ἄρχοντες, τῆς πόλεως ἀπαλλαγῆναι ἐποίουν. Ὁ δ' ἀναχωρῶν τῶν Ἱεροσολύμων τοίασδε προήκατο κατὰ τῆς πόλεως φωνάς· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τέκνα σου, καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· οὐκέτι οἶκον Θεοῦ τὸν νεὼν καὶ τὸ ἐν αὐτῷ ἁγίασμα, ἀλλὰ αὐτῶν εἶναι οἶκον ἀποφηνάμενος· μιάσματος γὰρ ἐναγοῦς ἐν τῷ μετὰ ταῦτα χρόνῳ δρασθέντος ὑπ' αὐτῶν, τοῦτο δ' ἦν τὸ τολμηθὲν αὐτοῖς ἄγος κατὰ τοῦ Σωτῆρος, ἐχρῆν δήπου μὴ μόνον τοὺς τῆς πόλεως οἰκήτορας, ἀλλὰ καὶ αὐτὸ τὸ ἔδαφος, ἐφ' ᾧ μέγα ἐφρόνουν, τἀπίχειρα ὧν ἔδρασαν οἰκήτορες, παθεῖν· ἃ δὴ καὶ πεπόνθασιν οὐκ εἰς μακρὸν, Ῥωμαίων ἐπελθόντων τῇ πόλει, καὶ τῶν οἰκητόρων τοὺς μὲν πολέμου νόμῳ κατασφαξάντων, τοὺς δ' αἰχμαλώτους ἀπαγαγόντων, τοὺς δὲ λιμῷ διαφθειράντων, τοὺς δ' ἀπελασάντων καὶ εἰς πάντα τόπον διασκεδασάντων, τὸν δ' οἶκον αὐτῶν καὶ τὸν νεὼν ἐμπρησάντων, εἰς ἔσχατά τε ἐρημίας περιβαλόντων. Ἀλλὰ γὰρ τούτων ἐν τοῖς μετὰ ταῦτα χρόνοις γενομένων, προλαβὼν ὁ Σωτὴρ τὸ μέλλον τῇ προγνώσει, οἷα Θεὸς Λόγος, τὰ συμβησόμενα προαγορεύει διὰ τῶν προκειμένων. Τέκνα δὲ τῆς πόλεως ὀνομάζει τὸ Ἰουδαίων πᾶν ἔθνος· οἶκον δὲ αὐτῶν ἀποκαλεῖ τὸν νεών. Εἶτα μαρτύρεται, ὅτι παρὰ τὴν αὐτῶν αἰτίαν τὰ σκυθρωπὰ αὐτοὺς μετελεύσεται· ἐπειδήπερ αὐτὸς μὲν πολλάκις ἐπισυναγαγεῖν αὐτῶν τὰ τέκνα ὑπὸ τὸν τῆς θεοσεβείας ζυγὸν βεβούληται, οἷα ἐκ τοῦ παντὸς πρόνοιαν αὐτῶν πεποιημένος, δι' ἑκάστου τε προφήτου καὶ καθ' ἑκάστην γενεὰν ἐπιστρέφων αὐτοὺς καὶ ἀνακαλούμενος· οἱ δὲ οὐκ ἤθελον ὑπακοῦσαι τῇ κλήσει· οὗ δὴ χάριν τὴν κατ' αὐτῶν ἀπόφασιν προενήνεκται εἰπών· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Σφόδρα δὲ ἀκριβῶς οὐ τὴν πόλιν ἔρημον ἔσεσθαί φησιν, ἀλλὰ τὸν ἐν αὐτῇ οἶκον, δηλαδὴ τὸν νεών· ὃν οὐκέτι ἑαυτοῦ, ἀλλ' οὐδε τοῦ Θεοῦ οἶκον βούλεται χρηματίζειν, ἀλλ' αὐτῶν εἶναί φησιν. Ἔρημον δὲ αὐτὸν ἔσεσθαι θεσπίζει, οὐκ ἄλλως ἢ ὑπὸ τῆς πρότερον ἐπισκοπούσης αὐτὸν προνοίας καταλειφθησόμενον. Καὶ δὴ θαυμάσαι ἔστι τοῦ λόγου τὸ ἀποτέλεσμα, ὅτι δὴ μηδ' ἄλλοτε πώποτε τοσαύτην ὑπέμεινεν ἐρημίαν ὁ τόπος, οὐδ' ὅτε διὰ τὰς ὑπερβαλλούσας αὐτῶν δυσσεβείας καὶ εἰδωλολατρείας, τάς τε κατὰ τῶν προφητῶν μιαιφονίας, ὑπὸ Βαβυλῶνι ἥλω· ἑβδομηκονταετὴς γὰρ ὁ πᾶς τῆς ἐρημώσεως τοῦ τόπου χρόνος κατ' ἐκείνους ἐγενήθη. Διὸ οὐκ ἂν κυρίως ἐλέχθη αὐτοῖς τότε τὸ, Ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· οὐ γὰρ ἀφείθη· ἔτυχε δὲ ἐπισκοπῆς μετ' οὐ πολὺν χρόνον, καθ' ὃν ἀνανεώσεως μείζονος ἢ κατὰ τὴν προτέραν ἠξιώθη ὡς προεῖπόν τινες τῶν προφητῶν, ὅτι δὴ Ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν. Μετὰ δὲ τὴν τοῦ Σωτῆρος ὑμῶν φωνὴν, ὅπως ἀφείθησαν, ὅ τε οἶκος αὐτῶν εἰς ἔσχατον ἐρημίας ἤλασε, τοῖς εἰς τοὺς τόπους ἀφικνουμένοις ἡ ὄψις αὐτὴ τοῦ λόγου μᾶλλον δείκνυσι τὸ ἀποτέλεσμα· καὶ ὁ χρόνος δὲ πολυετὴς γεγονὼς καὶ μακρὸς, ὡς μὴ μόνον διπλασίονα εἶναι τῆς ἑβδομηκονταετοῦς ἐρη-
rulers caused Him to depart from the city. And as He withdrew from Jerusalem He uttered such cries as these against the city: Jerusalem, Jerusalem, how often would I have gathered your children together, and you would not! Behold, your house is left to you desolate (Matt. 23:37-38); declaring the temple and the sanctuary within it to be no longer the house of God, but their house; for since an accursed pollution was perpetrated by them in the time thereafter, and this was the abomination dared by them against the Saviour, it was surely necessary that not only the inhabitants of the city, but also the very ground in which they took great pride, should suffer the wages of what its inhabitants did; which things indeed they suffered before long, when the Romans came against the city, and of the inhabitants slaughtered some by the law of war, led others away captive, destroyed others by famine, drove others out and scattered them into every place, and burned down their house and the temple, reducing them to the uttermost desolation. Now although these things came to pass in the times thereafter, the Saviour, anticipating the future by foreknowledge as God the Word, foretells what was going to happen through the words before us. And He calls the whole nation of the Jews the children of the city, while the temple He styles their house. Next He testifies that because of their own fault grim calamities will overtake them, inasmuch as He Himself had many times willed to gather their children together under the yoke of godliness, as having exercised providence over them through all time, both through each prophet and in each generation turning them back and calling them home; yet they were unwilling to obey the call, for which very reason He pronounced sentence against them, saying: Behold, your house is left to you desolate. And with great precision He says that not the city will be desolate, but the house within it, namely the temple, which He wills no longer to be styled His own house, nor even God's, but says that it is theirs. And He prophesies that it will be desolate in no other way than as going to be forsaken by the providence that formerly watched over it. And indeed one may marvel at the outcome of the word, that never at any other time did the place undergo so great a desolation, not even when because of their surpassing impieties and idolatries, and their murderous slayings of the prophets, it was captured under Babylon; for the whole time of the desolation of the place in their day came to seventy years. Wherefore there could not strictly have been spoken to them at that time the saying, Your house is left to you desolate; for it was not forsaken, but obtained visitation after no long time, during which it was counted worthy of a renewal greater than its former state, as certain of the prophets foretold, that The latter glory of this house shall be beyond the former (Hag. 2:9). Yet after the utterance of your Saviour, how they were forsaken, and how their house advanced to the uttermost extremity of desolation, the sight itself rather than speech shows the outcome to those who visit the places; and the time also, having grown to many years and great length, so as to be not only double the seventy-years' waste