Ταῦτα βίβλοις ἱεραῖς, ὥσπερ ἐν στήλαις, τετυπωμένα πάλαι παρ' ἑαυτοῖς ἔχοντες οἱ καθηγεμόνες τοῦ Ἰουδαίων ἔθνους, ἐπειδὴ Ἰωάννης αὐτοῖς κηρύττειν ἐπὶ τῆς ἐρήμου καὶ ἀμφὶ τὸν Ἰορδάνην ποταμὸν ἠγγέλλετο, τοῖς πράγμασι τὰς προῤῥήσεις συμβάλλοντες, αὐτὸν εἶναι καὶ οὐκ ἄλλον τὸν διὰ τοῦ προφήτου σημαινόμενον ὑπετόπησαν· ἠρώτων τε ἀποστείλαντες, εἰ αὐτὸς εἴη ὁ Χριστός. Ὁ δὲ μὴ εἶναι μὲν ὡμολόγει, ἐπεὶ μηδ' αὐτὸς τὸ κοινὸν ἁπάντων σωτήριον· παρόντος δὲ ἤδη τοῦ προσδοκωμένου, ἑαυτὸν εἶναι πρόδρομον, καὶ τὴν ἐπὶ τῆς ἐρήμου φωνὴν τὴν καταγγελικὴν τοῦ σωτηρίου, αὐτὸς ἑαυτὸν εἶναι ἐδίδασκε· καὶ τοῦτο ἡ θεία τοῦ Εὐαγγελίου παρίστησι Γραφή· Ὡμολόγησε γὰρ, φησὶν, ὅτι Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστὸς, ἀλλ' ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου· ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, μέσος δὲ ὑμῶν εἰστήκει, ὃν ὑμεῖς οὐκ οἴδατε. Καὶ Λουκᾶς δὲ τὰ ὅμοια ἱστορεῖ, ὅτι Πάντων διαλογιζομένων περὶ Ἰωάννου, μή ποτε αὐτὸς εἴη ὁ Χριστὸς, ἀπεκρίνατο ὁ Ἰωάννης· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς, ἔρχεται δὲ ὁ ἰσχυρότερός μου· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Τί δὲ τὸ πῦρ; ἡ τοῦ κούφου δαπάνη, καὶ ἡ ζέσις τοῦ πνεύματος. Τῆς αὐτῆς ἔχεται διανοίας καὶ ὁ Ἰωάννης λέγων· Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ· οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἀλλ' οὕτος μὲν ὧδέ πη προκατήρχετο τοῦ κηρύγματος, ὁδοποιῶν οἷα φωνὴ τὰς τῶν ἀνθρώπων ψυχὰς εἰς ὑποδοχὴν τοῦ τελείου λόγου· ἔνθεν εἰκότως ἀπαρχὴν τοῦ Εὐαγγελίου αὐτὸν εἶναι ὁ Μάρκος ἐδίδασκεν· ἐπειδὴ δὲ ἐσιώπα μὲν ἡ φωνὴ τὰ οἰκεῖα πληρώσασα μέρη, σμικρῷ τε οἷα φωσφόρῳ φωτὶ τὰς τῶν ἀνθρώπων καταυγάσασα διανοίας, αὐτὸς δὴ λοιπὸν ὁ μονογενὴς καὶ προὼν τοῦ Θεοῦ Λόγος διὰ σαρκὸς τὰς οἰκείας ἐξέπεμπε μαρμαρυγάς.
Possessing these words long since engraved among themselves in sacred books as though upon stone pillars, the leaders of the Jewish nation, when John was reported to them to be preaching in the wilderness and around the river Jordan, compared the predictions with the events and surmised that he himself and no other was the one signified through the prophet; and they sent and asked whether he himself were the Christ. He, however, confessed that he was not, since he himself was not the common salvation of all; rather, now that the Expected One was already present, he himself taught that he was His forerunner, and that he himself was the voice in the wilderness heralding that salvation; and this the divine Scripture of the Gospel sets forth: "For he confessed," it says, "that 'I am not the Christ, but I am the voice of one crying in the wilderness, Make straight the way of the Lord; I baptize you with water, and in the midst of you has stood One whom you do not know.'" And Luke too narrates the like, that "While all were reasoning concerning John, whether perhaps he himself might be the Christ, John answered: 'I indeed baptize you with water, but there comes He who is mightier than I; He will baptize you with the Holy Spirit and with fire.'" And what is the fire? The consuming of what is light and vain, and the fervor of the spirit. To the same purport John the Evangelist also adheres when he says: "This man came for a witness, that he might bear witness concerning the light, that all might believe through him; he was not that light, but came that he might bear witness concerning the light." Thus in some such way did this man make the preliminary beginning of the proclamation, preparing like a voice the souls of men for the reception of the perfect Word; whence with good reason Mark taught that he was the beginning of the Gospel; and when the voice fell silent, having fulfilled its proper part and having illumined the minds of men as with a small morning-star's light, then at last the Only-begotten and pre-existent Word of God Himself sent forth through the flesh His own radiant beams.
Διὰ τοῦ τῶν ἁλῶν συμβόλου τὴν δύναμιν αἰνίττεται τῶν μαθητῶν αὐτοῦ. Ἐπεὶ γὰρ οἱ ἅλες τὴν μὲν οὐσίαν ἐξ ὕδατος καὶ πνεύματος συνεστήκασι, σμικρόν τι τοῦ γεώδους μετέχοντες, τῆς δὲ τῶν φθαρτῶν σωμάτων ῥευστῆς φύσεως πυκνωτικοὶ τυγχάνουσιν, ὡς καὶ τὰ νεκρὰ διακρατεῖν σώματα κρείττονι δυνάμει· εἰκότως τοὺς αὐτῷ μαθητευομένους τῇ τῶν ἁλῶν παραβάλλει φύσει, ἐπεὶ καὶ αὐτοὶ ἐξ ὕδατος καὶ Πνεύματός εἰσι γεγενημένοι ὅλοι τε Πνεύματι ζῶντες, καὶ οὐ κατὰ σάρκα βιοῦντες, ἅλες τινὲς ὥσπερ ὑπῆρχον, τὸν φθαρτικὸν βίον τῶν ἐπὶ γῆς ἀνθρώπων ἐπιστρέφοντες καὶ πυκνοῦντες, τῷ τε κατὰ ἀρετὴν βίῳ τοὺς αὐτοῖς πλησιάζοντας ἀρτύοντες καὶ
Through the symbol of salt He hints at the power of His disciples. For since salt has its substance compounded out of water and wind, partaking only slightly of the earthy element, and yet has the property of compacting the fluid nature of corruptible bodies, so as even to preserve dead bodies by a superior power, with good reason He compares those who become His disciples to the nature of salt: since they too have been born of water and of the Spirit, and living wholly in the Spirit and not conducting their lives according to the flesh, they were, as it were, a kind of salt, turning back and bracing up the corruptible life of men upon earth, and by a life according to virtue seasoning those who draw near to them and