«Ἐργάζου τὴν γῆν σου· καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος. Ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς.» Μηκέτι τοίνυν ἐπαίρου ὡς αὐτὴ μεγαλαυχουμένη ἐπὶ τῷ ἐκ θαλάσσης ποριζομένῳ σοι πλούτῳ· ταπεινωθεῖσα δὲ, περὶ τὴν σαυτῆς ἀσχολοῦ γῆν γεωπονοῦσα, καὶ ἀπὸ τῶν ἀπὸ γῆς καρπῶν τρεφομένη· πέπαυται γάρ σοι τὰ ἀπὸ τῆς θαλάσσης κέρδη. Καὶ γὰρ τούτων ἀπολαύουσα, οὐκ ἔφερες αὐτῆς τὴν εὐδαιμονίαν· ἀλλ' ἐξύβρισας παροξύνουσα βασιλεῖς πάντας τοὺς πλησιοχώρους. Πλὴν οὐκέτι σοι ταῦτα πράττειν ἐξέσται, οὐδὲ καθ' ἑτέρων, οὐδὲ κατὰ τῆς πλησίον σοι Σιδῶνος, ἣν καὶ αὐτὴν ἀδικεῖν ἐπιχειρεῖς. «Ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει·» λέγω δὴ ἡ δύναμις ἡ βασιλικὴ, δι' ἧς τὸ πάλαι ὠχύρωται.
"Till your land; for indeed ships come no more from Carthage. And your hand has strength no more by sea, which provoked kings." Be lifted up no more, therefore, as boasting in yourself over the wealth procured for you from the sea; but having been humbled, occupy yourself with your own land, tilling the soil and being nourished from the fruits of the earth; for your gains from the sea have ceased. For indeed while enjoying these, you could not bear the prosperity thereof, but broke out into insolence, provoking all the neighbouring kings. Yet no longer shall it be permitted you to do these things, neither against others, nor against Sidon near to you, whom herself also you attempt to wrong. "And your hand has strength no more;" I mean the royal power, whereby of old she has been fortified.
«Κύριος Σαβαὼθ ἐνετείλατο περὶ Χαναὰν, ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. Καὶ ἐροῦσιν· Οὐκέτι οὐ μὴ προσθήσετε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιών. Καὶ ἐὰν ἀπέλθῃς εἰς Κιττιεῖς, οὐδὲ ἐκεῖ ἀνάπαυσις ἔσται σοι· καὶ εἰς γῆν Χαλδαίων, καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται· ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν. Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται Τύρος ἔτη σʹ, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου. Καὶ ἔσται μετὰ τὰ οʹ ἔτη, ἔσται Τύρος ὡς ᾆσμα πόρνης. Λάβε κιθάραν, ῥέμβευσον, πόλις πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται.» Τὰ δὲ προφητευόμενα κατὰ τῆς Τύρου πάντα ἐν ὀλίγοις ἔτεσι συντελεσθήσεται· ἐν οἷς καὶ ἡ τῷ Θεῷ ἀφιερωμένη πόλις κατέστη ἔρημος· Ἔκρινε γὰρ ὁ Θεὸς ἀνθρώπου ἑνὸς ζωῆς χρόνῳ, λέγω δὲ ἑβδομήκοντα ἔτεσιν, ὁρίσαι τὴν μέλλουσαν διαλήψεσθαι ἐρημίαν τὴν Τύρον, ἢ καὶ βασιλέως ἑνὸς πολυετοῦς ἀρχήν. Ἐν δὲ τούτοις τοῖς οʹ ἔτεσιν, ᾠδὴν καὶ ᾆσμα περὶ τῆς σῆς ἐρημίας ᾄσουσι πάντες ἄνθρωποι οἱ πάλαι σε ἀκριβῶς εἰδότες, ὡς ἐπὶ γυναικὶ ἐκπεσούσῃ τῆς ἰδίας τιμῆς. Καὶ σὺ δὲ αὐτὴ περίελθε τὸν σὸν χρόνον τῆς ἐρημίας, ῥεμβομένη, καὶ τόπον ἐκ τόπου μεθισταμένη, καὶ εἰς τὰ λοιπὰ ἔθνη ἐκπορνεύουσα. Εἰ δὲ δύνασαι λαβοῦσα τὴν σεαυτῆς κιθάραν μηκέτι πορνικῷ, ἀλλ' ἐπιστημονικῷ χρήσασθαι τῷ σαυτῆς ὀργάνῳ, πολλὰ κιθάρισον, καὶ πολλὰ ᾆσον, καὶ δι' εὐχῶν καὶ ἱκετηρίων λόγων τῶν πρὸς Θεόν· οὕτω γὰρ ἔσται σου μνεία πρὸς τὸν Θεὸν, εἰ τοῖς μέλεσι τοῦ ᾄσματος καὶ τοῖς αἰσθητηρίοις αὐτῆς ἐνηρμοσμένοις κιθάρας δίκην ἐπιστημόνως χρήσαιο, σωφρόνως βιοῦσα, καὶ Θεῷ ἀρεσκόντως ᾄδουσα· οὕτω γάρ σου μνεία γενήσεται, καταξιώσαντός σε τῆς αὐτοῦ μνήμης τοῦ Θεοῦ.
"The Lord Sabaoth gave command concerning Canaan, to destroy its strength. And they shall say: No more shall you continue to insult and wrong the daughter of Sion. And if you depart to the Kittians, not even there shall there be rest for you; and to the land of the Chaldaeans, this too has been laid waste by the Assyrians, not even there shall there be rest for you, because its wall has fallen. Wail, ships of Carthage, because your stronghold has perished. And it shall be in that day that Tyre shall be abandoned two hundred years, as the time of a king, as the time of a man. And it shall be after the seventy years, Tyre shall be as the song of a harlot. Take a harp, rove about, O forgotten harlot city; play the harp well, sing much, that remembrance may be made of you." Now all the things prophesied against Tyre shall be accomplished in a few years, during which the city consecrated to God also became desolate; for God judged to bound by the span of one man's life, I mean seventy years, the desolation about to overtake Tyre, or even the reign of one long-lived king. And during these seventy years, all men who knew you accurately of old will sing an ode and song concerning your desolation, as over a woman fallen from her own honour. And do you yourself go round your time of desolation, roving about, and shifting from place to place, and playing the harlot unto the rest of the nations. Yet if you are able, taking your harp, to use your instrument no longer in a harlot's fashion, but in a skilful fashion, play the harp much and sing much, even through prayers and supplicatory words addressed to God; for thus there will be remembrance of you before God, if you should skilfully use the strains of the song and its faculties tuned after the manner of a harp, living temperately and singing in a way pleasing to God; for thus remembrance shall be made of you, when God deems you worthy of His remembrance.
«Καὶ ἔσται μετὰ οʹ ἔτη, ἐπισκοπὴν ποιήσει ὁ Θεὸς Τύρου, καὶ πάλιν ἀποκαταστήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης ἐπὶ πρόσωπον τῆς γῆς.» Αὐτίκα, συμπερανθέντος τοῦ προλελεγμένου χρόνου, ἐπισκοπῆς τῆς παρ' αὐτοῦ τεύξῃ, καὶ αὖθις ἀποκαταστηθήσῃ εἰς τὸ ἀρχαῖον· ὥστε πάλιν συστῆναι ἐν σοὶ ἐμπόριον, καὶ τοὺς ἁπανταχόθεν συῤῥεῖν ἐπισπεύδοντας, καὶ τὰς ἑαυτῶν ἐπὶ σοὶ πραγματείας κομίζοντας.
"And it shall be after seventy years, God will make visitation of Tyre, and she shall be restored again to her ancient state, and she shall be a mart for all the kingdoms of the inhabited world upon the face of the earth." Straightway, when the aforesaid time has been completed, you will obtain visitation from Him, and will be restored anew to your ancient state, so that a mart will again be established in you, and men from every quarter will stream together in haste and bring their merchandise unto you.