Migne Reading Room

PG 24 · cols. 720–729 · Read from the page

Against Marcellus

Against Marcellus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:720Read from the page
ἔτ' ἂν ὁμολογήσειεν, ἐρωτηθείς. Εἰ δὲ μὴ Ἰουδαῖος, ἀλλ' ἐπισκόπων τις ταύτην εἰσαγάγοι τὴν δόξαν, Λόγον αὐτὸν μόνον διδοὺς ἡνωμένον τῷ Θεῷ· καὶ τοῦτον εἶναι ἀΐδιον καὶ ἀγέννητον, ἕν τε εἶναι καὶ ταὐτὸν τῷ Θεῷ ὀνόμασι μὲν διαφόροις, Πατρὸς, καὶ Υἱοῦ χρηματίζοντα, οὐσίᾳ δὲ καὶ ὑποστάσει ἓν ὄντα· πῶς οὐ δῆλος ἂν γένοιτο τὸν μὲν Σαβέλλιον ὑποδυόμενος· τῆς δὲ ἐν Χριστῷ γνώσεώς τε καὶ χάριτος ἠλλοτριωμένος; Οὐδὲ γὰρ ζητεῖν, οὐδὲ ἀμφιβάλλειν, οὐδ' ἐρωτᾷν τοῖς βουλομένοις, εἰ ἦν καὶ προῆν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ τῆς Ἐκκλησίας ἐπιτρέποι ἂν θεσμός· ὁμολογουμένῃ δὲ καὶ ἀναμφιβόλῳ πίστει σὺν πολλῷ καὶ παῤῥησίᾳ διδάσκει τὸν Θεὸν Πατέρα εἶναι Υἱοῦ τοῦ μονογενοῦς ὁμολογεῖν, καὶ μήτε τὸν Πατέρα Υἱὸν εἶναι, ἢ καὶ τὸν Υἱὸν Πατέρα νομίζειν· ἀλλὰ τὸν μὲν ἀγέννητον καὶ ἀΐδιον καὶ ἄναρχον καὶ πρῶτον καὶ μόνον Πατέρα σέβειν· τὸν δὲ ἐκ τοῦ Πατρὸς γεννηθῆναι καὶ ὑποστῆναι, καὶ μόνον Υἱὸν μονογενῆ εἶναι πιστεύειν Θεόν τε αὐτὸν ὡς ἀληθῶς Υἱὸν ὄντα Θεοῦ, γνωρίζειν. Εἰ δὴ οὖν τούτοις μὲν ἀντιλέγων τις φαίνοιτο, Λόγον δὲ Θεοῦ ὁμοίως τῷ ἐν ἀνθρώποις τοῦτον ὁρίζοιτο, οὐκ ἐννοῶν οὐδὲ λογιζόμενος, ὡς οὐδὲν χρὴ θνητὸν, οὐδὲ ἀνθρώπινον τῷ ἐπέκεινα τῶν ὅλων ἀνατιθέναι Θεῷ, οὐδ' ὅλως τι τῶν εἰς ἡμετέραν ἐνθύμησιν ἀνιόντων, κἂν αἱ θεῖαι Γραφαὶ, ὥσπερ τινὰς νηπίους παιδαγωγοῦσαι τοὺς ἐντυγχάνοντας, ἀνθρωπινώτερον περὶ αὐτοῦ διαλέγωνται, χεῖρας αὐτῷ, καὶ πόδας, καὶ ὀφθαλμοὺς, καὶ φωνὰς, καὶ λόγους, καὶ στόματα, καὶ πρόσωπον, καὶ μυρία ἄλλα τοιαῦτα περιάπτουσαι· ἃ δὴ προσήκει μεταφέρειν ἐπὶ θεοπρεπεῖς ἐννοίας, οὐδὲν θνητὸν οὐδ' ἀνθρώπινον ἐν τῷ
longer would he confess it, upon being asked. Yet if not a Jew, but one of the bishops should introduce this opinion, granting Him to be a Word only, united to God, and saying that this Word is eternal and unbegotten, and is one and the selfsame with God, bearing titles under distinct names of Father and of Son, yet being one in essence and hypostasis: how would he not plainly be shown to be putting on the mask of Sabellius on the one hand, and estranged on the other from the knowledge and grace that are in Christ? For neither to inquire, nor to doubt, nor to ask, for those who might wish to do so, whether the only-begotten Son of God was and pre-existed, would the ordinance of the Church permit; rather, with confessed and indubitable faith, with much [boldness] and freedom of speech, it teaches us to confess that God is Father of the only-begotten Son, and neither to suppose that the Father is Son nor yet that the Son is Father; but to revere the One as unbegotten and eternal and without beginning and first and sole Father, and to believe that the Other was begotten from the Father and subsisted, and is sole only-begotten Son, and to recognize Him as God, inasmuch as He is truly Son of God. If, then, someone should appear to contradict these truths on the one hand, and on the other define Him as a Word of God like that which is in men, neither understanding nor reckoning that one must attribute nothing mortal nor human to the God beyond all things, nor anything at all of the things that enter into our conception, even though the divine Scriptures, tutoring their readers like infants, discourse concerning Him in a more human fashion, attributing to Him hands, and feet, and eyes, and voices, and words, and mouths, and a face, and countless other such things; which things indeed it is fitting to transfer to conceptions worthy of God, with nothing mortal nor human in
PG 24:721Read from the page
Θεῷ εἶναι φανταζομένους. Πνεῦμα γὰρ ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτῷ ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, αὐτὸς ἐδίδαξεν ὁ Σωτήρ. Ει δὲ πνεῦμα, δῆλον ὅτι θεῖον, κρεῖττον παντὸς αισθητου καὶ συνθέτου σώματος· ὡς μήτε Λόγον αισθητὸν ἔχειν ὑπὸ γλώττης ἐξηχούμενον, καὶ διὰ προφορᾶς θνητοῖς ὠσὶν ἐξακουόμενον, μήτε γλῶτταν, μήτε φωνὴν, μήτε πρόσωπον, μήτε ἄλλο θνητῷ καὶ ἀνθρωπίνῳ λογισμῷ παραβαλλόμενον. Εἰ γάρ τι ἄλλο, ὃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ τὴν καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· (τοιαῦτ' εἶναι, ἃ ἡτοίμασεν ὁ Θεὸς ἀγαπῶσιν αὐτὸν, ὁ θεῖος ἐδίδαξεν Ἀπόστολος·) τούτων ἁπάντων αὐτὸς, ὁ τούτων δοτὴρ ἀῤῥήτων ἂν εἴη ἀῤῥητότερος· ὃς πολλῷ μᾶλλον ἀληθέστερον φαίη ἂν ἐν τῇ περὶ αὐτοῦ θεολογίᾳ· ὀφθαλμὸν μὴ ἑωρακέναι, μηδὲ οὖς ἀκηκοέναι, μηδὲ ἐπὶ καρδίαν ἀνθρώπων ἀναβεβηκέναι τῆς περὶ αὐτοῦ καταλήψεως τὴν γνῶσιν. Ὁ δ' αὐτὸς ἂν εἴη λόγος καὶ περὶ τῆς τοῦ Υἱοῦ γενεσιουργίας. Τούτων δ' αὐτὸς ὁ Σωτὴρ ἀξιόχρεως γένοιτ' ἂν ἡμῖν ἱεροφάντης, ὧδέ πη φάσκων· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν ει μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει ει μὴ ὁ Υἱός. Εἰ δὴ οὖν τούτοις μὲν ἀντιφθέγγοιτό τις, καὶ μὴ τὸν Υἱὸν, ᾧ πάντα παρέδωκεν ὁ Πατὴρ ὑφεστάναι λέγειν τολμῴη, Λόγον δὲ αὐτὸν ὁρίζοιτο μόνον, ὅμοιον τῷ ἐν ἀνθρώποις, ποτὲ μὲν ἐν τῷ Θεῷ ἡσυχάζοντα, ὁμοίως τῷ παρ' ἡμῖν σιωπῶντι, ποτὲ δὲ ἐνεργοῦντα, τῷ παρ' ἡμῖν, ἐν τῷ λαλεῖν, φθεγγομένῳ παραπλησίως· εἶτα τοῦτον αὐτὸν καιρῷ τινι, οὐδ' ὅλων ἐτῶν ἔμπροσθεν τετρακοσίων, σάρκα φησὶν (οὐκ οἶδ' ὅπως) ἀνειληφέναι, καὶ δι' αὐτῆς τὴν κατ' ἄνθρωπον οικονομίαν τετελεκέναι, καὶ τότε Υἱὸν Θεοῦ γεγονέναι, καὶ Ἰησοῦν Χριστὸν χρηματίσαι, βασιλέα τε ἀναγορεῦσθαι, εικόνα τε τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ πρωτότοκον πάσης κτίσεως, μὴ ὄντα πρότερόν ποτε, ἀποδεδεῖχθαι· εἶτ' ἐπὶ τῇ τοσαύτῃ ἀτοπίᾳ, μηδ' ἐξ οὗπερ ὑπέθετο χρόνου τὴν εἰς ἄπειρον καὶ ἀτελεύτητον ζωήν τε καὶ βασιλείαν τῷ Χριστῷ διδούς· τέλος δὲ αὐτῷ μηδ' αἴσιον ἐπάγοι, μηδ' οἷον τοῖς δι' αὐτοῦ τῶν ἐπαγγελιῶν καταξιωθησομένοις, ὧν αὐτὸς ὁ Σωτὴρ ἐπήγγελται, ζωήν τε αἰώνιον καὶ ἀφθαρσίαν ἀθανασίαν τε καὶ βασιλείαν οὐρανῶν, τοῖς ἀγαπῶσιν αὐτὸν ὑποσχόμενος· τηνικαῦτα δὲ κατὰ τὴν προσδοκωμένην
God being imagined by us to exist. For God is Spirit and those who worship Him must worship in spirit and truth, the Saviour Himself taught. And if Spirit, plainly divine, superior to every sensible and composite body; so as to have neither a sensible Word sounded forth by a tongue and heard through utterance by mortal ears, nor tongue, nor voice, nor face, nor anything else compared with mortal and human reasoning. For if there is anything else which eye saw not, nor ear heard, nor did it enter into the heart of man (that such are the things which God prepared for those who love Him, the divine Apostle taught), than all these things He Himself, the Giver of these ineffable things, would be more ineffable; Who might far more truly say in the theology concerning Him, that eye has not seen, nor ear heard, nor has the knowledge of the comprehension concerning Him entered into the heart of men. And the selfsame account would hold also concerning the generation of the Son. Of these things the Saviour Himself would be for us a trustworthy hierophant, saying after this manner: All things were delivered to Me by My Father; and No one knows the Son save the Father, nor does anyone know the Father save the Son. If, then, someone should speak against these truths on the one hand, and not dare to say that the Son, to Whom the Father delivered all things, subsists, and on the other should define Him as a Word only, like that in men, at one time keeping quiet in God, like our word when keeping silent, and at another time operating, closely resembling our word when uttering sound in speaking; and then says that this selfsame Word at a certain season, not even four hundred whole years ago, assumed flesh (I know not how), and through it accomplished the dispensation amongst mankind, and then became Son of God, and was styled Jesus Christ, and was proclaimed King, and was set forth as image of the invisible God and firstborn of all creation, having never been so beforehand; and then, on top of so great an absurdity, not even from the time which he posited granting to Christ life and kingdom unto infinity and without end, should bring upon Him an end not even auspicious, nor such as belongs to those who through Him will be counted worthy of the promises which the Saviour Himself has promised, having pledged eternal life and incorruption and immortality and the kingdom of the heavens to those who love Him; and at that time, according to the awaited
Notes, col. 721

On the reading

Printed Ει, for Εἰ.

Printed αισθητου, for αἰσθητοῦ.

Printed αισθητὸν, for αἰσθητὸν.

Printed ει, for εἰ.

Printed ει, for εἰ.

Printed οικονομίαν, for οἰκονομίαν.

Printed εικόνα, for εἰκόνα.

PG 24:724Read from the page
τούτων ἐλπίδα, τοῖς μὲν ἄλλοις ἅπασι, τὰ τῆς βασιλείας εἰς ἀτελεύτητον διαρκέσειν αἰῶνα φάσκοι, μόνῳ δὲ αὐτῷ τῷ Χριστῷ τούτων ἁπάντων ἀθρόαν γενήσεσθαι στέρησιν, παυθησομένης μὲν αὐτοῦ τῆς βασιλείας, τῆς δὲ σαρκὸς, ἧς ἀνείληφε, καταλειφθησομένης ἐρήμου, τοῦ δὲ τοῦ προσόντος ἐν Θεῷ Λόγου, ἀφοριζομένου δὲ τοῦ σώματος, κἂν ἀθάνατον τοῦτο καὶ ἄφθιτον ᾖ, τῷ δὲ Θεῷ συναφθησομένου, ὡς ἓν καὶ ταὐτὸν πάλιν τῷ Θεῷ γενήσεσθαι, καθὰ καὶ πρότερον ἦν· τίς ἂν λείποιτο τούτῳ δυσσεβείας ὑπερβολή; Διὸ δὴ τούτοις ἀναγκαία ἡ τῆς ἀποστολικῆς διαστολῆς μαρτυρία, φήσασα· Κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται, παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Θαυμάζειν δέ μοι ἔπεισιν, ἐπιθεωροῦντι τὴν ἀποστολικὴν διάνοιαν. Ὥσπερ γὰρ θεσπίζων τὸ μέλλον αὐτοῖς Γαλάταις τὴν τοῦ Σωτῆρος ἐξηκρίβου θεολογίαν, αὐτόθεν ἐν ἀρχῇ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς, καινότερον ἢ κατὰ τὸ σύνηθες γράφων ὧδε· Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. Οὐκ ἂν γοῦν οὕτω γράψαντα εὕροι τις ἂν αὐτὸν ἐν ἑτέροις· τῷ μηδένας εἶναι, ὡς εἰκὸς, περὶ τὴν πίστιν ὁμοίως, οἷς ἔγραφεν, ἑτέρους. Ὡς γὰρ ψιλὸν ἄνθρωπον ὑπολαμβάνουσι τὸν Χριστὸν, προσῆγε τὴν διόρθωσιν, οὐκ ἄνθρωπον αὐτὸν κατὰ τὴν ἀρχὴν τῆς ἐπιστολῆς διδάσκων. Καὶ προϊὼν τοῖς αὐτοῖς ἔλεγεν, ὅτι· Τὸ εὐαγγέλιόν μου, τὸ εὐαγγελισθὲν εις ὑμᾶς, οὐκ ἔστι κατὰ ἄνθρωπον, οὐδὲ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Δι' ὧν, αὖθις, ὅτι μὴ ἄνθρωπος ἦν ψιλὸς Ἰησοῦς Χριστὸς, παρίστη. Τίς δ' ἦν εἰ μὴ ἄνθρωπος, προϊὼν αὖθις διεσάφει λέγων· Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί. Ὁρᾷς πῶς Υἱὸν Θεοῦ σαφῶς ἀνηγόρευε τὸν Σωτῆρα, καὶ διὰ τοῦτο Θεόν. Καὶ ὅτι γε πρὸ τῆς ἐνσάρκου παρουσίας Υἱὸν αὐτὸν τοῦ Θεοῦ ὄντα ἠπίστατο τρανότατα παρίστησιν ἐπιλέγων ἐν τῇ αὐτῇ πρὸς Γαλάτας ἐπιστολῇ· Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἀκ γυναικός. Οὐκοῦν οὐ νῦν, ἀλλὰ πρὶν ἢ γενέσθαι ἐκ γυναικὸς, Υἱὸν ὄντα, καὶ προόντα, ἀπέστειλεν ὁ Πατὴρ, ὡς ἂν ὁ πάλαι Υἱὸς Θεοῦ καὶ Υἱὸς ἀνθρώπου
hope of these things, should assert that for all the rest the blessings of the kingdom will endure unto an endless age, whereas for Christ Himself alone there will come a sudden deprivation of all these things, His kingdom coming to an end, and the flesh which He has assumed being left deserted, while the Word present in God, separated from the body—even though this be immortal and imperishable—will be conjoined with God, so as to become once again one and the selfsame with God, even as He was beforehand: what excess of impiety would be left over for such a man? Wherefore indeed the testimony of the apostolic injunction is necessary for these matters, when it declared: Even though an angel from heaven should preach a gospel, beside that which you received, let him be anathema. And wonder comes over me as I contemplate the apostolic mind. For as though divining the future, he expounded with precision the theology of the Saviour to the Galatians themselves, right at the beginning of the epistle to them, writing in a more novel fashion than was customary, thus: Paul, an apostle, not from men, neither through man, but through Jesus Christ. At all events, one would not find him having written thus among others, because, as is likely, there were no others similarly disposed concerning the faith to whom he was writing. For inasmuch as they suppose the Christ to be a bare man, he applied the correction, teaching at the beginning of the epistle that He is not a man. And going on he said to the same men: My gospel, which was preached unto you, is not according to man; neither did I receive it from man, nor was I taught it, save through a revelation of Jesus Christ. Through which words, once again, he established that Jesus Christ was not a bare man. And Who He was, if not a man, going on once again he made clear, saying: But when God, Who set me apart from my mother's womb, was well pleased to reveal His Son in me. Do you see how clearly he proclaimed the Saviour to be Son of God, and on that account God? And that even before His incarnate advent he knew Him to be Son of God, he establishes most distinctly when he adds in the selfsame epistle to the Galatians: But when the fullness of the time came, God sent forth His Son, born of a woman. Accordingly not now, but being Son and pre-existing before being born of a woman, the Father sent Him, so that He Who of old was Son of God, as Son of man also
Notes, col. 724

On the reading

Printed τοῦ δὲ τοῦ, for τοῦ δὲ.

Printed εις, for εἰς.

Printed ἀκ, for ἐκ.

PG 24:725Read from the page
γένοιτο, γενόμενος ἐκ γυναικός. Ἀλλὰ καὶ μεσίτην αὐτὸν τοῦ Μωϋσέως νόμου γενέσθαί διδάσκει, διορίζων τὸν τῆς μεσιτείας λόγον, δι' ὧν φησι· Τί οὖν; Ὁ νόμος τῶν παραβάσεων χάριν ἐτέθη, ἄχρις ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται· διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστιν. Ἀκούεις, ὅπως ἐν τούτοις ὁ Ἀπόστολος Γαλάτας αὐτοὺς ἐδίδαξεν, ἐξ ἐκείνου ἕνα τὸν Θεὸν εἰδέναι, καὶ ἕνα τὸν μεσίτην τοῦ Θεοῦ καὶ ἀγγέλων; Ὃ δὴ καὶ ἐν ἑτέροις ἐδήλου λέγων· Εἷς γὰρ ὁ Θεός· εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. Ἀλλ' ὅτε μὲν Θεοῦ καὶ ἀνθρώπων μεσίτην αὐτὸν ὠνόμαζεν, εἰκότως ἄνθρωπον αὐτὸν διὰ τὴν ἐνανθρώπησιν ἐκάλει· ὅτε δὲ οὐ μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἀλλὰ Θεοῦ καὶ ἀγγέλων τὸν αὐτὸν εἰσῆγεν, οὐκέτ' ἄνθρωπον ὠνόμαζε, μόνον δὲ μεσίτην φησί· τὸν νόμον διατετάχθαι ειπὼν, δι' ἀγγέλων ἐν χειρὶ μεσίτου· διαιρέσει τε ἀναγκαίως τὸ τοῦ μεσίτου ὄνομα διασαφῶν, ἐν τῷ λέγειν· Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστιν. Οὔτε ἄρα ὁ Θεὸς εἴη ἂν ὁ μεσίτης· τίνος γὰρ καὶ γένοιτ' ἂν ὁ μεσίτης; οὔτε ὁ μεσίτης αὐτὸς, αὐτὸς ἂν εἴῃ ὁ Θεός· ὁ γὰρ μεσίτης ἑνὸς οὐκ ἔστιν. Δυεῖν δ' ἄρα μέσος ἕστηκε. Τίνων τούτων διασαφεῖ ἀγγέλους ὀνομάζων καὶ τὸν Θεόν· ὧν μέσον ὄντα τὸν Υἱὸν τοῦ Θεοῦ τὸν νόμον χειρὶ μὲν ἰδίᾳ εἰληφέναι φησὶ παρὰ τοῦ Πατρός· δι' ἀγγέλων δὲ τῷ πρώτῳ διατεταχέναι λαῷ. Ἦν ἄρα, ἐξ ἐκείνου, ὁ Υἱὸς μεσίτης Θεοῦ τε καὶ ἀγγέλων, πρὶν ἢ γενέσθαι μεσίτης Θεοῦ καὶ ἀνθρώπων. Καὶ ἦν οὐχ ὡς ψιλὸς Θεοῦ Λόγος, ἀνυπόστατος, ἓν καὶ ταὐτὸν
might come to be, being born of a woman. Moreover, he teaches that He also became mediator of the law of Moses, defining the principle of the mediation by the words in which he says: Why then? The law was added because of transgressions, until the seed should come to Whom the promise has been made, having been ordained through angels in the hand of a mediator. Now a mediator is not of one; but God is one. Do you hear how in these words the Apostle taught the Galatians themselves from that passage to know one God, and one mediator of God and angels? Which very thing he made plain in other passages also, saying: For there is one God; one mediator also of God and men, the man Jesus Christ. Yet when he named Him mediator of God and men, naturally he called Him man on account of the incarnation; whereas when he introduced the selfsame One as mediator not of God and men, but of God and angels, he no longer named Him man, but says mediator only, speaking of the law as having been ordained through angels in the hand of a mediator; and necessarily clarifying the title of mediator by a distinction, in saying: Now a mediator is not of one, but God is one. Neither, therefore, could God be the mediator—for of whom indeed would He become the mediator?—nor could the mediator Himself be that very God Himself; for a mediator is not of one. Between two, therefore, He stands in the midst. Who these are, he makes clear by naming angels and God; standing in the midst of whom, he says, the Son of God received the law with His own hand from the Father, and through angels ordained it for the first people. From of old, therefore, the Son was mediator both of God and of angels, before becoming mediator of God and men. And He was so not as a bare Word of God, unsubsistent, one and the selfsame
Notes, col. 725

On the reading

Printed γενέσθαί, for γενέσθαι.

Printed ειπὼν, for εἰπὼν.

Printed εἴῃ, for εἴη.

PG 24:728Read from the page
ὑπάρχων τῷ Θεῷ· οὐ γὰρ ἂν εἴη οὕτω γε μεσίτης· ἀλλ' ἦν καὶ προῆν, ὡς μονογενὴς Υἱὸς πλήρης χάριτος καὶ ἀληθείας. Καὶ ἦν μεσιτεύων τῷ Πατρὶ, παρέχοντι τὸν νόμον δι' ἀγγέλων ἀνθρώποις. Ὁ δὴ διδάσκων, ἐξ ἐκείνου τοὺς ἀγνῶτας καὶ ἀμαθεῖς τῆς τοῦ Υἱοῦ Θεοῦ θεολογίας, ὁ ἀπόστολος, ἐπεσφραγίζετο λέγων, Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν. Οὐ γὰρ ἔχει φύσιν ἐφ' ἑνὸς τὸν μεσίτην ὁρίζεσθαι. Διὸ οὗτος μὲν οὐκ ἔστιν ἑνὸς, δυεῖν δὲ μέσος ἐξ ἀνάγκης, οὐδέτερος ὢν ἐκείνων, ὧν μέσος τυγχάνει· ὥστε μήτε αὐτὸν εἶναι τὸν ἐπὶ πάντων Θεὸν ἡγεῖσθαι, μήτε τῶν ἀγγέλων ἕνα· τούτων δὲ μέσον καὶ μεσίτην, ὅτε τῷ Πατρὶ καὶ ἀγγέλοις μεσιτεύει. Ὡς αὖ πάλιν, ὅτε μεσίτης γίνεται Θεοῦ καὶ ἀνθρώπων, μέσος ὢν ἑκατέρου τάγματος οὐδέτερός ἐστι, μεσίτης ὑπάρχει οὔτ' αὐτὸς ὢν ὁ εἷς καὶ μόνος Θεὸς, οὔθ' ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις ἄνθρωπος. Τί δὲ; εἰ μηδὲν τούτων; Ἢ Θεοῦ μονογενὴς Υἱὸς, νῦν μὲν ἀνθρώπων καὶ Θεοῦ μεσίτης γεγονὼς, πρόπαλαι δὲ ἐπὶ Μωϋσέως Θεοῦ καὶ ἀγγέλων μεσίτης ὑπάρχων. Ταῦτα δὲ αὐτοῖς γράφων, ὧδέ πη παραδιδοὺς λέγει ὁ μέγας Ἀπόστολος· « Ὁ νόμος διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστιν. » Εἷς οὖν ἐστιν ὁ Θεὸς, καὶ εἷς μεσίτης Θεοῦ τε καὶ [ἀνθρώπων καὶ] τῶν γεννητῶν πάντων· οὐ νῦν ἀρξάμενος τῆς σωτηρίου μεσιτείας, ἀλλὰ καὶ πρὸ τῆς εἰς ἀνθρώπους αὐτοῦ θεοφανείας, ὥσπερ οὖν ὁ λόγος ἀπέδειξεν. Τούτων δ' ἐν βραχεῖ Γαλάταις αὐτοῖς, ἐκ μόνης τῆς πρὸς αὐτοὺς ἐπιστολῆς παρατεθέντων, τῆς τε σωτηρίου πίστεως τὴν μυστικὴν ἀναγέννησιν εἰς ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος παρεχούσης, καὶ πρὸς τοῖς θείοις ἐγγράφοις τῆς ἀπὸ περάτων γῆς ἕως περάτων καθολικῆς Ἐκκλησίας τοῦ Θεοῦ τὰς ἀπὸ τῶν θείων Γραφῶν μαρτυρίας, ἐξ ἀγράφου παραδόσεως, ἐπισφραγιζομένης· ὥρα λοιπὸν καὶ τὰς Μαρκέλλου διασκέψασθαι λέξεις, τῶν τε ἐπηγγελμένων ἡμῖν τὰς ἀποδείξεις ὑποσχεῖν, ὡς ἂν μή τις τὸν ἄνδρα συκοφαντεῖσθαι πρὸς ἡμῶν νομίσειε. Σκοποῦ δέ μοι προκειμένου διὰ βραχέων ἐκφῆναι τὰ εἰρημένα, οὐ πάσας ἀναλέξομαι τοῦ ἀνδρὸς τὰς φωνὰς, μόναις δὲ ταῖς συνεκτικαῖς χρήσομαι, τὰς
being with God; for in that way at least He would not be a mediator; rather, He was and pre-existed as the only-begotten Son, full of grace and truth. And He was mediating with the Father, Who supplied the law through angels to men. Teaching indeed from this those ignorant and unlearned in the theology of the Son of God, the apostle set his seal upon it, saying, Now a mediator is not of one. For it is not in the nature of things for a mediator to be defined in relation to one. Wherefore He is not of one, of necessity being middle between two, and being neither of those between whom He happens to stand in the middle; so that one should neither suppose Him to be the God over all, nor one of the angels, rather the middle and mediator between these, when He mediates between the Father and angels. Just as, once again, when He becomes mediator of God and men, being in the middle of each order He is neither, existing as mediator neither as being Himself the one and only God, nor as a man in the same way as the rest of men. What then, if He is neither of these? Surely the only-begotten Son of God, having now become mediator of men and God, while of old in the time of Moses existing as mediator of God and angels. Writing these things to them, and handing them down somewhat thus, the great Apostle says: "The law having been ordained through angels in the hand of a mediator. Now a mediator is not of one; and God is one." One therefore is God, and one mediator both of God and [of men and] of all begotten things; Who did not now begin His saving mediation, rather also before His theophany among men, just as the argument has demonstrated. Now since these things have been set forth in brief to the Galatians themselves from the epistle to them alone, and since the saving faith supplies the mystical regeneration into the name of the Father, and of the Son, and of the Holy Spirit, and besides the divine written records the catholic Church of God from the ends of the earth unto the ends thereof seals the testimonies from the divine Scriptures out of unwritten tradition, it is time henceforth both to examine closely the expressions of Marcellus and to furnish the proofs of what was promised by us, lest anyone should suppose the man to be slandered by us. Since my aim set before me is to declare briefly the things spoken, I shall not gather up all the utterances of the man, and shall use only the comprehensive ones, while the
Notes, col. 728

On the reading

Printed δὲ;, for δέ;.

PG 24:729Read from the page
πλείους, ὡσανεὶ περιττὰς καὶ διὰ τῶν αὐτῶν χωρούσας, ὑπερθησόμενος. Πρὸ δὲ τῆς τῶν εἰρημένων ἀποδείξεως οἶμαι δεῖν ἐν πρώτοις παραστῆσαι τοῖς ἐντυγχάνουσιν ὅτι, μηδὲ τὰς προχείρους λέξεις τῶν θείων ἐξηκρίβου ἀναγνωσμάτων, ὡς ἂν γνωσθῇ τοῖς ἔτι αὐτὸν ἀγνοοῦσιν, ὁποῖός τις ὢν, ἐπὶ τὴν τῶν εἰρημένων προήχθη τόλμαν.
greater number, as though superfluous and traversing the same ground, I shall defer. Before the demonstration of the things mentioned, however, I think it needful first of all to show to the readers that he did not even study accurately the obvious expressions of the divine readings, so that it may become known to those still ignorant of him what sort of man he was when he was led on to the audacity of the things spoken.
ΚΕΦ. Βʹ.
Chapter II.
Ὅτι οὐδὲ τὰς θείας ἐξηκρίβου Γραφάς.
That he did not even study accurately the divine Scriptures.
Αὐτίκα δ' οὖν, τοῦ προφήτου Ζαχαρίου κατὰ τοὺς τῆς ἐπανόδου χρόνους τῆς ἀπὸ Βαβυλῶνος γενομένου, Ἰησοῦ τε μνημονεύσαντος τοῦ ἱερέως τοῦ μεγάλου, δηλαδὴ τοῦ υἱοῦ Ἰωσεδὲκ, ὃς ἅμα Ζοροβάβελ τῶν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων ἡγήσατο, ὁ γενναῖος οὗτος καὶ θαυμαστὸς ὑπογραφεὺς ταῦτ' ἀγνοήσας, τίθησι μὲν τοῦ Ζαχαρίου τὴν λέξιν, δι' ἧς μέμνηται τοῦ Ἰησοῦ, μακρὰν δὲ τῆς ἱστορίας ἀκοντισθεὶς, λέγειν αὐτὸν ὑπείληφε περὶ Ἰησοῦ Μωϋσέως δια-
Straightway then, whereas the prophet Zechariah lived in the times of the return from Babylon, and made mention of Jesus the great priest, namely the son of Josedec, who together with Zorobabel led those who returned from Babylon, this noble and admirable writer, being ignorant of these things, sets down indeed the wording of Zechariah whereby he makes mention of Jesus, yet being flung far wide of the history, has supposed him to be speaking concerning Jesus, Moses' suc-