Migne Reading Room

PG 24 · cols. 768–777 · Read from the page

Against Marcellus

Against Marcellus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:768Read from the page
«προὔθεντο, τῷ τοῦ μὲν Εὐσεβίου Οὐαλεντίνῳ τε καὶ Ἑρμῇ ὁμοίως εἰρηκότος, τοῦ δὲ Ναρκίσσου Μαρκίωνί τε καὶ Πλάτωνι.» Εἶθ' ἑξῆς μακρὰν καὶ ἀδόλεσχον ἀπεραντολογίαν συνηγορεῖ, φάσκων ἐξ ἀκοῆς μεμαθηκέναι τὸν Εὐσέβιον ὡμιληκέναι τινὰ ἐν Λαοδικείᾳ ποτὲ γενέμενον, καὶ περὶ ὧν οὐκ ἠπίστατο, ὡς ἐξ ἀκοῆς μαθὼν γράφει, καὶ ἐπισυνάπτει λέγων· Δέον, τἀναντία, μετὰ δακρύων τε καὶ πένθους πρὸς Κύριον βοᾷν· Ἡμάρτομεν, ἠσεβήσαμεν, ἠνομήσαμεν, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποιήσαμεν, καὶ νῦν μεταγνόντες τῆς παρὰ σοῦ τυχεῖν ἀξιοῦμεν φιλανθρωπίας. Ταῦθ' ἥρμοττεν αὐτῷ· ταῦτα συνέφερε λέγειν διὰ τὴν ἄμετρον τοῦ Θεοῦ χρηστότητα καὶ φιλανθρωπίαν. Καίτοι ἀκόλουθον ἦν τὸν μετὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἐπιμελούμενον Θεὸν ἀντειπεῖν λέγοντα· Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησε, ἐκρύβην ἂν ἀπὸ αὐτοῦ. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστά μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα· ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Ὅτι γὰρ σύνεστιν ἡμῖν τοῖς αὐτοῦ λειτουργοῖς, ἴσμεν ἀπὸ τῆς αὐτοῦ ῥήσεως· Ἰδοὺ γὰρ ἔσομαι μεθ' ὑμῶν, ἔφη, πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Εἶτα ἀκολούθως πάντως που καὶ τὰ ἑπόμενα τοῖς προάγουσιν ἐπήγαγον ἂν ῥητά· Ἐλθέτω θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι πονηρία ἐν ταῖς καρδίαις αὐτῶν· τοὺς γὰρ ἐν ἀγνοίᾳ τῆς ἀσεβείας ὄντας νεκροὺς, ὑπὸ τοῦ ᾅδου καταπίνεσθαί φησιν ἡ Γραφή· νεκροὶ γὰρ, καὶ ζῇν δοκοῦντες, ἐντυγχάνοντες. Καὶ πάλιν ἑξῆς τούτοις αἰτιᾶται τὸν Εὐσέβιον, ὡς ἐν τῷ διιέναι τὴν Ἀγκύραν, τότε ὡμιληκότα ἐπὶ τῆς ἐκκλησίας, ἅπερ φησὶν ἐξ ἀκοῆς μεμαθηκέναι, ἐφ' οἷς ἀγανακτῶν τοιαῦτα γράφει· «Ἀλλ' ὁ μὲν Ἀπόστολος τοιαῦτα περὶ τῆς Γαλατῶν πίστεως γράφει· Εὐσέβιος δὲ μεταφέρων τὴν ἀποστολικὴν ἔννοιαν, δι' ἣν τοῦθ' ὁ Ἀπόστολος τῆς προειρημένης αἰτίας ἕνεκα, «Τέκνα μου,» εἰπὼν, «οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν,» καθήψατο Γαλατῶν ὡς μὴ ὀρθὴν ἐχόντων περὶ Θεοῦ δόξαν.» Ὤδινε γὰρ ἀληθῶς δριμεῖάν τινα καὶ πικρὰν ὠδῖνα, ὅτι ἠπίστατο Γαλάτας περὶ θεοσεβείας μὴ ὥσπερ ἐκεῖνος δοξάζοντας, μηδὲ δύο μὲν οὐσίας τε καὶ πράγματα, καὶ δυνάμεις καὶ θεοὺς λέγοντας. Τήρει δὲ ταῦτα ὅπως διαλοιδορεῖται
"propose to themselves, Eusebius on the one hand having spoken in like manner to Valentinus and Hermes, and Narcissus on the other hand to Marcion and Plato?" Then next he pleads a long and garrulous endless prattle, alleging that he has learned by hearsay that Eusebius delivered certain discourses when once he was in Laodicea; and concerning things he did not know, he writes as having learned by hearsay, and joins to it, saying: Whereas, on the contrary, he ought with tears and mourning to cry to the Lord: We have sinned, we have acted impiously, we have transgressed the law, and we have done what is evil before Thee, and now, having repented, we ask to obtain loving-kindness from Thee. These things befitted him; these things were profitable to say because of the measureless kindness and loving-kindness of God. Yet it would have been fitting for God, Who cares for men with loving-kindness and righteousness, to reply, saying: If the enemy had reproached Me, I would have borne it; and if he who hates Me had spoken boastfully against Me, I would have hidden Myself from him. But you, O man like-souled, My guide and My familiar friend, who together sweetened meats for Me: in the house of God we walked in concord. For that He is with us His ministers, we know from His saying: For behold, I shall be with you, He said, all the days of your life, until the consummation of the age. Then accordingly, by all means I suppose, they would also have adduced the sayings that follow what precedes: Let death come upon them, and let them go down alive into Hades, because wickedness is in their hearts; for those who are dead in ignorance of impiety, the Scripture says, are swallowed up by Hades—being dead indeed, even while seeming to live. And again next after these things he accuses Eusebius as having, in passing through Ancyra, delivered a discourse at that time in the church, things which he says he has learned by hearsay; indignant at which, he writes such things as these: "Now the Apostle writes such things concerning the faith of the Galatians; whereas Eusebius, transferring the apostolic meaning on account of which the Apostle said this for the aforesaid cause, saying, 'My children, with whom I am again in travail until Christ be formed in you,' reproached the Galatians as not holding a right opinion concerning God." For truly he travailed with a sharp and bitter pang, because he knew that the Galatians did not hold opinions concerning godliness in the way that man did, nor speak of two essences and things, and powers and gods. And observe these things, how he rails
Notes, col. 768

On the reading

Printed γενέμενον, for γενόμενον.

Printed γνωστά, for γνωστέ.

PG 24:769Read from the page
πικρῶς, τῷ μηδὲν εἰρηκότι πλεῖον, ὡς αὐτὸς γράφει, ἢ τὸ ἀποστολικὸν ῥητόν. Καὶ νῦν μὲν δύο θεοὺς λέγειν τὸν Εὐσέβιον ὁμολογεῖ, ὡς ἂν τὸν Υἱὸν τοῦ Θεοῦ θεολογοῦντα σὺν τῷ Πατρί· προϊὼν δ' ἐν τοῖς ἑξῆς, ὥσπερ ἐπιλελησμένος ὧν ἐνταῦθα κατηγόρηκε, τὸν αὐτὸν πειρᾶται διαβάλλειν ὡς ψιλὸν ἄνθρωπον τὸν Χριστὸν εἶναι λέγοντα. Ἑξῆς δὲ τοῖς προκειμένοις ἐπισυνάπτει πολλήν τινα καὶ μακρὰν φλυαρίαν, τά τε ὄντα τά τε μὴ ὄντα ἑαυτῷ συνείρων· μονονουχὶ κατὰ τοὺς φήσαντας. Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι, τίς ἡμῶν κύριός ἐστι; Δι' ὧν δείκνυται, καθὼς ἀρχόμενος ἔφην τοῦ συγγράμματος, ἐξ ὑπερβαλλούσης ἔχθρας τε καὶ μισαδελφίας ἐπιπηδήσας τῇ γραφῇ. Μεταβὰς δ' ἐκ τούτων, Ἀστέριον αὖθις τραγῳδεῖ, μακρὰν ἀποτείνων καὶ περὶ αὐτοῦ διήγησιν, ὅπως τε ἀποδημεῖ, καὶ ποῖ, καὶ πότε, καὶ πρὸς τίνας. Καὶ τούτου δὲ ἀφέμενος, αὖθις ἐπὶ τὸν τοῦ Θεοῦ ἄνδρα Παυλῖνον τρέπεται, ταῦτα γράφων αὐτοῖς ῥήμασι· «Τούτοις δὲ τοῖς ῥητοῖς καὶ ὁ τούτου πατὴρ πειθόμενος, Παυλῖνος, ταῦτα λέγειν τε καὶ γράφειν οὐκ ὀκνεῖ, ποτὲ μὲν δεύτερον Θεὸν λέγων τὸν Χριστὸν, καὶ τοῦτον ἀνθρωπικώτερον γεγεννῆσθαι Θεόν· ποτὲ δὲ καὶ κτίσμα αὐτὸν εἶναι διοριζόμενος. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, καὶ πρὸς ἡμᾶς ποτε, τὴν Ἀγκύραν διϊὼν, κτίσμα εἶναι τὸν Χριστὸν ἔφασκε.» Καὶ πάλιν μυθολογῶν διελέχθαι τῷ Παυλίνῳ φησίν. Ἔπειτα διαβάλλει τὸν μακάριον, ὡς θεοὺς πολλοὺς εἰρηκότα, καὶ καταλιπὼν τὸν Παυλῖνον, πάλιν τῷ Εὐσεβίῳ σχολάζει φάσκων· «Οὕτω δὲ καὶ Εὐσέβιος ὁ τῆς Καισαρείας γέγραφε καὶ αὐτὸς, τὴν αὐτὴν ἔχων Παυλίνῳ τε καὶ τοῖς ἔξωθεν περὶ Θεοῦ δόξαν. Γέγραφε γὰρ, οὐχ ὡς ὄντος μόνου Θεοῦ, ἀλλ' ἑνὸς ὄντος τοῦ μόνου ἀληθινοῦ Θεοῦ. Ὅθεν τοίνυν μαθὼν καὶ ὁ Ἀστερίου πατὴρ Παυλῖνος νεωτέρους θεοὺς εἶναι ᾤετο.» Καὶ ἐν τούτοις δὲ ὡς θεῶν δόξας εισάγοντας αἰτιᾶται, ἀρνούμενος αὐτὸς τὴν θεότητα τοῦ Υἱοῦ· καὶ παραθέμενος τὴν Εὐσεβίου λέξιν, συνίησιν, ὡς οὐκ ην αὐτοῦ ἡ τὸν Πατέρα μόνον ἀληθινὸν Θεὸν διδάσκουσα φωνὴ, τοῦ δὲ Σωτῆρος ἡμῶν εἰρηκότος, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν· καὶ μεθ' ἕτερα προστίθησι λέγων· «Ἐπεὶ πόθεν ἡμῖν ἐκ τῶν θείων δυνήσονται δεῖξαι ῥητῶν, ὅτι εἷς μὲν ἀγέννητος, εἷς δὲ γεννητὸς, ὡς αὐτοὶ γεγεννῆσθαι αὐτὸν πεπιστεύκασιν; οὔτε προφητῶν, οὔτε εὐαγγελιστῶν, ἢ ἀποστόλων τοῦτ' εἰρηκότων.» Εἶθ' ὥσπερ ἐν ἄθλοις ἀπογραψάμενος, ὁμοῦ πρὸς ἅπαντας διαπληκτίσασθαι, μεταβαίνει ἐπὶ τὸν Νάρκισσον, καί φησιν· «Ὥστε κἂν ἐκεῖνό τις λέγοι, κατασκευάζων πρῶτον εἶναι Θεὸν, καὶ δεύτερον, ὡς Νάρκισσος αὐταῖς λέξεσι γέ-
bitterly against him who has said nothing more, as he himself writes, than the apostolic saying. And here indeed he confesses that Eusebius speaks of two gods, inasmuch as he speaks of the Son of God as God together with the Father; yet proceeding further in what follows, as though forgetful of the charges he has brought here, he attempts to slander the very same man as saying that Christ is a mere man. Next after the things set forth above he joins a great and long piece of nonsense, stringing together for himself both things that are and things that are not—almost after the manner of those who said. Our lips are our own; who is our lord? Whereby he is shown, just as I said at the beginning of the treatise, to have leaped into writing out of excessive enmity and hatred of the brethren. Passing on from these things, he again declaims tragically against Asterius, stretching out a long narrative about him also, both how he travels abroad, and whither, and when, and to whom. And letting him go too, he turns again upon the man of God Paulinus, writing these things in these very words: "Persuaded by these expressions, his father also, Paulinus, does not hesitate both to speak and to write these things, sometimes calling Christ a second God, and saying that He has been begotten as God in a more human fashion, and sometimes defining Him to be even a creature. And that this is so, to us also once, when passing through Ancyra, he asserted that Christ is a creature." And again fabricating fables, he says that he conversed with Paulinus. Next he slanders the blessed man as having spoken of many gods, and leaving Paulinus behind, he again devotes his leisure to Eusebius, alleging: "And thus Eusebius of Caesarea also has written himself too, holding the same opinion concerning God as Paulinus and those outside. For he has written, not as though there were an only God, but as though there were one who is the only true God. Having learned from this, therefore, Asterius's father Paulinus also supposed that there were newer gods." And in these matters too he accuses them as introducing opinions of gods, while he himself denies the divinity of the Son; and though setting beside it the wording of Eusebius, he understands that the voice teaching the Father to be the only true God was not his, since our Saviour has spoken, That they may know Thee, the only true God; and after other things he adds, saying: "Else whence out of the divine sayings will they be able to show us that one is unbegotten and one begotten, in the way they themselves have believed Him to have been begotten, when neither prophets, nor evangelists, or apostles have spoken this?" Then, as though having enrolled himself in contests to spar against everyone at once, he passes over to Narcissus, and says: "So that even if someone should say that, seeking to establish that there is a first God, and a second, as Narcissus in these very words has
Notes, col. 769

On the reading

Printed διελέχθαι, for διειλέχθαι.

Printed εισάγοντας, for εἰσάγοντας.

Printed ην, for ἦν.

PG 24:772Read from the page
«γραφεν. Οὐδὲν γὰρ συγχωρεῖ ὁ λέγων· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν (ὅτι μὲν αὐτὸς καὶ ὁ Πατὴρ αὐτοῦ δύο εἰσὶν, αὐτοῦ τοῦ Κυρίου μαρτυροῦντος καὶ τῶν ἁγίων Γραφῶν ἐκ μέρους ἠκούσαμεν. Εἰ τοίνυν Νάρκισσος διὰ τοῦτο διαιρεῖν δυνάμει τὸν Λόγον τοῦ Πατρὸς ἐθέλοι, γνώτω ὅτι ὁ γράψας προφήτης ὡς τοῦ Θεοῦ εἰρηκότος· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν), αὐτὸς γέγραφε· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον.» Καὶ μεταβὰς ἀπὸ Ναρκίσσου ἐπὶ τὸν Ἀστέριον, ταῦτα γράφει· «Ἓν γὰρ εἶναι καὶ ταὐτὸν Ἀστέριος κατὰ τοῦτο ἀπεφήνατο μόνον τὸν Πατέρα καὶ τὸν Υἱὸν, καθ' ὃ ἐν πᾶσι συμφωνοῦσιν. Οὕτω γὰρ ἔφη· Καὶ διὰ τὴν ἐν πᾶσι λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ Εὐσεβίου πάλιν καθάπτεται λέγων· «Ἄνθρωπον γὰρ τὸν Σωτῆρα εἶναι βούλεται. Δῆλον δὲ ἀφ' ὧν πανούργως τὰ τοῦ Ἀποστόλου ῥητὰ Εὐσέβιος πρὸς τὸ ἑαυτοῦ μετήνεγκε βούλημα. Ὡς γὰρ ἐκ παλαιᾶς τινος ὠδῖνος, μεγίστην ἀποκυῆσαι βουλόμενος βλασφημίαν, ἐξέχεεν ἀπὸ τοῦ ἰδίου θησαυροῦ, κατὰ τὴν τοῦ Σωτῆρος ῥῆσιν, τὸ πονηρόν. Ἄνθρωπον γὰρ μόνον τὸν Σωτῆρα δεῖξαι βουλόμενος, ὡς μέγιστον ἡμῖν ἀπόῤῥητον τοῦ Ἀποστόλου ἀνακαλύπτων μυστήριον, οὕτως ἔφη· Διὸ σαφέστατα καὶ ὁ θεῖος Ἀπόστολος, τὴν ἀπόῤῥητον ἡμῖν καὶ μυστικὴν παραδιδοὺς θεολογίαν, βοᾷ καὶ κέκραγεν· Εἷς ὁ Θεός. Εἶτα μετὰ τὸν ἕνα Θεόν φησιν· Εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. Εἰ τοίνυν ἄνθρωπον αὐτὸν εἶναί φησι, τῇ κατὰ σάρκα αὐτοῦ μόνῃ προσέχων οἰκονομίᾳ, πάντως κἀκεῖνο συνομολογεῖ τὸ μηδὲ ἔχειν ἐλπίδα ἐπ' αὐτόν. Ἐπικατάρατος γὰρ ἄνθρωπος, ὁ προφήτης Ἱερεμίας ἔφη, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον.» Ὑρᾷς ὅπως ἡ κακία τυφλώττει. Ταῦτα γοῦν αὐτὸς μαρτυρήσας Θεὸν ὁμολογοῦντι τὸν Υἱὸν, μεμφόμενός τε ἐπὶ τούτῳ, ὡς Θεὸν οὐσίᾳ καὶ δυνάμει ὑφεστῶτα τὸν τοῦ Θεοῦ Λόγον εἰσάγοντι, νῦν τὸν αὐτὸν συκοφαντεῖ, ὡς ψιλὸν ἄνθρωπον λέγοντα εἶναι τὸν Χριστὸν, προφανῶς καταψευδόμενος, ἔν τε οἷς εἴρηκε, καὶ ἐν οἷς ἑξῆς ἐπάγει αὖθις περὶ αὐτοῦ λέγων· «Ἀλλ' ὁ προειρημένος, βραχέα τῶν ἁγίων προφητῶν φροντίσας, ὡς ἀπόῤῥητόν τινα καὶ λανθάνουσαν τοῦ Ἀποστόλου θεολογίαν ἐξηγούμενος· Εἷς Θεὸς, ἔφη, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός.» Καὶ ὁ ταῦτα γράψας, καὶ σφόδρα ἐπὶ τῷ μεμνῆσθαι τῶν Γραφῶν μεγαλαυχῶν, οὐκ ἐνενόησεν, ὅτι ὁ τοῦτο γράψας ἁγιώτατος Ἀπόστολος καὶ ἐκεῖνο γέγραφεν· Ὅς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπου γενόμε-
"written. For He Who says: Let Us make man according to Our image and according to likeness concedes nothing (that He Himself and His Father are two, we have heard in part from the Lord Himself bearing witness and from the holy Scriptures. If therefore Narcissus should wish on this account to divide the Word from the Father in power, let him know that the prophet who wrote as though God had spoken: Let Us make man according to Our image and according to likeness), himself has written: And God made the man." And passing over from Narcissus to Asterius, he writes these things: "For Asterius declared the Father and the Son to be one and the same in this respect alone, inasmuch as They agree in all things. For thus he said: And because of the exact agreement in all words and works, I and the Father are one." And he again assails Eusebius, saying: "For he wishes the Saviour to be a man. And this is clear from the way Eusebius craftily transferred the expressions of the Apostle to his own purpose. For as though from some ancient travail, wishing to bring forth the greatest blasphemy, he poured out from his own treasure, according to the saying of the Saviour, what is evil. For wishing to show the Saviour to be a man only, as though uncovering for us the greatest ineffable mystery of the Apostle, he spoke thus: Wherefore most clearly the divine Apostle also, handing down to us the ineffable and mystical theology, cries aloud and proclaims: God is one. Then after the one God he says: One mediator of God and men, the man Jesus Christ. If therefore he says that He is a man, giving heed solely to His dispensation according to the flesh, by all means he agrees to that also, not even to have hope in Him. For cursed is the man, the prophet Jeremiah said, who has his hope in man." You see how malice is blind. At all events, after bearing witness in these things to one who confesses the Son to be God, and blaming him for this as introducing the Word of God subsisting as God in essence and power, he now slanders the very same man as saying that Christ is a mere man, manifestly lying against him both in what he has said and in what he next brings forward again concerning him, saying: "Yet the aforesaid man, caring little for the holy prophets, as though expounding some ineffable and hidden theology of the Apostle—There is one God, he said, and one mediator of God and men, the man Jesus Christ." And he who wrote these things, and boasted greatly of remembering the Scriptures, did not perceive that the most holy Apostle who wrote this has written that also: Who, existing in the form of God, did not consider being equal to God a thing to be grasped, but emptied Himself, taking the form of a servant, in the likeness of man having come
Notes, col. 772

On the reading

Printed Ὑρᾷς, for Ὁρᾷς.

PG 24:773Read from the page
νος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ὁρᾷς ὅπως, ὥσπερ προϊδὼν τῷ πνεύματι τὴν τουτων κακουργίαν ὁ ἱερὸς Ἀπόστολος, οὕτως ἐν ἑτέρῳ μέρει τὸ, ὡς ἄνθρωπος, ἔγραψε, καὶ ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος, ἵνα παύσῃ αὐτῶν τὴν τοσαύτην βλασφημίαν. Καὶ μεθ' ἕτερα τὸν αὐτὸν συκοφαντεῖ ὧδέ πως· «Πῶς οὖν τούτοις μὴ προσχὼν Εὐσέβιος, μόνον ἄνθρωπον τὸν Σωτῆρα εἶναι βούλεται;» Οὐ φανερῶς μὲν τοῦτο λέγειν τολμῶν, τοῦτο δὲ βουλόμενος ὑπὸ τῶν ἰδίων ἐλέγχεται ῥήσεων. Καὶ ὁ ταῦτα εἰπὼν τὸν αὐτὸν κατεμέμφετο, ὡς Θεὸν ἀναγορεύοντα τὸν Υἱὸν, γράφων οὕτω· Διελεῖν γὰρ τὸν Λόγον τοῦ Θεοῦ τολμήσας, καὶ ἕτερον Θεὸν τὸν Λόγον ὀνομάσας, οὐσίᾳ τε καὶ δυνάμει διεστῶτα τοῦ Πατρὸς, εἰς ὅσην βλασφημίαν ἐκπέπτωκεν;
to be, and having been found in fashion as a man. You see how, as though foreseeing in the spirit the malice of these men, the sacred Apostle thus wrote in another part the phrase, as a man, and having come to be in the likeness of man, in order that he might put a stop to this great blasphemy of theirs. And after other things he slanders the same man in some such way as this: "How then, paying no heed to these things, does Eusebius wish the Saviour to be a man only?" Not daring indeed to say this openly, yet wishing this, he is convicted by his own sayings. And the very man who said these things blamed the same man for proclaiming the Son to be God, writing thus: For having dared to divide the Word of God, and having named the Word another God, distinct from the Father in essence and power, into how great a blasphemy has he fallen?
Τοσαῦτα καὶ τούτων ἔτι μακρῷ πλείονα οὐ κατὰ μόνων τῶν ἐπισκόπων, ἀλλὰ καὶ κατὰ τῆς ὑγιοῦς καὶ ἐκκλησιαστικῆς πίστεως ἐκθέμενος Μάρκελλος, δῆλος ἂν εἴη ὁποίας αὐτὸς ὑπῆρχε προαιρέσεως. Ὅτι δ' οὐδὲν τῆς ἀληθείας ἔμελε τῷ ἀνδρὶ, μάθοις ἂν αὐταῖς ἐντυχὼν ταῖς τῶν ἐπισκόπων ἐπιστολαῖς, ἐν αἷς εὑρήσεις αὐτὸν τὸ μὲν πᾶν σῶμα τῆς διανοίας τῶν λέξεων ἀκρωτηριάζοντα· καὶ τὸν μὲν πάντα εἱρμὸν ἀποκρύπτοντα, ῥηματίων δὲ ἀντιλαμβανόμενον, καὶ τούτων κακούργως ποιούμενον τὴν διαβολήν. Αὐτίκα γοῦν συκοφαντεῖ τὸν Εὐσέβιον ἐκ τοῦ προφανοῦς, ὡς ψιλὸν ἄνθρωπον τὸν Χριστὸν εἰρηκότα· ἐπειδὴ τῆς ἀποστολικῆς φωνῆς ἐν τῇ ἑαυτοῦ ἐπιστολῇ τὴν παράθεσιν πεποίηται, δι' ἧς αὐτὸς εἶπεν ὁ Ἀπόστολος· Εἷς γὰρ ὁ Θεός· εἷς δὲ καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. Ταύτην μὲν οὖν τὴν ἀποστολικὴν λέξιν, ὡσανεὶ Εὐσεβίου οὖσαν, διαβέβληκε· μὴ συνιεὶς ὁ σοφώτατος, ὅτι τὸν Ἀπόστολον διέβαλλε, τὰς δὲ αὐτοῦ φωνὰς, τὰς ἐν τῇ αὐτῇ φερομένας ἐπιστολῇ, τάς τε ἐν τοῖς λοιποῖς αὐτοῦ συγγράμμασι, τοῖς εἰς τὰς θείας Γραφὰς πεπονημένοις ἃ δὴ κατὰ πάντα τόπον διαδέδοται, σιωπῇ παραδέδωκε· κρύψας τῇ σιωπῇ ἃ μὴ συκοφαντεῖν. Τὸ ὅμοιον δ' ἂν εὕροι τις αὐτὸν πεποιηκότα καὶ ἐπὶ τῶν λοιπῶν, ὧν διαβέβληκε γραμμάτων· ἃ δὴ, λόγου συμμετρίᾳ φειδόμενοι, τοῖς ἐθέλουσι τὴν τούτων ἀκριβῆ ποιεῖσθαι διάγνωσιν παραχωρήσομεν, σπεύδοντες αὐτοὶ τὴν αὐτὴν Μαρκέλλου περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ ξενοφωνίαν ἤδη λοιπὸν ἀποκαλύψαι, ὡς ἂν φανερ⟨ὸ⟩ν γένοιτο τοῖς πᾶσιν, ὅπως αὐτὸς ἐφρόνει περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ
Having set forth so many things, and far more than these besides, not against the bishops alone, but also against the sound and ecclesiastical faith, Marcellus would be manifest as to what sort of purpose he himself belonged. And that the man cared nothing at all for the truth, you may learn by reading the very letters of the bishops themselves, in which you will find him mutilating the whole body of the thought of their expressions, and hiding the entire sequence, while laying hold of petty phrases and maliciously fabricating his slander out of them. Immediately, at all events, he slanders Eusebius openly as having called Christ a mere man, because in his own letter he made a citation of the apostolic voice through which the Apostle himself said: For there is one God; and one mediator of God and men, the man Jesus Christ. This apostolic wording, then, he has traduced as though it were Eusebius's own, the most wise man failing to understand that he was traducing the Apostle; whereas his own utterances contained in that very letter, and those in the rest of his treatises laboured upon the divine Scriptures, which indeed have been circulated in every place, he has consigned to silence—hiding in silence what he could not slander. And one would find him to have done the like in the case of the rest of the writings also which he has traduced; which things indeed, sparing the due proportion of our discourse, we shall leave to those who wish to make an exact examination of them, hastening ourselves now for the rest to uncover the very strange language of Marcellus concerning the Son of God, so that it might become manifest to all how he himself thought concerning the Son of God
Notes, col. 773

On the reading

Printed τουτων, for τούτων.

PG 24:775Read from the page
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΤΗΣ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ ΒΙΒΛΟΣ Βʹ.
Book II of the Writings of Eusebius Pamphili Against Marcellus, Bishop of Ancyra.
ΤΩΝ ΠΡΟΣ ΜΑΡΚΕΛΛΟΝ ΕΛΕΓΧΩΝ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΒΙΒΛΙΟΥ ΚΕΦΑΛΑΙΑ.
Chapters of the Second Book of the Refutations Against Marcellus.
αʹ. Ὅπως Μάρκελλος μήτε εἶναι μήτε προϋπάρχειν τὸν Υἱὸν τοῦ Θεοῦ πρὸ τῆς ἐκ Παρθένου γεννήσεως ἐδόξασεν.
1. How Marcellus held the opinion that the Son of God neither was nor pre-existed before His birth from the Virgin.
βʹ. Ὅπως Μάρκελλος ἐφρόνει περὶ τοῦ ἐν τῷ Θεῷ Λόγου.
2. How Marcellus thought concerning the Word Who is in God.
γʹ. Ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ὁ Λόγος ἀνείληφεν.
3. How Marcellus thought concerning the flesh which the Word assumed.
δʹ. Ὁποῖον Μάρκελλος ἐπάγει τέλος τῇ τοῦ Χριστοῦ βασιλείᾳ, καὶ τῇ σαρκὶ ἣν ἀνείληφε.
4. What sort of end Marcellus brings upon the kingdom of Christ, and upon the flesh which He assumed.
ΚΕΦ. Αʹ.
Chapter I.
Ὅπως Μάρκελλος μήτε εἶναι μήτε προϋπάρχειν τὸν Υἱὸν τοῦ Θεοῦ πρὸ τῆς ἐκ Παρθένου γεννήσεως ἐδόξασεν.
How Marcellus held the opinion that the Son of God neither was nor pre-existed before His birth from the Virgin.
Τὴν τοῦ Γαλάτου πίστιν, ἢ καὶ μᾶλλον τὸν ἀπιστίαν τὴν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καιρὸς ἤδη καλεῖ, μετὰ τὴν ἔκθεσιν τῶν ὑπ' αὐτοῦ διαβληθέντων, εἰς φῶς ἀγαγεῖν· καὶ τὴν χρόνοις μακροῖς ἐνδομυχήσασαν τῷ ἀνδρὶ κακοδοξίαν, βραχὺ περιελθόντας τοῦ τῆς ἐπιστολῆς προσχήματος ἀπογυμνῶσαι· δεῖξαί τε τοῖς πᾶσι διὰ τῆς τῶν αὐτοῦ φωνῶν μαρτυρίας οἷός τις ὢν, τῆς Χριστοῦ καθηγεῖτο Ἐκκλησίας
The time now calls us, after setting forth the men slandered by him, to bring to light the Galatian's faith, or rather his unbelief towards the Son of God; and having gone briefly round about, to strip bare of the pretext of his epistle the heterodoxy that for long ages lurked inwardly in the man; and to show to all through the testimony of his own words what sort of man he was who presided over the Church of Christ
Notes, col. 775

On the reading

Printed τὸν ἀπιστίαν, for τὴν ἀπιστίαν.

PG 24:777Read from the page
ἄνθρωπος, μήτε εἶναι, μήτε προϋφεστάναι, μήτε ὅλως πώποτε Υἱὸν ὑπάρξαι τῷ Θεῷ, πρὸ τοῦ τεχθῆναι διὰ τῆς Παρθένου, δοξάζων· αὐτὸν δὲ μόνον εἶναι Λόγον φάσκων, συμφυᾶ τῷ Θεῷ, ἀϊδίως αὐτῷ συνόντα καὶ ἡνωμένον, οἷος ἂν εἴη καὶ ὁ ἐν ἀνθρώπῳ λόγος. Τούτῳ γὰρ αὐτὸς χρῆται τῷ παραδείγματι, Λόγον εἶναι φήσας ἔνδον ἐν αὐτῷ τῷ Θεῷ, ποτὲ μὲν ἡσυχάζοντα, ποτὲ δὲ σημαντικῶς ἐνεργοῦντα, μόνῃ τε ἐνεργείᾳ προϊόντα τοῦ Πατρός· ὡς ἂν καὶ ἡμεῖς τι προστάττοντες, ἐν τῷ λέγειν τι καὶ λαλεῖν, ἐνεργήσαιμεν. Ὅτι δ' οὐκ ἄν τις οὕτω γε εἴποι Υἱὸν εἶναι τὸν σημαντικὸν καὶ ἐνεργητικὸν Λόγον, παντί τῳ δῆλον. Ὁ δὲ τοῦτο δοὺς ἐπὶ τοῦ Θεοῦ, οὐκ οἶδ' ὅπως τὸν μὴ ὑφεστῶτα Λόγον τὴν σάρκα ἀνειληφέναι, καὶ ἐνεργῆσαι ἐν αὐτῇ φησι· καὶ τότε Χριστὸν γενέσθαι, καὶ Ἰησοῦν, καὶ βασιλέα, καὶ εἰκόνα τοῦ Θεοῦ, καὶ ἀγαπητὸν, καὶ Υἱὸν δεδοξασμένον, καὶ δὴ καὶ Πρωτότοκον πάσης κτίσεως, μὴ ὄντα πρότερον, τότε γενέσθαι, καίπερ οὐχ ὑφεστῶτα· τὸ δὲ παράδοξον τοῦ Λόγου, ἄρξασθαί γε ἀπὸ τετρακοσίων οὐδὲ ὅλων ἐτῶν τούτων ἁπάντων· καὶ πάλιν τοῦτον ἀθρόως παυθήσεσθαι μετὰ τὸν τῆς κρίσεως καιρὸν τοῦ μὲν Λόγου ἡνωμένου τῷ Θεῷ, ὡς μηδὲν ἕτερον εἶναι πλὴν τοῦ Θεοῦ, τῆς δὲ σαρκὸς, ἧς ἀνείληφεν, ἐρήμου καταλειφθησομένης ὑπὸ τοῦ Λόγου, ὡς μήτε τὸν Υἱὸν τοῦ Θεοῦ ποτε ὑφεστάναι, μήτε τὸν Υἱὸν τοῦ ἀνθρώπου, ὃν ἀνείληφε. Καὶ δὲ εἰς τοῦτο τέλος καταστρέφει ὥσπερ κεκωφωμένος, καὶ μήτε τοῦ ἀγγέλου Γαβριὴλ ἀκούων, εὐαγγελιζομένου τὴν Θεοτόκον σαφῶς τε καὶ διαῤῥήδην περὶ τοῦ ἐξ αὐτῆς τεχθησομένου, καὶ ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα προελευσομένου, φάσκοντος· Ἰδοὺ συλλήψη ἐν γαστρὶ, καὶ τέξη υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Μήτε Δανιὴλ τοῦ μεγάλου προφήτου τὰς φωνὰς συνιεὶς, αὐτὰ ταῦτα σφραγιζομένου, δι' ὧν ἐν θείῳ Πνεύματι διεφώνει λέγων· Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἔμπροσθεν αὐτοῦ προσηνέχθη. Καὶ αὐτῷ ἐδόθη ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται, Ἀλλ' οὐδὲ Ἠσαΐας αὐτὸν ἔπεισε περὶ τῆς ἀτελευτήτου βασιλείας τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὧδε καὶ αὐτὸς θεσπίζων, ὅτι, Παιδίον ἐγενήθη ἡμῖν· υἱὸς καὶ ἐδόθη ἡμῖν οὗ ἡ ἀρχὴ ἐπὶ
man, holding the opinion that neither was there, nor did there pre-exist, nor at all did a Son ever belong to God before He was born through the Virgin; alleging rather that He was Word alone, connatural with God, eternally coexisting with Him and united to Him, of such sort as the word in a man might also be. For he himself uses this example, having said that the Word was within in God Himself, sometimes keeping silent, and sometimes working significantly, proceeding from the Father by working alone—just as we too, in commanding something, might work in saying something and speaking. Now that no one would in this way say that the significant and operative Word is a Son, is plain to everyone. Yet he who has granted this in the case of God says, I know not how, that the non-subsistent Word assumed the flesh and worked in it; and that then He became Christ, and Jesus, and King, and image of God, and beloved, and glorified Son, and indeed Firstborn of all creation—not existing previously, He then came to be, even though non-subsistent; and what is paradoxical in his account, that all these things began from not even four hundred whole years ago; and that again He will suddenly cease after the time of the judgement, the Word on the one hand being united to God so that there is nothing else save God, and the flesh which He has assumed being left deserted by the Word, so that neither the Son of God ever subsists, nor the Son of man whom He has assumed. And finally he comes round to this end as though grown deaf, neither listening to the angel Gabriel bringing good tidings to the Mother of God clearly and expressly concerning Him Who was to be born out of her and to come forth according to the flesh from the seed of David, saying: Behold, you will conceive in the womb, and will bear a son, and you will call His name Jesus. This One will be great, and will be called Son of the Most High; and the Lord God will give Him the throne of David His father, and He will reign over the house of Jacob unto the ages, and of His kingdom there will be no end. Nor understanding the voices of Daniel the great prophet sealing these very things, through which in the divine Spirit he cried aloud, saying: And behold, with the clouds of heaven One was coming as Son of man, and He reached even unto the Ancient of days, and was brought near before Him. And to Him was given sovereignty, and honour, and the kingdom; and all peoples, tribes, tongues will serve Him. His authority is an everlasting authority, which will not pass away; and His kingdom will not be destroyed, Nor did Isaiah persuade him concerning the endless kingdom of the Son of God, prophesying thus himself also, that, A Child was born to us; a Son also was given to us, Whose sovereignty is upon
Notes, col. 777

On the reading

Printed συλλήψη, for συλλήψῃ.

Printed τέξη, for τέξῃ.

Printed διαφθαρήσεται,, for διαφθαρήσεται..