ὑποκαταβαίνων τοῦ ἰδίου μεγέθους, σμικρύνων δὲ ἑαυτὸν, ἐξ ἐκείνου ὁρατὸν καὶ καταληπτὸν ἀνθρώποις ποιεῖ. Ὤφθη καὶ τῷ Ἀβραὰμ, ἡνίκα εἶπεν αὐτῷ· « Σπέρματί σου δώσω τὴν γῆν ταύτην. » Ἐπιλέγει οὖν ἡ Γραφή· « Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ· » καὶ πάλιν· « Ἀβραὰμ ἐγένετο ἐτῶν ἐνενήκοντα, καὶ ὤφθη αὐτῷ Κύριος· » καὶ πάλιν· « Καὶ ὤφθη Κύριος τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ. » Καὶ περὶ τοῦ Ἰσαὰκ εἴρηται· « Καὶ ἐπορεύθη, καὶ ἀνέβη ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ὤφθη Κύριος αὐτῷ ἐν τῇ νυκτὶ ἐκείνῃ· » καὶ αὖθις ἐπὶ τοῦ Ἰακὼβ εἴρηται· « Ἐγώ εἰμι ὁ Θεὸς, ὁ ὀφθείς σοι· » ἀλλὰ καὶ ὅτε ἦλθεν « εἰς Βαιθὴλ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ' αὐτοῦ, ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ οἴκου Βαιθήλ· ἐκεῖ γὰρ αὐτῷ ἐφάνη ὁ Θεός. » Καὶ πάλιν εἴρηται· « Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἰακὼβ καὶ ἔτι ἐν Λουζᾶ· » καὶ ἄλλοτε εἶπεν αὐτῷ ἐν σχήματι ἀνθρώπου ὀφθείς· « Οὐκ ἔτι κληθήσεται τὸ ὄνόμα σου Ἰακώβ· ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· » ὅτε καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τύπου Εἶδος Θεοῦ εἰπών· « Ε⟨ἶ⟩δον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. » Καὶ Μωϋσῆς δὲ τὸν χρηματίζοντα αὐτῷ Θεὸν ἱκέτευσε λέγων· « Εἰ εὕρηκα χάριν ἐνώπιόν σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε. » Ὁ δὲ ἀπεκρίνατο αὐτῷ λέγων· « Καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου. » Ἀλλὰ καὶ ὁ Ἰεζεκιὴλ τὸν ἐπὶ τῶν χερουβὶμ καθήμενον εἶδεν, ὡς ὅρασιν ἀνθρώπου, ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως ἄνω ὑπὲρ, ὅρασιν ἠλέκτρου. Δι' ὧν ἁπάντων μανθάνομεν οὐχ ὁμοίας τὰς ὀπτασίας γεγενῆσθαι τοῖς προλεχθεῖσιν, ἀλλὰ διαφόρους· τῷ μὲν γὰρ Μωϋσῇ εἴρητο· « Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται· » τὸ γὰρ πρόσωπον τοῦ Θεοῦ Λόγου καὶ ἡ θεότης τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ θνητῇ φύσει οὐκ ἂν γένοιτο καταληπτή· καὶ τῷ Ἰεζεκιὴλ δὲ ἡ τοῦ Λόγου δόξα δι' αἰνιγμάτων ἐθεωρεῖτο· τῷ δὲ Ἀβραὰμ ἐσχηματισμένος ἑωρᾶτο ἐν ἀνθρώπου μορφῇ, ὡς καὶ ὑπὸ τὴν δρῦν γενέσθαι, καὶ τοὺς πόδας ἀπονίψασθαι, καὶ τραπέζης κοινωνῆσαι· ὁμοίως καὶ ἐπὶ τοῦ Ἰακὼβ ἄνθρωπος εἰσῆκται παλαίων, ὃν ἡ μὲν Γραφὴ ἄνθρωπον ὀνομάζει, αὐτὸς δὲ ὁ χρηματίζων, « Οὐ κληθήσεται τὸ ὄνομά σου, φησὶν, Ἰακώβ· ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ· » ὅθεν καὶ Ἰακὼβ ἔλεγεν· « Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. » Ὁ δὲ παρὼν προφήτης ἰδεῖν καὶ αὐτὸς μαρτυρεῖται τὴν δόξαν αὐτοῦ. Οὐκοῦν τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δόξαν διὰ τῶν προκειμένων ἑώρακεν, οὐ πάντως σαρκὸς ὀφθαλμοῖς, τοῖς δὲ τῆς διανοίας, πεφωτισμένοις ὑπὸ τοῦ ἁγίου Πνεύματος· ὡς γὰρ οἱ τοῦ σώματος ὑπὸ τῆς ἔξωθεν χορηγουμένης τοῦ φωτὸς αὐγῆς συν-
descending from His own greatness, and diminishing Himself, thereby makes Himself visible and comprehensible to men. He appeared also to Abraham, when He said to him: "To your seed I will give this land." Scripture accordingly adds: "And he built there an altar to the Lord Who had appeared to him;" and again: "Abraham became ninety years old, and the Lord appeared to him;" and again: "And the Lord appeared to Abraham by the oak of Mamre." And concerning Isaac it is said: "And he went, and came up to the well of the oath, and the Lord appeared to him in that night;" and again in the case of Jacob it is said: "I am the God Who appeared to you;" moreover, when he came "to Bethel, he and the people that was with him, he built there an altar, and called the name of the house Bethel; for there God had appeared to him." And again it is said: "And God appeared to Jacob once more in Luza;" and at another time He said to him, having appeared in the form of a man: "Your name shall no longer be called Jacob; but Israel shall be your name;" when he also called the name of the place Vision of God, saying: "For I saw God face to face, and my soul was saved." And Moses also entreated God Who gave him oracles, saying: "If I have found grace before Thee, manifest Thyself to me; let me see Thee knowably." And He answered him, saying: "This word also which you have spoken I will do for you; for you have found grace before Me." Moreover, Ezekiel too saw Him Who sits upon the cherubim, as the appearance of a man, from His loins and all the way down, fire, and from His loins and all the way up above, the appearance of amber. Through all of which we learn that the visions granted to the aforesaid men were not alike, but diverse: for to Moses on the one hand it had been said: "You will not be able to see My face; for no man shall see My face and live;" since the face of God the Word and the deity of the Only-begotten Son of God could not become comprehensible to mortal nature; and by Ezekiel too the glory of the Word was beheld through enigmas; while to Abraham He was seen fashioned in the form of a man, so as even to come under the oak, and wash His feet, and share a table; likewise in the case of Jacob too a man is introduced wrestling, whom Scripture indeed names a man, while He Who gives the oracle Himself says: "Your name shall not be called Jacob; but Israel shall be your name, because you have prevailed with God;" whence Jacob also said: "For I saw God face to face, and my soul was saved." And the present prophet himself also is attested to have seen His glory. Therefore through the things set before us he has seen the glory of our Saviour Jesus Christ, not at all with eyes of flesh, but with those of the understanding, enlightened by the Holy Spirit; for just as those of the body, by the radiance of light supplied from without, are