PG 24:140Read from the page« Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα. Καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φαγεῖν πᾶς ὁ καταλειφθεὶς ἐπὶ τὴν γῆν. » Πτωχείαν τε καὶ πενίαν ὑπερβάλλουσαν αἰνίττεται διὰ τούτων· ἀλλὰ καὶ ἔνδειαν καὶ σπάνιν τῆς ἀπὸ τοῦ σίτου τροφῆς· τὸ γὰρ μὴ βοῶν ἀγέλας, μίαν δὲ μόνην δάμαλιν κεκτῆσθαι ἄνθρωπον, καὶ τὸ μὴ ποίμνιον προβάτων, δύο δὲ πρόβατα μόνα τρέφειν, τῆς ἐσχάτης ἂν γένοιτο ἀπορίας σύμβολον· ἀλλὰ καὶ τὸ βουτύρῳ τρέφεσθαι καὶ μέλιτι πάντα τὸν καταλειφθέντα ἐπὶ τῆς γῆς λαὸν, λιμὸν ἄρτου παρίστησιν. Οὗτος δὲ ἦν ὁ ἐπὶ τοῦ Γοδολίου λαὸς, ὃν διὰ ἀπορίαν τῆς ἀπὸ σίτου τροφῆς ἐν βραχυτάτῳ θρεμμάτων γάλακτι καὶ βουτύρῳ τραφήσεσθαι προαγορεύει, τῆς χώρας ἁπάσης εἰς χέρσον καὶ ἄκανθαν διὰ ἀνδρῶν ἐρημίαν μεταβληθείσης.
"And it shall be in that day, a man shall rear a heifer of cattle and two sheep. And it shall be from the producing of abundant milk, everyone left behind upon the land shall eat butter and honey." Through these words he hints at extreme beggary and poverty, and moreover want and scarcity of nourishment from grain; for that a man should possess not herds of cattle, but one single heifer, and rear not a flock of sheep, but two sheep alone, would be a token of uttermost destitution; and furthermore, that all the people left behind upon the land should be nourished on butter and honey sets forth a famine of bread. And this was the people under Gedaliah, whom he foretells will be nourished, because of lack of food from grain, on a very scanty supply of milk and butter from livestock, the entire country having been turned into wasteland and thorn because of the desolation of men.
« Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι, χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. » Οὐκοῦν διὰ τὸ χέρσον εἶναι τὴν γῆν καὶ ἀκανθῶν πλήρη, σῖτον οὐχ ἕξει· οὐδὲ τραφήσεται τῇ κατὰ φύσιν ἄνθρωπος τροφῇ περιλειφθεὶς, ἀλλ' οὐδὲ οἴνῳ χρήσεται, γάλακτι δὲ καὶ βουτύρῳ, καὶ μέλιτι· καὶ τούτοις, οὐκ ἀπὸ πλήθους ἀγέλης βοῶν, οὐδ' ἀπὸ ποιμνίων προβάτων συναγομένοις, ἀλλ' ἐξ εὐτελῶν καὶ οἰκτρῶν ζώων. Ὁ μὲν γάρ τις ἀπὸ μιᾶς δαμάλεως, ὁ δὲ ἀπὸ δύο προβάτων ποιήσεται ταῦτα.
"And it shall be in that day, every place where there may be a thousand vines at a thousand shekels shall become wasteland and thorn." Consequently, because the land is wasteland and full of thorns, it will not have grain; nor will the human being who survives be nourished with natural food, nor even make use of wine, but rather of milk, butter, and honey—and these gathered not from a multitude of a herd of cattle, nor from flocks of sheep, but from paltry and pitiful animals. For one person will procure these from a single heifer, and another from two sheep.
« Καὶ πᾶν ὄρος ἠροτριωμένον ἀροτριωθήσεται, καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου. »
"And every ploughed hill shall be ploughed, and fear shall by no means come there; for from the wasteland and thorn it shall become pasture for sheep."
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
« Καὶ εἶπε Κύριος πρὸς μὲ, Λάβε σεαυτῷ τόμον καινὸν μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου. » Συντελέσας ὁ λόγος τὰ γενησόμενα ἐν ταῖς καταλεχθείσαις ἡμέραις, ἐπαναλαμβάνει τὴν διήγησιν τὴν περὶ τῆς γεννήσεως τοῦ Ἐμμανουήλ· περὶ οὗ τῷ οἴκῳ Δαυΐδ παρεκελεύετο ἀντὶ ἐπῳδῆς τὸ τοῦ Ἐμμανουὴλ ἐπικαλεῖσθαι ὄνομα, θαρσοῦντος καὶ πιστεύοντος δι' αὐτοῦ σωθήσεσθαι ἀπὸ τῶν ἐπικειμένων αὐτοῖς δύο βασιλέων. Ἐπειδὴ δὲ ἐδίδαξε τὸν Ἐμμανουὴλ ξένην τινὰ καὶ ἀλλοτρίαν τῆς θνητῆς φύσεως ἕξειν γέννησιν· ἐξ ἀδιαφθόρου γὰρ νεάνιδος καὶ ἐξ ἀπειρογάμου παρθένου τεχθήσεσθαι, σφόδρα ἀναγκαίως ἐν τούτοις αὐτοῖς ὁ Κύριος, οὐκ ἔτι τῷ Ἀχὰζ, οὐδὲ τῷ οἴκῳ Ἰούδα, ἀλλ' αὐτῷ μόνῳ τῷ προφήτῃ τὸ μυστήριον ἀποκαλύπτει τῆς ἀποῤῥήτου γεννήσεως τοῦ Ἐμμανουήλ· ὅπως ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν. Ἵν' οὖν τὰ περὶ τοῦ Ἐμμανουὴλ μὴ εἰς τὰς πάντων ἀκοὰς τῶν ποτε χωρήσῃ, φυλαχθείη δὲ μᾶλλον ἐν ἀποῤῥήτῳ γραφῇ· παρακελεύεται τῷ προφήτῃ λαβεῖν ἑαυτῷ τόμον καινὸν, μέγαν, ἢ « τεῦχος, » ἢ « διφθέρωμα, » ἢ « κεφαλίδα, » κατὰ τοὺς λοιπούς· « γραφίδι ἀνθρώπου, » τουτέστι, τῇ συνήθει καὶ γνωριζομένῃ ἀνθρώποις γραφῇ· εἶναι γὰρ ἄλλην Θεοῦ Γραφὴν, οὐ γραφίδι ἀνθρώπου γραφομένην, ἀλλὰ δυνάμει Θεοῦ Λόγου, τοὺς ἀξίους ἀπογραφομένην ἐν βίβλῳ ζώντων.
"And the Lord said to me, Take for yourself a great new volume, and write in it with a man's pen." Having brought to completion the things that will come to pass in the days recounted, the discourse resumes the narrative concerning the birth of Emmanuel, concerning Whom the house of David was exhorted in place of an incantation to invoke the name of Emmanuel, taking courage and trusting to be saved through Him from the two kings pressing upon them. And since it taught that Emmanuel would have a strange birth foreign to mortal nature—for He was to be born from an uncorrupted maiden and from a virgin untried in marriage—most necessarily in these very words the Lord reveals no longer to Ahaz, nor to the house of Judah, but to the prophet himself alone the mystery of the ineffable birth of Emmanuel: how the virgin shall conceive in the womb, and bear a son. In order, therefore, that the things concerning Emmanuel might not pass to the ears of all people at that time, but might rather be preserved in secret writing, He exhorts the prophet to take for himself a great new volume—or "scroll," or "parchment," or "roll," according to the rest of the translators—with "a man's pen," that is, in the customary writing known to human beings; for there is another Scripture of God, written not with a man's pen, but by the power of the Word of God, enrolling those who are worthy in the book of the living.
PG 24:141Read from the page« Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἔτεκεν υἱόν. Καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον. » Ἐπείπερ εἴρηται ἀνωτέρω, « Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, » ἀναγκαίως ἐπὶ τοῦ παρόντος, πῶς ἂν γένοιτο τοῦτο διασαφεῖ αὐτὸς ὁ Κύριος λέγων· « Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν· » ἀντὶ τοῦ, Ἐγὼ αὐτὸς προσελεύσομαι τῇ προφήτιδι. Προφῆτιν γὰρ ὀνομάζει τὴν τὸν Ἐμμανουὴλ τεξομένην, διὰ τὸ Πνεύματος ἁγίου μετασχεῖν κατὰ τὸν φήσαντα πρὸς αὐτήν· « Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. » Αὕτη τοίνυν ἡ δύναμις τοῦ Ὑψίστου, ἡ διὰ τῆς προφητείας λέγουσα, « καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, » τὰ μέλλοντα ὡς ἤδη γεγονότα διεξέρχεται κατά τινα προφητικὴν συνήθειαν. « Ταχέως σκύλευσον. » Αὐτὸς ἄρα ἦν, ὁ καὶ τὸν πάλαι ἰσχυρὸν τὸν διάβολον καταδήσας, καὶ τὰ σκῦλα αὐτοῦ διαρπάσας.
"And I approached the prophetess, and she bore a son. And the Lord said to me: Call His name, Quickly despoil, swiftly plunder." Since it was spoken above, "Behold, the virgin shall conceive in the womb, and shall bear a son," necessarily at the present point the Lord Himself makes clear how this could come to pass, saying: "And I approached the prophetess," instead of, I Myself will approach the prophetess. For He names her who is to bear Emmanuel a prophetess because she partook of the Holy Spirit, according to him who spoke to her: "The Holy Spirit shall come upon you, and the power of the Most High shall overshadow you." This power of the Most High, therefore, which through the prophecy says, "and I approached the prophetess," recounts future things as having already happened, according to a certain prophetic custom. "Quickly despoil." He Himself, then, was the One Who also bound the strong one of old, the devil, and plundered his spoils.
« Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι λέγων, διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ, τὸ πορευόμενον ἡσυχῇ· ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασσὶν, καὶ τὸν υἱὸν Ῥωμελίου βασιλέα ἐφ' ὑμῶν. » Τί δὲ τοῦτο ἦν τὸ ὕδωρ τοῦ Σιλωάμ; Ὁ ἐπηγγελμένος αὐτοῖς Ἐμμανουὴλ, « Πηγὴ τυγχάνων ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, » καὶ πηγὴ ὕδατος πορευομένου εἰς ζωὴν ἡσυχῇ. Ἔτι γὰρ τότε λανθανόντως καὶ ἡσύχως συνεπορεύετο τῷ λαῷ, ἀρδεύειν αὐτὸν καὶ ἐπισκοπεῖν βουλόμενος τὰς ψυχὰς, καὶ μηδέπω κηρυττόμενος εἰς πάντα τὰ ἔθνη. Διὸ κέκληται προσφυῶς τὸ ὕδωρ, πορευόμενον ἡσυχῇ, καὶ πηγὴ τοῦ Σιλωὰμ, ὅ ἐστιν « ἀπεσταλμένος. » Ὁ δὲ ἐνταῦθα κατηγορούμενος ὑπὸ τοῦ Κυρίου λαὸς, οὐ βουληθεὶς πιστεῦσαι τῷ προστάγματι, καὶ τὸν Ἐμμανουὴλ καλεῖν, ὃς ἦν ὕδωρ τὸ πορευόμενον ἡσυχῇ, ἔρημος αὐτοῦ γίνεται. Ἐπεὶ τοίνυν ἄπιστοι ὄντες, ἠγάπων μᾶλλον ὑποτάττειν ἑαυτοὺς τῷ βασιλεῖ Δαμασκοῦ, ἢ βασιλεῖ τῆς Σαμαρείας, πολεμίοις οὖσιν, ἢ πράττειν τὰ κεκελευσμένα· τούτου χάριν ἀπειλεῖ ὁ λόγος μὴ ἐκείνοις αὐτ⟨…⟩ ρίων βασιλεῖ.
"And the Lord added to speak to me further, saying, Because this people is not willing to have the water of Siloam that goes quietly, but is willing to have Rezin and the son of Remaliah as king over you." Now what was this water of Siloam? The Emmanuel promised to them, "being a spring of water leaping up unto eternal life," and a spring of water going quietly unto life. For still at that time He was journeying together with the people secretly and quietly, wishing to water them and watch over their souls, and not yet being proclaimed unto all the nations. Wherefore He has aptly been called the water going quietly, and the spring of Siloam, which means "sent." Whereas the people accused here by the Lord, having refused to believe the command and to call upon Emmanuel, Who was the water going quietly, becomes bereft of Him. Since therefore, being unbelieving, they loved rather to subject themselves to the king of Damascus or to the king of Samaria, enemies though they were, than to perform the things commanded; on this account the word threatens that not to those ⟨…⟩ king of the ⟨…⟩rians.
« Διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον. » Πρὸς ἀντιδιαστολὴν γὰρ τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ πορευομένου ἡσυχῇ, τὸ ὕδωρ ἀντέθηκε τοῦ ποταμοῦ, τὸ ἰσχυρὸν καὶ τὸ πολύ· ἦν δὲ οὗτος ὁ βασιλεὺς τῶν Ἀσσυρίων. Τοσοῦτον γὰρ πλῆθος ἥξειν τῶν πολεμίων θεσπίζει, ὡς πᾶν τὸ πλάτος τῆς Ἰουδαϊκῆς χώρας πληρώσειν, ἀφαιρεθῆναι δὲ ἀπ' αὐτῆς ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι· ὡς μηκέτι κεφαλὴν αὐτοὺς ἔχειν τοῦ λοιποῦ, τουτέστιν, ἄρχοντας καὶ βασιλέας. Ἅπερ δι' ἔργων ἐχώρει ἐπὶ τῶν Ἱερεμίου τοῦ προφήτου χρόνων, καθ' οὓς ἐπιστὰς Ναβουχοδονόσορ ὁ τῶν Ἀσσυρίων βασιλεὺς, τέλος ἐπῆγε τοῖς προειρημένοις.
"Therefore behold, the Lord is bringing up upon you the water of the river, strong and abundant, the king of the Assyrians and his glory; and he shall come up over every ravine of yours, and shall walk upon every wall of yours, and shall take away man from Judaea." For by way of contrast with the water of Siloam that goes quietly, he set opposite it the water of the river, strong and abundant; and this was the king of the Assyrians. For he foretells that so great a multitude of the enemies will come as to fill the whole breadth of the Judaean country, and that from it will be taken away any man able to lift up a head or accomplish anything mighty, so that henceforth they will no longer have a head, that is, rulers and kings. Which things came to pass in deeds in the times of Jeremiah the prophet, during which Nebuchadnezzar the king of the Assyrians, coming upon them, brought an end upon the things foretold.
« Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι
"And his camp shall be so as to fill
PG 24:144Read from the pageτὸ πλάτος τῆς χώρας σου, Μεθ' ἡμῶν ὁ Θεός. » Καὶ ταῦτα τῆς περὶ τοῦ Ἐμμανουὴλ ἔχεται ὑποθέσεως· ἄρχεται γοῦν ἀπὸ τοῦ Ἐμμανουὴλ, ὅπερ ἐστὶ, « μεθ' ἡμῶν ὁ Θεός· γνῶτε ἔθνη· » καὶ αὖθις πρὸς τῷ τέλεε τῷ λέγεσθαι· « Καὶ λόγον ὃν ἂν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ Θεός· » Ἐμμανουὴλ πάλιν εἴρηται. Διελέγξας τοίνυν ὁ προφήτης τοὺς δηλωθέντας, ὅτι μὴ ἐβουλήθησαν, ἐπικαλεσάμενοι τὸν Ἐμμανουὴλ, κρείττους γενέσθαι τῶν πολεμίων, αὐτὸς ἐπικαλεῖται τὸν Ἐμμανουὴλ ἐξ ἰδίου προσώπου καὶ τῶν αὐτῷ παραπλησίων, λέγων·
the breadth of your land, God is with us." These words too cleave to the subject concerning Emmanuel; at all events it begins from Emmanuel, which is, "God is with us; know, O nations"; and again towards the end, in its being said, "And whatever word you speak shall by no means abide among you, for God is with us," Emmanuel is spoken once more. Having therefore reproved those indicated because they refused, by invoking Emmanuel, to prove superior to their enemies, the prophet himself invokes Emmanuel from his own person and that of those like him, saying:
« Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε ἔθνη καὶ ἡττᾶσθε, καὶ ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε, ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε· καὶ ἣν ἂν βουλεύσησθε βουλὴν, διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ Θεός. » Τίνα δὲ γνῶτε; Αὐτὸν τὸν Ἐμμανουήλ· ὁ γὰρ ἐκ περιτομῆς λαὸς οὔτε ἔγνω αὐτὸν, οὔτε συνῆκεν, οὔτε πιστεῦσαι ἠβουλήθη τῇ προφητείᾳ· ἀλλ' οὐδὲ ἡττήθη οὐδὲ ὑπετάγη τῷ προστάγματι. Ὑμεῖς δὲ τὰ ἔθνη, γνῶσιν ἀναλάβετε τοῦ προφητευομένου, καὶ συνέντες αὐτὰ, μὴ τολμᾶτε ἀνθίστασθαι· νικᾶσθε δὲ ἡττώμενοι. Ἐπακούσατε δὲ καὶ τοῦ προστάγματος ὑμεῖς πάντες οἱ μέχρις ἐσχάτου τῆς γῆς οἰκοῦντες· οἵ τε ἐν ὑμῖν ἰσχυροὶ καὶ δυνατοὶ, παραχωρεῖτε τῷ λόγῳ, νικώμενοι καὶ ἡττώμενοι, καὶ τοῦτο πράξετε προθύμως, εἰδότες, ὅτι, κἂν μὴ θέλητε, ἄκοντες ἡττηθήσεσθε. Εἰ δὲ ἀνθιστάμενοι τῇ τοῦ Θεοῦ βουλήσει, μηχανάς τινας, καὶ ἐπιβουλὰς τυρεύετε κατά τοῦ καλοῦντος ὑμᾶς λόγου, ματαιοπονοῦντες ἐλεγχθήσεσθε. Ταῦτα δέ φαμεν, ἐπεὶ μεθ' ἡμῶν ἐστιν ὁ Ἐμμανουήλ
"God is with us. Know, O nations, and be defeated; hearken even to the uttermost part of the earth; having grown strong, be defeated, for if again you grow strong, again you shall be defeated; and whatever counsel you take, the Lord shall scatter it; and whatever word you speak, it shall by no means abide among you, for God is with us." Now Whom are you to know? Emmanuel Himself; for the people of the circumcision neither knew Him, nor understood, nor was willing to believe the prophecy, nay, neither yielded in defeat nor submitted to the command. Do you, however, O nations, take up knowledge of Him Who is prophesied, and understanding these things, do not dare to resist, but be conquered by yielding. And hearken also to the command, all you who dwell unto the uttermost part of the earth; and you among you who are strong and mighty, give way to the word, being conquered and defeated, and you will do this eagerly, knowing that even if you are unwilling, you shall be defeated against your will. And if, resisting the counsel of God, you contrive certain devices and plots against the word that calls you, labouring in vain you shall be refuted. And we say these things since Emmanuel is with us.
« Οὕτω λέγει Κύριος τῇ ἰσχυρᾷ χειρὶ, ἀπειθοῦσι τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου. » Μεταβαίνει οὖν ἐπὶ τὸν τῶν Ἰουδαίων λαὸν, ἐλέγχων αὐτὸν ὡς ἀπειθοῦντα τῇ ἰσχυρᾷ χειρί· καλούμενοι γὰρ ὑπ' αὐτῆς, δέον ὑπακούειν, οἱ δὲ ἠπείθουν καὶ ἀντέλεγον. Μὴ εἴπητε, φησὶ, σκληρὸν εἶναι τὸν λόγον, τὸν περὶ τοῦ ἀποστῆναι δεῖν τῆς πορείας τοῦ λαοῦ τούτου· ὁ γὰρ λαὸς οὗτος σκληρὸν αὐτὸν νομίζει· ὑμεῖς δὲ, οἱ ἀποστάντες τῆς πορείας τοῦ λαοῦ τούτου, μὴ λέγητε τοῦτον εἶναι σκληρόν· εἰ δὲ ἐπιβουλεύοιεν ὑμῖν ὡς ἀποστᾶσιν, οἱ τοῦ λαοῦ αὐτοῦ ἄπιστοι, ἀλλ' ὑμεῖς τὸν φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταράσσεσθε ὑπ' αὐτῶν ἐλαυνόμενοι, μόνον δὲ τὸν Κύριον τῶν δυνάμεων ἁγιάζοντες ἐπιγράφεσθε ἑαυτοῖς φόβον· « ἀρχὴ » γὰρ « σοφίας φόβος Κυρίου· » καὶ διὰ τούτου πᾶς ὁ ἐξ ἀνθρώπων ἀπελαύνεται φόβος.
"Thus says the Lord with the strong hand: they disobey the course of the way of this people." He passes over, therefore, to the people of the Jews, reproving it as disobeying the strong hand; for when called by it, though they ought to obey, they disobeyed and spoke against it. Do not say, he says, that the word is hard—that concerning the need to depart from the course of this people; for this people reckons it hard, whereas you who have departed from the course of this people, do not say that this is hard; and if the unbelieving ones of that same people plot against you for having departed, yet do not fear their fear, nor be troubled when driven by them, but sanctifying the Lord of hosts alone, ascribe Him to yourselves as your fear; for "the fear of the Lord is the beginning of wisdom," and through this every fear arising from human beings is driven away.
« Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος· καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα. » Ἐὰν οὖν ἐπ' αὐτῷ, φησὶ, πεποιθὼς ᾖς, αὐτὸς ἔσται σοι εἰς ἁγίασμα ὡς μηκέτι δεῖσθαι τοῦ σωματικοῦ ἁγιάσματος. Ἁγίασμα δὲ ἐκκλεῖτο παρ' Ἑβραίοις ὁ πάλαι συνεστὼς παρ' αὐτοῖς νεὼς, καὶ τούτου τὰ ἐνδοτάτω. Ἔσται σοι τοίνυν τῷ ἐλαυνομένῳ ὑπ' ἐκείνων, πεποιθότι δὲ ἐπὶ Κύριον, ἁγίασμα,
"Sanctify the Lord Himself, and He Himself shall be your fear; and if you trust in Him, He shall become to you a sanctuary." If therefore, he says, you trust in Him, He Himself shall become to you a sanctuary, so that you no longer stand in need of the bodily sanctuary. Now among the Hebrews the temple that stood of old among them, and its innermost parts, used to be called a sanctuary. To you, therefore, who are driven by those men, yet trust in the Lord, He shall be a sanctuary,
Notes, col. 144
On the reading
Printed τέλεε, for τέλει.
Printed ἐκκλεῖτο, for ἐκαλεῖτο.
PG 24:145Read from the pageοὐχ ὁ σωματικὸς νεὼς, ἀλλ' αὐτὸς ὁ Κύριος ἁγιάζων σε, ἐὰν πεποιθὼς ᾖς ἐπ' αὐτόν. Διὸ μηδὲν φοβούμενος τὸν ναὸν τοῦτον, ἀναχώρει αὐτοῦ· πίστευε δὲ καὶ θάρσει τῷ σῷ φόβῳ· ἕξεις γὰρ αὐτὸν ἁγίασμα. « Καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματος. » Ὁρᾷς ὅπως αὐτὸν τὸν Κύριον λίθον προσκόμματος καὶ πέτραν σκανδάλου ὀνομάζει; καὶ τοιοῦτον μὲν ἔσεσθαι αὐτόν φησι τοῖς καθημένοις ἐν Ἱερουσαλὴμ, καὶ τοῖς δυσὶν οἴκοις Ἰσραήλ· τοῖς δὲ εἰς αὐτὸν πεπιστευκόσιν ἁγίασμα ἔσεσθαι διδάσκει. Πῶς οὖν ἐγένετο λίθος προσκόμματος καὶ πέτρα σκανδάλου τοῖς εἰρημένοις Ἐμμανουήλ; διὰ τῆς ἐκ Παρθένου κυήσεως. Ὅθεν καὶ ὁ θεῖος Ἀπόστολος ταῦτα διδάσκων ἔλεγεν, « Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία. » Οἱ τοίνυν ἀπειθοῦντες τῇ ἰσχυρᾷ χειρὶ Κυρίου ἔσχον αὐτὸν λίθον προσκόμματος καὶ πέτραν πτώσεως, μὴ ὄντα τῇ φύσει τοιοῦτον· τοῖς γὰρ πιστεύουσιν εἰς αὐτὸν ἁγίασμα τυγχάνει. Τίνες δέ; Οἱ οἶκοι, εἶπεν, Ἰακὼβ, καὶ οὐχὶ ὁ οἶκος. Δύο γὰρ ἦσαν οἶκοι Ισραὴλ, εἷς μὲν ὁ τῶν ἐν αὐτοῖς ἀρχόντων, ἕτερος δὲ ὁ τῶν ἀρχομένων. Τούτοις δὲ τοῖς δυσὶν οἴκοις, δηλαδὴ ἀθρόως τῷ ὅλῳ ἔθνει ἄρχουσί τε καὶ ἀρχομένοις, τὸν Κύριον εἰς παγίδα καὶ εἰς σκάνδαλον ἔσεσθαί φησιν.
not the bodily temple, but the Lord Himself sanctifying you, if you trust in Him. Wherefore, fearing this temple not at all, withdraw from it; and believe and take courage in your fear, for you shall have Him as a sanctuary. "And you shall not meet Him as the stumbling of a stone, nor as of a rock of a fall." Do you see how he names the Lord Himself a stone of stumbling and a rock of offence? And such, he says, He will be to those who sit in Jerusalem and to the two houses of Israel; whereas to those who have believed in Him he teaches that He will be a sanctuary. How then did Emmanuel become a stone of stumbling and a rock of offence to those mentioned? Through the conception from a Virgin. Whence also the divine Apostle, teaching these things, said, "To Jews indeed an offence, and to Greeks foolishness." Those, therefore, who were disobedient to the strong hand of the Lord had Him as a stone of stumbling and a rock of falling, though He was not such by nature; for to those who believe in Him He is a sanctuary. And who are they? The houses, he said, of Jacob, and not the house. For there were two houses of Israel, the one that of the rulers among them, and the other that of the ruled. And to these two houses, namely to the whole nation collectively, both rulers and ruled, he says that the Lord will be for a snare and for an offence.
« Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. » Οἱ γὰρ τὸ Εὐαγγέλιον παραδεξάμενοι, καὶ ζῇν δεδιδαγμένοι κατὰ τὴν καινὴν Διαθήκην, ὥσπερ σφραγῖδα ἐπιθέντες τῷ νόμῳ, ἀποτίθενται αὐτὸν, ἅτε οὐκέτι ὄντα χρήσιμον διὰ τὴν τοῦ κρείττονος παράθεσιν· οἱ αὐτοὶ, δηλονότι οἱ τὸ Εὐαγγέλιον παραδεξάμενοι, τὴν διὰ Χριστοῦ περιμένοντες χάριν, ἐροῦσι·
"Then those who seal up the law so as not to learn shall be manifest." For those who have received the Gospel, and have been taught to live according to the New Covenant, having as it were set a seal upon the law, lay it aside, inasmuch as it is no longer useful on account of the setting forth of what is better; the same men, namely those who have received the Gospel, awaiting the grace through Christ, will say:
« Μενῶ Κύριον τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. »
"I will wait for the Lord Who has turned His face away from the house of Jacob, and I will trust in Him."
« Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. » Τὰ μὲν οὖν Ἰουδαϊκὰ παιδία σωματικὰ ἐξ ἀνδρὸς καὶ γυναικός· τὰ δὲ αὐτὰ τοῦ ταῦτα χρηματίζοντος Κυρίου « οὐχ ἐξ αἵματος οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν, » τοῦ Πατρὸς τοιαῦτα αὐτῷ δεδωρημένου τέκνα· μηκέτι τῷ διὰ Μωϋσέως προσέχοντα νόμῳ, ἀλλ' εἰδότα περιμένειν τὸν Κύριον καὶ εἰς αὐτὸν πεποιθέναι. « Καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. » Ἢ καὶ ἄλλως, Οὐ μόνον τὰ παιδία ταῦτα, φησὶ, ἐκ Θεοῦ μοι παραδόξως δέδοται, ἀλλὰ καὶ ἄλλα πλεῖστα σημεῖα καὶ τέρατα γενήσεται ἐν τῷ οἴκῳ Ἰσραὴλ κατὰ τοὺς προφητευομένους χρόνους.
"Behold, I and the children whom God has given me." Now the Jewish children are bodily, from man and woman; whereas the children themselves of the Lord Who utters these oracles "were born not of blood, nor of the will of the flesh, but of God," the Father having bestowed such children upon Him, no longer giving heed to the law given through Moses, but knowing how to wait for the Lord and to trust in Him. "And they shall be for many signs and wonders in the house of Israel from the Lord Sabaoth, Who dwells on Mount Sion." Or otherwise too: Not only have these children, He says, been marvellously given to me from God, but very many other signs and wonders also will take place in the house of Israel during the times prophesied.
« Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς, Φωνήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους οἳ ἐκ τῆς κοιλίας φωνοῦσι, οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσι περὶ τῶν ζώντων τοὺς νεκρούς· νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν, Οὐχ ὡς ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. » Προειπὼν οὖν ὁ λόγος τὰ περὶ τῶν παιδίων τοῦ Χριστοῦ,
"And if they say to you, Call upon those who cry out from the earth, and the ventriloquists who speak out of the belly: shall not a nation seek unto its God concerning the living from the dead; for He gave a law for a help, that they may say, Not as this word, concerning which it is not possible to give gifts concerning it." Having therefore spoken beforehand the things concerning the children of Christ,
Notes, col. 145
On the reading
Printed Ισραὴλ, for Ἰσραὴλ.
PG 24:148Read from the pageλέγω δὴ τῶν ἀποστόλων καὶ μαθητῶν αὐτοῦ, περί τε τῶν σημείων καὶ τῶν τεράτων τῶν ἐπιτελεσθέντων δι' αὐτῶν· δι' ὧν καὶ ἡ κλῆσις γεγένηται τῶν ἐθνῶν, ἀκολούθως τὸν νέον καὶ καινὸν λαὸν, τὸν ἐξ ἐθνῶν διὰ Χριστοῦ συστάντα διδάσκει τὰ προκείμενα, ὡς πρὸς αὐτοὺς λέγων· Ἀκούσατε ταῦτα, οἱ ἐμοὶ διδακτοὶ, οἱ τῆς τῶν ἐθνῶν πολυθέου πλάνης μεταθέμενοι· εἴ τινες τῶν πάλαι γνωρίμων ὑμῖν καὶ συνήθων, ἢ πατέρες, ἢ συγγενεῖς, παρακαλοῖεν ὑμᾶς ἐπανιέναι ἐπὶ τὴν προτέραν πλάνην, θαυμάζειν τε τὰς ἀπὸ δαιμόνων παρ' αὐτοῖς ἐπιτελουμένας μαντείας καὶ χρησμοὺς, καὶ τὰ τοιαῦτα· μὴ πείθεσθε τῇ τούτων συμβουλῇ· μὴ θαυμάζετε δαίμονας ἀπὸ κοιλίας ἀνθρώπων φωνοῦντας, τοὺς ὀνομαζομένους Πύθωνας, μηδὲ τοὺς ἀπὸ γῆς κατά τινας γοητικὰς τέχνας ἀνιέναι νομιζομένους· τὸν δὲ αὐτῶν Κύριον μόνον περιέπετε. Εἰ γὰρ ἕκαστον ἔθνος, καίτοι πεπλανημένως, ὅμως δ' οὖν τοῦ ἰδίου Θεοῦ περιέχεται· τοὺς τὴν ἀπλανῆ γνῶσιν εἰληφότας, τί χρὴ πράττειν, ἢ τὸν ἑαυτῶν Θεὸν ἐπιζητεῖν, καὶ μὴ τοὺς νεκροὺς πολυπραγμονεῖν, μηδὲ ἐρωτᾷν περὶ πραγμάτων ζώντων, τοὺς πάσης ζωῆς ἐστερημένους; Ἔχοντες οὖν τὸν τοῦ Θεοῦ λόγον καὶ νόμον τὸν εὐαγγελικὸν, εἰς βοήθειαν ὑμῖν δεδομένον, ἐξ αὐτοῦ μανθάνετε περὶ ὧν ἂν ἐθέλοιτε, καὶ τού-
I mean His apostles and disciples, and concerning the signs and wonders accomplished through them, through whom also the calling of the Gentiles has come to pass, what lies before us accordingly teaches the new and fresh people constituted from the Gentiles through Christ, speaking as though to them: Hear these things, my instructed ones, you who have turned away from the polytheistic error of the Gentiles; if any of those formerly known and familiar to you, either fathers or kinsfolk, should urge you to return to your former error, and to marvel at the divinations and oracles performed among them by demons, and suchlike things, do not obey their counsel; do not marvel at demons speaking out of the belly of men, whom they call Pythons, nor at those supposed by certain magical arts to come up from the earth; rather cleave to their Lord alone. For if every nation, albeit erroneously, nevertheless cleaves to its own god, what ought those who have received the unerring knowledge to do, save to seek after their own God, and not pry into the dead, nor inquire concerning matters of the living from those deprived of all life? Having therefore the word of God and the evangelical law given to you for a help, learn from it concerning whatever you may wish, and this
« Καὶ ἥξει ἐφ' ὑμᾶς σκληρὰ λιμός· καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε καὶ, κακῶς ἐρεῖτε τὸν ἄρχοντα, καὶ τὰ πάτρια· καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω. » Ὅταν οὖν παραβάτης γένοιτό τις τοῦ θείου νόμου, καὶ ἀποστάτης αὐτοῦ, σκανδαλισθεὶς ὑπὸ τῶν τοὺς χρησμοὺς καὶ τὰς μαντείας τὰς δαιμονικὰς προϊσχομένων, λιμὸς τροφῶν λογικῶν τοῦτον διαδέξεται, καὶ ἔκστασις, καὶ παροξυσμός· καὶ εἰς βλασφήμους ἐμπεσεῖται λογισμοὺς, καταρώμενος τὸν πάλαι βασιλέα αὐτοῦ, ὃν καὶ θεὸν ἑαυτοῦ ὠνόμαζε. « Καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. »
"And harsh famine shall come upon you; and it shall be, whenever you hunger, you shall be grieved, and you shall speak ill of the ruler and the ancestral customs; and they shall look up to heaven above." Whenever, then, anyone becomes a transgressor of the divine law and an apostate from it, having been tripped up by those who hold forth demonic oracles and divinations, a famine of rational nourishment shall overtake this man, and derangement, and exasperation; and he shall fall into blasphemous thoughts, cursing his former king, whom he also named his god. "And he who is in distress shall not be at a loss until a season."
« Τοῦτο πρῶτον πίε· ταχὺ ποίει, χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, καὶ οι λοιποὶ οἱ τὴν παραλίαν καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. » Βούλεται γὰρ δι' ἔργων τὸν καρπὸν τοῦ λογικοῦ πόματος ἀποδιδόναι τοὺς καταξιωθέντας τοῦ μεγάλου φωτὸς τῆς σωτηρίου θεοφανείας. Πρῶτον οὖν τοῖς ἐπὶ τῆς Γαλιλαίας εὐαγγελίζεται. Ἔδει γὰρ μηδὲ τὴν χώραν ἀποσιωπῆσαι, καθ' ἣν τὰς διατριβὰς ποιεῖσθαι ἤμελλεν ἀνθρώποις ἐπιφανεὶς ὁ Ἐμμανουήλ. Ἡ δὲ χώρα ἦν Γαλιλαία· ἀλλὰ καὶ πέραν τοῦ Ἰορδάνου τυγχάνει ἡ Γαλιλαία αὕτη, ἐν ᾗ τὰς πλείστας ἐποιήσατο διατριβὰς ὁ Χριστός· διὸ ποτὸν σωτήριον, καὶ φῶς μέγα τοῖς ἐν αὐτῇ εὐαγγελίζεται πρώτοις. Τοῦ δὲ ζωοποιοῦ τούτου ποτοῦ εἰκόνα παρεῖχεν ὁ Σωτὴρ αἰσθητῶς, ὁπηνίκα γάμου συντελουμένου ἐν Κανᾶ τῆς Γαλιλαίας, πρῶτον παράδοξον εἰργάσατο, τὴν τοῦ ὕδατος εἰς οἶνον μεταβολήν.
"Drink this first; act quickly, O land of Zabulon, the land of Nephthalim, and the rest who inhabit the sea-coast and beyond the Jordan, Galilee of the Gentiles." For He wills that those counted worthy of the great light of the saving theophany should render through works the fruit of the rational draught. First, therefore, He proclaims good tidings to those in Galilee. For it was fitting not to pass over in silence even the country in which Emmanuel, having appeared among men, was about to spend His time. Now the country was Galilee; and moreover this Galilee, in which Christ spent most of His time, lies beyond the Jordan; wherefore to those in it first He proclaims good tidings of a saving draught and a great light. And of this life-giving draught the Saviour perceptibly furnished an image when, as a marriage was being celebrated at Cana of Galilee, He wrought His first miracle, the changing of the water into wine.
« Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ὑμᾶς. » Καὶ ἄλλως δὲ ἐν σκότει ἐτύγχανον οἱ πρὸ τῆς ἐπιλάμψεως τοῦ Χριστοῦ ἐν ἀγνωσίᾳ ὄντες τοῦ
"The people sitting in darkness saw a great light; you who dwell in the country and shadow of death, light shall shine upon you." And otherwise too, those who before the shining forth of Christ were in ignorance of the
Notes, col. 148
PG 24:149Read from the pageφωτὸς τοῦ ἀληθινοῦ· ἐν σκιᾷ δὲ θανάτου ἦσαν οἱ τὰ πρὸς θάνατον ἁμαρτάνοντες, κατὰ τὸ, « Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. » Ἀλλ' ἕως μὲν ἐν τῷ παρόντι βίῳ τυγχάνει ὁ πρὸς θάνατον ἁμαρτάνων, οὐχ οὕτω πάντη καταπέποται ὑπὸ τοῦ θανάτου, ὡς μὴ δύνασθαι μεταβαλὼν σωθῆναι, ἀλλ' οὐδὲ ἀπήλλακται αὐτοῦ παντελῶς, διὸ λέγεται εἶναι ἐν σκιᾷ θανάτου. Πλὴν ἐπιλάμψας τούτοις πρώτοις, τὴν χάριν τοῦ μεγάλου φωτὸς ἐδωρήσατο ὁ διὰ τῶν προκειμένων θεσπιζόμενος. Ἐν ταύτῃ τε τῇ χώρᾳ πρώτῃ πλεῖστον λαὸν ἐκτήσατο, ὡς καὶ τὸν ἀποσταλικὸν χορὸν ἐξ αὐτῶν ἐκλέξασθαι. Τίνες οὖν ἦσαν οἱ ἐν σκότει καὶ σκιᾷ θανάτου ἢ οἱ ἐν ἀγνωσίᾳ τοῦ Θεοῦ τὸ πρὶν κατεσχημένοι, καὶ οἱ τῷ θανάτῳ τῆς ψυχῆς δεδουλωμένοι;
true light were in darkness; and in the shadow of death were those who sinned unto death, according to the saying, "The soul that sins, the same shall die." Yet so long as he who sins unto death is in the present life, he has not been so utterly swallowed up by death as to be unable by repenting to be saved, though neither has he been altogether freed from it, wherefore he is said to be in the shadow of death. Nevertheless, having shone upon these first, He Who is foretold through the words before us bestowed the grace of the great light. And in this country first He acquired a very great people, so as even to choose out the apostolic choir from among them. Who then were those in darkness and the shadow of death, save those formerly held fast in ignorance of God, and those enslaved to the death of the soul?
« Τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον εὐφρανθήσονται οἱ διαιρούμενοι σκῦλα· διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ἐπ' αὐτῶν κείμενος. » Ἢ ἐπειδὴ πλεῖστοι μὲν ἐπίστευσαν, πλείους δὲ τῇ ἀπιστίᾳ ἐναπέμειναν, εἰκότως τὸ πλεῖστον τοῦ λαοῦ λέλεκται τῆς σωτηρίου μετειληφέναι εὐφροσύνης. Σημαίνει δὲ διὰ τούτων, πρὸς τὴν πρόχειρον λέξιν· Ἐν ᾗ ποτὲ μὲν ἀπὴ πέντε ἄρτων πλῆθος ἀνδρῶν πεντακισχιλίων ἐθρέψατο ἐν τῇ δηλουμένῃ χώρᾳ, ποτὲ ἐξ ἑπτὰ τετρακισχιλίους ἄνδρας χωρὶς γυναικῶν καὶ παιδίων. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον « Εὐφροσύνῃ εὐφράνθησαν ἐνώπιόν σου, ὡς εὐφροσύνην ἐν θερισμῷ. » Οὕτω γοῦν οἱ ἐν θερισμῷ τρεφόμενοι ἠθροισμένως κατὰ τὸ αὐτὸ συμποσιάζειν εἰώθασι. Κατὰ διάνοιαν δὲ οἱ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν καὶ οἱ τούτων διάδοχοι, οἵ τε εἰς δεῦρο τῶν ἐκκλησιῶν αὐτοῦ προεστῶτες, τῆς ἐνθέου εὐφροσύνης μετελάμβανον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν, δίκην ἀμώντων ἐργαζόμενοι· ἐπείπερ ἐργάται ἦσαν τοῦ θερισμοῦ τῶν ἐθνῶν, ἐμπιπλάμενοι εὐφροσύνης ἐπὶ τῷ πλήθει τῶν καθ' ἑκάστην ἐκκλησίαν ληΐων. « Διότι ἀφήρηται ὁ ζυγὸς ὁ ἐπ' αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἐπὶ τοῦ τραχήλου αὐτῶν. » Ἀπεσείσαντο τὸν βαρὺν ζυγὸν τοῦ τῇ δουλείᾳ τῆς ἁμαρτίας αὐτοὺς ὑποζεύξαντος, καὶ ῥάβδῳ τὸν τράχηλον αὐτῶν κατακάμπτοντος· ἵνα τὸ ἀποστολικὸν κήρυγμα τῆς ψυχῆς καταβάλλοντες μὴ ὑποκύψωσι τῇ δουλείᾳ τῆς ἁμαρτίας. Ἢ τάχα ὁ πάλαι τοῖς σκύλοις ἐπικείμενος, φησὶν, ἀφήρηται ζυγὸς, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου τῶν αὐτῶν σκύλων. Ζυγὸς γὰρ ἦν βαρὺς ταῖς τῷ διαβόλῳ ψυχαῖς δεδουλωμέναις ἐπικείμενος· καὶ ῥάβδος θανατικὴ τὸν τράχηλον αὐτῶν κατακάμπτουσα καὶ κάτω νεύειν ποιοῦσα· ὧν ἀφηρημένων εἰκότως ἔχαιρον οἱ διαιρούμενοι τὰ σκῦλα ταῦτα.
"The greatest part of the people whom Thou hast brought down in Thy joy, and they shall rejoice before Thee, as those who rejoice in harvest, and in the way in which those who divide spoils rejoice; because the yoke resting upon them shall be taken away." Either because, while very many believed, still more remained in unbelief, the greatest part of the people is reasonably said to have partaken of the saving joy. And through these words he signifies, according to the ready sense, [the country] in which at one time from five loaves He fed a multitude of five thousand men in the country indicated, and at another time from seven loaves four thousand men apart from women and children. Wherefore it is said according to Symmachus, "With joy they rejoiced before Thee, like joy in harvest." Thus indeed those nourished in harvest are accustomed to feast gathered together in the same place. And according to the spiritual sense, the apostles of our Saviour and their successors, and those who up to the present preside over His churches, partook of the divinely inspired joy before our Saviour, labouring after the manner of reapers, inasmuch as they were labourers of the harvest of the Gentiles, being filled with joy at the multitude of the standing crops in each church. "Because the yoke resting upon them has been taken away, and the rod upon their neck." They shook off the heavy yoke of him who had yoked them to the slavery of sin and bent down their neck with a rod, so that, laying the apostolic preaching as a foundation of the soul, they might not bow beneath the slavery of sin. Or perhaps, he says, the yoke formerly resting upon the spoils has been taken away, and the rod upon the neck of the same spoils. For a heavy yoke was resting upon the souls enslaved to the devil, and a deadly rod bending down their neck and making them nod downwards; when these were taken away, those who divided these spoils reasonably rejoiced.
« Τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασε Κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. » Θεοδοτίων μέντοι, τοῦ «ἀπαιτοῦντος,» ἡρμήνευσεν, ἑνικῶς τὸν ἀπαιτοῦντα καὶ ἐκπράσσοντα σημήνας· δηλονότι τὸν διάβολον, ὃς ἐκπράσσων διετέλει τὰς τῶν ἀνθρώπων
"For the rod of the exactors the Lord has scattered, as in the day upon Madiam." Theodotion, however, rendered it "of the exactor," indicating in the singular him who exacts and extorts, namely the devil, who continually extorted from men's
Notes, col. 149
On the reading
Printed ἀποσταλικὸν, for ἀποστολικὸν.