προφήτου φωνάς· οὐ γὰρ εἴρηκεν ἁπλῶς ἀφαιρεθήσεσθαι τῶν Ἰουδαίων ἄρτον τε καὶ ὕδωρ, ἀλλ' «ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος·» καὶ δεῖ ἡμᾶς οἴεσθαι τοιοῦτόν τι διδάσκειν βούλεσθαι αὐτόν. Ἡμεῖς γὰρ τοῖς ἱεροῖς περιτυγχάνοντες λόγοις, καὶ τὰς θείας ἀναγινώσκοντες Γραφὰς, εἶτα συνιέντες αὐτὰς, ἰσχὺν ἄρτου νοητοῦ δεχόμεθα· «Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ, φησὶ, ζήσεται ἄνθρωπος· ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Ὁμοίως δὲ νοήσεις καὶ ἐφ' ὑδάτων νοητῶν. Ἰουδαῖοί γε μὴν ἔχουσι μὲν τὸν ἄρτον καὶ τὸ ὕδωρ ἔτι πολυπραγμονοῦσι γὰρ τὰ Μωϋσέως γράμματα, καὶ ἀναγινώσκουσι τὸν νόμον· ἐπειδὴ δὲ γινώσκουσιν οὐδὲν, οὐκ ἔχουσι τὴν ἰσχὺν τοῦ ἄρτου, οὔτε μὴν τὴν ἰσχὺν τοῦ ὕδατος. Ψιλὸν γὰρ αὐτοῖς καὶ μόνον τὸ γράμμα δέδοται, ἄρτου μὲν καὶ ὕδατος ὑπόληψιν ἔχον, τρέφον δὲ αὐτοὺς κατ' οὐδένα τρόπον εἰς εὐεξίαν τὴν νοητήν. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος· «Ἄχρι γὰρ σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται,» μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Καὶ καθ' ἕτερον δὲ τρόπον ἀφῃρῆσθαί φαμεν ἐκ τῆς Ἰουδαίων συναγωγῆς ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος· καὶ λόγος ἐστὶ μυστικός. Ἡμεῖς μὲν γὰρ οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἁγιασμὸν, τὸν ἄρτον ἔχομεν τὸν ἐξ οὐρανοῦ, τουτέστι Χριστὸν, ἤτοι τὸ σῶμα αὐτοῦ. Εἰ δὲ δή τις ἔροιτο, ποία τὶς ἐστιν ἡ ἰσχὺς αὐτοῦ, φαμὲν ὅτι ζωοποιός· δίδωσι γὰρ τῷ κόσμῳ ζωήν. Προσίεμεν δὲ ὁμοίως καὶ τῇ διὰ τοῦ ἁγίου βαπτίσματος χάριτι, τοῦ ἁγιάζοντος ἡμᾶς ὕδατος τὴν ἰσχὺν εἶναι λέγοντες, ἁμαρτιῶν ἀπόθεσιν, ἀναγέννησιν πνευματικὴν εἰς συμμορφίαν τὴν εἰς αὐτὸν τὸν Χριστόν· καὶ πρὸς ἐπὶ τούτοις, παῤῥησίαν εἰσόδου τῆς εἰς τὴν τῶν οὐρανῶν βασιλείαν. Ἐὰν γάρ τις, φησὶ, «μὴ γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ἐστέρηνται δὲ οἱ Ἰουδαῖοι τῶν τοιούτων ἀγαθῶν· οὐ γάρ ἐστι παρ' αὐτοῖς ἰσχὺς ἄρτου, τουτέστιν ἡ ἐν Χριστῷ ζωοποίησις, οὐδ' ἔχουσι τὴν τοῦ ὕδατος ἰσχύν· ἀπομεμένηκε γὰρ ἐν αὐτοῖς ἀναπόνιπτος ἡ ἁμαρτία· οὐκ εἰσελαύνουσιν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, τὸν εἰσκομίζοντα Χριστὸν ἀτιμάζοντες. Οὐ γὰρ ἐπίστευον λέγοντι· «Ἐγώ εἰμι ἡ ὁδὸς,» καὶ, «Ἐγώ εἰμι ἡ θύρα.»
utterances of the prophet; for he has not said simply that bread and water shall be taken away from the Jews, but «strength of bread and strength of water;» and we ought to suppose that he wishes to teach something of this sort. For we who come upon the sacred words and read the divine Scriptures, and then understand them, receive the strength of spiritual bread: «For not by bread alone,» He says, «shall man live, but by every word proceeding through the mouth of God.» And in like manner you will understand spiritual waters as well. The Jews, to be sure, still have the bread and the water; for they busy themselves curiously with the writings of Moses and read the law; yet since they understand nothing, they do not possess the strength of the bread, nor indeed the strength of the water. For only the bare letter alone has been given to them, having the semblance of bread and water, yet in no way nourishing them unto spiritual vigor. And Paul bears witness when he writes: «For until today, whenever Moses is read, a veil lies upon their heart,» not unveiled because it is done away with in Christ. And in another way also we say that strength of bread and strength of water has been taken away from the synagogue of the Jews; and the meaning is mystical. For we who through faith have been called to sanctification possess the bread from heaven, that is, Christ, or His body. And if anyone should ask what sort of strength His is, we say that it is life-giving; for it gives life to the world. Likewise we also draw near to the grace given through holy baptism, saying that the strength of the water that sanctifies us is the putting off of sins, spiritual regeneration unto conformity with Christ Himself, and in addition to these things, boldness of entrance into the kingdom of heaven. For «unless one,» He says, «be born of water and Spirit, he cannot enter into the kingdom of heaven.» But the Jews have been deprived of such blessings; for there is among them no strength of bread, that is, the quickening in Christ, nor do they possess the strength of water; for sin has remained unwashed in them; they do not enter into the kingdom of heaven, dishonouring Christ who brings men in. For they did not believe Him when He said: «I am the way,» and, «I am the door.»
Καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.» Τίς οὖν ὁρῶν τοὺς παρὰ Ἰουδαίοις ὀνομαζομένους πατριάρχας, νεανίσκους ἀληθῶς, οὐ τὴν τῶν σωμάτων ἡλικίαν, ἀλλὰ τὰς ψυχὰς ἀτελεῖς καὶ ἐνδεεῖς φρενῶν, τούς τε λοιποὺς αὐτῶν διδασκάλους, οὐκ ἂν εἴποι ἐμπαίκτας εἶναι, καὶ οὓς ἡ προφητεία ἐδήλου;
And a captain of fifty, and a wonderful counsellor, and a wise master-builder, and an understanding hearer. And I will set youths as their rulers, and mockers shall lord it over them.» Who, then, seeing those who among the Jews are styled patriarchs—youths in truth, not in bodily age, but incomplete in their souls and lacking in understanding—and the rest of their teachers, would not say that they are mockers, and the very ones whom the prophecy indicated?