Migne Reading Room

PG 24 · cols. 792–801 · Read from the page

Against Marcellus

Against Marcellus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:792Read from the page
στευκεν εἶναι, δῆλον ὅτι συνομολογήσει ἡμῖν καὶ αὐτός· τὸν μὲν ἀεὶ ὑπάρχειν, μηδὲ πώποτε εἶναι ἀρχὴν λαβόντα· τὰ δὲ γεγεννῆσθαί τε ὑπ' αὐτοῦ, καὶ ἐξ οὐκ ὄντων γεγεννῆσθαι. Οὐ γὰρ οἶμαι καὶ τοῦτο πιστεύειν αὐτὸν τῷ λέγοντι εἶναί τινα καὶ ἀγέννητα· ἀλλὰ ἀκριβῶς πεπεῖσθαι, ὅτι οὐρανός τε καὶ γῆ καὶ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὄντα ὑπὸ Θεοῦ γεγέννηται. Εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν, ὅτι πλὴν Θεοῦ οὐδὲν ἕτερον ἦν. Εἶχεν οὔν τὴν οἰκείαν δόξαν ὁ Λόγος, ὢν ἐν τῷ Πατρί. » Καὶ ταῦτα εἰπὼν, ἐπάγει μεθ' ἕτερα· « Τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν Ἀστέριος δόξαν ὀνομάζει· καὶ οὐ δόξαν μόνον, ἀλλὰ καὶ προκόσμιον δόξαν, οὐκ ἐννοῶν, ὅτι, μήπω τοῦ κόσμου γεγονότος, οὐδὲν ἕτερον ἦν πλὴν Θεοῦ μόνου. » Ταῦτ' εἰπὼν ὁ Μάρκελλος, καὶ τὸν Υἱὸν δι' αὐτῶν ἀπαρακαλύπτως ἀρνησάμενος, ἵνα ἡμᾶς ἀκριβῶς πείσῃ, ὁποῖον εἶναι τὸν Λόγον τοῦ Θεοῦ ἐφρόνει, σαφέστερον ἐμφαίνει τὴν διάνοιαν, τῷ ἡμετέρῳ λόγῳ ἀπεικάζων αὐτὸν, δι' ὧν ταῦτα γράφει· « Ὥσπερ γὰρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ Πατρὸς διὰ τοῦ Λόγου σημαίνεται. Διὰ τοῦτο γὰρ καὶ ὁ ἁγιώτατος Μωϋσῆς ἄγγελον ἐνταῦθα ὀνομάζει τὸν Λόγον, ὅτι δι' οὐδὲν ἕτερον ἐφάνη, ἀλλ' ἵνα ἀναγγείλῃ τῷ Μωϋσεῖ, ταῦτα ἅπερ λυσιτελεῖν τοῖς υἱοῖς Ἰσραὴλ ἠπίστατο· ἠπίστατο δὲ λυσιτελεῖν ἕνα Θεὸν εἶναι νομίζειν. Διὸ καὶ πρὸς αὐτὸν, Ἐγώ εἰμι ὁ ὢν, ἔφη, ἵνα μηδένα ἐκτὸς ἑαυτοῦ ἕτερον Θεὸν εἶναι διδάξῃ. Τοῦτο ῥᾴδιον, οἶμαι, τοῖς εὐφρονοῦσι, καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ' ἡμᾶς παραδείγματος γνῶναι. Οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν. Ἕν γάρ ἐστι καὶ ταὐτὸν τῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ. » Καὶ ἐπιδαψιλεύεται ἔτι μᾶλλον τὴν αὐτοῦ διάνοιαν ἐμφαίνων, δι' ὧν ἑξῆς τάδε φησίν· « Οὐ γὰρ δὴ ἑτέρας ὀνομασίας, οἷον ὕλης ἢ ἄλλης τινὸς ἀνθρωπίνης, ὁ Θεὸς ἐδεῖτο πρὸς κατασκευὴν, ἀλλὰ ταύτης τῆς ἐν τῇ αὐτοῦ διανοίᾳ ἑτοιμασίας. Ἐπεὶ οὖν ἀδύνατον ἦν χωρὶς λόγου καὶ τῆς προσούσης τῷ λόγῳ σοφίας ἐννοῆσαι περὶ τῆς τοῦ οὐρανοῦ κατασκευῆς τὰν Θεὸν, εἰκότως ἔφη· Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ. » Καὶ προστίθησιν αὖθις ἐξομοιῶν τῷ ἀνθρωπίνῳ λόγῳ τὸν τοῦ Θεοῦ, εἰς τὸ δεῖξαι αὐτὸν ἀνυπόστατον. Γράφει δὲ οὕτως· « Ἐνταῦθα ἐγώ εἰμι ὁ ὢν, λέγει μὲν τῷ Μωϋσεῖ ὁ Πατήρ. Λέγει δὲ, δηλονότι διὰ τοῦ Λόγου. Πάντα γὰρ ὅσα ἂν ὁ Πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ Λόγου λέγων φαίνεται. Τοῦτο δὲ δῆλόν ἐστι καὶ ἀφ' ἡμῶν αὐτῶν ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι. Καὶ
to be Maker of all things, it is clear that he himself also will agree with us: that He on the one hand always exists, never having received a beginning of being; while those things on the other hand have both been brought into being by Him, and been brought into being out of things that are not. For I do not think that in this too he believes him who says that there are also certain unbegotten things; but that he has been accurately persuaded that heaven and earth and all things that are in the heavens and upon earth have been brought into being by God. If therefore he should believe this, it is necessary for him to agree to that point also, that besides God there was nothing else. The Word therefore had His own glory, being in the Father." And having said these things, he continues after other matters: "The authority given to Him Asterius names glory; and not glory only, but even pre-cosmic glory, not understanding that when the cosmos had not yet come into being, there was nothing else besides God alone." Having said these things, Marcellus, and having through them undisguisedly denied the Son, so that he might accurately persuade us of what sort he thought the Word of God to be, manifests his thought more clearly, likening Him to our own word, through what he writes as follows: "Just as indeed all things that have come into being by the Father are signified through the Word. For on account of this the most holy Moses also here names the Word an angel, because He appeared for no other reason than that He might announce to Moses these things which He knew to be profitable to the sons of Israel; and He knew it to be profitable to consider that there is one God. Wherefore also He said to him, I am He Who is, so that He might teach that there is no other God outside of Himself. This is easy, I think, for men of sound mind to recognize even from a certain small and humble example among us. For neither is it possible for anyone to separate the word of a man in power and hypostasis. For a man's word is one and the very same thing with the man, and separated by nothing else than solely by the activity of the deed." And he lavishes yet more in manifesting his thought, through what he next declares as follows: "For surely God had no need of another designation, such as of matter or of some other human [provision], towards framing [the world], but of this preparation that was in His own thought. Since therefore it was impossible apart from reason and the wisdom belonging to reason for God to conceive concerning the framing of the heaven, reasonably He said: When He prepared the heaven, I was present with Him." And he adds again, assimilating the [Word] of God to human speech, in order to show Him to be without hypostasis. And he writes thus: "Here, I am He Who is, the Father indeed says to Moses. Yet He speaks, manifestly, through the Word. For all things whatsoever the Father may speak, these everywhere He appears as speaking through the Word. And this is clear even from ourselves, so far as to liken small things to great and divine ones. And
Notes, col. 792

On the reading

Printed οὔν, for οὖν.

Printed τὰν, for τὸν.

PG 24:793Read from the page
ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν, κατὰ τὸ δυνατὸν, λέγειν τε καὶ ποιεῖν, τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ. » Εἶτα μεταξύ τινα εἰπὼν ἐπιλέγει· Πῶς οὖν Ἀστέριος, ταῖς ἁγίαις Γραφαῖς ἁπλῶς καὶ ἐμφόβως ἀκολουθεῖν προσποιούμενος, οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγων· Κύριος ὁ Θεός σου, οὗτος Κύριος εἷς ἐστι· Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω· καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ; Καὶ ὅτι εἷς ἐστι, καὶ πλὴν αὐτοῦ ἕτερος οὐκ ἔστι. « Καὶ προϊὼν αὖθις διϊσχυρίζεται φάσκων· « Οὐ καταχρηστικῶς λόγος ὀνομασθεὶς, κἂν διαῤῥαγῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων Λόγος· » καὶ προστίθησι· » Τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἢ κατὰ τὸν Λόγον; Οὕτω δὲ ἦν ἀποκεκρυμμένον ἐν τῷ Θεῷ τουτὶ πρότερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν Λόγον εἰδέναι· ἀλλ' ἡμᾶς τοῦ πλούτου τῆς δόξης, καὶ τοῦ ἀποκεκρυμμένου μυστηρίου ἀπολαύειν νυνί. » Καὶ μετὰ ταῦτα πάλιν ἀνθρωπίνῃ κέχρηται εἰκόνι, τοῦτον γράφων τὸν τρόπον· « Τίς γὰρ οὕτως ἢ τῶν ἁγίων ἀγγέλων, ἢ ἀνδρῶν δικαίων ἀξιόπιστος ἦν τὴν ἐκ προσώπου τοῦ Θεοῦ ὁρισθεῖσαν αὐτῷ τιμωρίαν λῦσαι; εἰ μὴ αὐτὸς ὁ Λόγος ὁ συμπαρών τε καὶ συμπλάττων πρὸς ὃν ὁ Πατὴρ, Ποιήσωμεν ἄνθρωπον, ἔφη, κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν, οὐκ ὄντος ἑτέρου Θεοῦ τοῦ συμπλάττειν αὐτῷ δυναμένου. Ἐγὼ γάρ εἰμι, φησὶ, Θεὸς πρῶτος· καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ Θεὸς ἕτερος οὐκ ἔστιν. Οὔτε οὖν νεώτερός τις Θεὸς, οὔτε ἐστὶν ἄλλος τις μετὰ ταῦτα Θεὸς ὢν, Θεῷ συνεργεῖν δυνατὸς ἦν. Ἀλλ' εἴ τις, μικρῷ τινι καὶ ἀνθρωπίνῳ καθ' ἡμᾶς παραδείγματι χρώμενος, ὡς διὰ εἰκόνος, τὴν θείαν ἐξετάζοι πρᾶξιν, ὥσπερ ἄν τις ἀνδριαντοποιὸς ἐπιστήμων ἀνὴρ, ἀνδριάντα πλάσαι βουλόμενος, πρῶτον μὲν τοὺς τύπους αὐτοῦ καὶ χαρακτῆρας ἐν ἑαυτῷ σκοπεῖ· ἔπειτα πλάτος τε καὶ μῆκος, ὅσον εὐπρεπὲς, ἐννοεῖ, ἀναλογίαν τε τοῦ παντὸς, ἐν τῷ καθ' ἕκαστον ἐξετάζει μέρει, χαλκοῦ τε τὴν πρόσφορον ἑτοιμάσας ὕλην, καὶ τὸν ἐσόμενον ἀνδριάντα τῇ ἑαυτοῦ προτυπώσας διανοίᾳ, καὶ νοητῶς ὁρᾷν νομίσας, συνειδώς τε ἑαυτῷ συνεργεῖν τὸν λόγον, ᾧ λογίζεται, καὶ ᾧ πάντα πράττειν εἴωθεν, (οὐδὲν γὰρ μὴ λόγῳ γιγνόμενον καλόν·) ἀρχόμενος τῆς αἰσθητῆς ταύτης ἐργασίας, πρὸς αὐτὸν, ὡς πρὸς ἕτερον, παρακελεύεται λέγων· Ἄγε ποιήσωμεν· ἄγε πλάσωμεν ἀνδριάντα· οὕτως ὁ τῶν ὅλων δεσπότης Θεὸς, τὸν ἔμψυχον ἐκ γῆς ἀνδριάντα ποιῶν,
we also indeed, all things whatsoever we may will, so far as is possible, both to say and to do, perform by our own word." Then after saying some things in between, he adds: "How then did Asterius, pretending to follow the holy Scriptures simply and with fear, not recognize this passage, saying: The Lord your God, this Lord is one; God in the heaven above, and upon the earth beneath, and there is none else besides Him? And that He is one, and besides Him there is no other." And proceeding again, he maintains stoutly, declaring: "Not catachrestically named word, even though those who teach otherwise may burst with lying, but properly and truly subsisting as Word;" and he adds: "For what else was the hidden mystery than that concerning the Word? And so hidden in God previously was this mystery here, that no one of the former people knew clearly the things concerning the Word; whereas we enjoy now the wealth of the glory and of the hidden mystery." And after these things again he has used a human image, writing in this manner: "For who either of the holy angels or of righteous men was thus trustworthy to undo the punishment decreed against him from the presence of God, unless the Word Himself, Who was both present together and fashioning together, to Whom the Father said, Let Us make man according to Our image and likeness, there being no other God able to fashion together with Him? For I am, says He, God the first; and I am hereafter, and besides Me there is no other God. Neither, therefore, was there any younger God, nor was there anyone else being God hereafter who was able to work together with God. Yet if someone, employing a certain small and human example among us, as through an image, should examine the divine action, just as some skilled sculptor, wishing to fashion a statue, first contemplates its forms and features within himself; next conceives both breadth and length, so much as is seemly, and examines the proportion of the whole in each several part, and having prepared the suitable material of bronze, and having modelled beforehand in his own thought the statue that is to be, and having supposed that he beholds it intellectually, and being conscious within himself that his reason works together with him, by which he reckons and by which he is accustomed to do all things (for nothing coming to be without reason is noble), when beginning this perceptible workmanship, exhorts it as though speaking to another, saying: Come, let us make; come, let us fashion a statue; thus the Master of all things, God, in making out of earth the animate statue,
PG 24:796Read from the page
« οὐκ ἄλλῳ τινὶ ἀλλὰ τῷ ἑαυτοῦ Λόγῳ παρακελεύεται λέγων· Ποιήσωμεν ἄνθρωπον οὐ τὸν αὐτὸν τοῖς ἄλλοις τρόπον· λόγῳ γὰρ ἡ πᾶσα ἐγένετο κτίσις. » Καὶ τούτοις μεθ' ἕτερα ἐπιλέγει· « Νυνὶ δὲ πιστεύω ταῖς θείαις Γραφαῖς, ὅτι εἷς Θεὸς, καὶ ὁ τούτου Λόγος Θεὸς προῆλθε μὲν του Πατρὸς, ἵνα πάντα δι' αὐτοῦ γένηται. Μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως, καὶ τὴν τῶν ἁπάντων διόρθωσιν, καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἁπάσης ἐνεργείας, τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, Θεῷ καὶ Πατρὶ, ἵν' οὕτως ᾖ ἐν Θεῷ ὁ Λόγος, ὥσπερ καὶ πρότερον ἦν, πρὸ τοῦ τὸν κόσμον εἶναι. Οὐδενὸς γὰρ ὄντος πρότερον ἢ Θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ Λόγου γίγνεσθαι μελλόντων, προῆλθεν ὁ Λόγος δραστικῇ ἐνεργείᾳ, ὁ Λόγος οὗτος τοῦ Πατρὸς ὤν. » Καὶ πάλιν τὴν αὐτὴν διάνοιαν λευκότερον τίθησι λέγων· Πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι, ἦν ὁ Λόγος ἐν τῳ Πατρί. Ὅτε δὲ ὁ Θεὸς παντοκράτωρ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς προὔθετο ποιῆσαι, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν τοῦ Θεοῦ, (πάντα γὰρ ὁμολογεῖται ὑπ' αὐτοῦ γεγεννῆσθαι), τότε ὁ Λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητὴς, ὁ καὶ πρότερον ἔνδον νοητῶς ὀνομάζων αὐτόν. » Καὶ αὖθις μετὰ πάντα ἐπιφέρει λέγων· « Καὶ διὰ τοῦτο οὐχ Υἱὸν Θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλ' ἄνθρωπον, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τὴν πρὸς αὐτὸν κοινωνίαν ὐιὸν Θεοῦ γενέσθαι παρασκευάσῃ· καὶ μετὰ τὸ τέλος τῆς πράξεως αὖθις, ὡς λόγος, ἑνωθῇ τῷ Θεῷ, πληρῶν ἐκεῖνο τὸ ὑπὸ τοῦ Ἀποστόλου προειρημένον. Τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ πάντα καὶ ἐν πᾶσι Χριστός. Ἔσται γὰρ τηνικαῦτα τοῦθ' ὅπερ πρότερον ἦν. » Διὰ τοσούτων Μάρκελλος γυμνῇ τῇ κεφαλῇ τὸν Υἱὸν τοῦ Θεοῦ ἐξωμόσατο. Εἰ γὰρ ἓν καὶ ταὐτὸν ἦν ὁ Θεὸς, καὶ ὁ ἐν αὐτῷ Λόγος, οὐδεὶς δὲ πώποτε αὐτὸς ἑαυτοῦ γένοιτ' ἂν Πατὴρ, ὡς οὐδ' αὐτὸς ἑαυτοῦ υἱὸς ὢν καὶ μόνος, εἷς δὲ μόνος ἦν, καὶ ἑαυτὸς τῷ ἑαυτοῦ Λόγῳ ὁ Θεὸς, δῆλον ὡς οὐ Πατὴρ ἦν, μὴ ὑπάρχοντος αὐτῷ Υἱοῦ· οὔτε Υἱὸς, μὴ ὑφεστῶτος αὐτῷ Πατρός.
"not to anyone else, but to His own Word He gives command, saying, 'Let Us make man,' not in the same manner as the rest; for by a word all creation came into being." And to these things, after other matters, he adds: "Now indeed I believe the divine Scriptures, that there is one God, and His Word, God, came forth indeed from the Father, that all things might come into being through Him. But after the time of the judgement, and the restoration of all things, and the annihilation of all opposing activity, then He Himself shall be subjected to Him Who subjected all things to Him, to God and the Father, so that thus the Word may be in God, just as He also was before, prior to the world's existing. For when nothing existed previously save God alone, and all things were about to come into being through the Word, the Word came forth with effective activity, this Word being of the Father." And again he sets forth the same thought more plainly, saying: "For before the world existed, the Word was in the Father. When, however, God Almighty purposed to make all things in heaven and on earth, the genesis of the world stood in need of effective activity; and on this account, when there existed nothing else beside God (for all things are confessed to have been begotten by Him), then the Word, coming forth, became Maker of the world, He Who even previously within was intellectually naming it." And again after all these things he subjoins, saying: "And on this account He names Himself not Son of God, but man, so that through such a confession He might prepare man to become by adoption a son of God through communion towards Him; and after the completion of the action He might again, as Word, be united to God, fulfilling that which was foretold by the Apostle: 'Then He Himself shall be subjected to Him Who subjected all things to Him, that Christ may be all and in all'. For He will then be that very thing which He was before." By so many words Marcellus bareheadedly abjured the Son of God. For if God and the Word in Him were one and the same thing, and no one could ever become Father of himself, just as neither could he be son of himself while being also alone, and God was one alone, and Himself the same with His own Word, it is manifest that He was not Father, no Son existing for Him; nor Son, no Father subsisting for Him.
Ὁποῖα μὲν οὖν περὶ τοῦ μηδὲ εἶναι, μηδὲ προϋφεστάναι τὸν τοῦ Θεοῦ Υἱὸν, ψιλὸν δὲ Λόγον ἔνδον
Of what sort, then, concerning the Son of God neither existing nor pre-subsisting, but a bare Word within
Notes, col. 796

On the reading

Printed του, for τοῦ.

Printed τῳ, for τῷ.

Printed ὐιὸν, for υἱὸν.

PG 24:797Read from the page
ὑπάρχειν ἐν αὐτῷ τῷ Θεῷ, καὶ τοῦτον ποτὲ μὲν ἡσυχάζειν, ποτὲ δὲ ἐνεργεῖν δραστικῇ δυνάμει, διεξῆλθεν ὁ ἀνὴρ, ἔγνωμεν διὰ τῶν προκειμένων. Ταῦτα δὲ αὐτὰ πολλάκις καὶ διαφόρως τῇ ἑαυτοῦ παραθέμενος γραφῇ, πολὺν σωρὸν περιττῶν ῥημάτων συνεφόρησε τῷ συγγράμματι. Ἀλλ' ἡμεῖς γε τοῖς αὐτοῦ καθ' ἑαυτοῦ ἐλέγχοις, ἐξ ὧν παρέθετο φωνῶν ἀρκεσθέντες, οὐδ' ἀντιῤῥήσεως ἀξιώσομεν τὴν τοῦ Ἰουδαϊκοῦ τούτου δόγματος ἀτοπίαν. Ἐντεῦθεν δὲ ἐπὶ τὰ εἰρημένα τῷ αὐτῷ περὶ τῆς σαρκὸς, ἣν ἐνεργείᾳ μόνῃ φησὶν ἀνειληφέναι τὸν ἐν τῷ Θεῷ Λόγον, μεταβάντες, φέρ' ἴδωμεν ὅπως τὴν ἐν ταῖς θείαις Γραφαῖς περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ φερομένην θεολογίαν ἐπὶ τὴν σάρκα μεταφέρει· αὐτὸν μὲν τὸν ἀληθῶς προόντα τοῦ Θεοῦ Υἱὸν ἀρνούμενος, τὴν δὲ σάρκα θεολογῶν, ἣν μικρὸν ὕστερον ἔρημον ἔσεσθαι τοῦ Λόγου, ὁ ἀνευλαβὴς ὡρίζετο.
existing in God Himself, and this Word sometimes keeping quiet and sometimes operating with effective power, the man has discoursed, we have come to know through what has been set forth. And having set these very things down many times and in various ways in his own writing, he heaped together a great pile of superfluous words in his treatise. But we, sufficed with his own refutations against himself from the utterances he set down, shall not even deem the absurdity of this Jewish dogma worthy of a counter-argument. Passing on from here, however, to the things spoken by the same man concerning the flesh, which he says the Word in God assumed in activity alone, come, let us see how he transfers to the flesh the theology conveyed in the divine Scriptures concerning the only-begotten Son of God: denying Him Who truly pre-exists as Son of God, while deifying the flesh, which a little later the irreverent man defined as going to be left destitute of the Word.
ΚΕΦ. Γʹ.
Chapter III.
Ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς, ἣν ἀνείληφεν ὁ Λόγος.
How Marcellus thought concerning the flesh which the Word has assumed.
« Ὁ μὲν γὰρ Λόγος ἐν ἀρχῇ ἦν, μηδὲν ἕτερον ὢν ἢ Λόγος· ὁ δὲ τῷ Λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος, ὡς διδάσκει ἡμᾶς Ἰωάννης λέγων · Καὶ ὁ Λόγος σὰρξ ἐγένετο. Διὰ τοῦτο τοίνυν τοῦ Λόγου μνημονεύων φαίνεται μόνου · εἴτε γὰρ Ἰησοῦ, εἴτε Χριστοῦ ὀνόματος μνημονεύει ἡ θεία Γραφὴ, τὸν μετὰ τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ Θεοῦ Λόγον ὀνομάζειν φαίνεται. Εἰ δέ τις καὶ πρὸ τῆς Νέας Διαθήκης τὸ τοῦ Χριστοῦ Ἰησοῦ ὄνομα ἐπὶ τοῦ Λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον, ὥσπερ καὶ ἀπὸ τούτου δῆλον· Παρέστησαν γὰρ, φησὶν, οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. » Καὶ μεθ' ἕτερα ἐπάγει· « Εἰκότως οὖν, πρὸ τῆς καθόδου, ὅπερ πολλάκις ἔφαμεν, Λόγος · μετὰ δὲ τὴν κάθοδον, καὶ τὴν τῆς σαρκὸς ἀνάληψιν, διαφόρων καὶ τῶν ἐπηγοριῶν τε-
"For the Word was in the beginning, being nothing else than Word; whereas the man united to the Word, not existing previously, has become man, as John teaches us, saying: 'And the Word became flesh'. On this account, therefore, he manifestly makes mention of the Word alone; for whether divine Scripture makes mention of the name of Jesus or of Christ, it manifestly names the Word of God when existing with human flesh. And if anyone should profess to be able even before the New Testament to point out the name of Christ Jesus as applied to the Word alone, he will find this spoken prophetically, just as is plain from this also: 'For the kings of the earth stood by,' it says, 'and the rulers were gathered together unto the same place, against the Lord, and against His Christ'." And after other things he adds: "Reasonably, therefore, before the descent, as we often said, He was Word; whereas after the descent, and the assumption of the flesh, various appellations also He has
PG 24:800Read from the page
τύχηκεν, ἐπειδὴ ὁ Λόγος σὰρξ ἐγενετο. » Τήρει ὅπως διὰ τούτων Μάρκελλος τοῦ Ἰησοῦ καὶ Χριστοῦ ὄνομα, καὶ τὰς λοιπὰς προσηγορίας, οὐ βούλεται κεῖσθαι ἐπὶ τοῦ Λόγου, ἀλλ' ἐπὶ τῆς σαρκὸς ἧς ἀνείληφεν. Ἀναγκαία δὲ ἡ ἐπιτήρησις, ἵν' ὅταν αὐτὸς πάλιν ἀποβάλῃ τὴν σάρκα, ἐλέγχοιτο ἀσεβῶν τὸν εἰς αὐτὸν Χριστὸν τοῦ Θεοῦ. Μετὰ δὴ τὰ προλεχθέντα ἑξῆς προϊὼν, τὰ περὶ τοῦ σώματος τοῦ Σωτῆρος, τοιαῦτα γράφει · « Καὶ μὴ τοῦτο ἀπίθανον εἶναι νομιζέτω Ἀστέριος, εἰ νεώτερον ὂν αὐτοῦ σώματος, αὐτῆς τυχεῖν ἀρχαιότητος ἐδυνήθη · ἀλλ' ἐννοείτω, καὶ ὅτι μάλιστα τὴν ἀνθρωπίνην σάρκα νεωτέραν εἶναι συμβαίνει, ὅμως ὁ ταύτην ἀναλαβεῖν δι' ἁγνῆς ἀξιώσας Παρθένου Λόγος, ταύτῃ τὸ ἑαυτοῦ ἑνώσας, οὐ μόνον Πρωτότοκον πάσης κτίσεως τὸν ἐν ἑαυτῷ ἄνθρωπον κτισθέντα ἀπειργάσατο, ἀλλὰ καὶ ἀρχὴν ἁπάντων αὐτὸν εἶναι βούλεται, οὐ τῶν ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς. » Τοσαῦτα εἰπὼν, μεθ' ἕτερα τὰς ἀποστολικὰς φωνὰς, δι' ὧν τὸν Υἱὸν τοῦ Θεοῦ θεολογεῖ, φάσκων, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως · ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα εἰς αὐτὸν συνέστηκε , ἐπὶ τὴν σάρκα ἀναφέρει· οὐκ ἐρυθριῶν τὰς τοιαύτας τοῦ Ἀποστόλου φωνὰς ἐκλαμβάνειν ἐπὶ τὴν σάρκα, περὶ ἧς προϊὼν αὐτὸς Μάρκελλος ταῦτα γράφει · « Εἰ οὖν ὁ Σωτὴρ ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν, καὶ μηδὲν ὠφελοῦσαν ἐν τοῖς μέλλουσιν αἰῶσι ὡς αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ Λόγῳ ; » Κἂν αὖθις περὶ τῆς αὐτῆς σαρκὸς ἐπιλέγει· « Πῶς ἔδει τὴν τοῦ δούλου μορφὴν, ἣν ἀνείληφεν ὁ Λόγος, μορφὴν οὖσαν δούλου συνεῖναι τῷ Λόγῳ ; Διὸ ἀδύνατον γένοιτ' ἄν. » Ἀλλ' ὁ τοιαῦτα περὶ τῆς σαρκὸς εἰπὼν νῦν εἰκόνα τοῦ Θεοῦ αὐτὴν λέγει, καὶ Πρωτότοκον πάσης κτίσεως, αὐτήν τε οὖσαν πρὸ πάντων, καὶ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, θρόνους, κυριότητας, ἀρχὰς, ἐξουσίας, ἐν αὐτῇ ἐκτίσθαι. Γράφει δὲ οὕτως · « Οὐκοῦν Πρωτότοκος μέν ἐστιν ἁπάσης κτίσεως αὐτὸς, ἐν αὐτῷ δὲ ἐκτίσθη τὰ πάντα, προσήκει εἰδέναι ἡμᾶς, ὅτι περὶ τῆς κατὰ σάρκα οἰκονομίας αὐτοῦ, ὁ Ἀπόστολος νυνὶ μέμνηται. » Καὶ ἐπιβεβαιοῖ τὸν λόγον, ἐπιφέρων ἑξῆς · « Πρωτότοκος οὖν ἁπάσης κτίσεως διὰ τὴν κατὰ σάρκα γένεσιν ὠνομάσθη, οὐ διὰ τὴν πρώτην, ὡς αὐτοὶ οἴον-
obtained, since the Word became flesh." Observe how through these words Marcellus does not wish the name of Jesus and Christ, and the remaining titles, to rest upon the Word, but upon the flesh which He has assumed. And this observation is necessary, so that when he himself again casts off the flesh, he may be convicted of committing impiety against the Christ of God in Him. Proceeding next after what was said above, concerning the body of the Saviour he writes as follows: "And let not Asterius suppose this to be implausible, if, being more recent of His body, it was able to obtain that very antiquity; rather let him consider that even though it especially happens that human flesh is more recent, nevertheless the Word Who deigned to take it up through a pure Virgin, having united His own to it, not only wrought the man created in Himself to be Firstborn of all creation, but also wills him to be the beginning of all things, not of those on earth only, but also of those in heaven." Having said so much, after other matters he refers to the flesh the apostolic utterances through which he speaks theologically of the Son of God, saying, "Who is the image of the invisible God, the firstborn of all creation; because in Him were created all things, the things in the heavens and the things on the earth, whether thrones, or dominions, or principalities, or authorities: all things have been created through Him and unto Him, and He Himself is before all things, and in Him all things hold together"; not blushing to interpret such utterances of the Apostle as referring to the flesh, concerning which as he proceeds Marcellus himself writes these things: "If, therefore, the Saviour confesses that the flesh profits nothing, how is it admissible that what is both from earth and profits nothing should coexist in the ages to come with the Word as profitable to Him?" Even again concerning the same flesh he adds: "How was it fitting that the form of a servant, which the Word has assumed, being the form of a servant, should coexist with the Word? Wherefore it would prove impossible." Yet he who spoke such things concerning the flesh now calls it the image of God, and Firstborn of all creation, and says that it itself exists before all things, and that all things in the heavens and the things on the earth, thrones, dominions, principalities, authorities, have been created in it. And he writes thus: "If, therefore, He Himself is Firstborn of all creation, and in Him all things were created, it befits us to know that the Apostle now makes mention of His dispensation according to the flesh." And he confirms the statement, adding next: "Firstborn of all creation, therefore, He was named on account of His generation according to the flesh, not on account of the first, as they
Notes, col. 800

On the reading

Printed ἐγενετο, for ἐγένετο.

PG 24:801Read from the page
« ται, κτίσιν· » καὶ ἐπιλέγει· « Οὐ τοίνυν ουτος ὁ ἁγιώτατος Λόγος πρὸ τῆς ἐνανθρωπήσεως Πρωτότοκος ἁπάσης κτίσεως ὠνόμαστο (πῶς γὰρ δυνατὸν τὸν ἀεὶ ὄντα πρωτότοκον εἶναί τινος ; ) ἀλλὰ τὸν πρῶτον καινὸν ἄνθρωπον, εἰς ὃν τὰ πάντα ἀνακεφαλαιώσασθαι ἐβουλήθη ὁ Θεὸς, τοῦτον αἱ θεῖαι Γραφαὶ Πρωτότοκον πάσης ὀνομάζουσι κτίσεως. » Καὶ αὖθις ἐπιφέρει · « Ἀκούεις ὅπως οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ προϋπάρχοντα ἔν τε οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ἐν αὐτῷ κατὰ τὴν καινὴν κτίσιν ἐκτίσθαι συμβαίνει. » Ταῦτα μὲν οὖν δι' ὧν Πρωτότοκον πάσης κτίσεως διὰ τὴν σάρκα αὐτὸν ὠνομάσθαι εἴρηκε. Θέα δὲ ὅπως καὶ τὴ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πάλιν ἐπὶ τὴν σάρκα ἀναφέρει· μὴ προσέχων τῇ θείᾳ Γραφῇ ἐκ προσώπου τῆς σοφίας ἐν ταῖς Παροιμίαις τοῦτον λεγούσῃ τὸν τρόπον· Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν, καὶ δόξαν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται δικαιοσύνην γράφουσιν. Οἷς ἑξῆς ἐπιλέγει ἡ αὐτὴ Σοφία· Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γιγνόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι· καὶ τὰ τούτοις ἑξῆς. Οἷς μὴ βουληθεὶς τὴν διάνοιαν ἐπιστῆσαι Μάρκελλος, ἑνὸς δὲ μόνου γενόμενος σκοποῦ, τοῦ μὴ ὁμολογῆσαι τὸν Υἱὸν τοῦ Θεοῦ, τὴν προκειμένην θεολογίαν ἐπὶ τὴν σάρκα ἀναφέρει, καὶ τὴν εὐθεῖαν παρεκτραπεὶς ὁδὸν, ἀνοδίαν ἑαυτῷ ἐπενόησε γράφων κατὰ λέξιν οὕτως· « Τὸ τοίνυν κεφάλαιον τουτὶ τῆς Παροιμίας, οὐ τὴν ἀρχὴν τῆς θεότητος, ὥσπερ αὐτοὶ νομίζουσι, τοῦ Σωτῆρος ἡμῶν παραστῆσαι βουλόμενον, Κύριος ἔκτισέ με, ἔφη · ἀλλὰ τὴν δευτέραν κατὰ σάρκα οἰκονομίαν · διὸ καὶ κτίσεως μέμνηται προσφόρως τῆς ἀνθρωπίνης σαρκός. » Καὶ ἑξῆς ἐπιλέγει· « Οὐχ οὖν ἡ κτίσις τῇ κατὰ ἄνθρωπον αὐτοῦ διαφέρει πραγματείᾳ. Διό φησι· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ ἔκτισέ με, δηλονότι διὰ τῆς παρθένου Μαρίας, δι' ἧς ὁ Θεὸς ἑνῶσαι τὴν ἀνθρωπίνην σάρκα τῷ ἑαυτοῦ Λόγῳ προείλετο. » Καὶ μεθ' ἕτερα προστίθησι λέγων · « Τούτου τοίνυν οὕτως ἔχοντος, ἀκόλουθόν ἐστι σκοπεῖν τῇ διανοίᾳ τὸ παροιμιωδῶς εἰρημένον τουτὶ κεφάλαιον · Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. Ἔκτισε γὰρ ἀληθῶς, τὸ μὴ ὂν πεποιηκὼς, ὁ δεσπότης ἡμῶν Θεὸς οὐκ οὖσαν τὴν σάρκα, ἣν ἀνείληφεν ὁ Λόγος. » Καὶ ἐπιφέρει αὖθις λέγων· « Θὐκοῦν τοῦτ' ἔστιν, ὁ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ἐπάγει δὲ, Πρὸ
suppose, creation;" and he adds: "Not therefore was this most holy Word before the incarnation named Firstborn of all creation (for how is it possible for Him Who always exists to be firstborn of anything?), rather the first new man, unto whom God willed to sum up all things, this one the divine Scriptures name Firstborn of all creation." And again he subjoins: "You hear how not only these things, but also the pre-existing things both in heaven and on the earth turn out to have been created in him according to the new creation." Such, then, are the words whereby he has said that He was named Firstborn of all creation on account of the flesh. And behold how he refers again to the flesh even the saying, "The Lord created Me the beginning of His ways unto His works"; paying no heed to divine Scripture speaking in Proverbs in the person of Wisdom in this manner: "I, Wisdom, dwelt with counsel, and glory and knowledge I called upon; through Me kings reign, and potentates write righteousness". Next to which the same Wisdom adds: "In ways of righteousness I walk, and in the midst of paths of just ordinance I go about, that I may apportion substance to those who love Me, and fill their treasuries with good things. If I declare to you the things that happen day by day, I shall remember to recount the things from eternity. The Lord created Me the beginning of His ways unto His works, before the age He founded Me, in the beginning before He made the earth"; and the things that follow these. To which Marcellus, unwilling to apply his mind, and bent on one single aim alone, namely not to confess the Son of God, refers the theology set before us to the flesh, and turning aside from the straight road, devised a trackless way for himself, writing word for word thus: "This passage, therefore, of the Proverb, not wishing to present the beginning of the deity of our Saviour, as they suppose, said, 'The Lord created Me,' but rather the second dispensation according to the flesh; wherefore also it fittingly makes mention of creation, namely of human flesh." And next he adds: "Creation, therefore, is not distinct from His economy as man. Wherefore it says: 'The Lord created Me the beginning of His ways, unto His works He created Me,' plainly through the Virgin Mary, through whom God chose beforehand to unite human flesh to His own Word." And after other things he adds, saying: "Since this, therefore, is so, it follows that we should examine in thought this passage spoken proverbially: 'The Lord created Me the beginning of His ways, unto His works.' For truly our Master and God created, having made what did not exist, the non-existent flesh which the Word has assumed." And he subjoins again, saying: "This, therefore, is what 'The Lord created Me the beginning of His ways unto His works' means. And it adds, 'Before
Notes, col. 801

On the reading

Printed ουτος, for οὗτος.

Printed τὴ, for τὸ.

Printed Θὐκοῦν, for Οὐκοῦν.