Migne Reading Room

PG 24 · cols. 152–161 · Read from the page

Commentaries on Isaiah

Commentaries on Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:152Read from the page
ψυχὰς, καὶ φόρους ὥσπερ ἀπαιτῶν, τὰς χορηγουμένας αὐτῶν ἁμαρτίας. Κεῖται δὲ ἡ περὶ τῆς Μαδιὰμ ἱστορία ἐν τοῖς Κριταῖς, περιέχουσα ὡς ἐπὶ τοῦ Γεδεὼν οὐχ ὅπλων παρατάξει νενίκηνται οἱ πολέμιοι, ἀλλ' ἀφανεῖ καὶ ἀοράτῳ, καὶ θεϊκῇ δυνάμει. Οὕτως οὖν ὡς ἐπὶ τοῖς Μαδιὰμ ἐνικήθησαν οἱ πολέμιοι χειρὶ κρυφαίᾳ, καὶ νῦν φησι διεσκεδάσθαι τὴν ῥάβδον τοῦ ἀπαιτοῦντος διαβόλου, καὶ τῶν σὺν αὐτῷ τὰς ψυχὰς τῶν ἀνθρώπων ἐκπρασσόντων. Ἕτερος δὲ οὐ « τῶν ἀπαιτούντων » ἔφη, ἀλλὰ « τῶν ἀπειθούντων » εἶπεν.
souls, demanding as it were tributes, the sins supplied by them. Now the history concerning Madiam lies in Judges, containing how in the time of Gedeon the enemies were conquered not by an array of arms, but by an unseen, invisible, and divine power. Just so, then, as in the case of Madiam the enemies were conquered by a hidden hand, now too he says that the rod of the exacting devil, and of those with him who extort men's souls, has been scattered. Another translator, however, did not say "of the exactors," but said "of the disobedient."
«Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. » Ἐπειδὴ τὸν κόσμον τῆς ψυχῆς καὶ τὴν στολὴν αὐτῆς, τόν τε τῆς ἀρχῆς χιτῶνα, ὃν περιεβάλετο, συλήσας ὁ διάβολος, ὅτε αὐτὴν ὑποχείριον ἔλαβε, γυμνὴν αὐτὴν καὶ αισχρὰν κατέστησεν· αἵ τε σὺν αὐτῷ δυνάμεις ἀντικείμεναι ἐξέπραττον αὐτήν, δόλῳ καὶ ἀπάτῃ κατ' αὐτῆς χρώμεναι· πάντα εἰκότως ἀποτίσειν λέγεται ὑπὸ τοῦ προφητικοῦ πνεύματος, φήσαντος, ὅτι δὴ « Πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετα καταλλαγῆς ἀποτίσουσιν. » Οἱ αὐτοὶ δὲ οὗτοι οἱ πάλαι τὰς τῶν ἀνθρώπων ψυχὰς ἐκπράσσοντες ἀποτιννύειν λέγονται πάντα ἐν τῷ δηλουμένῳ καιρῷ.
"Because every robe gathered by deceit, and garment with restitution they shall repay, and they shall wish that they had been burnt with fire." Since the devil, having plundered the adornment of the soul and its robe, and the tunic of rule which it wore, when he took it captive, rendered it naked and shameful; and the opposing powers with him extorted from it, employing deceit and guile against it; they are reasonably said by the prophetic Spirit to be going to repay all things, since He said that indeed "Every robe gathered by deceit, and garment with restitution they shall repay." And these very ones who of old extorted men's souls are said to pay back all things at the time indicated.
« Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῷ. » Ποίους δέ φησιν ἄρχοντας, ἢ τοὺς ὑπ' αὐτοῦ ἄρχειν τῆς Ἐκκλησίας αὐτοῦ καθεσταμένους; Λέγω δὴ μαθητὰς αὐτοῦ καὶ ἀποστόλους, τούς τε τὴν τούτων διαδοχὴν ὑποδεξαμένους καθ' ὅλης τῆς οἰκουμένης, οἷς ψυχῆς ὑγίειαν καὶ εἰρήνην ἔχειν πρὸς ἀλλήλους ἐδωρεῖτο, ἐν οἷς πρὸς αὐτοὺς ἔλεγεν· « Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔσται τέλος. » Κατὰ γοῦν τὸν Θεοδοτίωνα, « Τῆς εἰρήνης αὐτοῦ οὐκ ἔσται πέρας. » Νοήσεις δὲ ὅπως μεγάλη γέγονε τοῦ προφητευομένου ἡ ἀρχὴ, τὴν καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησίαν αὐτοῦ θεωρῶν· καὶ ἔτι μᾶλλον ἐπιστήσας ταῖς τοῦ Ἀποστόλου περὶ αὐτοῦ μαρτυρίαις, δι' ὧν φησι, « Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου. » Οὕτω μεγάλη ἡ τοῦ Σωτῆρος ἡμῶν ἀρχὴ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι τέλος· ἀτελεύτητος γὰρ καὶ ἀγήρως καὶ ἀπερίγραφος αὕτη τυγχάνει· διὸ λέλεκται· « Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. »
"Because a child was born to us, and a son was given to us, Whose rule came to be upon His shoulder; and His name is called Angel of great counsel. For I will bring peace upon the rulers, peace and health to Him." Now what rulers does he mean, save those appointed by Him to rule His Church? I mean His disciples and apostles, and those who have received their succession throughout the whole inhabited world, to whom He granted to have health of soul and peace towards one another, wherein He said to them: "Peace that is mine I give to you, peace that is mine I leave to you. Great is His rule, and of His peace there shall be no end." According to Theodotion, at any rate, "Of His peace there shall be no bound." And you will perceive how great the rule of Him Who is prophesied has become, when you behold His Church throughout the whole inhabited world, and still more when you attend to the Apostle's testimonies concerning Him, through which he says, "According to the working of the might of His strength, which He wrought in Christ, when He raised Him from the dead and seated Him at His right hand in the heavenly places, far above every rule and authority, and power and lordship, and every name that is named." So great is the rule of our Saviour, and of His peace there is no end; for this is unending and ageless and uncircumscribed; wherefore it has been said: "In His days shall spring up righteousness and abundance of peace."
« Ἐπὶ τὸν θρόνον Δαυῒδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ. Ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα ὁ
"Upon the throne of David and His kingdom, to establish it, and to uphold it in judgement and in righteousness. From now and unto the age the
Notes, col. 152

On the reading

Printed αισχρὰν, for αἰσχρὰν.

Printed μετα, for μετὰ.

PG 24:153Read from the page
ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. » Τήρει δὲ ἀκριβῶς ὅπως οὐκ εἴρηται καθεσθήσεσθαι ἐπὶ τὸν θρόνον Δαυῒδ ἁπλῶς, ἀλλὰ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν· ἡμῶν προσυπακουόντων τὸ ἥξειν αὐτὸν ἐπὶ τῷ κατορθῶσαι τὸν θρόνον Δαυῒδ καὶ τὴν σκηνὴν πεπτωκυῖαν. Ἐπειδὴ γὰρ κατέστραπτο καὶ καθήρητο ἡ βασιλεία Δαυῒδ ἀπὸ τῶν χρόνων τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ· ἦσαν δὲ προφητεῖαι θεσπίζουσαι τὸν θρόνον Δαυῒδ διαλάμψειν φωτὸς ἡλιακοῦ δίκην καθ' ὅλης τῆς οἰκουμένης· ταὔτην αὐτὴν ἐλήλυθε τὴν ἐπαγγελίαν πληρῶσαι· ἐκ σπέρματος μὲν Δαυῒδ κατὰ σάρκα γεννώμενος, καταλάμπων δὲ τὰς τῶν ἀνθρώπων ψυχάς· καὶ τὴν βασιλείαν αὐτοῦ κρατύνων διὰ πάντων τῶν καθ' ὅλην τὴν οἰκουμένην ἐθνῶν. Ἐν τούτοις γὰρ τὸν θρόνον Δαυῒδ διωρθώσατο, παρὰ Ἰουδαίοις καθηρημένον. Καὶ τοῦτο ἔπραξεν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· τοῦ μὲν, «ἀπὸ τοῦ νῦν,» σημαίνοντος ἀρχὴν χρόνου ὡρισμένην, δι' ἧς ὁ καιρὸς ἐδηλοῦτο τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ· τοῦ δὲ, « εἰς τὸν αἰῶνα, » τὴν ἄπειρον καὶ διαρκῆ βασιλείαν αὐτοῦ παριστῶντος. Τηρητέον δὲ, ὡς ἡ μὲν πρώτη περὶ τοῦ προφητευομένου πρόῤῥησις ἐκ Παρθένου τεχθήσεσθαι αὐτὸν ἐδήλου· ἡ δὲ δευτέρα, ὡσανεὶ ζητουμένου, πῶς ἔσται τοῦτο, τὸν Κύριον εἰσῆγε λέγοντα, « Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν· καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν· » ἡ δὲ τρίτη οὐκέτι μνημονεύει κυήσεως παρθενικῆς, οὐδὲ τοῦ τρόπου τῆς κατὰ Θεὸν παραδόξου συλλήψεως· ἅτε δὴ προμεμαθηκότων ἡμῶν ταῦτα, περὶ τοῦ παιδὸς αὐτοῦ διεξέρχεται, παιδεύουσα ἡμᾶς τὰ ἀπόῤῥητα τῆς περὶ αὐτοῦ θεολογίας· ταῦτα δὲ πάντα περὶ τοῦ τυχόντος παιδίου λέγεσθαι, οὐκ οἶδα πῶς συστήσαιεν οἱ ἐκ περιτομῆς, μὴ βουλόμενοι παραδέξασθαι τὸν ἡμέτερον Σωτῆρα, ᾧ τὰ ἔργα μαρτυρεῖ, καὶ τῶν πραγμάτων ἡ ἔκβασις τοὺς λόγους ἐπισφραγίζεται. « Ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. » Ποῖος ζῆλος, ἢ ὃν ἐζήλωσεν ἀγαθὸν καὶ αὐτῷ πρέποντα, εἰς τὸ σῶσαι πάντας τοὺς ὑπὸ τοῦ διαβόλου καταδυναστευθέντας, καὶ εἰς ἀθεότητα κατασυρέντας;
zeal of the Lord Sabaoth will do these things." Observe carefully how it has not been said simply that He will sit upon the throne of David, but also upon His kingdom, to establish it, as we understand in addition His coming in order to restore the throne of David and the fallen tent. For since the kingdom of David had been overturned and pulled down from the times of the captivity of the people to Babylon, and there were prophecies foretelling that the throne of David would shine forth throughout the whole inhabited world like sunlight, He has come to fulfil this very promise: born indeed of the seed of David according to the flesh, yet illuminating the souls of men, and strengthening His kingdom through all the nations throughout the whole inhabited world. For among these He restored the throne of David, which had been pulled down among the Jews. And He did this from now and unto the age: the phrase "from now" signifying a defined beginning of time, through which the season of His sojourn among men was indicated; and the phrase "unto the age" presenting His boundless and enduring kingdom. And one must observe how the first prediction concerning Him Who is prophesied declared that He would be born of a Virgin; while the second, as though it were being asked how this will be, introduced the Lord saying, "And I approached the prophetess, and she conceived in the womb and bore a son;" whereas the third no longer makes mention of a virginal conception, nor of the manner of the marvellous conceiving according to God, but, inasmuch as we have already learned these things beforehand, discourses concerning His child, instructing us in the ineffable mysteries of the theology concerning Him; yet how those of the circumcision, who refuse to accept our Saviour, to Whom His works bear witness and the outcome of events seals the words, could maintain that all these things are said concerning an ordinary child, I do not know. "The zeal of the Lord Sabaoth will do these things." What sort of zeal, save the good zeal becoming to Him which He cherished in order to save all those oppressed by the devil and dragged down into godlessness?
« Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ· καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραῖμ, καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, λέγοντες· Πλίνθοι πεπτώκασιν· ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους, καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. » Ἤτοι οἱ τὴν Σαμάρειαν οἰκοῦντες, Ἰσραὴλ χρηματίζοντες, καὶ λαὸς τοῦ Ἐφραῖμ ὀνομαζόμενοι, διὰ τὸ βασιλευθῆναι ὑπὸ τῶν ἐκ φυλῆς τοῦ Ἐφραῖμ, χλευάζοντες καὶ ἐξευτελίζοντες τὴν Ἱερουσαλὴμ, πλίνθοις ταὔτην ἔφασκον οἰκοδομεῖσθαι, καὶ τὰς στέγας ἔχειν « ἀπὸ συκαμίνων » ἢ « συκομόρων » κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. Εἶθ' ὡς αὐτοὶ βελτίονα πόλιν κατασκευάσοντες, ἐπηγγέλλοντο διὰ λίθων ξυττῶν καὶ κέδρων οἰκοδομήσειν, καὶ ἀντὶ τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλὴμ πύργον ἑαυτοῖς ἀναστήσειν ἐν Σαμαρείᾳ· διὸ καὶ ἐπειδὴ τοιαῦτα τετολμήκασιν
"The Lord sent death upon Jacob, and it came upon Israel; and all the people of Ephraim shall know, and those who sit in Samaria in pride and a lofty heart, saying: Bricks have fallen down, but come, let us hew stones, and let us cut down sycamores and cedars, and let us build for ourselves a tower." That is to say, those inhabiting Samaria, styled Israel and named the people of Ephraim because they were ruled by kings from the tribe of Ephraim, mocking and disparaging Jerusalem, alleged that it was built of bricks and had its roofs "of sycamores," or "mulberry-trees" according to the rest of the translators. Then, as though about to construct a better city themselves, they promised to build with polished stones and cedars, and instead of the temple in Jerusalem to raise up for themselves a tower in Samaria; wherefore, and since they have dared such things
Notes, col. 153

On the reading

Printed ξυττῶν, for ξυστῶν.

PG 24:156Read from the page
ἀπαυθαδιάσασθαι, ἀπειλεῖ αὐτοῖς ἑξῆς ὁ λόγος φάσκων·
to behave thus presumptuously, the word next threatens them, saying:
« Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ τὸ ὄρος Σιὼν, καὶ τοὺς ἐχθροὺς διασκεδάσει. » Κατὰ γοῦν τὴν ἱστορίαν, ἐπειδὴ, φησὶν, οἱ τὴν Σαμάρειαν οἰκοῦντες τοιαῦτα τετολμήκασι, καὶ κατεθρασύνοντο κατὰ τοῦ ὄρους Σιὼν, καὶ κατὰ τοῦ ἐν αὐτῷ τιμωμένου Θεοῦ, ὡς ἀπὸ μεγάλου ὕψους τῆς ὑπερηφανείας αὐτῶν ταπεινώσειν καὶ καταῤῥάξειν αὐτοὺς ἀπειλεῖ. Τοὺς γὰρ ἐπὶ τὸ ὄρος Σιὼν ἐπανισταμένους ἐπ' αὐτὸν τὸν Θεὸν ἀσεβεῖν συνέβαινεν· οὓς ταπεινώσειν καὶ ῥάξειν φησὶν, οὐ μόνους, ἀλλὰ καὶ πάντας τοὺς ἐχθροὺς αὐτοῦ διασκεδάσειν· σημαίνων τοὺς ἐν Δαμασκῷ συμμαχοῦντας τῷ Ἰσραὴλ, κατὰ τὰ ἔμπροσθεν ἀποδεδομένα. Καὶ πάντας δὲ τοὺς ἐκ τῶν λοιπῶν ἐπανισταμένους τῷ ὄρει Σιὼν, καὶ τῷ Θεῷ τῷ ἐνταῦθα τιμωμένῳ, διασκεδάσειν ἐπαγγέλλεται· ὧν οἱ μὲν ἦσαν ἀνατολικοί τινες, οἱ δὲ ἀφ' ἡλίου δυσμῶν, μέσοι δὲ τούτων οἱ Ἕλληνες. Πάντες γὰρ οὗτοι, τὸν προλεχθέντα Ἰσραὴλ ὅλῳ τῷ στόματι κατεσθίοντες καὶ καταβάλλοντες ἐπὶ τὴν τῆς εἰδωλολατρείας ἑαυτῶν πλάνην, βοηθεῖν καὶ συμμαχεῖν ἐπηγγέλλοντο τοῖς ἐπανισταμένοις κατὰ τοῦ ὄρους Σιών.
"And God shall dash down those who rise up against Mount Sion, and shall scatter the enemies." According to the history, at any rate, since, he says, those inhabiting Samaria have dared such things, and grew emboldened against Mount Sion and against God Who is honoured upon it, He threatens to humble them and dash them down as from a great height of their arrogance. For it happened that those rising up against Mount Sion acted impiously against God Himself; and He says that He will humble and dash down not them alone, but will also scatter all His enemies, signifying those in Damascus allied with Israel, in accordance with what was set forth earlier. And He promises to scatter all the rest as well who rise up against Mount Sion and against God Who is honoured there, of whom some were easterners, others from the setting of the sun, and between these the Greeks. For all these, devouring the aforesaid Israel with their whole mouth and casting them down into their own error of idolatry, promised to aid and ally themselves with those rising up against Mount Sion.
« Καὶ ἀφεῖλε Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, αὕτη ἡ ἀρχή· καὶ προφήτην διδάσκοντα ἄνομα, οὗτος ἡ οὐρά. » Ἀντὶ μέντοι τοῦ, « Ἀφεῖλε Κύριος ἀπὸ Ἰσραὴλ, » ὁ μὲν Ἀκύλας, « καὶ ὀλοθρεύσει Κύριος· » ὁ δὲ Σύμμαχος, « Καὶ ἐξολοθρεύσει Κύριος· » ὁ δὲ Θεοδοτίων, « Καὶ ἀφελεῖ, » μελλητικῶς εἰρήκασιν· ὡς μέλλοντος ταῦτα ποιήσειν τοῦ Θεοῦ· ἃ πρὶν γενέσθαι προλέγει, ἐπιστρέφων εἰς μετάνοιαν τοὺς ἀκροωμένους, ὡς ἂν μὴ πάθοιεν τὰ ἀπειλούμενα Ἐν ἡμέρᾳ δὲ μιᾷ φησι πάντα ποιήσειν τὰ προλεχθέντα σαφῆ τυγχάνοντα· τουτέστιν ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρόν. Κεφαλὴν δὲ καὶ οὐρὰν εἰπὼν, ᾐνίξατο ζῶον ἄλογον· οὐ γὰρ ἀνθρώπων ἴδιον, ἀλλὰ ζώων ἀλόγων τὸ οὐρὰν ἔχειν· οἷς τὸν λαὸν ἀφωμοίωσεν· ἢ κεφαλὴν καὶ οὐρὰν, τὸν λογικὸν καὶ τὸ ἄλογον, ἢ τὸν ἄρχοντα καὶ τὸν ἀρχόμενον, καὶ ἔσχατον· ὃ δὴ καὶ διεσάφησεν εἰπὼν, « μέγαν καὶ μικρόν. » Αντὶ δὲ τοῦ, « τοὺς τὰ πρόσωπα θαυμάζοντας, » ὁ Σύμμαχος, « καὶ αἰδέσιμον, » ἡρμήνευσε. Καὶ οὗτος οὖν ὁ αἰδέσιμος καὶ ὁ πρεσβύτης δύναται εἶναι ἡ κεφαλή· ἡ δὲ οὐρὰ ὁ διδάσκων ἄνομα προφήτης, οἱονεὶ ἀλόγου ζώου ἔσχατον μέλος ὑπάρχων. Ἀφαιρεθήσεσθαι τοίνυν τούτους, καὶ ἐξολοθρευθήσεσθαι ὑφ' ἕνα καιρὸν ὁ λόγος ἀπειλεῖ.
"And the Lord took away from Israel head and tail, great and small in one day: the elder and those who admire faces, this is the ruling head; and the prophet teaching lawless things, this is the tail." Instead, however, of "The Lord took away from Israel," Aquila says, "and the Lord shall destroy;" and Symmachus, "And the Lord shall utterly destroy;" and Theodotion, "And He shall take away:" they have spoken in the future tense, as though God were about to do these things; which He foretells before they happen, turning the hearers to repentance, lest they suffer the things threatened. In one day, he says, He will do all the things foretold, which are clear, that is to say, at one and the same season. And in speaking of head and tail, he hinted darkly at an irrational animal; for to have a tail belongs not to men, but to irrational animals, to which he likened the people; or by head and tail he meant the rational and the irrational, or the ruler and the ruled and lowest, which indeed he also made plain by saying, "great and small." And instead of "those who admire faces," Symmachus rendered "and the venerable." Both this venerable man, therefore, and the elder can be the head; while the tail is the prophet teaching lawless things, being as it were the lowest member of an irrational animal. The word accordingly threatens that these shall be taken away and utterly destroyed at one season.
« Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός. Καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. » Ποιήσειν δὲ ταῦτα, ὡς ἀγαθὸς ψυχῶν γεωργὸς, ὁ Κύριος ἀπειλεῖ· ἵνα ἡ ἐν αὐτοῖς ἀνομία ἀφανισθῇ δίκην ὑλομανοῦς βοτάνης ὑπὸ πυρὸς ἀναλισκομένης.
"And lawlessness shall burn like fire, and like dry grass it shall be devoured by fire. And it shall burn in the thickets of the forest, and shall devour together all the things round about the hills." And the Lord, like a good husbandman of souls, threatens that He will do these things, so that the lawlessness among them may be destroyed like a rankly overgrown weed consumed by fire.
« Διὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυται ἡ γῆ ὅλη,
"Because of the wrath of the anger of the Lord the whole land has been burnt up,
Notes, col. 156

On the reading

Printed Αντὶ, for Ἀντὶ.

PG 24:157Read from the page
καὶ ἔσται ὁ λαὸς ὡς κατακεκαυμένος ὑπὸ πυρός. Ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει· ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιὰ, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραῖμ, καὶ Ἐφραῖμ τοῦ Μανασσῆ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. » Ὡς ἐπαναστῆναι ἀδελφὸν ἀδελφῷ, καὶ μηδένα τοῦ πέλας φείσασθαι· πάντας δὲ ἀλλήλοις χρήσασθαι ὡς πολεμίοις· ὡς εἰς τοσοῦτον ἐλάσειν ἀναφλεγομένην αὐτοῖς τὴν πρὸς ἀλλήλους στάσιν, καὶ τὸν ἐμφύλιον πόλεμον, ὡς καὶ τὰς δύο φυλὰς, τὴν τοῦ Ἐφραῖμ καὶ τὴν τοῦ Μανασσῆ, ἐξ ἑνὸς πατρὸς γενομένας τοῦ Ἰωσὴφ, ὑπὸ τὴν αὔτην ὄντας βασιλείαν, μίαν δὲ καὶ τὴν αὐτὴν πόλιν οἰκοῦντας Σαμάρειαν, ἀλλήλαις ἐπαναστῆναι, καὶ τοὺς ἀλλήλων βραχίονας καταφαγεῖν· μηκέτι μὲν σχολάζοντας τῷ κατὰ Ἰούδα πολέμῳ, μηδὲ τῇ πολιορκίᾳ τῆς Ἱερουσαλὴμ, καθ' ἑαυτῶν δὲ ἀκονήσαντας τὰ ἑαυτῶν ξίφη, ἑαυτοὺς διαχειρίσασθαι, καὶ ἐξ ἀνθρώπων ἀφανίσαι.
and the people shall be as though burnt up by fire. A man shall not pity his brother; rather he shall turn aside to the right hand, because he shall hunger, and shall eat on the left hand, and a man shall by no means be filled eating the flesh of his own arm. For Manasses shall eat of Ephraim, and Ephraim of Manasses, because together they shall besiege Juda. Over all these things His wrath was not turned back, but still His hand is uplifted." So that brother rises up against brother, and no one spares his neighbour, and all treat one another as enemies; so that civil strife towards one another and internecine war advances among them to such a pitch as they blaze up, that even the two tribes, that of Ephraim and that of Manasses, sprung from one father Joseph, being under the same kingdom and inhabiting one and the same city, Samaria, rise up against one another and devour one another's arms, having leisure neither any longer for the war against Juda nor for the siege of Jerusalem, but whetting their own swords against themselves, slay themselves with their own hands and wipe themselves out from among men.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
« Οὐαὶ τοῖς γράφουσι πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσιν· ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρῖμα πενήτων τοῦ λαοῦ μου· ὥστε εἶναι αὐτοῖς χήραν εἰς διαρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομήν. » Τοῦ καλουμένου οὖν Ἰσραὴλ, λέγω δὴ τοῦ λαοῦ τῶν Ἰουδαίων ἐν Σαμαρείᾳ βασιλευομένου, καὶ ταῦτα πρὸς τοῖς προτέροις ὁ παρὼν λόγος κατηγορεῖ, φάσκων αὐτοὺς πρὸς ἔριν καὶ φιλονεικίαν τῶν τὰς ἀληθεῖς τοῦ Θεοῦ προφητείας παραγραφόντων τὰς ψευδοπροφητείας συντάττειν. Ἦσαν γοῦν, ἦσαν ψευδοπροφῆται πλεῖστοι, ὅσοι ἐν τῷ Ἰσραὴλ ἐναντία φθεγγόμενοι, καὶ ἐναντία γράφοντες τοῖς ἀληθέσι τοῦ Θεοῦ προφήταις. Οἱ δὲ αὐτοὶ καὶ συγγραφὰς ἐποιοῦντο παρανόμους, καὶ πάσης πονηρίας μεστάς· πένητας οἰκτροὺς κατεδυνάστευον, βιαζόμενοί τε ἐπλεονέκτουν ἀπεριστάτους ὀρφανοὺς καὶ χήρας. Τοιούτους δ' ἂν εἴποις καὶ τοὺς διὰ μοχθηρῶν συγγραμμάτων εἰσέτι καὶ νῦν διαστρέφοντας τῶν ἀκεραιοτέρων τὰς ψυχάς.
"Woe to those who write wickedness; for writing they write wickedness, turning aside the judgement of the poor, snatching away the cause of the needy of my people, so that a widow may be to them for plunder, and an orphan for spoil." Against what is called Israel, therefore, I mean the people of the Jews ruled in Samaria, the present word brings these charges also in addition to the former ones, saying that out of strife and rivalry against those who commit to writing the true prophecies of God they compose false prophecies. There were, at any rate, there were very many false prophets who in Israel uttered things contrary, and wrote things contrary, to the true prophets of God. And the same men also produced lawless writings filled with every wickedness; they oppressed pitiable needy folk, and using violence they defrauded defenceless orphans and widows. And such too you might call those who even down to the present still pervert the souls of the simpler folk through wicked writings.
« Καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ θλίψις ὑμῖν πόῤῥωθεν ἥξει. Καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; » Ἀπειλεῖ τοίνυν ἐκείνοις ὁ προφητικὸς λόγος φάσκων· « Καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς, » καθ' ἣν ἡ θλάψις καὶ ἡ κατὰ τούτων ὀργὴ πόρρωθεν ἥξει; Μακρὰν γὰρ οὖσαν αὐτήν φησι, διὰ τὸ ἀπελαύνεσθαι ἐξ ἐμοῦ τοῦ Θεοῦ· ὑμεῖς, ὦ οὗτοι, πρὸς οὓς ταῦτα λέγεται, ὥσπερ βιαζόμενοι καθ' ἑαυτῶν αὐτὴν ἐπεσπάσασθε· ἧς ἐπελθούσης, ἐπὶ τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; « Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργή· ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. » Ἐπιμενόντων γὰρ τοῖς αὐτοῖς ἀτοπήμασι τῶν διὰ τοῦ λόγου κατηγορουμένων, ἀκόλουθον ἦν καὶ τὴν κατ' αὐτῶν παράμονον γίνεσθαι ὀργήν.
"And what will they do in the day of visitation? For affliction shall come to you from afar. And to whom will you flee for help? And where will you leave behind your glory, so as not to fall into captivity?" The prophetic word accordingly threatens them, saying, "And what will they do in the day of visitation," on which affliction and the anger against these men shall come from afar? For though it is far off, He says, because it is driven away from Me, Who am God, you, O you to whom these things are spoken, as though using force have drawn it upon yourselves; when it comes on, to whom will you flee for help? "Over all these things His anger was not turned back; but still His hand is uplifted." For as those accused through the word persisted in the same enormities, it followed that the anger against them also remained permanent.
« Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου· καὶ ὀργή ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ λαῷ ἐμῷ συντάξω
"Woe to the Assyrians, the rod of my wrath; and anger is in their hands. My anger I will send to a lawless nation, and my people I will command
Notes, col. 157

On the reading

Printed αὔτην, for αὐτὴν.

Printed θλάψις, for θλῖψις.

PG 24:160Read from the page
ποιῆσαι σκῦλα καὶ προνομὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. » Μέχρι γὰρ τῶν προειρημένων ἔστη τὰ τῆς τοῦ λαοῦ κατηγορίας, μεθ' ἣν ἀκολούθως τοῖς διὰ τῆς προφητείας ἠπειλημένοις, οὐκ εἰς μακρὰν πόῤῥωθεν ἐπιστάντες Ἀσσύριοι, πολιορκοῦσι τὴν Σαμάρειαν, καὶ πᾶσαν τὴν χώραν αὐτῶν δῃοῦσιν, ὅλας τε ἐννέα φυλὰς τοῦ Ἰουδαίων ἔθνους αἰχμαλώτους εἰς τὴν Ἀσσυρίων ἀπάγουσι. Μετὰ οὖν τὴν τοῦ λαοῦ τοῦ καλουμένου Ἰσραὴλ αἰχμαλωσίαν ὁ λόγος μεταβαίνει ἐπὶ τοὺς αἰχμαλωτεύσαντας. Ἦσαν δὲ οὗτοι Ἀσσύριοι, οἷς τὰ προκείμενα ἀπειλεῖ. Ὅτι δὲ ἀπῆκτο ὑπὸ Ἀσσυρίων ὁ λαὸς, καὶ πεπολίορκητο ἡ Σαμάρεια, ὅτε τὰ μετὰ χεῖρας ἐλέγετο, δῆλον τυγχάνει ἐκ τοῦ λέγεσθαι ἐν αὐτοῖς ἐκ προσώπου τοῦ τῶν Ἀσσυρίων βασιλέως· « Ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι· » καὶ πάλιν· « Ὃν τρόπον ἐποίησα Σαμαρείᾳ καὶ πᾶσι τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω Ἱερουσαλήμ. » Καὶ ἡ ἱστορία δὲ διδάσκει, ὅτι ἐν ταῖς ἡμέραις Ἀχὰζ ἀνέβη ὁ βασιλεὺς Ἀσσυρίων εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν αὐτήν· καὶ τέως μὲν τότε μέρος τι τοῦ λαοῦ ᾐχμαλώτευσεν· ἐπὶ δὲ Ἐζεκίου τοῦ τὸν Ἀχὰζ διαδεδεγμένου πάντα τὸν λαὸν ἀπῴκισεν εἰς Ἀσσυρίους.
to make spoils and booty, and to trample down the cities, and to turn them into dust." For up to the things said before stood the charges of the accusation against the people, after which, in accordance with the threats uttered through the prophecy, not long afterwards the Assyrians, coming on from afar, besiege Samaria and ravage all their country, and lead off all nine tribes of the nation of the Jews together captive into the land of the Assyrians. After the captivity of the people called Israel, therefore, the word passes over to those who took them captive. Now these were the Assyrians, whom the words before us threaten. And that the people had been led away by the Assyrians and Samaria had been besieged when the words in hand were spoken is plain from what is said in them in the person of the king of the Assyrians: "I took Arabia and Damascus and Samaria; in the way in which I took these, I shall also take all the principalities;" and again: "In the way in which I did to Samaria and to all things wrought by her hands, so will I do to Jerusalem." And history too teaches that in the days of Achaz the king of the Assyrians went up against Samaria and besieged her, and for the time being took captive a part of the people then; whereas in the time of Ezechias, who succeeded Achaz, he deported the whole people to the Assyrians.
« Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται, ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ καὶ τοῦ ἔθνη ἐξολοθρεῦσαι οὐκ ὀλίγα. Καὶ ἐὰν εἴπωσιν αὐτῷ· Σὺ μόνος εἶ ἄρχων· καὶ ἐρεῖ· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη, καὶ ἔλαβον Ἀραβίαν, καὶ Δαμασκὸν καὶ Σαμάρειαν; » Τὴν ἐμὴν τοίνυν, φησὶ, λαβὼν ἐξουσίαν, οὐχ οὕτως ενεθυμήθη, ἀλλ' ὑπερήρθη τῷ λογισμῷ, ὡς οἰκείᾳ δυνάμει τοῦ ἐμοῦ περιγενόμενος λαοῦ. Εἶτα, μὴ ἀρκεσθεὶς τῇ τούτων πολιορκίᾳ, μυρία ἄλλα ἔθνη μετέρχεσθαι ἀπειλεῖ, ὡς τοῦ κρείττοτος καὶ Θεῷ ἀνακειμένου κρατήσας. Διὸ δὴ τῶν ὑποχειρίων αὐτῷ γενομένων θαυμαζόντων αὐτὸν, καὶ λεγόντων, « Σὺ μόνος εἶ ἄρχων, » ἀποκρίνεται πρὸς αὐτοὺς καὶ λέγει· Μήποτε καλεῖτε ἄρχοντα, μηδὲ κύριον· ἐπεὶ μηδέπω πάσας εἰλήφειν τὰς ἁπανταχοῦ χώρας· πλὴν,
"Yet he himself did not so intend, and in his soul he has not so reckoned; rather his mind will change, even to destroy utterly not a few nations. And if they say to him: You alone are ruler; he also will say: Did I not take the country above Babylon and Chalane, where the tower was built, and take Arabia, and Damascus, and Samaria?" Having received my authority, therefore, He says, he did not so intend, but was lifted up in his reasoning, as though by his own power he had prevailed over my people. Next, not content with the siege of these, he threatens to go after countless other nations, as having mastered what was superior and dedicated to God. Wherefore indeed, when those who have become subject to him marvel at him and say, "You alone are ruler," he answers them and says: Do not yet call me ruler, nor lord, since I had not yet taken all the countries everywhere; nevertheless,
« Ὃν τρόπον ταύτας ἔλαβον, οὕτω καὶ πάσας τὰς ἀρχὰς λήψομαι. Ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ. » Πρὸς αὐτούς τε τοὺς Ἀσσυρίους καὶ τὸν ἄρχοντα αὐτῶν, τοιαῦτα καταλαζονευομένους ἀποτείνεται λέγων· Οὐαὶ Ἀσσυρίοις, ὅτι μὴ συνῆκαν ὡς ἄρα ἡ ἐμὴ ὀργὴ ἡ κατὰ τῶν πλημμελούντων τὴν ἐξουσίαν αὐτοῖς τῆς τοσαύτης ὀργῆς δέδωκεν· ἀλλὰ τῇ ἑαυτῶν δυνάμει κεκρατηκέναι τῶν ἐθνῶν ὑπέλαβον.
"In the way in which I took these, so also shall I take all the principalities. Wail, you carved images in Jerusalem and in Samaria." Towards the Assyrians themselves and their ruler, who boast in such terms, He directs His speech, saying: Woe to the Assyrians, because they did not understand that it was after all my anger against the transgressors that gave them the authority for such great anger; rather they supposed that by their own power they had mastered the nations.
« Ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ Ἱερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. » Τὰ ἴσα τοίνυν τῇ Σαμαρείᾳ καὶ τὴν Ἱερουσαλὴμ πείσεσθαι ἀπειλεῖ. Προλέγει δὲ ταῦτα προκαλούμενος εἰς ἐπιστροφὴν καὶ μετάνοιαν τοὺς ἀκούοντας, φόβῳ τε τοῦ παραδείγματος σωφρονίζων αὐτούς. Οὐ γὰρ ὁ Ἀσσύριος, φησὶν, ἐποίησε τὰ κατὰ τῆς Σαμαρείας, ἀλλ' ἐγὼ ὁ Θεὸς διὰ τὰς τῶν
"For in the way in which I did to Samaria and to the things wrought by her hands, so will I do also to Jerusalem and to her idols." He accordingly threatens that Jerusalem also will suffer things equal to Samaria. And He foretells these things summoning the hearers to conversion and repentance, and chastening them by fear of the example. For it was not the Assyrian, He says, who did the things against Samaria, but I, God, on account of the
Notes, col. 160

On the reading

Printed πεπολίορκητο, for πεπολιόρκητο.

Printed ενεθυμήθη, for ἐνεθυμήθη.

Printed κρείττοτος, for κρείττονος.

PG 24:161Read from the page
οἰκητόρων ἀσεβείας. Οὐκοῦν κατὰ τὸν τοῦ δικαίου λόγον καὶ τοὺς ἐν τῇ Ἱερουσαλὴμ εἰκὸς παραδοθήσεσθαι τῇ ἴσῃ πολιορκίᾳ, ὡς τὰ ἀδελφὰ μεταχειριζομένους τοῖς τὰ προλεχθέντα πεπονθόσι.
impieties of its inhabitants. According to the principle of justice, therefore, it is likely that those in Jerusalem also will be delivered over to an equal siege, as practising deeds akin to those who have suffered the things foretold.
« Καὶ ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ Ἱερουσαλὴμ, ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. » Ἀκολούθως διὰ τῶν προκειμένων διδάσκων, ὅτι τέως μὲν Ἀσσύριοι καὶ ὁ τούτων ἄρχων, εἰ καὶ τοιαῦτα ὁποῖα δεδήλωται ἀπηυθαδιάσαντο, τὴν Σαμάρειαν ὑποχείριον πεποιημένοι καὶ τὴν Δαμασκὸν, ὅμως ἕξουσι τὸ ἐνδόσιμον τοῦ χρόνου μέχρι καιροῦ τινος· μεθ' ὃν οὐκ ἔτι συστήσεται αὐτῶν ἡ ἀρχὴ, τῆς μακρᾶς καὶ πολυτελοῦς βασιλείας εἰς τὸ παντελὲς καταλυθησομένης.
"And it shall be, whenever the Lord finishes doing all things on Mount Sion and Jerusalem, I will visit punishment upon the great mind, upon the ruler of the Assyrians, and upon the height of the glory of his eyes." Teaching accordingly through the words before us that for the time being the Assyrians and their ruler, even though they behaved as presumptuously as has been shown, having subjected Samaria and Damascus, will nevertheless have an allowance of time up to a certain season, after which their rule will stand no longer, their long and sumptuous kingdom being utterly dissolved.
« Εἶπε γὰρ, ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω. » Μὴ δοὺς γὰρ δόξαν τῷ Θεῷ, μηδὲ λογισάμενος, ὅτι ὁ τῶν ὅλων Θεὸς αὐτὸς ἦν ὁ παραδοὺς αὐτῷ καὶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν, καὶ πάντας τοὺς τιμωρίας ἀξίους, μέγα ἐφρόνησε, διανοηθεὶς καὶ πρὸς ἑαυτὸν εἰπὼν, κατὰ τὸν Σύμμαχον, « Ἐν τῇ δυνάμει τῆς χειρὸς ἐποίησα, » καὶ τὰ ἑξῆς.
"For he said, By my strength I will act, and by the wisdom of my understanding I will remove the boundaries of nations, and I will plunder their strength." For without giving glory to God, and without reckoning that the God of the universe was Himself the One Who delivered over to him both Israel and Juda and all those worthy of punishment, he grew haughty, thinking and saying to himself, according to Symmachus, "By the power of my hand I have acted," and what follows.
« Καὶ σείσω πόλεις κατοικουμένας, καὶ την οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτὸν, ὡς ἄν τις ἄρῃ ῥάβδον ἢ ξύλον; Καὶ οὐχ οὕτως, ἀλλ' ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. » Πρὸς τοῦτον τὸν ὑπερήφανον λογισμὸν, εἴτε τις ἀντικειμένη δύναμις ἐτύγχανεν, ὥσπερ ὁ ἄρχων βασιλείας Περσῶν, καὶ ὁ ἄρχων βασιλείας Μήδων, καὶ ὁ ἄρχων βασιλείας Ἑλλήνων· οὕτω γὰρ εἴποι ἄν τις καὶ ἄρχοντα βασιλείας Ἀσσυρίων γεγονέναι τινὰ τὸν ἀλαζονευόμενον καὶ τὰς προκειμένας φωνὰς φθεγξάμενον· εἴτε οὖν πρὸς τοῦτον, εἴτε πρὸς τὸν Βαβυλωνίων βασιλέα τὸν πολιορκήσαντα τὴν Ἱερουσαλὴμ, καὶ τὸν ναὸν ἐμπρήσαντα, πάντα τε τὰ αὐτῷ σκεύη ἱερὰ καὶ ἀναθήματα ἑλόντα, καὶ τοῖς αὐτοῦ εἰδώλοις ἀναθέντα ἐν αὐτῇ Βαβυλῶνι, ὥσπερ δεινὰ καὶ ἀπονενοημένα τολμήσαντα εἰπεῖν, ἀποκρίνεται φάσκων ὁ προφητικὸς λόγος· Εἶτα, ὦ πάντων ἀφρονέστατε, οὐ συνορᾷς, ὅτι οὔτε πέλυξ ἑαυτόν ποτε κινήσειεν ἐπὶ κοπὴν ξύλου, μὴ ἑτέρου ἐνεργοῦντος, οὔτε πρίων διέλοι ἂν τὰ πρὸς αὐτοῦ πριζόμενα, μηδενὸς ἕλκοντος, οὐδὲ ῥάβδος τύψειεν ἄν τινα, οὐδὲ ξύλον πλήξειεν αὐτομάτως κινούμενον; Χρὴ δὲ λογίσασθαι, ὅτι οὔτε σοι διακόνῳ ὄντι τῆς τοῦ Θεοῦ ὀργῆς τοσαύτη παρῆν δύναμις, ὡς μυρίων ἐθνῶν κατακρατῆσαι, καὶ τούσδε μὲν κόπτειν, ἑτέρους δὲ παίειν, πόλεις τε ὅλας ἐξανδραποδίζεσθαι, καὶ μυρία πλήθη καταστρωννύναι, παντὸς πρίονος, καὶ πελέκυος, καὶ ῥάβδου χείρονι γεναμένῳ, εἰ μὴ Θεὸς ἦν ὁ τῇ σῇ χειρὶ
"And I will shake inhabited cities, and will seize the whole inhabited world with my hand like a nest, and carry them off like abandoned eggs; and there is none who shall escape me, or speak against me. Shall an axe be glorified without him who chops with it? Or shall a saw be lifted up without him who draws it, as if someone were to lift a rod or a piece of wood? And it shall not be so; rather the Lord Sabaoth shall send dishonour upon your honour, and upon your glory a burning fire shall be kindled." To this arrogant reasoning, whether it was some opposing power, like the ruler of the kingdom of the Persians, and the ruler of the kingdom of the Medes, and the ruler of the kingdom of the Greeks (for thus one might say that some ruler of the kingdom of the Assyrians too had been he who boasted and uttered the expressions before us); whether, then, to this one, or to the king of the Babylonians who besieged Jerusalem, burnt down the temple, took all the sacred vessels and votive offerings in it, and dedicated them to his own idols in Babylon itself, as having dared to utter dreadful and desperate words, the prophetic word answers, saying: Well then, O most senseless of all, do you not perceive that neither could an axe ever move itself to cut wood without another working it, nor could a saw divide the things sawn by it with no one drawing it, nor could a rod strike anyone, nor a piece of wood smite if moved of its own accord? Rather you ought to reckon that even you, being a minister of the anger of God, would not have had such great power at your disposal as to master countless nations, cutting down some and striking others, enslaving whole cities, and strewing countless multitudes on the ground, having proved worse than every saw and axe and rod, unless God were He Who by your hand
Notes, col. 161

On the reading

Printed την, for τὴν.