Migne Reading Room

PG 24 · cols. 668–677 · Read from the page

On the Theophany

On the Theophany

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:668Read from the page
ΙϚʹ.
XVI.
Λέγων μέντοι ὁ Κύριος, ὅτι Πῦρ ἦλθον βαλεῖν, καὶ οὐκ εἰρήνην δοῦναι, ἀλλὰ διαμερισμὸν, ἐδίδασκε διὰ τούτων, ὅτι μὴ τὰ φίλα μηδὲ τὰ συνήθη τοῖς πολλοῖς καὶ τὰ ἡδέα παραδώσων ἐλήλυθε τῷ βίῳ, ἀλλὰ ταῦτα ἃ δὴ πυρὸς αὐτοῖς ἔσεσθαι καυστικώτερα, πᾶσαν κακίαν καὶ μοχθηρίαν ψυχῆς ὥσπερ ἀλλοτρίαν ὕλην καταφλέξαντα, καὶ χρυσοῦ δίκην λαμπρύνοντα πᾶσαν ψυχὴν τῶν παραδεξομένων αὐτοῦ τὴν δύναμιν· δι' ἧς ὅσον οὔπω μέλλειν μαχαίρας δίκην ὀξυτάτης διαιρεῖν τοὺς κατὰ γένος ἀλλήλοις προσήκοντας, ὥστ' ἀφορίζειν υἱοὺς γονέων, καὶ θυγατέρας μητέρων, καὶ νύμφας τῶν κηδεστριῶν, ὑπὸ τοῦ λογικοῦ βέλους καὶ τῆς θεϊκῆς μαχαίρας τοῦ τε θείου καὶ σωτηρίου πυρὸς, τῶν ἐν ἀνθρώποις κρειττόνων ἐπὶ τὸν οὐράνιον πόθον ἐξαπτομένων, καὶ μηκέτι οἵων τε φέρειν τὴν μετὰ τῶν φαύλων συνουσίαν· ὥστ' ἐνθένδε εἰκότως τὸν ἐμφύλιον αὐτοῖς ἀναῤῥιπίζεσθαι πόλεμον, πατέρων μὲν φαύλων υἱοῖς πιστοῖς ἐπανισταμένων, μητέρων δὲ ἀθέων θυγατράσι σώφροσι, κηδεστριῶν τε ὡσαύτως ταῖς ἑαυτῶν νύμφαις· αὐτοῦ ταῦτ' ἐνεργοῦντος ἐν τῷ στρατολογεῖν τὰς τῶν ἀνθρώπων ψυχὰς, καὶ τὰς ἀξίας τοῦ Θεοῦ βασιλείας ἐκλέγεσθαι, ἀοράτῳ τε καὶ θεϊκῇ δυνάμει ἐν μέσοις τούτοις ἅπασι διακρίνειν· καὶ τοὺς μὲν ἀξίους τῆς αὐτοῦ χάριτός τε καὶ πλήσεως ἀριστίνδην ἀποβάλλειν, τοὺς δ' ἀναξίους τῆς ἐκλογῆς ἀφορίζειν. Ταῦτα προλαβὼν ἐνθέῳ προγνώσει διεστέλλετο πρὸς τοὺς μαθητὰς, μαρτυρόμενος τὸν μέλλοντα συστήσεσθαι ἐμφύλιον πόλεμον διὰ τοὺς αὐτοῦ λόγους· καὶ ὡς πῦρ ἐξάψει, καὶ μάχαιραν ἐμβαλεῖ κατ' οἴκους, καὶ κατὰ συγγενείας ἡ αὐτοῦ δύναμις, χωρίζουσα μὲν τῶν ἐπιβλαβῶν γονέων καὶ συγγενῶν, συνάπτουσα δὲ τῷ Θεῷ, καὶ τῇ τῶν οὐρανῶν βασιλείᾳ ἑνοῦσα τοὺς ἀξίους αὐτῆς· ἔσεσθαι γὰρ πλείστην ὅσην διαφοράν τε καὶ μάχην τῶν αὐτοῦ στρατιωτῶν πρὸς τοὺς ἐναντίως ζῶντας, καθ' ἕκαστον οἶκον, τῷ τοὺς μὲν τὸν ἀκόλαστον καὶ ἄθεον καὶ δυσμενῆ μετιέναι βίου τρόπον, τοὺς δὲ τὸν σώφρονα καὶ κόσμιον καὶ ἐπιεικῆ· διὸ δὴ ἔχθραν δεινήν καὶ πόλεμον ἄσπονδον ἐκ τούτου συστήσεσθαι ἐφ' ἑκάστης συγγενείας. —
Moreover, when the Lord said, "I came to cast fire, and not to give peace, rather division," He taught by these words that He had not come into human life to hand down the things dear and customary to the multitude and pleasant, but rather things that would be more scorching to them than fire, burning up all wickedness and depravity of soul like foreign matter, and brightening like gold every soul among those who would receive His power; through which He was all but on the point of severing like a sharpest sword those related to one another by kinship, so as to set apart sons from parents, and daughters from mothers, and brides from mothers-in-law, as the nobler among mankind are kindled unto heavenly longing by the rational shaft and the divine sword and the divine and saving fire, and are no longer able to endure association with the base; so that from this cause intestine warfare is naturally fanned into flame among them, base fathers rising up against faithful sons, godless mothers against chaste daughters, and mothers-in-law likewise against their own brides—while He Himself works these things in enlisting the souls of men and choosing out those worthy of the kingdom of God, making division in the midst of them all by an invisible and divine power, setting apart according to merit those worthy of His grace and calling, and separating off those unworthy of election. Anticipating these things by divine foreknowledge, He gave charge to His disciples, solemnly testifying to the intestine war that would arise on account of His words, and how His power would kindle a fire and cast a sword throughout households and throughout kindreds, severing men from harmful parents and kinsfolk, while joining to God and uniting to the kingdom of heaven those worthy of it; for there would be the greatest possible variance and strife between His soldiers and those living in the opposite way in every household, in that the latter pursue a licentious, godless, and hostile manner of life, whereas the former pursue one that is temperate, orderly, and gentle; wherefore indeed fierce enmity and truceless war would arise from this in every family.
Τὴν πρὸς Θεὸν γνῶσίν τε καὶ φιλίαν, ἣν τοῖς αὐτοῦ
Knowledge of and friendship toward God, which to His
Πλὴν ταῦτα διετάττετο ὁ Κύριος, οὐκ ἀντινομοθετῶν τῷ φάσκοντι παρὰ Μωϋσεῖ, Τίμα τὸν πα-
Nevertheless the Lord gave these injunctions not as legislating in opposition to the saying in Moses, "Honor your fa-"
Notes, col. 668

On the reading

Printed πλήσεως, for κλήσεως.

Printed δεινήν, for δεινὴν.

PG 24:669Read from the page
τέρα σου καὶ την μητέρα σου, νόμῳ, βεβαιῶν δὲ κἀκεῖνον καὶ ἐπισφραγιζόμενος διὰ τῆς κρείττονος καὶ ἐντελεστέρας ἐντολῆς τῆς τὸν Θεὸν ἐξ ὅλης ψυχῆς ἀγαπᾶν διακελευομένης. Πατέρα μὲν γὰρ καὶ μητέρα τιμᾶν παντί τῳ νόμιμον κατὰ φύσιν· ὄντος δὲ ἑτέρου πατρὸς τοῦ καὶ τῶν γεγεννηκότων κρείττονος, αὐτούς τε ὑποστησαμένου, ἦν δὲ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, ὁ τὰ προκείμενα διαταττόμενος, οὐ χρῆναί φησι, ὑπερβάλλειν τῇ φιλίᾳ τοὺς τὸ σῶμα γεγεννηκότας τοῦ τὴν λογικὴν ὑποστησαμένου Λόγου· ἀλλὰ κἀκείνοις μὲν προσφέρεσθαι τιμῇ τῇ πάσῃ, διαθέσει τε τῇ προσηκούσῃ, αὐτῷ δὲ ὑπερβαλλόντως τὸ πρῶτον ἀπονέμειν σέβας, ὑπεραγαπᾶν τε καὶ φιλεῖν αὐτὸν ὑπὲρ πάντας· ὡς μὴ κατοκνεῖν δι' αὐτὸν καὶ γονέων ἀσεβῶν διίστασθαι, καὶ ἀθέων ἀδελφῶν ἀφορίζεσθαι, υἱούς τε καὶ θυγατέρας ἀποστρέφεσθαι, καὶ τῇ τοῦ Λόγου τμητικωτάτῃ μαχαίρᾳ τούτων ἁπάντων τὰ φυσικὰ διακόπτειν φίλτρα, εἰ ἐμποδών ποτε γένοιντο τῇ περὶ αὐτὸν εὐσεβεῖ διαθέσει. Διὸ ἀκριβῶς ἐν τῷ Ματθαίῳ ἔφη· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· χώραν μὲν γὰρ διὰ τούτων καὶ τοῖς τῷ γένει προσήκουσι διαθέσεως κατελίμπανεν· ὑπὲρ αὐτὸν δὲ οὐκέτ' αὐτοῖς συνεχώρει τιμᾶσθαι, οὐδὲ διὰ τὴν εἰς τὴν πατέρα αἰδῶ, ἢ τῆς τεκούσης ἕνεκα, ἢ χάριν τῆς πρὸς τὰ φίλτατα στοργῆς, ἐξόμνυσθαι τὴν αὐτοῦ φιλίαν, ἀλλὰ φιλεῖν μὲν κἀκείνους, ὡς καὶ τοῦ τῆς φύσεως νόμου καὶ τοῦ θείου λόγου τοῦτο διαγορεύοντος· μέχρι δὲ τοσούτου φιλεῖν, μέχρις ὅτε μηδὲν καταβλάπτει ἡ περὶ αὐτοὺς διάθεσις τὴν πρὸς τὸν Θεὸν εὐσέβειαν. Εἰ δὲ μέλλοιεν ἐμποδών ποτε οὗτοι γίνεσθαι τοῖς τῆς θεοσεβείας νόμοις, προτιμητέος ὁ τῶν ψυχῶν Πατήρ· οὗτος δὲ ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ὁ ταῦτα διακελευόμενος καὶ νομοθετῶν δεῖν τοὺς αὐτοῦ στρατιώτας ὑπὲρ πάντας τοὺς τῷ γένει προσήκοντας αὐτὸν ἀγαπᾶν, μηδὲ προτιμᾶν τῆς περὶ αὐτὸν διαθέσεως φίλτρα σαρκῶν ἢ σωμάτων συγγενείας. Τότε δὲ καὶ ἡ μάχαιρα τοῦ Θεοῦ ἡ τμητικωτάτη, τοὺς ἀναξίους ἀπὸ τῶν ἀξίων διακόπτουσα, διέλοι ἂν δικαίως τῶν μὴ ἀσεβῶν γονέων τοὺς εὐσεβεῖς ἀφορίζουσα υἱούς. Ὡσαύτως τιμητέον καὶ ἀγαπητέον υἱοὺς καὶ θυγατέρας νόμοις φύσεως, οὐ μὴν ὥσθ' ἕνεκεν τούτων ἐξάρνους γίνεσθαι τῆς περὶ αὐτὸν ὁμολογίας· μεγίστης τε τιμωρίας ἀπειλητικὴν προήκατο φωνὴν εἰπὼν κατὰ μὲν Λουκᾶν, Οὐ δύναταί μου εἶναι μαθητής· κατὰ δὲ Ματθαῖον, Οὐκ ἔστι μου ἄξιος· εἴπερ ὁ ταῦτα λέγων αὐτὸς ἐκεῖνος ἦν ὁ ἐν ἀρχῇ μονογενὴς τοῦ Θεοῦ
your father and your mother, by law, yet confirming that commandment also and sealing it through the better and more perfect commandment which enjoins loving God with the whole soul. For to honour father and mother is lawful according to nature for everyone; yet since there is another Father better even than those who have begotten us, Who also brought them into subsistence—and this was the Word of God, Who ordains what is set forth—He says that one ought not to surpass in affection towards those who have begotten the body the Word Who brought the rational soul into subsistence; rather, one should comport oneself towards them also with all honour and with the fitting disposition, yet render pre-eminently unto Him the foremost reverence, and love Him supremely and hold Him dear above all: so as not to hesitate for His sake even to part from impious parents, and to be separated from godless brothers, and to turn away from sons and daughters, and with the most trenchant sword of the Word to sever the natural affections of all these, should they ever become an impediment to a pious disposition towards Him. Wherefore He said with precision in Matthew: He who loves father or mother above me is not worthy of me; for through these words He left room also for disposition towards those akin by birth, yet He no longer permitted them to be honoured above Himself, nor out of reverence towards one's father, or for the sake of her who bore one, or on account of tender affection towards one's dearest, to abjure His friendship, but to hold them dear indeed, as both the law of nature and the divine word prescribe this; yet to hold them dear up to such a point, so long as the disposition towards them in no way harms piety towards God. But if these should ever be about to become an impediment to the laws of godliness, the Father of souls is to be preferred in honour; and this was none other than the Word of God Himself, Who enjoins these things and legislates that His soldiers must love Him above all those akin by birth, and not prefer the affections of flesh or kinship of bodies to their disposition towards Him. And then the most trenchant sword of God, severing the unworthy from the worthy, would justly divide them, separating pious sons from parents who are not impious. In like manner sons and daughters are to be honoured and loved by the laws of nature, yet not so as for their sake to renounce confession concerning Him; and He uttered a voice threatening the greatest punishment, saying according to Luke, He cannot be my disciple, and according to Matthew, He is not worthy of me; seeing that He Who spoke these things was that very One Who in the beginning was the only-begotten of God
Ἐπιτείνων δὲ τοὺς τῆς ψυχῆς τόνους, καὶ τῆς, ὡς ἂν εἴποι τις, στρατιωτικῆς κατὰ Θεὸν ἀνδρείας τὴν ῥώμην ἀναζωπυρῶν, ἐπιλέγει· Καὶ ὃς οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής· οὐ γὰρ πατέρων, φησὶν, οὐδὲ μητέρων, οὐδὲ υἱῶν, οὐδὲ θυγατέρων μόνον προτιμᾶσθαι προσήκει τὴν ἐμὴν φιλίαν, ἀλλὰ καὶ τοῦ σώματος αὐτοῦ, καὶ αὐτῆς ὅλης τῆς προσκαίρου ζωῆς. Τὸ
And straining tight the sinews of the soul, and kindling anew the strength of, as one might say, a soldierly courage according to God, He adds: And he who does not carry his cross and come after me cannot be my disciple; for not only above fathers, He says, nor mothers, nor sons, nor daughters is it fitting that my friendship be preferred in honour, but also above the body itself, and the whole of this transitory life itself. The
Notes, col. 669

On the reading

Printed την, for τὴν.

Printed τὴν πατέρα, for τὸν πατέρα.

PG 24:672Read from the page
γοῦν σῶμα, ὃ περίκειται νῦν ἡ ψυχὴ, ἀνασταυρῶσαι προσήκει, καὶ ὥσπερ νεκρὸν ἀπεργάσασθαι, καθηλώσαντας αὐτοῦ τὰ πάθη καὶ ἀπονεκρώσαντας, ὡς μηκέτι δοκεῖν ζῶσαν περιφέρειν σάρκα, ἀλλὰ νενεκρωμένην, καὶ τοῖς θείοις παραγγέλμασι πεπερονημένην· ὥστε τὴν ψυχὴν, ἑτέρας οὖσαν οὐσίας τῆς ἀσωμάτου καὶ νοερᾶς, τρόπαιον νικητήριον κατ' ἐχθρῶν ἐγείρουσαν, τὸ σῶμα σταυρὸν δοκεῖν περιφέρειν, καὶ νεκρὸν ὥσπερ ὄργανον ἀχθηφοροῦσαν ἕπεσθαι τῷ λόγῳ δίκην γενναίου στρατιώτου τὰ βραβεῖα τῆς νίκης κατ' ἐχθρῶν ἐπικομιζομένου. Εἰ γὰρ μὴ τοῦτον τὸν τρόπον ἀκολουθήσει μοι, φησὶν, ὁ ἐμοὶ μαθητευόμενος, τὸ ἑαυτοῦ σῶμα καὶ τὴν σάρκα νεκρώσας, καὶ οἷόν τινα σταυρὸν ἄψυχον περιθέμενος, οὐκ ἂν γένοιτό μου ἄξιος, οὐδὲ δύναιτο εἶναι μαθητής. Ἀκρότητα δὲ καὶ διὰ τούτων φιλοσόφου τρόπου παρίστη, τοὺς σὐτοῦ μαθητὰς οἷα στρατιωτικοὺς ἄνδρας ἐπ' ἄκρον ἀρετῆς σπεύδειν προκαλούμενος.
body, therefore, with which the soul is now clothed about, it is fitting to crucify, and to render as it were dead, nailing down its passions and mortifying them, so as no longer to seem to carry about living flesh, but flesh mortified and pierced through with the divine precepts; so that the soul, being of another substance, incorporeal and intellectual, raising a trophy of victory against its enemies, may seem to carry the body about as a cross, and bearing it like a dead instrument may follow the Word after the manner of a noble soldier bringing back the prizes of victory over his enemies. For unless he who is instructed as my disciple follows me in this way, He says, having mortified his own body and flesh, and having put it round himself as a kind of lifeless cross, he could not become worthy of me, nor be able to be a disciple. And through these words also He set forth the summit of a philosophical way of life, summoning His disciples like military men to press eagerly towards the height of virtue.
Ἀλλ' ἐπειδὴ πατρὸς καὶ μητρὸς καὶ τέκνων οὐ μόνον, ἀλλὰ καὶ τοῦ σώματος αὐτοῦ προτιμᾶν τὴν αὐτοῦ φιλίαν ἐδίδαξεν, ἑνὸς δὲ λοιπὸν ἔτι λείποντος τοῦ καὶ τῶν σωμάτων ἀναγκαιοτέρου, τοῦτο δὴ ἦν ἡ ψυχή· ἐπιτείνων τὸν λόγον, καὶ περὶ ταύτης τοιαύτας προὐφέρετο φωνὰς, ὅτι Ὁ μὴ μισῶν καὶ τὴν ἑαυτοῦ ψυχὴν οὐ δύναταί μου εἶναι μαθητής· κατὰ δὲ τὸν Ματθαῖον, Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ ἀπολέσας αὐτὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Οὐ γὰρ περὶ τῶν ἐκτός μοι, φησὶν ὁ λόγος, οὐδὲ περὶ γονέων καὶ τέκνων, ἀλλ' οὐδὲ περὶ αὐτοῦ τοῦ σώματος καὶ τῆς εὐφθάρτου ταύτης σαρκὸς, ὧν δὴ ἔλαττον φροντίζειν παρακελεύομαι, καὶ πρὸ πάντων τιμᾶν τοὺς ἐμοὺς λόγους παραινῶ· ἀλλ' ὅπερ ἐστὶ πάντων τιμιώτερον ἡ ψυχὴ, ἧς οὐκ ἂν γένοιτό τι κρεῖττον ἑκάστῳ, καὶ ταύτης αὐτῆς δέοι ἂν τὸν ποιητὴν αὐτῆς προτιμᾶν· ὡς, εἰ καιρός ποτε καλέσειεν, ἀφειδῆσαι καὶ ταύτης, ἀπωλείᾳ τε αὐτὴν, ὡς ἐν ὑποθέσει λόγου εἰπεῖν, ὑπὲρ εὐσεβείας Θεοῦ παραδοῦναι, καὶ τοῦτο χρὴ προθύμως ὑπομένειν· ὅτι μόνῳ Θεῷ καὶ τὴν, ὡς ἐν ὑποθέσει, ἀπολωλυῖαν δι' αὐτὸν ψυχὴν ἀνακαλέσασθαι καὶ ἀνευρεῖν δυνατόν. Ὁ γὰρ μηδαμοῦ μηδαμῶς οὖσαν αὐτὴν πρότερον ὑποστησάμενος, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, οὐκ ἂν εἴη ἀδύνατος ἀπολλυμένην αὐτὴν ἐξ ἀνθρώπων, καὶ ἐκ τοῦ θνητοῦ βίου ἀφανισθεῖσαν, αὖθις εἰς φῶς παραγαγεῖν. Τὸ γὰρ ἀπολωλὸς οὐκ εἰς ἀνυπαρξίαν κεχώρηκεν, ἀλλ' ὑπάρχει μὲν καὶ ἔστι καὶ μένει· κέκρυπται δὲ καὶ λανθάνει τοὺς ἀπολωλεκότας, ἀλλ' οὐδὲ τὸν μέγαν διαδιδράσκει ὀφθαλμόν· διὸ οὐδὲν ἂν ἀπόλοιτο παρ' αὐτῷ. Εἰ δέ τις, ἀπιστήσας Θεῷ, καὶ μὴ δύνασθαι αὐτὸν τὴν ἀπολωλέναι νομισθεῖσαν ψυχὴν αὖθις ἐπαναγαγεῖν καὶ ζωοποιεῖν ἡγησάμενος, ἔξαρνος γένοιτο τῆς περὶ τὸν Θεὸν ὁμολογίας, εἶτα διαφύγοι μὲν τὸν ἐξ ἀνθρώπων ἐπηωρημένον θάνατον, ἐν ἀσφαλείᾳ δὲ ἤδη καὶ ἐν ἀμερίμνῳ τῆς ἀνθρώπων ζωῆς ἡγοῖτο ἑαυτὸν γεγονέναι, ὡς δοκεῖν εὑρηκέναι ἑαυτοῦ τὴν ψυχὴν, ἅτε δὴ ἐκφεύγων τὰς ἐξ ἀνθρώπων ἐπιβουλὰς, καὶ τὸν ἠπει-
Yet since He had taught them to prefer His friendship in honour not only above father and mother and children, but also above the body itself, and one thing more still remained, more necessary even than bodies—and this indeed was the soul—straining His discourse still further, concerning this also He brought forth such utterances as these: He who does not hate even his own soul cannot be my disciple; and according to Matthew: He who has found his soul will lose it; and he who has lost it for my sake will find it. For my discourse is not about external things, He says, nor about parents and children, nor even about the body itself and this easily corruptible flesh, for which indeed I command you to care less, and exhort you before all things to honour my words; rather, as for that which is more precious than all things, the soul, than which nothing could be better for each person, even above this very soul one ought to prefer its Maker in honour; so that, should occasion ever call, one must not spare even this, and must hand it over to destruction, so to speak by way of hypothesis, on behalf of godliness towards God, and must endure this eagerly; because for God alone it is possible both to recall and to find again even the soul that, by way of hypothesis, has been lost for His sake. For He Who previously brought it into subsistence when it existed nowhere and in no wise, and led it forth from non-being into being, would not be unable, when it perishes from among men and vanishes from mortal life, to bring it forth again into light. For that which has been lost has not passed into non-existence, but subsists and is and abides; it is hidden and escapes the notice of those who have destroyed it, yet it does not escape even the great Eye; wherefore nothing could perish with Him. But if someone, distrusting God, and supposing that He cannot bring back again and make alive the soul thought to have perished, should renounce confession concerning God, and then escape the death suspended over him from men, and consider himself to have come now into safety and into a carefree state of human life, so as to seem to have found his own soul, inasmuch as he escapes the plots of men, and the threat-
Notes, col. 672

On the reading

Printed σὐτοῦ, for αὐτοῦ.

PG 24:673Read from the page
λημένον ἕνεκεν τοῦ τῆς θεοσεβείας λόγου θάνατον· ἴστω ὁ τοιοῦτος τῆς ἀληθοῦς ζωῆς ἑαυτὸν στερήσας, καὶ τὴν ἑαυτοῦ ψυχὴν, ἣν εὑρηκέναι νενόμικεν, ἀληθεῖ λόγῳ παραδοὺς ἀπωλείᾳ. Πάσης γὰρ ἐσχάτης ἀπωλείας γένοιτ' ἂν χεῖρον τὸ ἐκπεσεῖν Θεοῦ, καὶ ἀρνηθῆναι ὑπὸ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τί δὲ καὶ πλέον ἐπορίσατο, ἑαυτὸν ἀπατήσας, καὶ εὑρηκέναι τὴν ἑαυτοῦ ψυχὴν ὑπολαβὼν, ὅτε, φεύγων τὸν θάνατον, τὸν Θεὸν ἠρνεῖτο; Σμικροῦ γὰρ ὄντος καὶ ἐπικαίρου βίου, μετ' οὐ πολὺ τῆς θνητῆς καὶ ὀλιγοχρονίου ζωῆς στερηθεὶς, καὶ τῷ θανάτῳ ὃν φεύγων τὸν Θεὸν ἠρνεῖτο ὑποβληθεὶς, τῇ μετὰ τὸν θάνατον αἰωνίᾳ κολάσει παραδοθήσεται, ἀπολέσας ἀληθῶς τὴν ἑαυτοῦ ψυχὴν, ἣν εὑρηκέναι ὑπειλήφει· ὡς ἀνάπαλιν ὁ διὰ τὴν εἰς Θεὸν ἐλπίδα ἑαυτὸν ἀπογνοὺς, καὶ τὴν ἑαυτοῦ ζωὴν ἀπαρνηθεὶς, ὅσον τε ἐπὶ τῇ ἑαυτοῦ προθέσει τὴν ἑαυτοῦ ψυχὴν ἀπολωλεκὼς, πάντα τε ταῦτα εὐθαρσῶς ⟨ὑ⟩πομείνας διὰ τὴν εἰς τὸν Θεὸν πίστιν, θαῤῥείτω ὡς μηδενὸς ἀπολωλότος αὐτῷ· οὐ γὰρ ἀπόλωλεν ὁ τοιοῦτος, ἀλλ' εὗρε τὴν ἑαυτοῦ ψυχήν. Εἰ γοῦν ὡς ἐν ὑποθέσει λόγου θνητὴ οὖσα ἐτύγχανε, καὶ οἵα τε ἀληθῶς εἰς τὸ μὴ ὂν χωρεῖν, καὶ εἰ ἀπώλλυτο ὑπὸ ἀνθρώπων ἀναιρουμένη, ὅμως οὐκ εἰς ἀνέλπιστον χρὴ τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα διακαρτερεῖν· ἐπειδὴ τῷ Θεῷ καὶ τὰ ἀπολωλότα καὶ τὰ μηδαμῆ μηδαμῶς ὄντα παράγειν ἐξ οὐκ ὄντων καὶ ζωοποιεῖν δυνατόν. Διὸ καὶ τὸν
ened death on account of the word of godliness: let such a man know that he has deprived himself of true life, and in true reckoning has handed over to destruction his own soul, which he has supposed himself to have found. For worse than any utter destruction would it be to fall away from God, and to be denied by the Son of God. And what advantage did he gain, deceiving himself, and supposing that he had found his own soul, when, fleeing death, he denied God? For since life is brief and transient, before long, deprived of mortal and short-lived life, and subjected to the death in fleeing which he denied God, he will be handed over to eternal punishment after death, having truly lost his own soul, which he had supposed himself to have found; whereas conversely he who on account of hope in God has despaired of himself, and denied his own life, and so far as lay in his own resolve has lost his own soul, and has courageously endured all these things through faith in God, let him take heart as having nothing lost to him; for such a man has not perished, but has found his own soul. Even if, therefore, by way of hypothesis of argument, it happened to be mortal, and capable truly of passing into non-being, and if it perished when slain by men, nevertheless one ought not hopelessly to persevere in the contest on behalf of godliness; since for God it is possible to bring forth out of non-being and make alive both things that have perished and things that nowhere and in no wise exist. Wherefore also him who
ΙΖʹ.
XVII.
Οὐδεὶς μέντοι πώποτε προφητῶν τὸ κήρυγμα τῆς τῶν οὐρανῶν βασιλείας γυμνῶς εἰς πάντας εὐηγγέλιστο· ἀλλ' ᾔδεσαν μὲν αὐτὸ προφῆται πάντες, οὐ μὴν καὶ τῷ Ἰουδαίων λαῷ παρεδίδοσαν, διὰ τὸ νηπιάζειν τὰς φρένας, καὶ ἐξασθενεῖν πρὸς τὸ μέγεθος τοῦ κηρύγματος· πρώτου δὲ Ἰωάννου τηλαυγῶς κηρύξαντος ἠγγικέναι τὴν τῶν οὐρανῶν βασιλείαν, ἄφεσίν τε ἁμαρτιῶν διὰ λουτροῦ παλιγγενεσίας καταγγείλαντος ἀνθρώποις, οἱ τῷ κηρύγματι ἑαυτοὺς ἐπιδόντες περιάρπαστον αὐτὴν ἐσχήκασιν, ἐξ ἐκείνων τῶν ἡμερῶν ἀρξάμενοι, ἐξ ὧν ὁ Ἰωάννης τὸν περὶ αὐτῆς κατήγγειλε λόγον. Τὰ μὲν γὰρ Μωϋσέως νόμιμα καὶ τὴν Ἰουδαϊκὴν λατρείαν καιρόν φησιν ἐσχηκέναι οἰκεῖον· τοῦτον δὲ περιγράφεσθαι μέχρι τῆς Ἰωάννου παρουσίας· καὶ τοὺς προφήτας δὲ μέχρις Ἰωάννου Ἰουδαίοις πεποιῆσθαι τὰς παραγγελίας πρὸς τὸ φυλάττειν τὰ Μωϋσέως νόμιμα· πρῶτον δὲ Ἰωάννην ἀρχηγὸν γεγονέναι τῆς Καινῆς Διαθήκης, ἅτε πρόδρομον αὐτοῦ γενόμενον. Αὐτοῦ τε πρώτου καὶ ἐξ αὐτοῦ τὴν βασιλείαν τῶν οὐρανῶν ἅπασιν ἀνθρώποις εὐηγγελισμένου, τοὺς ἀξίους αὐτῆς εἰς αὐτὴν βιάζεσθαι νοήσομεν, ἐπιστήσαντες, ὡς μέγας ἀγὼν τυγχάνει τοῖς ἐπὶ γῆς ἀνθρώποις πρὸς τὴν ἐν οὐρανοῖς ἄνοδον. Τὸ γὰρ ἀνθρώπους ὄντας καὶ σάρκα θνητὴν περιβεβλημένους, τῶν φυσικῶν ὀρέξεων κρείττους γίνεσθαι, ἡδονῆς τε κρατεῖν καὶ πάσης αἰσχρᾶς ἐπιθυμίας, καὶ τὸ ἐντεῦθεν ἤδη ἀπομιμεῖσθαι τὸν
Yet none of the prophets had ever proclaimed the preaching of the kingdom of heaven openly unto all; rather, all the prophets knew it indeed, yet they did not deliver it to the people of the Jews, because their minds were infantile and too weak for the greatness of the preaching; whereas once John first clearly proclaimed that the kingdom of heaven had drawn near, and announced unto men forgiveness of sins through the washing of regeneration, those who gave themselves over to the preaching have seized hold of it eagerly, beginning from those days from which John announced the word concerning it. For the ordinances of Moses and the Jewish worship, He says, had their own proper season, and this was circumscribed up to the coming of John; and the prophets also up to John made their injunctions to the Jews for keeping the ordinances of Moses; whereas John first became the initiator of the New Covenant, inasmuch as he became His forerunner. And since he first and from him proclaimed the good news of the kingdom of heaven unto all men, we shall understand how those worthy of it force their way into it, when we consider how great a struggle it is for men upon earth towards the ascent into heaven. For that those who are human beings and clothed with mortal flesh should become superior to natural appetites, and master pleasure and every base desire, and henceforth already strive to imitate the
PG 24:676Read from the page
ἀγγελικὸν ἐθέλειν βίον ὥστε λέγειν ὁμοίως Παύλῳ δύνασθαι, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, πῶς οὐ βίαιον, καὶ, ὡς ἄν τις εἴποι, παρὰ φύσιν καὶ ὑπὲρ δύναμιν εἶναι δοκεῖ; Τίς δὲ τοὺς τῆς θεοσεβείας ἀσκητὰς ὁρῶν μονονουχὶ νεκροῦν τὴν ἑαυτῶν σάρκα, ὡς ἐπαληθεύοντας λέγειν· Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγὼ, οὐκ ἂν ὁμολογήσειεν ἀληθῶς βιάζεσθαι αὐτοὺς τὴν βασιλείαν τῶν οὐρανῶν; Εἰ δ' ἐπιστήσειέ τις τῇ θαυμαστῇ προθέσει τῶν ἁγίων μαρτύρων, πῶς οὐκ ἂν εἴποι βιάζεσθαι αὐτοὺς τὴν βασιλείαν κατὰ τὴν σωτήριον προαγόρευσιν;
angelic life, so as to be able to say like Paul, But our citizenship is in heaven, how does this not seem forceful, and, as one might say, contrary to nature and beyond strength? And who, seeing the ascetics of godliness all but putting to death their own flesh, so as truly to say, I have been crucified with Christ, and it is no longer I who live, would not confess that they truly take the kingdom of heaven by force? And if someone should fix his attention upon the marvellous resolve of the holy martyrs, how would he not say that they take the kingdom by force in accordance with the saving prediction?
ΙΗʹ.
XVIII.
Σφόδρα καταλλήλως τοῖς ὄχλοις καὶ πλήθεσι τὴν πρώτην ἐποιήσατο παραβολὴν ὁ Χριστὸς, οὐ τοῖς τότε παριστῶσιν αὐτῷ μόνοις, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα συνελευσομένοις ἐπ' ἀκροάσει τῶν αὐτοῦ λόγων, τὰς διαφορὰς θεϊκῇ δηλώσας προγνώσει, προφήσας τε τὰς αἰτίας τῶν τῆς χάριτος τῆς θείας ἀποπεσουμένων. Ἀρχὴ δὲ τῆς παραβολῆς ἐστιν ὁ σπορεὺς καὶ ἡ τούτου ἔξοδος πρὸς τοὺς ἔξω, ἥ τε τοῦ σπόρου πτῶσις καὶ αἱ τοῦτον οὐχ ὁμοίως καταδεξάμεναι χῶραι. Μυστήρια δὲ ταῦτα εἶναι τῆς βασιλείας αὐτὸς ἐμαρτύρει. Ὅ τε γὰρ σπορεὺς ἄνωθεν ἐξῄει καὶ κατῄει· ὥσπερ οὖν αὐτὸς ἐδίδασκε λέγων, Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω. Ἀλλὰ καὶ ἐκ τῶν οἰκείων ταμιείων τῆς αὐτοῦ βασιλείας ἐξῄει πρὸς ἡμᾶς τοὺς ἔξω γεγονότας ἐξ ἐκείνου, ἐξ οὗπερ ἐξέβαλεν ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς. Ὁ μὲν γὰρ ἀπόβλητος διὰ τὴν παρακοὴν γεγονὼς, καὶ τοῦ παραδείσου βληθεὶς ἔξω, τὰ ἐκ τῆς ἔνδον γεωργίας σπέρματα ἀπολωλέκει, κατὰ τὸν ἀφηνιάσαντα τοῦ πατρὸς υἱὸν, καὶ τὴν οὐσίαν ἣν εἰλήφει ἐπὶ τῆς ἀλλοδαπῆς χώρας διασπαθήσαντα· ὁ δὲ φιλανθρωπίᾳ τοῦ παναγάθου Πατρὸς ἐξῆλθεν, αὐτὸς ὢν ὁ σπείρων, καὶ ἐξῆλθε πρὸς ἡμᾶς τοὺς ἔξω γενομένους, δι' οὐδὲν ἕτερον ἢ τὸ σπεῖραι, ἐπεὶ καὶ μόνος αὐτὸς ἦν ὁ τῶν ὅλων σπορεύς. Πολλοὶ μὲν γὰρ ἐξῆλθον ἐκ τῶν οὐρανίων διατριβῶν, καὶ κατῆλθον εἰς ἀνθρώπους, ἀλλ' οὐκ ἐπὶ τῷ σπεῖραι· οὐ γὰρ ἦσαν σπορεῖς, ἀλλὰ λειτουργικὰ πνευματα εἰς διακονίαν ἀποστελλόμενα· Μωϋσῆς δὲ καὶ οἱ μετ' αὐτὸν προφῆται οὐ τὰ μυστήρια τῆς τῶν οὐρανῶν βασιλείας ἀνθρώποις κατεβάλοντο, νηπίους ἅτε παιδαγωγοῦντες, καὶ ἄφρονας τῆς κατὰ τὴν κακίαν ἀπείργοντες πλάνης, θεραπεύειν αὐτῶν πειρώμενοί τὴν τῆς εἰδωλολατρείας νόσον, καὶ ὥσπερ νεοῦντες αὐτῶν καὶ ἀροῦντες τὰς ψυχάς. Μόνος δὲ ὁ τῶν ὅλων σπορεὺς,
Most fittingly did Christ deliver the first parable to the crowds and multitudes, manifesting by divine foreknowledge the differences not only among those standing beside Him then, but also among those who would come together afterwards to hear His words, and foretelling the causes of those who would fall away from divine grace. Now the beginning of the parable is the sower and His going forth unto those outside, and the falling of the seed, and the lands that received it not in like manner. And that these are mysteries of the kingdom He Himself bore witness. For the sower went forth and came down from above; just as He Himself taught, saying, I came forth from the Father, and am come. Moreover, out of the proper storehouses of His kingdom He went forth unto us who had come to be outside since that time when God cast out Adam, and settled him opposite the paradise of delight. For he, having become castaway on account of disobedience, and having been cast outside paradise, had lost the seeds from the husbandry within, like the son who rebelled against his father and squandered in a foreign land the substance which he had received; whereas He, through the loving-kindness of the all-good Father, went forth, Himself being the sower, and went forth unto us who had come to be outside, for nothing else than to sow, since He alone was the sower of all. For many went forth out of the heavenly abodes and came down unto men, yet not in order to sow; for they were not sowers, but ministering spirits sent forth for service; and Moses and the prophets after him did not sow the mysteries of the kingdom of heaven among men, inasmuch as they were tutoring infants, and restraining the foolish from the error of wickedness, endeavouring to heal their disease of idolatry, and as it were breaking up as fallow ground and ploughing their souls. Only the sower of all,
Notes, col. 676

On the reading

Printed πνευματα, for πνεύματα.

Printed πειρώμενοί, for πειρώμενοι.

PG 24:677Read from the page
ὁ τοῦ Θεοῦ Λόγος, φιλανθρωπιᾳ τοῦ Πατρὸς ἐξῆλθε, καινὰ σπέρματα καὶ βασιλείας οὐρανῶν μυστήρια εὐαγγελιούμενος, τοῖς τε κατ' οὐρανὸν τοῦ Θεοῦ λειτουργοῖς τὸ τῶν ἀνθρώπων συνάψων γένος· ἐπὶ τούτοις οὖν μόνος αὐτὸς τὴν ἀπὸ τῶν πατρικῶν βασιλείων ἐποιεῖτο ἔξοδον· οἱ δὲ τὰ παρ' αὐτοῦ σπέρματα καταδεξάμενοι τὰς ἑαυτῶν ψυχὰς οἷα δὴ χώρας γεωργῷ παρεῖχον τῷ Λόγῳ, καὶ διὰ τῶν ἀκοῶν τὸν οὐράνιον ὑπεδέχοντο σπόρον.
the Word of God, by the loving-kindness of the Father went forth, proclaiming as good news new seeds and mysteries of the kingdom of heaven, and about to join the race of men unto the ministers of God in heaven; for these ends, therefore, He alone made His going forth from the paternal palaces; while those who received the seeds from Him offered their own souls like lands to the Word as husbandman, and through their ears welcomed the heavenly seed.
Εἰ μὲν οὖν οἱ μαθητευόμενοι μιᾶς ὑπῆρχον προαιρέσεως, οὐδὲν ἐχρῆν διακρίνειν καὶ ἀφορίζειν τούτους ἀπ' ἀλλήλων· ἐπειδὴ δὲ παρὰ πᾶσιν ἀνθρώποις ἡ τοῦ αὐτεξουσίου ἐκράτει δύναμις, ἄλλοι τε ἄλλως ἑαυτοῖς καὶ τῷ καταβληθέντι ταῖς ψυχαῖς οὐρανίῳ σπόρῳ κατακέχρηνται, εἰκότως οἷα Θεοῦ Λόγος τὴν γνῶσιν προειληφὼς τῶν μελλόντων, ὁποῖα πείσεται εἰς ἀνθρώπους ὁ παρ' αὐτοῦ σπόρος πεσὼν, θεσπίζει. Πτῶσιν γοῦν θαυμαστῶς τὴν καταβολὴν τῶν οὐρανίων σπερμάτων τὴν εἰς ἀνθρώπους ὠνόμασε· καὶ δὴ δύο τάγματα τῶν τὸν σπόρον καταδεξαμένων ἔσεσθαι, διδάσκει· πρότερον τὸ τῶν καταξιουμένων μὲν τῆς κλήσεως τῆς οὐρανίου, δι' ἀπροσεξίαν δὲ καὶ ῥᾳθυμίαν τῆς χάριτος ἀπολισθαινόντων· δεύτερον δὲ τὸ τῶν πολυπλασιαζόντων τὸν σπόρον ἐν ἀγαθαῖς καρποφορίαις. Τρεῖς δὲ ἐν ἑκατέρῳ τάγματι διαφορὰς τίθησιν· οἵ τε γὰρ τὸν σπόρον ἀπολλύντες οὐχ ὅμοιον ἴσχουσι τῆς ἀπωλείας τὸν τρόπον· οἵ τ' αὖ γεωργοῦντες αὐτὸν, καὶ τὸν ἐξ αὐτοῦ ποριζόμενοι καρπὸν, οὐκ ἴσην ἀποφέρονται τὴν εὐπορίαν· ἔτι πρὸς τούτοις καὶ τὰς αἰτίας τῆς ἀποπτώσεως τῶν τὸν σπόρον ἀπολλύντων προγνώσει θεϊκῇ παρίστησιν· ἢ γὰρ διὰ ῥᾳθυμίας ἀφυλάκτους τὰς ἑαυτῶν ψυχὰς ἀπολιπόντες, τὰ καταβληθέντα αὐτοῖς σωτήρια σπέρματα ἀπολωλέκασιν, ἁρπασάντων αὐτὰ ἐκ τῆς αὐτῶν διανοίας τε καὶ μνήμης, ἐχθρῶν τινων καὶ ἐπιβούλων ἤτοι πνευμάτων καὶ δαιμόνων πονηρῶν τὸν περίγειον διιπταμένων ἀέρα, ἢ ἀνδρῶν γοήτων καὶ ἀπατηλῶν, ἢ λόγων ἐναντίων τῇ ἀληθείᾳ· ἃ δὴ πετεινὰ οὐρανοῦ ὠνόμασεν· ἢ δεύτερον διὰ φιλαργυρίαν καὶ φιληδονίαν, διά τε τὰς τοῦ βίου φιλοπραγμοσύνας, ἃ δὴ ἀκάνθας ἀπεκάλεσε, τὸν ἐν αὐτοῖς σπόρον ἀποπνιγῆναι πεποιήκασιν· ἢ τρίτον διωγμῶν καὶ περιστάσεων τοὺς ἀγὼνας οὐχ ὑπομείναντες, ἃ δὴ καὶ καύσωνα διὰ τῆς παραβολῆς προσεῖπεν, ἀπηλέγχθησαν μὴ κατὰ βάθος τῆς αὐτῶν ψυχῆς τὸν σπόρον ἐῤῥιζωμένοι, ἀλλ' ἐξ ἐπιπολῆς καὶ μέχρι τοῦ δοκεῖν ὡς πρός τινα καιρὸν ἀνθεῖν, καὶ τῇ τῶν πολλῶν φαντασίᾳ σπουδαίους εἶναι νομίζεσθαι· ὃν δὴ καύσωνα εὐθυβόλως ὁ Σωτὴρ ὠνόμασε.
Now if those instructed as disciples were of a single purpose, there would have been no need to distinguish and separate them from one another; but since among all men the power of free will prevailed, and different persons have made use of themselves and of the heavenly seed cast into their souls in different ways, reasonably, having as the Word of God foreknowledge of things to come, He declares prophetically what sort of things the seed from Him will undergo when it has fallen among men. Marvellously, therefore, He named the casting down of the heavenly seeds among men a falling; and indeed He teaches that there will be two orders of those who have received the seed: first, that of those counted worthy indeed of the heavenly calling, yet slipping away from grace through inattention and sloth; and second, that of those multiplying the seed in goodly fruit-bearings. And in either order He sets down three differences: for both those who lose the seed do not have a like manner of loss, and in turn those who cultivate it and procure the fruit from it do not carry off an equal abundance; and besides these things, by divine foreknowledge He also sets forth the causes of the falling away of those who lose the seed: for either, leaving their own souls unguarded through sloth, they have lost the saving seeds cast into them, certain hostile and plotting beings having snatched them out of their mind and memory—whether wicked spirits and demons flying through the air around the earth, or impostors and deceitful men, or doctrines contrary to the truth—which very things He named birds of heaven; or secondly, through love of money and love of pleasure, and through the busy pursuits of life, which indeed He called thorns, they have caused the seed within them to be choked; or thirdly, not enduring the contests of persecutions and tribulations, which indeed He also addressed as scorching heat through the parable, they were convicted of not having the seed rooted in the depth of their soul, but superficially and only so far as seeming to flourish as it were for a season, and in the imagination of the many being supposed earnest; which very thing the Saviour aptly named scorching heat.
ΙΘʹ.
XIX.
Ὁ δὲ αυτὸς εδίδαξε τὴν αἰτίαν δι' ἣν τοῖς πλήθεσι δι' αἰνιγμάτων τοὺς λόγους παρεδίδου· αὐτοῖς μὲν ἐφεῖσθαι ειπὼν τὰ μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας μανθάνειν, μὴ δίδοσθαι δὲ ἐκείνοις, τοὺς ὄχλους
And the same One taught the cause for which He delivered His words to the multitudes through riddles, saying that to them it was permitted to learn the mysteries of the kingdom of God, whereas to those others it was not given, the crowds
Notes, col. 677

On the reading

Printed φιλανθρωπιᾳ, for φιλανθρωπίᾳ.

Printed ἀγὼνας, for ἀγῶνας.

Printed αυτὸς, for αὐτὸς.

Printed εδίδαξε, for ἐδίδαξε.

Printed ειπὼν, for εἰπὼν.