μείῳ θάρσει, καὶ μηκέτι μὲν θεοὺς ἀνακαλοῦ Δαμασκοῦ, μηδὲ τοὺς μὴ ὄντας βοηθοὺς ἐπιγράφου σεαυτοῦ· τὸν δὲ Ἐμμανουὴλ, ὡς ἂν Θεὸν ἀνθρώποις συνεσόμενόν ποτε, κάλει, θαρσῶν σὺν πεποιθήσει τελείᾳ, πιστεύων τῇ τῆς προσηγορίας δυνάμει.
sign, take courage, and no longer call upon the gods of Damascus, nor ascribe as your helpers those that do not exist; but call upon Emmanuel, as God Who will one day be with human beings, taking courage with complete confidence, trusting in the power of the appellation.
Ἀλλ' ἐνταῦθα γενομένους ἡμᾶς ἐπιστῆσαι προσήκει, ὡς ἀκριβῶς ἡ προφητεία τῷ οἴκῳ Δαυΐδ προστάττει, καλέσαι τὸν ἐκ τῆς Παρθένου γενησόμενον Ἐμμανουήλ. Σὺ γὰρ αὐτὸς, ὁ οἶκος Δαυΐδ, ὁ νῦν τῷ προφήτῃ συμπαρὼν, καὶ τούτου ἀκροώμενος τῶν λόγων τὸν θεσπιζόμενον καλέσεις Ἐμμανουήλ· ὡς ει σαφέστερον ἔλεγεν, Ἐπικαλοῦ βοηθὸν ἑαυτῷ συνεχῶς, πολλάκις Ἐμμανουὴλ ὀνομάζων, καὶ ὡς συνόντα σοι Θεὸν, τοῦτον ἀνακαλούμενος· εἰ γὰρ καὶ τὰ μάλιστα μακροῖς ὕστερον χρόνοις ἡ Παρθένος τοῦτον κυήσει καὶ τέξεται· ὅτε καὶ τὸ ἀποτέλεσμα γενήσεται τῆς προφητείας, ὅτε καὶ Σωτὴρ ἀναφανήσεται τοῦ παντὸς ἀνθρώπων γένους, τῷ ἑτέρῳ χρήσεται ὀνόματι τῆς σωτηρίας ἐπωνύμῳ· ἀλλ' ἐντεῦθεν ἤδη, σὺ, ὁ οἶκος Δαυΐδ, ἀγαθὸν σύνθημα παρὰ Θεοῦ λαβὼν, ἀνακαλοῦ, τὸν Ἐμμανουὴλ ὀνομάζων· σωτηρίαν νάρ σοι πιστεύοντι καὶ πειθαρχοῦντι τοῖς λεγομένοις ἡ τοιαύτη προξενήσει κλῆσις. Εἰ μὲν οὖν εἴρητο, « Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, » ἔδοξεν ἂν εἰς μέλλοντα χρόνον τὴν πᾶσαν παραπέμπειν προφητείαν· οὕτω γὰρ ἀμφιβολίαν εἶχεν ὁ λόγος· ἐπεὶ μὴ Ἐμμανουὴλ, ἀλλὰ Ἰησοῦς κέκληται τὸ ὄνομα τοῦ ἐκ τῆς ἁγίας Παρθένου γεννηθέντος Σωτῆρος ἡμῶν, κατὰ τὸν τοῦ ἀγγέλου χρηματισμὸν φήσαντα τῷ Ἰωσήφ· « Μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν την γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ. » Εἰ οὖν Ἰησοῦς, ἀλλ' οὐχὶ Ἐμμανουὴλ τὸ ἐπώνυμον εἴληφεν ὁ Κύριος ἡμῶν καὶ Σωτὴρ, ἐκ τῆς Παρθένου γεννηθεὶς κατὰ τὴν προφητείαν· πῶς ἂν ἔτι ἠλήθευσε τὸ λόγιον φῆσαν, « Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ; » Διόπερ οὐκ εἴρηται μὲν οὕτως· οὐ γὰρ ἔμελλεν ὑπὸ πάντων τούτῳ καλεῖσθαι τῷ προσρήματι· ἀκριβῶς δὲ ὁ προφητικὸς λόγος, « Καὶ καλέσεις, » περιέχει. Σὺ γὰρ αὐτὸς, ὁ οἶκος Δαυΐδ, δι' ὃν ταῦτα θεσπίζεται, σύνθημα σωτηρίας λαβὼν κατὰ τὸν καιρὸν τῆς πρὸς τοὺς πολεμίους συμβολῆς. Ἐμμανουὴλ κάλει, καὶ τῆς τῶν πολεμίων ἥττης ἐπιγράφου τοῦτον αἴτιον· ἐκ Παρθένου μὲν γεννησόμενόν ποτε, ἤδη δὲ Θεὸν ὄντα, καὶ μεθ' ἡμῶν ὄντα, ἐντεῦθεν δὲ ἤδη τὰ μεγάλα πρὸς σωτηρίαν χαριτούμενόν σοι. Πιστεύων οὖν τῷ θείῳ προστάγματι, συνεχῶς αὐτὸν ἐπικαλοῦ βοηθὸν, Ἐμμανουὴλ ὀνομάζων. Τοιαύτης γάρ τινος ὥσπερ ἐπῳδῆς χρεία, πρὸς τὸ μὴ δαίμοσι βοηθοῖς προσέχειν· μόνον δὲ τὸν Ἐμμανουὴλ ἐπικαλεῖσθαι, καὶ δι' αὐτοῦ σώζεσθαι. Ταῦτα μὴ νοήσαντές τινες, ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, ἀντὶ τοῦ, « και καλέσεις, »—« καὶ καλέσουσι, » πεποιήκασιν· οὐχ οὕτως ἐχούσης τῆς προφητικῆς λέξεως· ἥ τε γὰρ Ἑβραϊκὴ
Yet now that we have arrived at this point, it behoves us to observe how accurately the prophecy commands the house of David to call Him Who shall come to be from the Virgin Emmanuel. For you yourself, O house of David, now present with the prophet and listening to his words, shall call Him Who is foretold Emmanuel; as if he were saying more plainly, Invoke Him continually as helper for yourself, naming Him Emmanuel many times, and calling upon Him as God present with you; for even though very much later in long ages hereafter the Virgin shall conceive and bear Him—when also the fulfilment of the prophecy shall come to pass, and when He shall be manifested as Saviour of the whole human race—He will use the other name derived from salvation; yet already from henceforth, do you, O house of David, having received a good watchword from God, call upon Him, naming Him Emmanuel; for such an invocation will procure salvation for you as you believe and obey the things spoken. Now if it had been said, "And they shall call His name Emmanuel," it would have seemed to refer the whole prophecy to future time, for thus the saying would have contained an ambiguity, inasmuch as the name of our Saviour born of the holy Virgin has been called not Emmanuel, but Jesus, according to the oracle of the angel who said to Joseph: "Do not fear to take Mary as your wife; for that which is begotten in her is of the Holy Spirit. And she shall bear a son, and you shall call His name Jesus; for He Himself shall save His people from their sins." If then our Lord and Saviour, born of the Virgin according to the prophecy, has received the surname Jesus, and not Emmanuel, how would the oracle still have been true in saying, "And they shall call His name Emmanuel?" Wherefore it has not been spoken thus—for He was not going to be called by all people by this appellation—but accurately the prophetic word contains, "And you shall call." For do you yourself, O house of David, on whose account these things are foretold, having received a watchword of salvation at the time of the engagement against the enemies, call Him Emmanuel, and ascribe Him as the cause of the defeat of the enemies—One Who shall indeed one day be born of a Virgin, yet Who is already God, and is with us, and from henceforth already bestows great things upon you towards salvation. Trusting therefore in the divine command, invoke Him continually as helper, naming Him Emmanuel. For there is need of some such incantation, so to speak, towards not giving heed to demons as helpers, but invoking Emmanuel alone, and being saved through Him. Certain persons, failing to understand these things, in the Gospel according to Matthew instead of "and you shall call"—have made it "and they shall call," though the prophetic wording does not stand thus; for both the Hebrew