον αὐτοῖς, καὶ μισθὸς αὐτοῖς,» καὶ τὰ ἑξῆς.
"And her merchandise and her hire shall be holy to the Lord." Which very thing is indeed fulfilled in our own times. For now that the Church of God is established in the city of the Tyrians, just as among the rest of the nations too, many of the earnings in her brought in from trade are consecrated to the Lord, being offered to His Church; which very things those who earn them offer with reverence. "It shall not be gathered for themselves, but for those who dwell before the Lord; all her merchandise shall be to eat, and to drink, and to be filled, and for a contribution, a memorial before the Lord;" namely for the attendants of the altar; for thus the Lord ordained for those who proclaim the Gospel to live from the Gospel, and that those who attend upon the altar share with the altar. Offering their firstfruits, therefore, to these very men, as priests of God who dwell before the Lord, those indicated fulfil in deed the prophecy which says: "And it shall be a mart for them, and a hire for them," and what follows.
ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ.
Chapter XXIV.
«Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην ὅλην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς.» Ἐπειδὴ γὰρ «τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς,» ὡσανεὶ πάντων ἀνθρώπων κηδόμενος, διαστέλλεται τῇ οἰκουμένῃ τὰ περὶ τῆς μελλούσης ἅπαντας ἀνθρώπους διαλήψεσθαι τοῦ Θεοῦ κρίσεως, ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, «καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ.» Ἢ κατὰ τὸν Ἀκύλαν καὶ Θεοδοτίωνα, «διασκορπίζει ἄλλους ἀλλαχοῦ,» κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου πράξεων· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, μέγας τε καὶ πολὺς ὁ τοῦ Θεοῦ κόσμος, ὡς δύνασθαι πάσας ὑποδέχεσθαι καὶ τὰς ἐξ αἰῶνος ἐν τῇ γῇ πεπολιτευμένας ψυχὰς, τῶν μὲν ἀσεβῶν τὸν ᾅδην καὶ τὸ ὑπὸ γῆν οἰκητήριον, σκοτίους καὶ ἀοράτους μυχοὺς κληρωσαμένων, κατὰ τὸ, «Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται·» τῶν δὲ εὐσεβῶν ἁρπαγησομένων ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ γενησομένων.
"Behold, the Lord corrupts the whole inhabited earth, and will lay it waste, and will uncover its face." For since "the earth is the Lord's and the fulness thereof," as caring for all men, He sets forth to the inhabited world the things concerning the judgement of God that is about to overtake all men, in the day when God shall judge the hidden things of men, "and He will scatter those who dwell in it." Or according to Aquila and Theodotion, "He disperses some one way and some another," in proportion to the deeds of each; for there are many mansions with the Father, and great and vast is the world of God, so as to be able to receive even all the souls that from of old have lived their lives upon the earth—the ungodly inheriting Hades and the subterranean dwelling, dark and unseen recesses, according to the saying, "They shall go into the lowest parts of the earth; they shall be delivered into the hands of the sword, portions for foxes they shall be;" whereas the godly shall be caught up in clouds to meet the Lord in the air, and thus shall always be with the Lord.
«Καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς, καὶ ὁ παῖς ὡς ὁ κύριος, καὶ ἡ θεράπαινα ὡς ἡ κυρία. Ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν, καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος, καὶ ὁ ὀφείλων ὡς ὁ ᾧ ὀφείλει·» σημαίνοντος τοῦ λόγου τοῦ προφητικοῦ τὸν τῆς τῶν νεκρῶν ἀναστάσεως τρόπον. Ἐπειδὰν δὲ ἀνακαλυφθῇ τὰ ἐγκεκρυμμένα ἐν τῇ γῇ σώματα, παραστήσονται οἱ κρινόμενοι πρὸ τοῦ βήματος τοῦ μεγάλου κριτοῦ ἐξ ἴσου πάντες, ὡς μηδὲ διαφέρειν τοὺς ἐν τῷ θνητῷ βίῳ ποτὲ δόξαντας πλέον τι ἐσχηκέναι ἤτοι ἐν ἀξιώματι, ἢ γένει, ἢ πλούτῳ, τῶν ἐνδεεστέρων. Πάντες γὰρ ἐξ ἴσου τότε παραστήσονται τῷ βήματι τοῦ Χριστοῦ· καὶ τῷ ἱερεῖ παραπλησίως ὁ λαὸς, καὶ ὁμοίως
"And the people shall be as the priest, and the servant as the master, and the handmaid as the mistress. The buyer shall be as the seller, and the lender as the borrower, and the debtor as he to whom he owes;" the prophetic word signifying the manner of the resurrection of the dead. And whenever the bodies hidden in the earth are uncovered, those being judged shall stand before the tribunal of the great Judge all on equal terms, so that those who in mortal life once seemed to possess something more, whether in rank, or birth, or wealth, do not differ at all from the more needy. For all alike shall then stand before the tribunal of Christ; and the people in like manner to the priest, and similarly
PG 24:260Read from the page
πάντες· ἐπεὶ μή ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Διὸ εἴρηται παρὰ τῷ Ἰώβ· «Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ.»
all; since there is no partiality with God. Wherefore it is said in Job: "Small and great are there, and the servant who fears not his master."
«Φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ἐπένθησεν ἡ γῆ καὶ ἐφθάρη ἡ οἰκουμένη· ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς.» Φωνῆς γὰρ ἀποφαντικῆς Θεοῦ διὰ τοῦ προφήτου προενεχθείσης, ταῦτα ἔσται τοῖς τὴν χείρονα λῆξιν εἰληχόσιν· οὓς διὰ τὸ γεῶδες φρόνημα γῆν ὀνομάζει. Ὥσπερ γάρ ποτε ἐλέχθη τῷ Ἀδὰμ, «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» οὕτω καὶ τοῖς κατὰ τὸν καιρὸν τῆς τοῦ Θεοῦ κρίσεως φιληδόνοις καὶ φιλοσώμασι, καὶ διὰ τοῦτο γηΐνοις καὶ σαρκίνοις εὑρεθησομένοις ἡ διαφθορᾶς ἠπείληται τιμωρία. Τίς δέ ἐστιν ἡ πενθοῦσα γῆ καὶ φθαρεῖσα οἰκουμένη, διασαφεῖ ἐπιφέρων· «Ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς·» μάλιστα γὰρ τούτους ἡ ὀργὴ τοῦ Θεοῦ μετελεύσεται, ἐπεὶ «ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.»
"With corruption the earth shall be corrupted, and with pillage the earth shall be pillaged; for the mouth of the Lord has spoken these things. The earth mourned and the inhabited world was corrupted; the exalted ones of the earth mourned." For an authoritative utterance of God having been brought forth through the prophet, these things shall befall those who have obtained the worse lot, whom because of their earthly mindset he calls earth. For just as it was once spoken to Adam, "Earth you are, and into earth you shall depart," so also against those who at the season of the judgement of God shall be found pleasure-loving and body-loving, and on this account earthy and carnal, the punishment of corruption has been threatened. And what the mourning earth and corrupted inhabited world is, he makes plain by adding: "The exalted ones of the earth mourned;" for upon these above all the wrath of God will come in pursuit, since "He resists the arrogant, but gives grace to the humble."
«Ἡ γῆ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν· διότι παρέβησαν τὸν νόμον Κυρίου καὶ διεσκέδασαν, ἤλλαξαν τὰ προστάγματα, διαθήκην αἰώνιον.» Πάντες γὰρ ἄνθρωποι οἱ ἐξ αἰῶνος τὴν οἰκουμένην οἰκήσαντες, Ἕλληνες ὁμοῦ καὶ βάρβαροι, τὸν φυσικὸν νόμον παρειληφότες καὶ τὰ προστάγματα τοῦ Θεοῦ ταῖς ἑαυτῶν ψυχαῖς ἔχοντες ἐγγεγραμμένα, τήν τε διαθήκην τὴν ἐξ αἰῶνος ἐν ταῖς κοιναῖς ἐννοίαις ὑποδεδεγμένοι, κἄπειτα ἑαυτοὺς τοῖς παρὰ φύσιν ἁμαρτήμασι ἐκδεδωκότες, παραβάται τοῦ φυσικοῦ γεγόνασι νόμου. Διὸ δὴ εὐλόγως παραστήσονται τῷ θείῳ δικαστηρίῳ, κριθησόμενοι ὡς λόγον ὑφέξοντες τῆς ἑαυτῶν παραβάσεως.
"The earth acted lawlessly because of those who inhabit it; because they transgressed the law of the Lord and scattered it, they changed the ordinances, the everlasting covenant." For all men who from of old inhabited the world, Greeks and barbarians alike, having received the natural law and having the ordinances of God inscribed upon their own souls, and having welcomed in their common notions the covenant that is from of old, and thereafter having given themselves over to sins contrary to nature, have become transgressors of the natural law. Wherefore with good reason they shall stand before the divine court of justice, to be judged as men who will render an account of their own transgression.
«Διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν. Διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι. Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν. Πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται φωνὴ κιθάρας. ᾘσχύνθησαν, οὐκ ἔπινον οἶνον· πικρὸν ἐγίνετο τὸ σίκερα τοῖς πίνουσιν· ἠρημώθη πᾶσα πόλις· κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν.» Ὥσπερ δὲ ἐν ἀρχῇ τῆς κοσμοποιίας, μήπω ἁμαρτίας ὑποστάσης, ηὐλόγησεν ὁ Θεὸς τὸν ἄνθρωπον, οὕτως ἐπὶ συντελείᾳ τῶν αἰώνων. Οὐδὲ γὰρ πάντας στενάζειν φησὶ τοὺς ἐν τῷ παρόντι βίῳ, ἀλλ' ἢ τοὺς τὴν πλατεῖαν καὶ εὐρύχωρον ὡδευκότας, οἰνοφλυγίαις καὶ ἀσωτίαις τὰ ἑαυτῶν κατατρίψαντας· οἱ καὶ μηκέτι ἔχοντες τὴν τῶν ἡδονῶν ἀπόλαυσιν· ἀλλὰ καὶ ἐλεγχόμενοι ἐφ' αἷς ἔπραξαν αἰσχραῖς καὶ ἀθεμίτοις πράξεσιν, αἰσχύνην καταχεοῦνται. Πολλάκις δὲ ὁ Θεολόγος οἴνου μνημονεύσας, τὴν τῶν ἀνθρώπων τρυφὴν ᾐνίξατο, ἢ τὸ τῆς κακίας μίσθωμα καὶ τον τῆς ψυχῆς κάρον, παρατρέποντα τὴν διάνοιαν τῶν ὀρθῶν καὶ κατὰ φύσιν λογισμῶν· οὗ μεθύσματος ὥσπερ διανήψαντες οἱ τότε κολαζόμενοι, φωνὰς ἀφήσουσι καὶ βοὰς πενθικάς.
"Therefore a curse shall devour the earth, because those who inhabit it have sinned. Therefore the inhabitants in the earth shall be poor, and few men shall be left. Wine shall mourn, the vine shall mourn, all who make merry in soul shall groan. The gladness of timbrels has ceased, the sound of the harp has ceased. They were ashamed, they did not drink wine; strong drink became bitter to those who drink; every city was laid waste; one shall shut up a house so that none may enter." Now just as at the beginning of the creation of the world, when sin did not yet exist, God blessed man, so at the consummation of the ages. For he says that not all who are in the present life groan, save only those who have travelled the broad and spacious way, having squandered their goods in bouts of drunkenness and profligacies; and they, no longer having the enjoyment of pleasures, but also convicted of the shameful and unlawful deeds which they committed, have shame poured over them. And often the Theologian, making mention of wine, hinted at the luxury of men, or the wage of wickedness and the stupor of the soul that turns the mind aside from right and natural reasonings; sobering up, as it were, from which intoxication, those punished at that time will utter cries and mournful shouts.
Notes, col. 260

On the reading

Printed τον, for τὸν.

PG 24:261Read from the page
« Ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐφροσύνη, ἀπῆλθε πᾶσα εὐφροσύνη τῆς γῆς. Καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκατελελειμμένοι ἀπολοῦνται. Ταῦτα πάντα ἔσται ἐν τῇ γῇ, ἐν μέσῳ τῶν ἐθνῶν. Ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητός. » Ὡς μηδένα περιλειφθῆναι τῶν ἀσεβῶν, ἀλλὰ καὶ μέχρις ἑνὸς τὴν κρίσιν τοῦ Θεοῦ μετελθεῖν. Ὡς γὰρ οἱ τὸν τῆς ἐλαίας καρπὸν ἀναλεγόμενοι καλάμοις εἰώθασι διακρούειν καὶ καταβαλεῖν μέχρι καὶ μιᾶς, εἴπου περιλειφθείη, καὶ ὡς μετὰ τὸν τρυγητὸν ἐπανιόντες τινὲς ἀναλέγονται ῥῶγάς τινας βραχεῖς ἢ βότρυας τοὺς παραλειφθέντας· τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀσεβεῖς ἀναλέξονται καὶ μέχρις ἑνὸς, ὡς μηδένα διαφυγεῖν τὴν τοῦ Θεοῦ κρίσιν.
"Howl concerning the wine everywhere; all gladness has ceased, all gladness of the earth has departed. And cities shall be left desolate, and abandoned houses shall perish. All these things shall be in the earth, in the midst of the nations. Just as if someone should glean an olive tree, so shall they glean them; and when the vintage ceases." So that none of the ungodly will be left remaining, but the judgement of God will pursue them even down to one. For just as those who gather the fruit of the olive tree are accustomed with reeds to beat through and knock it down even to a single berry, if anywhere one should be left remaining, and as after the vintage some returning gather up a few small berries or clusters that were passed over; in the same way they shall gather up the ungodly also even down to one, so that no one escapes the judgement of God.
« Οὗτοι βοῇ φωνήσουσιν. » Τίνες δὲ οὗτοι ἀλλ' ἢ οἱ τοῦ κρείττονος τάγματος; Εἶεν δ' ἂν οὗτοι οἱ τῆς παρὰ Θεῷ μεγαλειότητος ἠξιωμένοι. « Οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου· ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης. » Οἱ δὲ τῆς μερίδος γενόμενοι τοῦ Θεοῦ εὐφρανθήσονται ἅμα τῇ δόξῃ τοῦ Κυρίου· τότε γὰρ αὐτὸς ὁ Κύριος ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Ἐπὶ ταύτῃ τοίνυν τῇ δόξῃ τοῦ ἑαυτῶν Κυρίου εὐφρανθήσονται οἱ πάλαι εἰς αὐτὸν ἠλπικότες. Ἀντὶ δὲ τοῦ, « Ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης, » « Ἤχησαν ὕδατα θαλάσσης, » Θεοδοτίων ἡρμήνευσε, σημαίνων τὸ μέγεθος τῆς ζωῆς, ᾗ χρήζονται οἱ δοξάζοντες τὸν ἑαυτῶν Κύριον· ἤχῳ γὰρ θαλάσσης παραβληθήσεται αὐτῶν ἡ φωνή.
"These shall cry aloud with a shout." And who are these other than those of the better rank? And these would be those who have been deemed worthy of the majesty that is with God. "And those left behind upon the earth shall rejoice together in the glory of the Lord; the water of the sea shall be troubled." And those who have come to be of the portion of God shall rejoice together in the glory of the Lord; for then the Lord Himself shall come in the glory of His Father with power and great glory. At this glory, therefore, of their own Lord those who of old hoped in Him shall rejoice. Instead of "The water of the sea shall be troubled," Theodotion rendered, "The waters of the sea resounded," signifying the greatness of the life which those who glorify their own Lord make use of; for their voice shall be compared to the sound of the sea.
« Διὰ τοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης. » Ταῖς Ἐκκλησίαις δηλαδὴ ταῖς μεταξὺ πάλαι τῶν ἀπίστων ἐθνῶν, ὥσπερ ἐν μέσῳ θαλάσσης, ἀπειλημμέναις, ἐφ' ἃς ἡ δόξα Κυρίου ἐπιλάμψει τότε. « Τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται. Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούομεν, ἐλπὶς τῷ εὐσεβεῖ. Κατὰ δὲ τὸν Σύμμαχον καὶ Θεοδοτίωνα, « Ἀπὸ τῶν πτερύγων τῆς γῆς ψαλμοὺς ἠκούσαμεν· » κατὰ δὲ τὸν Ἀκύλαν, « μελῳδίας. » Οἱ γὰρ τῆς μερίδος τοῦ Θεοῦ, τὴν δικαίαν αὐτοῦ κρίσιν ἀποθαυμάζοντες, εὐφραίνονται ἅμα τῇ δόξῃ τοῦ Κυρίου, καὶ εὐφραινόμενοι ὕμνους αὐτῷ καὶ ψαλμῳδίας εὐχαριστηρίους ἀναπέμπουσιν. Εἶτ' ἐπιλέγει, « Ἐλπὶς τῷ εὐσεβεῖ. » Ἐπειδὴ γὰρ τὰ τοῖς ἀσεβέσι διῆλθεν ἠπειλημένα, ἑξῆς περὶ τῆς μερίδος τῆς Θεοῦ ἐπήγαγεν, ὡς « Εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, » καὶ ὡς « Ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται· » ὡς δὴ τὴν δικαιοκρισίαν τοῦ Θεοῦ παραστήσας, ἀκολούθως ἐπήγαγε τό· « Ἐλπὶς τῷ εὐσεβεῖ· » παντὶ γὰρ δικαίῳ καὶ εὐσεβεῖ ἀνδρὶ ἐλπὶς ἀγαθὴ σωτηρίας ἀπόκειται.
"Therefore the glory of the Lord shall be in the islands of the sea." Namely, in the Churches that of old were hemmed in amongst the unbelieving nations, just as in the midst of the sea, upon which the glory of the Lord shall shine forth then. "The name of the Lord shall be glorious. O Lord God of Israel, from the wings of the earth we heard portents, hope to the godly man. And according to Symmachus and Theodotion, "From the wings of the earth we heard psalms;" and according to Aquila, "melodies." For those of the portion of God, marvelling at His righteous judgement, rejoice together in the glory of the Lord, and rejoicing send up to Him hymns and thanksgiving psalmody. Then he adds, "Hope to the godly man." For since he went through the threats uttered against the ungodly, next he brought in concerning the portion of God how "They shall rejoice together in the glory of the Lord," and how "The glory of the Lord shall be in the islands;" having thus set forth the righteous judgement of God, he consistently added this: "Hope to the godly man;" for a good hope of salvation is laid up for every righteous and godly man.
« Καὶ ἐροῦσι· Οὐαὶ τοῖς ἀθετοῦσι, οἱ ἀθετοῦντες τὸν νόμον· » κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται, « Ὦ οἴμοι ἀθετοῦντες· ἠθέτησαι. » Ὁρᾷς ὅπως συνέπασχον τοῖς ἀπολλυμένοις, καὶ ὑπερήλγουν αὐτῶν οἱ τοῦ Θεοῦ ἄνθρωποι διὰ φιλανθρωπίαν, ὡς εἰς ἑαυτοὺς ἀναστρέφειν τὸν ταλανισμὸν, καὶ λέγειν, ὢ οἴμοι ἐφ' οἷς ἠθέτησαν οἱ παραβάται!
"And they shall say: Woe to those who deal treacherously, those who deal treacherously with the law;" according to Aquila it is said, "O woe is me, you who deal treacherously; you have been dealt treacherously with." You see how the men of God sympathized with those perishing, and grieved exceedingly over them through love for mankind, so as to turn back upon themselves the lamentation of wretchedness, and say, O woe is me for the things wherein the transgressors dealt treacherously!
Notes, col. 261

On the reading

Printed ἐγκατελελειμμένοι, for ἐγκαταλελειμμένοι.

Printed τῆς Θεοῦ, for τοῦ Θεοῦ.

PG 24:264Read from the page
« Φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ' ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ ἔσται ὁ φεύγων τὸν φόβον, ἐμπεσεῖται εἰς τὸν βόθυνον· ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. » Τὴν ἐπισκοπὴν τοῦ Θεοῦ, καὶ τὴν ἐποπτικὴν καὶ τὴν θεωρητικὴν αὐτοῦ τῶν ὅλων δύναμιν αἰνιττόμενος, ἐφορῶσαν τὰ πάντα, ὥσπερ διὰ θυρίδων τοῦ οὐρανοῦ, αἳ δοκοῦσι μὲν κεκλεῖσθαι, ἐπειδὰν τοὺς ἁμαρτάνοντας ἐπὶ γῆς περιέρχεται ὁ Θεὸς, μὴ ἐπεξιὼν τοῖς πλημμελοῦσι· τότε γὰρ ὥσπερ ἀποστραφεὶς, οὐδ' ὁρῶντι τοὺς ἁμαρτάνοντας ἔοικεν. Ἐπειδὰν δὲ κρίνῃ ἐπεξελθεῖν τοῖς ἡμαρτηκόσιν, ὥσπερ ἀναπετάννυνται τοῦ οὐρανοῦ αἱ θυρίδες
"Fear and pit and snare are upon you who dwell upon the earth. And it shall be that he who flees the fear shall fall into the pit; and he who climbs out of the pit shall be caught by the snare; because windows out of heaven have been opened, and the foundations of the earth shall be shaken." Hinting at the visitation of God, and His overseeing and contemplative power over the universe, beholding all things as though through windows of heaven, which indeed seem to have been shut whenever God goes round among sinners upon earth without visiting punishment upon those who offend; for then, as though turned away, He resembles one not even seeing those who sin. But whenever He judges fit to visit punishment upon those who have sinned, the windows of heaven are as it were flung wide open
« Ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ· ἔκλινε καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ, ὡς ὁ μεθύων καὶ κραιπαλῶν. » Καὶ ταῦτα πάντα πείσεται ἡ γῆ, τῶν ποτε κατοικησάντων αὐτὴν οὕτω δὴ καλουμένων· τοιαῦτα δέ φησι πείσεσθαι αὐτοὺς, ὡς ἐοικέναι μεθύουσι καὶ κραιπαλῶσιν ἐκ τῆς τῶν κακῶν ὑπερβολῆς. « Καὶ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι· κατίσγυσε γὰρ ἐπ' αὐτῆς ἡ ἀνομία. »
"With troubling the earth shall be troubled, and with perplexity the earth shall be perplexed; the earth inclined and shall be shaken like a fruit-watcher's hut, like one drunk and stupefied with wine." And all these things the earth shall suffer, those who once inhabited it being so called; and such things, he says, they shall suffer as to resemble men drunk and stupefied with wine from the excess of evils. "And it shall fall, and shall by no means be able to rise again; for lawlessness prevailed upon it."
« Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα. » Ἅπαξ μὲν γὰρ πεσοῦσα κατὰ τὴν τοῦ θνητοῦ βίου τελευτὴν ἡ γῆ, ἤτοι σὰρξ γεώδης καὶ φιλοσώματος ψυχὴ, οἱ πάλαι τὴν γῆν οἰκήσαντες τῆς καθεξῆς ἀναστάσεως τεύξονται εἰς τὸ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, καὶ κομίσασθαι ἕκαστον τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν· ἐπειδὰν δὲ κριθέντες ἐκπέσωσι τῆς ἀγαθῆς ἐλπίδος, καὶ ταῖς ἠπειλημέναις κολάσεσι παραδοθῶσι, τὸ τηνικαῦτα τοῦ Θεοῦ ἐκπεσόντες, οὐκέτι ἀναστῆναι δυνήσονται. Ἐν οἷς τὴν συντέλειαν ἐδήλωσε τοῦ παντὸς, ἐν ᾗ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται. Κόσμον δὲ οὐρανοῦ εἴωθε λέγειν ὁ Μωϋσῆς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας. « Ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα· » λέγω δὲ κατὰ τὸν δηλούμενον τῆς τοῦ Θεοῦ κρίσεως καιρόν.
"And it shall be in that day, God shall bring His hand upon the adornment of heaven." For having once fallen at the end of mortal life—the earth, that is to say earthly flesh and body-loving soul—those who of old inhabited the earth shall obtain the subsequent resurrection so as to stand before the judgement-seat of Christ, and for each one to receive back the things done through the body according to what he practised, whether good or evil; but when, having been judged, they fall away from the good hope and are delivered over to the threatened punishments, then having fallen away from God, they shall no longer be able to rise again. Wherein he declared the consummation of the universe, in which heaven and earth shall pass away. And Moses is accustomed to call the sun and the moon and the stars the adornment of heaven. "God shall bring His hand upon the adornment of heaven;" I mean at the indicated season of the judgement of God.
« Καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ συνάξουσι συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον, καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν. » Δοκεῖ μοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου σημαίνειν διὰ τῶν βασιλέων τῆς γῆς· οὕτω γοῦν καὶ τῷ Δανιὴλ ὁ χρηματίζων αὐτῷ Γαβριὴλ ἐδήλου λέγων· « Καὶ ἐξῆλθεν εἰς συνάντησίγ μου ἄρχων βασιλείας Μήδων. » Τοὺς τοιούτους ἀοράτους τῶν ἐθνῶν βασιλεῖς ἐνταῦθα προειπὼν ὁ λόγος, συναχθήσεσθαι αὐτούς φησιν ὑπὸ τῆς χειρὸς τοῦ Θεοῦ, καὶ ἐμβληθήσεσθαι εἰς δεσμωτήριον καὶ ἀποκλεισθήσεσθαι εἰς ὀχύρωμα. Ἀκόλουθόν μοι γὰρ ἦν τῆς βασιλείας τοῦ Θεοῦ μελλούσης τότε διαλάμπειν, τοῦ τε νέου αἰῶνος ἐπικρατεῖν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, εἰς τὸν προσήκοντα αὐτοὺς καταβληθῆναι λάκκον, ὃν αὐτοὶ ἑαυτοῖς ὤρυξαν. Δάκκον
"And upon the kings of the earth, and they shall gather its congregation into a prison-house, and shall shut them up into a stronghold; after many generations there shall be a visitation of them." He seems to me to signify the rulers of this age through the kings of the earth; thus at all events Gabriel too, imparting an oracle to Daniel, declared to him, saying: "And the ruler of the kingdom of the Medes came forth to meet me." Having spoken beforehand here of such invisible kings of the nations, the word says that they shall be gathered together by the hand of God, and cast into a prison-house and shut up into a stronghold. For it seemed consistent to me, when the kingdom of God was about to shine forth then and the new age to prevail, that the principalities and the authorities and the world-rulers of this darkness, and the spiritual forces of wickedness, should be cast down into the pit fitting for them, which they themselves dug for themselves. A pit
Notes, col. 264

On the reading

Printed κατίσγυσε, for κατίσχυσε.

Printed συνάντησίγ, for συνάντησίν.

Printed Δάκκον, for Λάκκον.

PG 24:265Read from the page
« Καὶ τακήσεται ἡ πλίνθος, και πεσεῖται τὸ τεῖχος, ὅτι βασιλεύσει Κύριος ἐκ Σιὼν καὶ ἐξ Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. » Ἔδει γὰρ ἡμᾶς ἐν τῷ περὶ συντελείας λόγῳ, καὶ τὰ περὶ τῆς κηρυττομένης τοῦ Σωτῆρος ἡμῶν ἐπουρανίου βασιλείας μαθεῖν, ἥτις ἔσται μετα τὴν καθαίρεσιν τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν. Σιὼν δὲ καὶ Ἱερουσαλὴμ πολλάκις εἶναι ἐπουρανίους ἀπὸ τῆς ἀποστολικῆς μαρτυρίας παρεστήσαμεν· ἔνθα ἡ τοῦ Χριστοῦ βασιλεία στήσεται.
"And the brick shall melt away, and the wall shall fall, because the Lord shall reign out of Sion and out of Jerusalem, and before the elders He shall be glorified." For in the discourse concerning the consummation it was needful for us to learn also the things concerning the proclaimed heavenly kingdom of our Saviour, which shall be after the pulling down of the principalities and the authorities. And that Sion and Jerusalem are heavenly we have often shown from the apostolic testimony; there the kingdom of Christ shall stand.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.
Chapter XXV.
« Κύριε ὁ Θεὸς ἡμῶν, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν, ἀληθινήν· γένοιτο, Κύριε. » Ταῦτά φησι σπεύδων ὥσπερ καὶ ἐπιθυμῶν ᾗ τάχος ἐπιστῆναι τὸ τῶν ἀγαθῶν τέλος. Νοήσομεν δὲ ὅπως ἦν ἀρχαία ἡ βουλὴ αὕτη, ἐπιστήσαντες τῇ φωνῇ τοῦ Σωτῆρος, τῇ λεγούσῃ τοῖς εἰς τὰ δεξιὰ στησομένοις αὐτοῦ· « Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. » Καὶ ὁ Ἀπόστολος δὲ ἐντεῦθεν ὁρμώμενος ἔγραφε· « Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν ἑαυτῷ. » Ἀρχαία τοίνυν ἦν αὕτη βουλή. Καὶ ταῦτ' ἦν ἀληθῶς τὰ θαυμαστὰ πράγματα τὰ προωρισμένα μου πρὸ καταβολῆς κόσμου, ἐπὶ συντελείᾳ δὲ τῶν αἰώνων πληρωθησόμενα. Ἀρχαία μὲν οὖν ἦν ἡ βουλὴ αὕτη διὰ τὴν πρόγνωσιν καὶ προορισμὸν τοῦ Θεοῦ· ἀληθινὴ δὲ διὰ τὴν τοῦ τέλους ἔκβασιν.
"O Lord our God, I will glorify Thee, I will hymn Thy name, because Thou hast done wondrous things, an ancient, true counsel; so be it, O Lord." He says these things hastening, as it were, and desiring that the end of good things may arrive as swiftly as possible. And we shall understand how this counsel was ancient when we attend to the voice of the Saviour, which says to those who will stand at His right hand: "Come, you blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world." And the Apostle too, setting out from this, wrote: "Even as He chose us in Him before the foundation of the world, that we should be holy and blameless before Him in love, having predestined us unto adoption as sons to Himself." Ancient, therefore, was this counsel. And these truly were the wondrous things predestined of Me before the foundation of the world, and to be fulfilled at the consummation of the ages. Ancient indeed, then, was this counsel because of the foreknowledge and predestination of God; and true because of the issue of the end.
« Ὅτι ἔθηκας πόλεις εις χῶμα, πόλεις ὀχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια. Τῶν ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. Διὰ τοῦτο εὐλογεῖ σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνδρῶν ἀδικουμένων εὐλογήσουσί σε. » Καὶ ἐπὶ τούτοις οὖν, φησὶ, δοξάσω σε, ὅτι τῶν ἀσεβῶν περιεῖλες τὰς πόλεις, ἀφανίσας αὐτῶν τὰς ἀθέους πολιτείας καὶ τὰ ἀσεβῆ οἰκοδομήματα. Οἵ γε μὴν, διασωθέντες ἐξ αὐτῶν ἐκείνων, εὐλογήσουσί σε· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, « δοξάσουσί σε. » Εἰσὶ δὲ οὗτοι ὁ λαὸς διὰ σὲ πτωχεύσας κατὰ τὸν πρότερον αἰῶνα, καὶ πόλεις τῶν πάλαι ἀδικουμένων, οὓς ἠδίκουν οἱ διῶκται τῆς θεοσεβείας. Οὗτοι εὐλογήσουσί σε ἐν τῇ Ἐκκλησίᾳ σου ἐν διαφόροις πολιτεύμασι ἐξετασθέντες καὶ δικαίως εὐλογήσουσι.
"Because Thou hast made cities into a mound, fortified cities, so that their foundations fall. The city of the ungodly shall by no means be built forever. Therefore the poor people blesses Thee, and cities of wronged men shall bless Thee." Upon these things also, therefore, he says, I will glorify Thee, because Thou hast taken away the cities of the ungodly, having blotted out their godless commonwealths and their ungodly buildings. Yet those indeed who have been saved out of those very ones shall bless Thee; or according to the rest of the translators, "shall glorify Thee." And these are the people who became poor for Thy sake during the former age, and cities of men wronged of old, whom the persecutors of godliness wronged. These shall bless Thee in Thy Church, having been proved in varied ways of life, and justly shall they bless.
« Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη· ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων. »
"For Thou becamest a helper to every lowly city, and a shelter to those disheartened through want; from wicked men Thou wilt rescue them: a shelter of those who thirst, and breath of wronged men."
« Εὐλογήσουσί σε, ὡς ἄνθρωποι διψῶντες ἐν Σιών· ὅτι ῥύσῃ αὐτοὺς ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας. » Καὶ ὅτε ἦσαν ταπεινοὶ καὶ ἐν ἀθυμίᾳ καὶ ἐν ἐνδείᾳ πάσης τρυφῆς μεταξὺ τῶν φαύλων ἀναστρεφόμενοι, σὺ αὐτῶν ἦσθα βοηθὸς καὶ σκέπη·
"They shall bless Thee, as men thirsting in Sion; because Thou wilt rescue them from ungodly men, to whom Thou didst deliver us." And when they were lowly and in despondency and in want of every luxury, dwelling amongst evil men, Thou wast their helper and shelter;
Notes, col. 265

On the reading

Printed και, for καὶ.

Printed μετα, for μετὰ.

Printed εις, for εἰς.

PG 24:268Read from the page
ἀλλὰ καὶ διψώντων κατ' ἐκεῖνο καιροῦ, ὡς λέγειν, « Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν καὶ ζῶντα, » σὺ πάλιν ἦσθα πηγὴ, δροσίζων αὐτοὺς καὶ ποτίζων τῇ τοῦ ἁγίου Πνεύματος ἐπιῤῥοῇ, καὶ σὺ τῆς ὀλιγοψυχίας αὐτοὺς ἀνεκτῶ, ἐνισχύων αὐτοὺς τῇ δυνάμει τοῦ μονογενοῦς σου Λόγου. Ἵνα δὲ μὴ περὶ αὐτῶν ταῦτα λέγεσθαι ὑπολάβωσιν Ἰουδαίων παῖδες, ἀναγκαίως τὴν εἰς πάντα τὰ ἔθνη χυθεῖσαν τοῦ Χριστοῦ χάριν ἐπιφέρει λέγων·
nay, even when they thirsted at that season, so as to say, "My soul thirsted for God, the strong and living," Thou again wast a fountain, bedewing them and giving them drink by the influx of the Holy Spirit, and Thou didst revive them from their faintheartedness, strengthening them by the power of Thine only-begotten Word. And lest the children of the Jews suppose that these things are said concerning themselves, he necessarily brings in the grace of Christ poured out unto all the nations, saying:
« Καὶ ποιήσει ὁ Κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσι ἐπὶ τὸ ὄρος τοῦτο. » Τί δὲ ποιήσει; κατὰ μὲν τοὺς λοιποὺς ἑρμηνευτὰς, « πότον, » ἑξῆς εἴρηται· κατὰ δὲ τοὺς Ἑβδομήκοντα, « Πίονται, » φησὶν, « εὐφροσύνην, πίονται οἶνον. » Συμπόσιον τοίνυν οὐ τῷ Ἰσραὴλ, οὐδὲ τῷ Ἰουδαίων λαῷ, πᾶσι δὲ τοῖς ἔθνεσι παρασκευάσειν τὸν Κύριον ἐν τούτοις θεσπίζει, οὐκ ἐν κοιλώμασιν, οὐδὲ ἐν φάραγξιν, οὐδὲ ἐν πεδιάσιν· ἀλλ' οὐδὲ ἐν πολλοῖς ὄρεσιν, οὐδ' ὡς ἔτυχεν ἑνὸς ὄρους· ἀλλ' ἐν ἐκείνῳ, ὅπερ δεικνὺς ἔλεγεν· « Ὅτι βασιλεύσει Κύριος ἐν ὄρεσι, καὶ ἐνώπιον τῶν πρεσβυτέρων αὐτοῦ δοξασθήσεται. » Ἐν γὰρ τῷ ὄρει τῆς ἑαυτοῦ βασιλείας, ἐν ᾧ καὶ τὴν δόξαν ἑαυτοῦ τοῖς ἑαυτοῦ πρεσβυτέροις παρέξει, καὶ τοῖς ἔθνεσι τὸ συμπόσιον παρασκευάσας, τὸ τῆς ἀθανασίας αὐτοῖς ποτὸν δωρήσεται. Παρίστησι δὲ τὸ ὄρος ὁ Ἀπόστολος εἰπών· « Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. » Ἐνταῦθα τοίνυν γενόμενοι, οὐχ ὁ Ἰσραὴλ, ἀλλ' οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν καταξιούμενοι τῶν ἐπαγγελιῶν πίονται εὐφροσύνην, καὶ πίονται τὸν ἐκ τῆς ἀληθινῆς ἀμπέλου οἶνον, περὶ οὗ ὁ Σωτὴρ ἔλεγε· « Οὐ μὴν πίω αὐτὸν, ἕως ἂν πίω αὐτὸν καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. »
"And the Lord Sabaoth shall make for all the nations upon this mountain." And what shall He make? According to the rest of the translators, "a draught," it is said next; while according to the Seventy, "They shall drink," he says, "gladness, they shall drink wine." That the Lord will prepare a banquet, therefore, not for Israel nor for the people of the Jews, but for all the nations, he prophesies in these words—not in hollows, nor in ravines, nor in plains; nay, not even upon many mountains, nor upon just any single mountain; but upon that one which he pointed out when he said: "Because the Lord shall reign on mountains, and before His elders He shall be glorified." For on the mountain of His own kingdom, wherein He will also grant His own glory to His own elders, having prepared the banquet for the nations as well, He will bestow upon them the draught of immortality. And the Apostle presents the mountain, saying: "You have come unto Mount Sion, and unto the city of the living God, heavenly Jerusalem, and to myriads of angels in festal assembly, and to the Church of the firstborn enrolled in heaven." Having come to be there, therefore, not Israel, but those out of all the nations who are deemed worthy of the promises shall drink gladness, and shall drink the wine from the true vine, concerning which the Saviour said: "Verily I shall not drink it, until I drink it new with you in the kingdom of heaven."
« Χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. » Τούτων δὲ εἰκόνας ἡμῖν καὶ σύμβολα ἐν τοῖς μυστηρίοις τῆς καινῆς Διαθήκης διὰ τοῦ μυστικοῦ χρίσματος καὶ τοῦ σωτηρίου αἵματος ὁ εὐαγγελικὸς παραδέδωκε λόγος· ἵνα, ἐν τούτοις δοκιμασθέντες, καὶ τῶν κρειττόνων μεταλάβωμεν· ὁ γὰρ Ἰσραὴλ οὐκ ἄξιος τούτων. Ὥσπερ δέ τις παρακαταθήκην ἐν μέτρῳ παραδίδωσι, οὕτω, φησὶ, τὸν περὶ τῶν λεχθέντων μυστικὸν λόγον παράδος πᾶσι τοῖς ἔθνεσι· καὶ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.
"They shall anoint themselves with ointment upon this mountain. Deliver all these things to the nations; for this counsel is upon all the nations." And images and symbols of these things in the mysteries of the New Covenant, through the mystical anointing and the saving blood, the evangelical word has handed down to us; so that, having been proved in these, we may partake also of the better things; for Israel is not worthy of these. And just as someone hands over a deposit by measure, so, he says, deliver the mystical word concerning the things spoken to all the nations; for indeed this counsel is upon all the nations.
« Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλειν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε. » Τότε τοίνυν, ὅτε τῷ Υἱῷ τοῦ Θεοῦ οἱ ἅγιοι συμβασιλεύσουσιν, αὐτὸς ὁ θάνατος ὁ πάλαι καταπίνων αὐτοὺς, πάντως καταποθήσεται. Ἀντὶ δὲ τούτου ἔσται ἡ χρίσις ἡ κεχρισμένη εἰς πάντα τὰ ἔθνη. Χρισθέντες γὰρ τῷ χρίσματι, οὐκέτι γενήσονται ὑποχείριοι τῷ θανάτῳ· ἀθανασίας δὲ καὶ ζωῆς αἰω-
"Death, having prevailed, swallowed them up, and again God has taken away every tear from every face; the reproach of the people He has taken away from all the earth; for the mouth of the Lord has spoken." Then therefore, when the saints shall reign together with the Son of God, death itself, which of old swallowed them up, shall altogether be swallowed up. And instead of this there shall be the anointing anointed unto all the nations. For having been anointed with the chrism, they shall no longer become subject to death; but of immortality and of life eter-
Notes, col. 268

On the reading

Printed ἀφεῖλειν, for ἀφεῖλεν.