Migne Reading Room

PG 24 · cols. 780–789 · Read from the page

Against Marcellus

Against Marcellus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:780Read from the page
τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἄξω γὰρ εἰρήνην καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ· καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔσται τέλος. Ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, τοῦ κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τοὺς αἰῶνας. Τούτοις γοῦν σύμφωνα ἦν καὶ ἅπερ ὁ Γαβριὴλ τὴν Παρθένον εὐηγγελίζετο, εἰς τοὺς αἰῶνας βασιλεύσειν τὸν ἐξ αὐτῆς, λέγων, καὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔσεσθαι τέλος. Μάρκελλος δὲ ὅπως τούτοις ἅπασιν ἐναντία γράφειν ἐτόλμα, μάθοις ἂν ἐκ τῶν αὐτοῦ φωνῶν, δι' ὧν ὁμοῦ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ Θεοῦ τοῦ Υἱοῦ ἠρνεῖτο, καινότερον ἢ κατὰ πᾶσαν ἄθεον αἵρεσιν. Τῶν γὰρ ἑτεροδόξων οἱ μὲν μὴ προεῖναι μηδὲ προϋπάρχειν τὸν Υἱὸν τοῦ Θεοῦ φάντες, ἄνθρωπον ἕνα αὐτὸν, τοῖς λοιποῖς ὅμοιον, ὑποθέμενοι ἐξ ἀνθρώπου, υἱοθεσίᾳ τετιμῆσθαι αὐτὸν ἔφασαν· καὶ τοῦτο δόντες ἀθάνατον καὶ ἀτελεύτητον αὐτῷ τιμὴν καὶ δόξαν καὶ βασιλείαν αἰώνιον ὡμολογήκασιν· οἱ δὲ τὸν ἄνθρωπον ἀρνησάμενοι, υἱὸν εἶναι Θεοῦ, Θεὸν προόντα, ὑπεστήσαντο. Ἀλλ' οἱ μὲν τῆς Ἐκκλησίας ἀλλότριοι, μέχρι τοσούτου πλάνης ἤλασαν· ὁ δὲ τῆς Ἐκκλησίας τοῦ Θεοῦ τοσούτοις καθηγησάμενος χρόνοις, τὴν ὕπαρξιν ἀναιρεῖ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τῷ αὐτοῦ λειτουργήσας θυσιαστηρίῳ· καὶ ἑαυτὸν μὲν αἰωνίου καὶ ἀθανάτου ζωῆς τεύξεσθαι τάχα που πιστεύει, τὸν δ' ἀρχιερέα ταύτης ἀποστερεῖ. Ἔχομεν δὲ ἀρχιερέα μέγαν, κατὰ τὸν Ἀπόστολον, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, ὃν οὔτε προεῖναι, οὔτε προϋφεστάναι τολμᾷ λέγειν, ἀλλὰ μηδὲ ἔσεσθαι, μηδὲ τοῖς ἁγίοις τοῦ Θεοῦ συνέσεσθαι, κατ' αὐτὴν ἐκείνην τὴν ἐπαγγελίαν, τῆς τῶν οὐρανῶν βασιλείας. Τηνικαῦτα γὰρ τῶν ἁγίων ἁπάντων μεθεξόντων τῆς τοῦ Θεοῦ βασιλείας ἐν ἀφθάρτοις καὶ ἀθανάτοις σώμασι, μόνον τὸν Χριστὸν, καὶ τὴν σάρκα ἣν ἀνείληφεν, ἀποστερεῖ αὐτῆς. Καὶ οὐ φρίττει τὸν ἀρχηγὸν τῆς ἀναστάσεως, τὸν τῆς αἰωνίου ζωῆς τοῖς πᾶσιν αἴτιον ἐκπεσεῖσθαι τῆς βασιλείας οὐ μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς ζωῆς ἀποφαινόμενος· ὥσπερ ἂν εἴ τις ὀφθαλμοὺς μὲν δῷ, φῶς δὲ τὸ τῆς τούτων χορηγὸν ἐκλάμψεως, ἀνέλοι. Καὶ οὔτε ὁ τοσοῦτος τοῦ Θεοῦ ἄγγελος Γαβριὴλ, οὔτε ὁ μέγας προφήτης Δανιὴλ, περὶ οὗ ἐλέχθη, Μὴ σὺ σοφώτερος εἶ τοῦ Δανιήλ; οὔτε ὁ τοσοῦτος Ἠσαΐας, οὐθ' ὁ λοιπὸς τῶν προφητῶν χορὸς τοιαῦτα μὴ γράφειν, μηδὲ φρονεῖν τὸν ἄνδοα ἔπεισαν, οὐδ' αὐτοὶ Ἰουδαῖοι, παρ' οἷς ὁ
His shoulder, and His name is called, Angel of great counsel, marvellous counsellor, mighty God, potentate, ruler of peace, Father of the age to come. For I will bring peace and health to Him. Great is His rule; and of His peace there shall be no end. Upon the throne of David, and upon His kingdom, to establish it rightly, and to uphold it in judgement and in righteousness, from now and unto the ages. In harmony with these things, accordingly, were also the glad tidings that Gabriel proclaimed to the Virgin, saying that He Who was from her would reign unto the ages, and that of His kingdom there would be no end. Yet how Marcellus dared to write things contrary to all these, you may learn from his own utterances, through which he at once denied the deity and the humanity of God the Son, more novelly than any godless heresy. For of the heterodox, some, having asserted that the Son of God neither existed beforehand nor pre-existed, supposing Him to be one man like the rest, sprung from a man, said that He had been honoured by adoption as son; and even granting this, they have confessed for Him immortal and unending honour and glory and an eternal kingdom; while others, having denied the man, posited that the Son of God was a pre-existing God. Now those men, being aliens from the Church, drove on thus far in error; whereas this man, after presiding over the Church of God for so many years, abolishes the existence of the Son of God, though having ministered at His altar; and perhaps he supposes that he himself will attain eternal and immortal life, while he deprives the High Priest thereof. Yet we have a great High Priest, according to the Apostle, Who has passed through the heavens, Jesus the Son of God, Whom he dares to say neither existed beforehand nor subsisted beforehand, nay, will not even exist, nor be together with the saints of God, according to that very promise of the kingdom of the heavens. For at that time, when all the saints shall partake of the kingdom of God in incorruptible and immortal bodies, Him alone, the Christ, and the flesh which He has assumed, he deprives of it. And he does not shudder in pronouncing that the Author of the resurrection, the Cause of eternal life for all, will fall away not only from the kingdom, but even from life itself; just as if someone should grant eyes, yet take away light, the supplier of their radiance. And neither so great an angel of God as Gabriel, nor the great prophet Daniel, concerning whom it was said, Are you wiser than Daniel? nor so great a one as Isaiah, nor the remaining choir of the prophets persuaded the man neither to write nor to think such things, nor even the Jews themselves, among whom the
Notes, col. 780

On the reading

Printed ἄνδοα, for ἄνδρα.

PG 24:781Read from the page
προσδοκώμενος εἰσέτι νῦν Χριστὸς, ὃν Ἠλειμμένον καλεῖν εἰώθασιν, ἀγήρω τὴν βασιλείαν καὶ θάνατον ἕξειν ἐλπίζεται. Ἀλλὰ καὶ τούτων γέγονε χείρων ὁ καὶ εἰς τὴν ἀρχὴν ὁμοῦ καὶ εἰς τὸ τέλος τοῦ Υἱοῦ Θεοῦ ἀσεβῆσαι τολμήσας, ὃν οὐδ' αὐτὸς ὁ θεῖος Ἀπόστολος κατεδυσώπησε μὴ τοιαῦτα ἀσεβεῖν, ἄντικρυς λέγων, Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν, εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν, καὶ κληρονόμους μὲν ἡμᾶς ἔσεσθαι τοῦ Θεοῦ, οὐ μὴν δίχα τοῦ Χριστοῦ. Κληρονόμοι γαρ, φησὶ, Θεοῦ, συγκληρονόμοι δὲ τοῦ Χριστοῦ· εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Καὶ πάλιν· Εἰ δὲ ἀπεθάνόμεν, φησὶ, σὺν Χριστῷ, πιστεύομεν, ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκ ἔτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκ ἔτι κυριεύσει· καὶ αὖθις· Τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Οὐκοῦν ἡ αἰώνιος ζωὴ οὐκ ἄλλως ἡμῖν πορισθήσεται ἢ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· καὶ ἡ ἐλπὶς ἡμῶν οὐχ ἁπλῶς ζῆσαι, ἀλλὰ σὺν αὐτῷ δοξασθῆναι, καὶ σὺν αὐτῷ κληρονομῆσαι, καὶ σὺν αὐτῷ βασιλεῦσαι· πάντα γὰρ ἡμῖν ἐκ τῆς αὐτοῦ κοινωνίας ὑπάρξει· ὃ διδάσκει ὁ αὐτὸς φήσας· Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Τίς δὲ ἡ κοινωνία, παρίστησι, καὶ συνήγειρε, λέγων· Καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Ὁ δ' αὐτὸς καὶ ταῦτα περὶ τοῦ Σωτῆρος ἐδίδασκε φάσκων· Ὁ δὲ, διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσιόντας δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν, εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. Οὐ μὴν ἀλλὰ καὶ τὸν Μελχισεδὲκ εἰς τὸ διηνεκὲς ἱερέα μένειν ἔλεγε, διὰ τὸ ἀφομοιούμενον εἶναι τῷ Υἱῷ τοῦ Θεοῦ. Ἀλλ' ὅτι μὲν τούτοις ἅπασιν ὁ Μάρκελλος τἀναντία γράφειν ἐτόλμα μικρὸν ὕστερον παρατεθήσεται, νυνὶ δὲ ὅπως ἐφρόνει περὶ τοῦ μηδὲ τὴν ἀρχὴν εἶναι· μηδ' ὑφεστάναι τὸν τοῦ Θεοῦ Υἱὸν, θεασώμεθα πρότερον.
Christ still awaited even now, whom they are accustomed to call the Anointed, is hoped to possess an unageing kingdom and death. Yet worse even than these has that man become who dared to commit impiety at once against both the beginning and the end of the Son of God, whom not even the divine Apostle himself shamed from committing such impiety, when he said outright, Trustworthy is the saying: for if we died together [with Him], we shall also live together [with Him]; if we endure, we shall also reign together [with Him]; and [taught] that we shall indeed be heirs of God, yet not apart from Christ. For heirs, says he, of God, and fellow-heirs with Christ; if indeed we suffer together, so that we may also be glorified together. And again: But if we died, says he, with Christ, we believe that we shall also live together with Him, knowing that Christ, having been raised from the dead, dies no more; death shall have dominion over Him no more; and again: But the free gift of God is eternal life in Christ Jesus our Lord. Therefore eternal life will be procured for us in no other way than in Christ Jesus our Lord; and our hope is not simply to live, but to be glorified with Him, and to inherit with Him, and to reign with Him; for all things will belong to us from fellowship with Him; which the same one teaches, having said: Faithful is God, through Whom you were called into the fellowship of His Son Jesus Christ our Lord. And what the fellowship is, he sets forth, and raised [us] up together, saying: And seated [us] together in the heavenly places, in Christ Jesus, so that He might show forth in the ages that are coming the surpassing wealth of grace in kindness towards us in Christ Jesus. And the very same one also taught these things concerning the Saviour, declaring: But He, because He abides unto the age, holds His priesthood untransferable; whence also He is able to save to the uttermost those who draw near through Him to God, always living to make intercession on their behalf. Moreover, he also said that Melchizedek abides a priest in perpetuity, because he is made like unto the Son of God. However, that Marcellus dared to write the opposites of all these things will be set out a little later; but now let us first behold how he thought concerning the Son of God neither existing at all in the beginning, nor subsisting.
Notes, col. 781

On the reading

Printed γαρ, for γὰρ.

Printed ἀπεθάνόμεν, for ἀπεθάνομεν.

PG 24:784Read from the page
ΚΕΦ. Βʹ.
Chapter II.
Ὅπως Μάρκελλος ἐφρόνει περὶ τοῦ ἐν τῷ Θεῷ Λόγου.
How Marcellus thought concerning the Word in God.
Ἐπισκήψας τοῖς εἰρηκόσι τὸν Υἱὸν τοῦ Θεοῦ ἀληθῶς υἱὸν εἶναι ζῶντα καὶ ὑφεστῶτα, τὴν ἑαυτοῦ δόξαν φανερὰν καθίστησιν αὐταῖς συλλαβαῖς γράφων οὕτως· « Οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν, καὶ διὰ τῆς Παρθένου τεχθῆναι, Λόγος ἦν μόνον. Ἐπεὶ τί ἕτερον ἦν, πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα, τὸ κατελθὸν ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὡς καὶ αὐτὸς γέγραφε, καὶ τὸ γεννηθὲν ἐκ τῆς Παρθένου οὐδὲν ἕτερον ἢ ὁ Λόγος. » Εἶτα προϊὼν ἑξῆς, ἀΐδιον αὐτὸν λέγει, ἀγέννητον αὐτὸν οὕτως ὁριζόμενος. Γράφει δὲ οὕτως· « Ἀκούεις τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου Πνεύματος διὰ πολλῶν καὶ διαφόρων προσώπων, τῇ τοῦ Λόγου μαρτυρούσης ἀϊδιότητι. » Καὶ διὰ τοῦτο ἄρχεται μὲν ἀπὸ τῆς ἀϊδιότητος τοῦ Λόγου· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, λέγων, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώμενος, τὴν ἀϊδιότητα τοῦ Λόγου δεικνύναι βούλεται. Καὶ μεθ' ἕτερα ἐπιλέγει· « Πρότερον γὰρ ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ὁ Λόγος ἦν. » Καὶ προστίθησιν, ὅτι οὐδὲ εἰκὼν ἦν τοῦ Θεοῦ τοῦ ἀοράτου, φάσκων· « Οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ Λόγος καθ' ἑαυτὸν, οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου Θεοῦ. » Καὶ αὖθις μεθ' ἕτερα ἐπιφέρει· « Τί τοίνυν ἦν τὸ κατελθὸν τοῦτο, πρὸ τοῦ ἐνανθρωπῆσαι; Πάντως που, φησὶ, Πνεῦμα. Εἰ γάρ τι παρὰ τοῦτο ἐθέλοι λέγειν, οὐ συγχωρήσει αὐτῷ, ὁ πρὸς τὴν Παρθένον εἰρηκὼς ἄγγελος· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Εἰ δὲ Πνεῦμα εἶναι φήσει, ἄκουε τοῦ Σωτῆρος λέγοντος, Πνεῦμα ὁ Θεός. Σαφῶς ἐντεῦθεν τοῦ Σωτῆρος περὶ τοῦ Πατρὸς εἰρηκότος· » Πνεῦμα ὁ Θεὸς, ἐλέγχεται Μάρκελλος αὐτὸν τὸν Πατέρα ἐνηνθρωπηκέναι εἰπών. Ὁ δ' ἔτι μᾶλλον φιλοτιμεῖται, γράφων ὧδε· « Καὶ μανθανέτω τοίνυν Θεοῦ Λόγον ἐληλυθέναι, οὐ Λόγον καταχρηστικῶς ὀνομασθέντα, ὡς αὐτοί φασιν, ἀλλ' ἀληθῆ ὄντα Λόγον. » Καὶ αὖθις προστίθησι ταῦτα τοῖς εἰρημένοις· « Εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως εἶναι τῷ Θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ Σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἡ θεότης μόνη πλατύνεσθαι δοκεῖ· ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος. » Καὶ ἔτι μᾶλλον τοῦτο κατασκευάζει δι' ὧν ἐν τοῖς ἑξῆς οὕτω γράφει· « Τὸ μὲν οὖν πρὸ τῶν αἰώνων αὐτὸν γεγεννῆσθαι φῆσαι ἀκολούθως εἰρηκέναι δοκεῖ· γέννημα γὰρ τὸ προελθὸν τοῦ προεμένου
Having inveighed against those who have said that the Son of God is truly a living and subsisting Son, he renders his own opinion manifest in the very syllables, writing thus: "Therefore before coming down, and being born through the Virgin, He was Word alone. Since what else was that which came down in the last of the days, prior to taking up human flesh, as he himself also has written, and that which was begotten of the Virgin was nothing else than the Word." Then proceeding next in order, he calls Him eternal, thus defining Him as unbegotten. And he writes thus: "You hear, therefore, the harmony of the Holy Spirit through many and diverse persons, bearing witness to the eternity of the Word." And on account of this he begins indeed from the eternity of the Word: In the beginning was the Word, saying, and the Word was with God, and the Word was God. Employing three successive testimonies, he wishes to demonstrate the eternity of the Word. And after other matters he adds: "For previously, just as I often said, the Word was nothing else." And he subjoins that He was not even the image of the invisible God, declaring: "Therefore it is evident that prior to the assumption of our body the Word in Himself was not the image of the invisible God." And again after other matters he brings forward: "What then was this that came down, prior to becoming man? Assuredly, says he, Spirit. For if anyone should wish to say anything contrary to this, the angel who spoke to the Virgin will not permit him: The Holy Spirit will come upon you. And if he shall say that it is Spirit, hear the Saviour saying, God is Spirit. Since from this the Saviour has clearly said concerning the Father:" God is Spirit, Marcellus is convicted of having said that the Father Himself became man. Yet he strives still more ambitiously, writing in this manner: "And let him learn, therefore, that the Word of God has come, not called Word catachrestically, as they themselves say, but being true Word." And again he adds these things to what has been said: "For if the examination of the spirit alone should take place, it would reasonably appear to be one and the very same thing with God; whereas if the addition according to the flesh in the case of the Saviour should be examined, in activity alone does the deity seem to be broadened; so that reasonably the monad is truly indivisible." And still more does he establish this through what he writes next in order as follows: "Now to assert that He has been begotten before the ages seems to have spoken consistently; for that which came forth is the offspring of the emitting
PG 24:785Read from the page
γίγνεται Πατρός. Θάτερον δ' οὐκ ἔτι ὑγιῶς οὐδ' εὐσεβῶς αὐτῷ παρείληπται. Τὸ γὰρ μὴ Λόγον εἶναι φῆσαι τὸν ἐξ αὐτοῦ προελθόντα, καὶ τοῦτον εἶναι τὸν τῆς γεννήσεως ἀληθῆ τρόπον, ἀλλ' ἁπλῶς Υἱὸν μόνον, ἔμφασίν τινα τοῖς ἀκούουσιν ἀνθρωπίνης ὄψεως παρέχειν εἴωθε. » Καὶ ἐν τούτοις μὲν γυμνῇ τῇ κεφαλῇ τὸν μὲν Υἱὸν ἠρνήσατο, ψιλὸν δὲ Λόγον, ὥσπερ τινὰ προστακτικὸν τῶν ποιητέων εἰσάγων, δῆλός ἐστιν ἐξ ὧν ἐπιφέρει λέγων· « Ὅν οὕτω πᾶσαι αἱ θεῖαι κηρύττουσι Γραφαί. Δαβὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει· Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν· αὖθις δὲ, Αὐτὸς ἐξαποστελεῖ τὸν Λόγον αὐτοῦ καὶ ἰάσεται αὐτούς· Σολομὼν δέ· Ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσιν. Ἐμίσησαν γὰρ σοφίαν· τὸν δὲ Λόγον Κυρίου οὐ προείλοντο. Ἠσαΐας τε, Ἐκ γὰρ Σιὼν ἐξελεύσεται, ἔφη, νόμος καὶ Λόγος Κυρίου ἐξ Ἰερουσαλήμ. Καὶ αὖθις Ἰερεμίας· Ἠσχύνθησαν σοφοὶ, φησὶ, καὶ ἐπτοήθησαν, καὶ ἑάλωσαν, ὅτι τὸν Λόγον τοῦ Κυρίου ἀπεδοκίμασαν· καὶ Ὠσηὲ ὁ προφήτης· Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ Λόγον ὅσιον ἐβδελύξαντο. Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ Λόγου μνημονεύων ἔφη· Ἐξελεύσεται νόμος καὶ Λόγος Κυρίου ἐξ Ἰερουσαλήμ. » Τοσαῦτα συνάγων περὶ τοῦ προστακτικοῦ Λόγου ῥητὰ Μάρκελλος, τοιοῦτόν τινα εἶναί φησι καὶ τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸν Λόγον. Διὸ ἐπάγει φάσκων· « Ὁ δ' ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ Κυρίου Ἰωάννης, σαφῶς καὶ διαῤῥήδην ἐν ἀρχῇ τοῦ Εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον Λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων, οὕτως ἔφη· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὐ μιᾷ μαρτυρίᾳ χρώμενος τὴν ἀϊδιότητα τοῦ Λόγου σημαίνει. » Καὶ προστίθησι τούτοις ἐπιλέγων ἑξῆς, « ἵν' ἐν μὲν τῷ φῆσαι, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, δείξῃ, δυνάμει ἐν τῷ Πατρὶ εἶναι τὸν Λόγον· Ἐν ἀρχῇ γὰρ ἁπάντων τῶν γεγονότων ὁ Θεὸς, ἐξ οὗ τὰ πάντα· ἐν δὲ τῷ· « Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, » ἐνεργείᾳ πρὸς τὸν Θεὸν εἶναι τὸν Λόγον· πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ἐν δὲ τῷ Θεὸν εἶναι τὸν Λόγον εἰρηκέναι, μὴ διαιρεῖν τὴν Θεότητα· ἐπειδὴ ὁ Λόγος τὸ ἐν αὐτῷ, καὶ οὗτος ἐν τῷ Λόγῳ· Ἐν ἐμοὶ γὰρ, φησὶν, ὁ Πατὴρ, κἀγὼ ἐν τῷ Πατρί. » Καὶ ἔτι τούτοις προστίθησιν, ἀπογυμνῶν τὸν ἴδιον νοῦν, δι' ὧν ἑξῆς ἐπάγει λέγων. « Ὁ τοίνυν ἱερὸς ἀπόστολός τε χαὶ μαθητὴς τοῦ Κυρίου Ἰωάννης, τῆς ἀϊδιότητος αὐτοῦ μνημονεύων· ἀληθὴς ἐγίγνετο τοῦ Λόγου μάρτυς, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, λέγων, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὐδὲν γενέσεως ἐνταῦθα μνημονεύων τοῦ Λόγου, ἀλλ' ἐπαλλήλοις τρισὶ μαρτυρίαις χρώμενος, ἐβεβαίου ἐν ἀρχῇ τὸν Λόγον εἶναι. » Καὶ προστίθησι τούτοις λέγων· « Τὴν μὲν κατὰ σάρκα οἰκονομίαν τῷ ἀν-
Father becomes. Yet the other point has no longer been assumed by him soundly nor piously. For not to assert that He Who came forth from Him is Word, and that this is the true manner of generation, but simply Son alone, is accustomed to present to the hearers a certain impression of human appearance." And in these words indeed with bare head he denied the Son, while introducing a bare Word, as it were a certain injunctive [word] of things to be done, as he makes plain from what he brings forward, saying: "Whom all the divine Scriptures thus proclaim. For David says concerning Him: By the Word of the Lord the heavens were established; and again, He Himself will send forth His Word and heal them; and Solomon: Evil men will seek Me, and will not find [Me]. For they hated wisdom, and the Word of the Lord they did not choose. And Isaiah said, For out of Sion shall go forth a law, and the Word of the Lord out of Jerusalem. And again Jeremiah: The wise were put to shame, says he, and were dismayed, and were taken, because they rejected the Word of the Lord; and Hosea the prophet: They hated him who reproves in the gates, and abhorred the holy Word. And Micah likewise himself also making mention concerning the Word said: There shall go forth a law and the Word of the Lord out of Jerusalem." Bringing together so many passages concerning the injunctive Word, Marcellus says that of some such kind also is God the Word Who was in the beginning with God. Wherefore he continues, declaring: "And the sacred apostle and disciple of the Lord, John, teaching clearly and expressly in the beginning of the Gospel, naming Him Word of the Almighty as previously unknown among men, spoke thus: In the beginning was the Word, and the Word was with God, and the Word was God. Employing not a single testimony, he signifies the eternity of the Word." And he adds to these things, saying next in order, "so that in saying, on the one hand, In the beginning was the Word, he might show that the Word is potentially in the Father; for in the beginning of all things that have come into being is God, from Whom are all things; and in [saying], 'And the Word was with God,' that the Word is in activity with God; for all things came into being through Him, and apart from Him not even one thing came into being. And in having said that the Word is God, that one should not divide the Deity; since the Word is that which is in Him, and He is in the Word; For in Me, says He, is the Father, and I in the Father." And still to these things he adds, laying bare his own mind, through what he next brings forward, saying. "Therefore the sacred apostle and disciple of the Lord, John, making mention of His eternity, became a true witness of the Word, saying, In the beginning was the Word, and the Word was with God, and the Word was God; making no mention here of generation of the Word, but employing three successive testimonies, he confirmed that the Word was in the beginning." And he adds to these things, saying: "The dispensation indeed according to the flesh to the
Notes, col. 785

On the reading

Printed Ὅν, for Ὃν.

Printed χαὶ, for καὶ.

PG 24:788Read from the page
θρώπῳ διαφέρειν γιγνώσκομεν· τὴν δὲ κατα πνεῦμα ἀϊδιότητα ἡνῶσθαι τῷ Πατρὶ πεπιστεύκαμεν. » Τούτοις προϊὼν ἑξῆς ἐπιλέγει ταῦτα· « Εἰ οὖν αὐτὸς λέγει ταῦτα, Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω· καὶ αὖθις· Ὁ Λόγος, ὃν ἀκούετε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με Πατρός· καὶ, Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι, δῆλον, ὅτι εἰκότως κἀκεῖνο ἔλεγεν· Ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν τῷ Πατρὶ, ἵνα ἐν Θεῷ μὲν ᾖ ὁ Λόγος, ὁ τοῦτο λέγων, ἐν δὲ τῷ Λόγῳ ὁ Πατήρ· ὅτι δύναμις τοῦ Πατρὸς ὁ Λόγος. Θεοῦ γὰρ αὐτὸν δύναμιν, καὶ Θεοῦ σοφίαν ἀξιόπιστος εἴρηκε μάρτυς. Οὐ διὰ τὴν ἐν ἅπασιν οὖν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν, ὡς Ἀστέριος ἔφη, ὁ Σωτὴρ λέγει, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀλλὰ διότι ἀδύνατόν ἐστιν, ἢ Λόγον Θεοῦ ἢ Θεὸν τοῦ ἑαυτοῦ μερίζεσθαι Λόγου. Ἐπεὶ εἰ διὰ τὴν ἐν ἅπασι συμφωνίαν τοῦτο τὸν Σωτῆρα εἰρηκέναι Ἀστέριος οἴεται, καὶ μὴ τῇ δευτέρᾳ οἰκονομίᾳ προσέχων, τἀληθὲς μανθάνειν ἐθέλει, ἀναγκαῖόν ἐστιν ὑπομνῆσαι αὐτὸν, πῶς ἐνίοτε, τὸ κατὰ τὴν σὴν φαινόμενον ἀσυμφωνίαν ἔστιν ἰδεῖν. Οὕτω γὰρ ἡμᾶς τὰ ῥητὰ διδάσκει. Ποία γὰρ ἐν καιρῷ τοῦ πάθους συμφωνία τοῦτο λέγοντος· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο, ἐπιφέροντος δὲ κἀκεῖνο, Πλὴν μὴ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ; Οὐ συμφωνοῦντος γὰρ ἦν πρῶτον μὲν τὸ λέγειν, Παρελθέτω τὸ ποτήριον τοῦτο, οὐδὲν δὲ ἐχόμενον συμφωνίας καὶ τὸ ἐπιφερόμενον εἶναι δοκεῖ. Λέγει γὰρ, Μὴ τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω, Πάτερ, θέλημα. Ἀκούεις ὅπως ἀσυμφωνίαν κατὰ τὸ φαινόμενον δηλοῖ τὸ γράμμα, τοῦ μὲν θέλοντος, τοῦ δὲ μὴ θέλοντος. Ὅτι μὲν γὰρ ἐβούλετο ὁ Πατὴρ, δῆλον ἀφ' ὧν ὃ ἐβούλετο γέγονεν· ὅτι δὲ οὐκ ἐβούλετο ὁ Υἱὸς, δῆλον δι' ὧν παραιτεῖται. Καὶ αὖθις, Οὐ ζητῶ, φησὶ, τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Πῶς οὖν διὰ τὴν ἐν ἅπασι συμφωνίαν τὸν Σωτῆρα εἰρηκέναι φησὶν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; » Καὶ μετὰ βραχέα ἐπιλέγει· « Πῶς συμφωνίαν ἔχειν πρὸς τὸν Πατέρα ὁ Υἱὸς δύναται, ἢ ὁ Πατὴρ πρὸς τὸν Υἱὸν, τοῦ Υἱοῦ Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι, λέγοντος; Ἄντικρυς γὰρ πλεονεκτοῦντος ἦν τοῦ Υἱοῦ τὸν Πατέρα, τοῦ λέγοντος, Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι. « Τούτου γὰρ χάριν παρεὶς τὸ, Πάντα, ὅσα ἔχει ὁ Πατὴρ
man we know to pertain; while the eternity according to spirit we have believed to be united to the Father." Proceeding next in order after these things, he adds the following: "If therefore He Himself says these things, I came forth from the Father, and have come; and again: The Word which you hear is not Mine, but the Father's Who sent Me; and, All things whatsoever the Father has are Mine, it is clear that reasonably He also said that: In Me is the Father, and I in the Father, so that the Word Who says this may be in God, and the Father in the Word; because the Word is the power of the Father. For a trustworthy witness has called Him the power of God and the wisdom of God. Not on account of exact harmony in all words and works, therefore, as Asterius said, does the Saviour say, I and the Father are one, but because it is impossible either for the Word of God or for God to be parted from His own Word. Since if Asterius supposes that the Saviour has said this on account of harmony in all things, and without paying heed to the second dispensation wishes to learn the truth, it is necessary to remind him how at times one may see what according to your [view] appears as disharmony. For thus the passages teach us. For what sort of harmony was there at the time of the passion when He says this: Father, if it is possible, let this cup pass away, and brings forward that also, Nevertheless not as I will, but as Thou? For first of all, to say, Let this cup pass away, was not the part of one in harmony, and what is brought forward next also seems to have nothing pertaining to harmony. For He says, Let not My will, but Thy will be done, Father. You hear how the letter manifests disharmony according to appearance, the One willing, and the Other not willing. For that the Father willed is clear from the fact that what He willed came to pass; whereas that the Son did not will is clear through the things by which He begs off. And again, I do not seek, says He, My own will, but the will of the Father Who sent Me. How then does he say that on account of harmony in all things the Saviour has said, I and the Father are one?" And after a little he adds: "How is the Son able to have harmony towards the Father, or the Father towards the Son, when the Son says, All things whatsoever the Father has are Mine? For it was outright the part of the Son claiming more than His share over the Father, when He says, All things whatsoever the Father has are Mine. For on account of this, passing over saying, All things whatsoever the Father has
Notes, col. 788

On the reading

Printed κατα, for κατὰ.

PG 24:789Read from the page
κοινά ἐστιν εἰπεῖν, Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν ἔφη. Καίτοι οὐκ ἦν ἴδιον τοῦ συμφωνοῦντος οὕτω λέγειν, ἀλλὰ, « Πάντα ὅσα ἔχει ὁ Πατὴρ, κοινά ἐστιν. » Εἰ γὰρ αἱ τῶν Ἀποστόλων Πράξεις, τὴν τῶν τηνικαῦτα προσιόντων τῇ πίστει συμφωνίαν ἐπαινοῦσαι, « Πάντα ἦν αὐτοῖς κοινὰ ἔφασαν, καὶ ἐπ' ἀνθρώπων, τῶν συμφωνεῖν δυναμένων, κοινὰ εἶναι πάντα νομίζειν ὀφειλόντων, πόσῳ μᾶλλον ἔδει τὸν Πατέρα καὶ τὸν Υἱὸν κοινωνίας μετέχειν, εἰς δύο ὑποστάσεις διῃρημένους; Νυνὶ δὲ ἐν μὲν τῷ λέγειν, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι, πλεονεκτῶν ὁ Υἱὸς τὸν Πατέρα φαίνεται· ἐν δὲ τῷ φάσκειν, μηδὲ τοῦ ἑαυτοῦ Λόγου Κύριον εἶναι, ἀλλὰ καὶ τούτου τὸν Πατέρα, (Ὁ γὰρ Λόγος ὃν ἀκούετε, φησὶν, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με Πατρός) ἀφαιρεῖσθαι τὸν Πατέρα τὰ ἴδια τοῦ παιδὸς δείκνυσιν. Ἑκάτερα δὲ κατὰ τὴν Ἀστερίου οἴησιν οὐκ ἀκολούθως εἰρημένα φαίνεται. Ἔδει γὰρ τὸν συμφωνοῦντα μὴ τὰ ἑτέρῳ προσόντα παρασπᾶσθαι δίκαια, πλεονεκτικὸν γὰρ τοῦτό γε, ἀλλὰ τὰ ἑκατέρῳ προσόντα κοινὰ εἶναι νομίζειν. Ὥστε, ὅταν μὲν εἰς τὴν ἀνθρωπίνην ἀποβλέπωμεν σάρκα, οὐχ ὥσπερ Ἀστέριος γέγραφεν, οὕτως εὑρήσομεν εἰρηκότα τὸν Σωτῆρα· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· εἰ γὰρ τοῦτ' ἦν, πάντως ἂν ἔφη· Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἅπασι πρὸς ἀλλήλους συμφωνοῦμεν. Νυνὶ δὲ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἔφη. Οὐ γὰρ διὰ τὴν ἐν ἅπασιν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν, ὡς αὐτὸς γέγραφεν, ὁ Σωτὴρ εἴρηκεν, ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Οὐκοῦν εἰ ἐν ἐκείνοις ἀσυμφωνία τις ἦν, ἀνάγκη δὲ τὸν δεσπότην ἀληθεύειν, τὸν Σωτῆρα ἀκριβῶς εἰδέναι προσήκει, ὅτι, ἡνίκα ἂν Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, λέγῃ, τηνικαῦτα οὐκ εἰς τὸν ἄνθρωπον ὃν ἀνείληφεν ἀποβλέπων τοῦτό φησιν, ἀλλ' εἰς τὸν ἐκ τοῦ Πατρὸς προελθόντα Λόγον. Εἰ γάρ τις ἀσυμφωνία εἶναι δοκοίη, αὕτη ἀναφέρεσθαι εἰς τὴν τῆς σαρκὸς ἀσθένειαν ὀφείλει, ἣν μὴ πρότερον ἔχων ἀνείληφεν ὁ Λόγος. Εἰ δὲ ἑνότης λέγοιτο αὕτη, τῷ Λόγῳ διαφέρουσα φαίνεται. Ὅθεν οὐ μόνον τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, εἰκότως ἔφη, ἀλλὰ κἀκεῖνο, Τοσούτῳ χρόνῳ μεθ' ὑμῶν εἰμι, Φίλιππε, καὶ λέγεις, Δεῖξόν μοι τὸν Πατέρα. Δῆλον, ὅτι οὐ τούτοις τοῖς ὀφθαλμοῖς, ἀλλὰ τοῖς νοητοῖς τὰ νοητὰ ὁρᾷν δυναμένοις. Ἀόρατος γὰρ τοῖς τῆς σαρκὸς ὄμμασιν ὅ τε Πατὴρ ὑπάρχει, καὶ ὁ τούτου Λόγος. Οὐ διὰ τὴν ἐν ἅπασιν οὖν συμφωνίαν τοῦτ' ἔφη πρὸς Φίλιππον. » Τοσαῦτα εἰπὼν, ἐπαναλαβὼν ἐξ ὑπαρχῆς τὸν λόγον, τοῦτον δογματίζει τὸν τρόπον· « Πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τις ἦν, ὡς εἰκὸς, ὄντος ἐν τῷ Θεῷ τοῦ Λόγου. Εἰ γὰρ ποιητὴν ἁπάντων τὸν Θεὸν ὁ Ἀστέριος πεπί-
are common, He said, All things whatsoever the Father has are Mine. Yet it was not proper to one in harmony to speak thus, but, 'All things whatsoever the Father has are common.' For if the Acts of the Apostles, praising the harmony of those who at that time drew near to the faith, said, 'All things were common to them, and if in the case of men who are able to be in harmony they ought to consider all things common, how much more ought the Father and the Son to partake of fellowship, if divided into two hypostases? Yet as it is, on the one hand, in saying, All things whatsoever the Father has are Mine, the Son appears to claim more than His share over the Father; while on the other hand, in declaring that He is not even Lord of His own Word, but that the Father is [Lord] of this too (For the Word which you hear, says He, is not Mine, but the Father's Who sent Me), He shows the Father taking away what belongs to the Child. And both statements, according to the supposition of Asterius, appear not to have been spoken consistently. For one who is in harmony ought not to wrest to himself the rights belonging to another, for this at least is grasping, but to consider the things belonging to each of the two to be common. Consequently, whenever we look towards the human flesh, not just as Asterius has written shall we thus find the Saviour to have said: I and the Father are one; for if this were so, He would assuredly have said: I and the Father are in harmony with one another in all things. Yet as it is, He said, I and the Father are one. For not on account of exact harmony in all words and works, as he himself has written, has the Saviour said, I and the Father are one. Therefore if in those things there was a certain disharmony, while it is necessary that the Master speak the truth, it is fitting to know accurately regarding the Saviour that whenever He says, I and the Father are one, at that time He says this looking not towards the man whom He has assumed, but towards the Word Who came forth from the Father. For if any disharmony should seem to exist, this ought to be referred to the weakness of the flesh, which, not having it previously, the Word has assumed. Whereas if this unity should be spoken of, it appears to pertain to the Word. Whence reasonably He said not only this, I and the Father are one, but that also, So long a time am I with you, Philip, and you say, Show me the Father. It is clear that [this is] not for these eyes, but for the intellectual ones that are able to behold intellectual things. For invisible to the eyes of the flesh is both the Father and His Word. Not on account of harmony in all things, therefore, did He say this to Philip." Having said so much, taking up the discourse anew from the start, he dogmatizes in this manner: "For prior to the whole creation there was a certain stillness, as is reasonable, while the Word was in God. For if Asterius has believed God