Migne Reading Room

PG 24 · cols. 556–565 · Read from the page

Commentaries on Luke

Commentaries on Luke

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:556Read from the page
δικαστήρια, οἱ προμεμαθηκότες, ὅτι μὴ αὐτοὶ εἶεν οἱ μέλλοντες πεφροντισμένως τοῖς ἄρχουσιν ἀπολογεῖσθαι, ἄλλη δέ τις ἐν αὐτοῖς ἔνθεος δύναμις, δι' ἧς καὶ ἡγεμόσιν ἔμελλον ἀκαταπλήκτως ὁμιλεῖν καὶ αὐτοῖς βασιλεῦσι; Καὶ ταῦτα δὲ λέγοντι τῷ διδασκάλῳ ἀκόλουθον ἦν τοὺς μαθητὰς ἀδιστάκτως πιστεύειν, κατὰ μηδένα τε τρόπον ἀμφιβόλως ἔχειν, προειληφότας τῶν λόγων τὴν πεῖραν διὰ τῶν ἔμπροσθεν ἐπηγγελμένων, ὧν τὴν πίστιν αὐτοῖς ἔργοις παρειλήφεισαν. Οἱ γοῦν ἀσθενοῦντας λόγου δυνάμει θείου ῥωννύντες, νόσον τε τὴν ἀνίατον ἐν ἀνθρώποις λέπραν καὶ τὰ λοιπὰ πάθη τῶν σωμάτων ἀποκαθαίρειν οἷοί τε, δαίμονάς τε λυμαντικοὺς ἀνθρώπων ἐλαύνειν οὐ διά τινος περιέργου μαγγανείας, διὰ δὲ μόνης τῆς ὑπ' αὐτοῦ χορηγηθείσης αὐτοῖς ἐνθέου χάριτος, πῶς οὐκ ἔμελλον καὶ τοῖς δευτέροις τοῖς περὶ τοῦ μηδὲν μερι-
courts of judgment, having learned beforehand that it would not be they themselves making a premeditated defence before the rulers, but another divine power within them, through which they were going to speak undauntedly both to governors and to kings themselves? And when the Teacher said these things too, it was reasonable for the disciples to believe without hesitation and in no way to be in doubt, having already gained experience of his words through the things promised earlier, the proof of which they had received by very deeds. Those, then, who strengthened the sick by the power of the divine word, and were able to cleanse that disease incurable among men, leprosy, and the remaining afflictions of bodies, and to drive out demons destructive of men not through any curious sorcery, but solely through the divine grace supplied to them by him—how were they not going also in the second promises, those concerning not being anx-
Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, κ. τ. λ.
Do not be anxious for your soul, what you shall eat, etc.
Καὶ ταῦτα τοῦ Κυρίου ἡμᾶς ἐπιθαρσύνοντος, μὴ χρῆναι περὶ τροφῆς μηδ' ἕνεκεν τῶν τοῦ σώματος χρειῶν μεριμνᾷν, καὶ οὐκ ἀλογίστως προτρέποντος, σὺν παραστάσει δὲ λογικῇ παραμυθουμένου τὴν διδασκαλίαν· παρήνει γὰρ λέγων· Μὴ μεριμνήσητε τί φάγητε ἢ τί ἐνδύσεσθε. Οὐχὶ ἡ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Καὶ πρῶτος μὲν οὗτος συλλογισμὸς, συνάγων, ὅτι μὴ δέοι τινὰ περὶ ἑαυτοῦ μεριμνᾷν. Εἰ γὰρ τροφῆς, τῆς ἀπὸ γῆς φυομένης, μείζων καὶ κρείττων, καὶ τιμιωτέρα τυγχάνει ἡ ἀνθρώπου ψυχὴ, λογικὴ οὖσα καὶ νοερὰ οὐσία, ταύτην δὲ μὴ οὖσαν εἰς τὸ εἶναι παρήγαγεν ὁ Θεὸς, καὶ ταύτης ἡμῖν μηδὲν μεριμνήσασι μετέδωκε, ἐμψύχους ἡμᾶς καὶ λογικοὺς ἀπεργασάμενος, τί χρὴ φροντίζειν περὶ τοῦ χείρονος, ὅπερ ἐστὶν ἡ τροφή; Ὁ γὰρ τὸ κρεῖττον δεδωκὼς οὐκ ἀδυνατήσει καὶ τὸ χρειῶδες αὐτοῦ παρασχεῖν. Καὶ ἐπὶ τῆς τοῦ σώματος περιβολῆς ὁ αὐτὸς λόγος. Εἰ γὰρ ἀνωμολόγηται τὸ τοῦ ζώου σῶμα ἀπαραθέτῳ συγκρίσει κρεῖττον εἶναι τοῦ ἔξωθεν αὐτῷ περικειμένου ἐνδύματος, τὸ δ' ὅλον σῶμα ζωῆς μετέχον καὶ ψυχῆς ὁ Δημιουργὸς αὐτὸς συνεστήσατο· τί χρὴ ἀγωνιᾷν μὴ ἄρα ἀδυνατήσῃ τὸ χεῖρον παρασχεῖν, τοῦτο δ' ἦν τὸ ἔνδυμα, ὁ τὸ κρεῖττον ὑποστησάμενος; Οὗτος μὲν οὖν πρῶτος ἀποδεικτικὸς συλλογισμός.
Here too the Lord encourages us that we must not be anxious about food or for the sake of the needs of the body, exhorting us not without reason, but supporting his teaching with rational demonstration; for he counselled us, saying: "Do not be anxious what you shall eat or wherewith you shall be clothed. Is not the soul more than food, and the body than clothing?" And this is the first syllogism, concluding that one ought not to be anxious about oneself. For if the human soul, being a rational and intellectual substance, is greater and better and more precious than the food that grows from the earth, and God brought this soul from non-existence into being, and imparted it to us without our having been anxious at all, rendering us animate and rational, why must we take thought about the inferior thing, which is food? For he who has given the better thing will not be unable to provide also what is needful for it. And concerning the clothing of the body the same argument holds. For if it is agreed that the body of the living creature is beyond all comparison better than the garment placed around it from without, and the Creator himself framed the whole body partaking of life and soul, why must we be in distress lest perchance he who brought the better thing into existence prove unable to provide the inferior thing—that is, the garment? This, then, is the first demonstrative syllogism.
Καὶ δευτέρῳ κέχρηται παραδείγματι λέγων· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Εἰ γὰρ τούτοις, ὧν μή πατὴρ τυγχάνει, ταῦτα δ' ἦν τὰ πετεινὰ, τῆς αὐτάρκους τροφῆς προὐνόησεν ὁ τῶν ἁπάντων κηδεμὼν καὶ προνοητὴς Θεὸς, ὑμῶν τῶν κατ' εἰκόνα τὴν αὐτοῦ πεποιημένων, διὰ τὴν ἐν ὑμῖν νοερὰν καὶ λογικὴν οὐσίαν πατὴρ τυγχάνων, πῶς οὐ πᾶσαν ποιήσεται τῆς ζωῆς φροντίδα; καὶ θρέψει γε ὑμᾶς ἀμερίμνως, οἷα πατὴρ υἱοῖς ἐξ ἑτοίμου παρέχων τὰ πρὸς τὴν χρείαν μᾶλλον ἢ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, οἷς
And he employs a second example, saying: "Look at the birds of the air: they do not sow, and your heavenly Father feeds them. Are you not of much more value than they?" For if for these, of whom he is not father—that is, the birds—God, the guardian and provider of all things, made provision of sufficient food, how shall he, being the Father of you who were made according to his image by reason of the intellectual and rational substance within you, not take every care for your life, and nourish you free from anxiety, like a father readily supplying to his sons the things needful, rather than to the birds of the air, for whom
Notes, col. 556

On the reading

Printed μή, for μὴ.

PG 24:557Read from the page
ἀκοπιάτως ἄσπαρτα καὶ ἀνήροτα τὰ πρὸς τροφὴν πορίζεται, τοῦ ὑμετέρου Πατρὸς ὁμοῦ καὶ ζωὴν αὐτοῖς καὶ τροφὴν δωρουμένου. Σφόδρα δ' ἀκριβῶς ἐπὶ προτροπῇ τῶν αὐτοῦ μαθητῶν οὐχ ἁπλῷ παραδείγματι τῷ τῶν ἀλόγων ἐχρήσατο ζώων· οὐκ οὖν ἑρπετῶν οὐδὲ κτηνῶν οὐδὲ μὴν ἰχθύων ἐμνημόνευσεν, ἀλλ' οὐδ' ὀρνέων ἁπλῶς εἶπεν, ἐπειδὴ καὶ τούτων τὰ μὲν σαρκοφαγεῖ, τὰ δὲ γῆν σιτεῖται, τὰ δ' ἀλληλοφαγεῖ. Διὸ τῶν νεκροβόρων καὶ σαρκοβόρων ἀφορίσας τὰ σπερμοφάγα τῶν πετεινῶν, καὶ ταῦτα δηλώσας διὰ τοῦ φάναι· Οὐ σπείρουσιν οὐδέ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· τούτων τε αὐτῶν ἐμφήνας τὰ ὑψηλοπετῆ διὰ τοῦ προσειπεῖν αὐτὰ οὐρανοῦ πετεινὰ, τοὺς αὐτοῦ μαθητὰς ἐπὶ τὴν ὁμοίωσιν τῆς τούτων τροφῆς παρώρμα· ὁμοῦ καὶ ἐπὶ τὴν ἀπόδειξιν τῆς πάντων ἐφόρου προνοίας παραπέμπων αὐτοὺς, ὡς ἂν τεκμαίρεσθαι δυναμένους ἐκ τοῦ παραδείγματος, ὅτι πολὺ μᾶλλον αὐτῶν ἢ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῆς τροφῆς φροντιεῖ ὁ οὐράνιος αὐτῶν Πατήρ. Πατέρα δὲ καλῶν οὐράνιον, δόγμα μέγιστον ἐξεπαίδευεν. Ὄντος γὰρ Πατρὸς σωμάτων τοῦ τὴν σάρκα σπείραντος ἑκάστῳ, ὄντος δὲ καὶ Πατρὸς οὐρανίου τοῦ τὴν λογικὴν καὶ νοερὰν δύναμιν ἐν ἡμῖν ὑποστησαμένου, τί χρὴ μεριμνᾷν; Οὐχὶ ἀκριβῶς πεπεῖσθαι, ὅτι πολὺ πρότερον ἡμῶν ὁ κατὰ φύσιν καὶ κρείττων πατὴρ προνοήσεται ἢ τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἃ διὰ τὴν αὐτοῦ πρόνοιαν μέχρι καὶ αὐτῶν ἐκτεινομένην, τοσαύτης ἐξ ἑτοίμου τροφῆς εὐπορεῖ, ὡς εὐτραφῆ καὶ ἰσχυρὰ καὶ ἐῤῥωμένα τυγχάνειν; Κατὰ δὲ τὸν Λουκᾶν λέγων ὁ Κύριος· Κατανοήσατε τοὺς κόρακας, πλεῖόν τι ἐμφαίνει. Τοῖς μὲν γὰρ σπερμολόγοις τῶν πτηνῶν ἑτοιμοτέρα ἐστὶ τροφὴ, τοῖς δὲ σαρκοβόροις, ὥσπερ οἱ κόρακες, δυσχερεστέρα· ἀλλ' ὅμως οὐδὲ τὰ τοιαῦτα τροφῆς ἀπορεῖ διὰ τὴν πανταχοῦ ἐκτεταμένην Πρόνοιαν. Καὶ τρίτῳ συλλογισμῷ εἰς τὸ αὐτὸ ἐχρῆτο λέγων· Τίς δ' ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Εἰ οὖν οὔτ' ἐλάχιστον δύνασθε, περὶ τῶν λοιπῶν τί μεριμνᾶτε; Ἀλλ' εἰ μηδεὶς οἰκείᾳ φροντίδι πώποτε προσθήκην ἑαυτῷ τοῦ σώματος ἐπενόησεν, ἀλλ' οὐδὲ τῇ προθεσμίᾳ τοῦ τῆς ζωῆς χρόνου, μεριμνήσας τις οἷός τ' ἂν εἴη πρὸς τῇ τελευτῇ τοῦ βίου γενόμενος, ἡμέρας μιᾶς διάστημα ἢ καιρὸν βραχύτατον ὥρας ἑαυτῷ περινοῆσαι· τί χρὴ περιττῶς μεριμνᾷν, δέον ἐπιτρέψαντας τῷ Θεῷ τὴν αὐτοῦ βουλὴν περιμένειν; Βουληθέντος γὰρ αὐτοῦ αὔξειν ἡμᾶς, αὔξομεν, μηδὲν μεριμνήσαντες· καὶ βουληθέντος ἡμᾶς ζῆν καὶ μακροβίους εἶναι, ζησόμεθα καὶ πολυετεῖς γενησόμεθα, μηδὲν μεριμνήσαντες· μὴ βουλομένου δὲ αὐτοῦ παραμένειν τινὰ τῶν βίων, ματαία πᾶσα φροντὶς ἀνθρώπου.
things for food are provided without toil, unsown and unploughed, your Father bestowing upon them at once both life and food. And with great precision, in exhorting his disciples, he did not employ a general example of irrational animals: thus he made mention neither of reptiles nor of cattle nor indeed of fishes, nor did he even speak simply of birds, since of these too some eat flesh, others feed on earth, and others devour one another. Separating, therefore, the seed-eating birds from the carrion-eating and flesh-eating ones, and indicating these by saying, "They neither sow nor reap nor gather into barns, and your heavenly Father feeds them," and among these very birds pointing to the high-flying ones by calling them "birds of the air," he urged his disciples on to a likeness to their manner of food; while at the same time referring them to the proof of the providence that watches over all things, so that they might be able to infer from the example that much more for their food than for that of the birds of the air will their heavenly Father take thought. And by calling him "heavenly Father," he taught a very great doctrine. For since there is a father of bodies who sowed the flesh for each person, and since there is also a heavenly Father who brought into existence the rational and intellectual faculty within us, why must we be anxious? Ought we not to be firmly persuaded that our natural and better Father will take thought much sooner for us than for the birds of the air, which, through his providence extending even unto them, abound in such ready food as to be well-nourished and strong and vigorous? And according to Luke, when the Lord says, "Consider the ravens," he indicates something more. For to the seed-picking winged creatures food comes more readily, whereas to the flesh-eating ones, such as ravens, it is harder to come by; yet nevertheless not even creatures of that sort lack food, on account of Providence extended everywhere. And he used a third syllogism to the same end, saying: "And which of you by being anxious can add a single cubit to his stature? If then you cannot do even the least thing, why are you anxious about the rest?" Now if no one by his own care has ever devised an addition to his own body, nor even, upon reaching the close of life, could anyone by being anxious contrive for himself a single day's space or the briefest moment of an hour beyond the appointed limit of his lifetime, why must we be needlessly anxious, when we ought to commit ourselves to God and await his will? For if he wills us to grow, we grow without having been anxious at all; and if he wills us to live and be long-lived, we shall live and reach many years without having been anxious at all; whereas if he does not will any among lives to remain, vain is every care of man.
Notes, col. 557

On the reading

Printed οὐδέ, for οὐδὲ.

PG 24:560Read from the page
Καὶ ταῦτα μὲν περὶ τροφῆς διεταττετο· ὡσαύτως δὲ καὶ περὶ ἐνδύματος παρήνει λέγων· Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει, κ. τ. λ. Πάλιν κἀνταῦθα μετὰ συλλογισμοῦ συνάγει, πείθων προσδοκᾷν πάντως ἔνδυμα παρὰ τοῦ Θεοῦ αὐτοῖς δοθήσεσθαι· εἰ γάρ τίς ἐστι φιλότιμος παρ' ἀνθρώποις ἐσθῆτι πολυτελεῖ καὶ φιλοκαλίᾳ, θεάσασθε, φησὶ, τοῖς ὀφθαλμοῖς, ὡς ὁ τοῦ παντὸς ποιητὴς Θεὸς, μέχρι καὶ τῶν γῆς φυομένων ἀνθέων τὴν πολυποίκιλον αὐτοῦ ⟨…⟩οφίαν ἐκτείνας, παντοίοις χρώμασί τε καὶ κοσμήμασι κατεκόσμησε ταῦτα, μετασχηματίσας μὲν τὴν γῆν, καὶ τὴν κόνιν αὐτὴν τὴν ἄψυχον, τό τε ταύτης μεταβαλὼν εἶδος, ἁλουργίδος τε καὶ χρυσοῦ πολὺ κρείττοσι βάμμασιν, ἐν ὑμέσι λεπτοῖς καὶ εὐανθέσι τὸν ἐξ αὐτοῦ κόσμον ἐν αὐτῇ καταθέμενος· ὡς μηδενὸς τρυφηλοῦ βασιλέως, μηδ' αὐτοῦ Σολομῶνος τοῦ παρὰ τοῖς παλαιοῖς ἐπὶ σοφίᾳ καὶ πλούτῳ καὶ τρυφῇ βοηθέντος τοσαύτην εὑρεθῆναι φιλόκαλον τέχνην, ὡς ἑνὶ τῶν ἀπὸ γῆς ὡραίων ἀνθέων ὁμοιότατον περίβλημα ⟨…⟩τήσασθαι. Τί οὖν χρὴ θαυμάζειν, εἰ ὁ τὸν χόρτον τοῦ ἀγροῦ τὸν εἰς οὐδὲν χρήσιμον, οὗ τέλος ἡ διὰ πυρὸς φθορὰ, τοῦτον ἀμφιέσας τὸν τρόπον, καὶ ὑμῖν αὐτοῖς ἐνδυμάτων αισθητῶ⟨…⟩ ἐπὶ τοῦ παρόντος βίου προνοήσει; — Οὕτως οὖν ἁπάντων ὀλιγωρεῖν, μόνης δὲ τῆς βασιλείας μετατοιεῖσθαι προσέταττε· μὴ γὰρ ζητοῦσι τὴν βασιλεία⟨…⟩ μηδ' ἀρετῆς πρόνοιαν ποιουμένοις οὐδὲν τῶν ἐπηγ⟨…⟩ελμένων ἔσται· μόνοις δὲ ταῦτ' ἐξ ἑτοίμου παρέσεσθαι τοῖς μεριμνῶσι τὰ τοῦ Θεοῦ, ὅπως ἂν ἀρέσαιεν αὐτῷ, καὶ τοῖς περὶ τὴν ζήτησιν τῶν κρειττόνων ἠσχολημένοις· μεριμνῶσι γὰρ τὰ τῷ Θεῷ φίλα, ἀντιμεριμνήσειν τὸν Θεόν.
And these things he enjoined concerning food; and in like manner he counselled concerning clothing also, saying: "Consider the lilies, how they grow," etc. Again here too he concludes by way of a syllogism, persuading them to expect that clothing will assuredly be given to them by God; for if anyone among men is ambitious for costly raiment and love of beauty, behold with your eyes, he says, how God the Maker of the universe, extending his manifold wisdom even unto the flowers that spring from the earth, has adorned them with all manner of colours and ornaments, transforming the earth and the lifeless dust itself and changing its form with dyes far superior to purple and gold, depositing within it in delicate and blooming membranes the adornment proceeding from himself; so that of no luxurious king—not even Solomon himself, renowned among the ancients for wisdom and wealth and luxury—was such beauty-loving art ever found as to acquire a robe closely resembling a single one of the lovely flowers from the earth. Why then should one marvel if he who has clothed in this manner the grass of the field, useful for nothing, whose end is destruction by fire, will provide sensible garments for you yourselves also in the present life? — Thus, therefore, he commanded them to disregard all things, and to lay claim to the kingdom alone; for those who do not seek the kingdom nor take thought for virtue will have none of the things promised; whereas these things will be readily at hand for those alone who are anxious for the things of God, how they may please him, and who are occupied with seeking the better things; for when they are anxious for the things dear to God, God will be anxious for them in turn.
Ὅπου γὰρ ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
For where your treasure is, there will your heart be also.
Φυσικῶς γὰρ πᾶς ἄνθρωπος περὶ ὃ σπουδάζει διάκειται, κἀκεῖ πάντα τὸν νοῦν ἔχει ἔνθα κεκτῆσθαι τὴν ὠφέλειαν νενόμικε· διὰ τοῦτο καὶ τὸν λογισμὸν ἐπάγει τοῦ μὴ δεῖν ἐπὶ γῆς θησαυρίζειν. Εἰ μὲν γάρ τις, φησὶν, ἐν τῷ θνητῷ βίῳ τὰς κτήσεις καὶ πᾶσαν ὕπαρξιν συνείληχεν, ἀναρτήσας αὐτοῦ τὴν πᾶσαν ἐλπίδα ἐπὶ τὰ παρόντα τοῦ βίου πράγματα, ἐξ ἀνάγκης οἷα δὴ δεσμοῖς τοσούτοις πεπεδημένος, πάντα τὸν αὐτοῦ λογισμὸν καὶ πᾶσαν τὴν διάνοιαν, ἣν δὴ καρδίαν ὠνόμασε, κάτω που πρὸς τῇ γῇ κέκτηται, κἀκεῖ φύρεται καὶ καλινδεῖται, ἔνθα κεκτῆσθαι τὸν αὐτοῦ θησαυρὸν νενόμικεν· εἰ δὲ τοῖς οὐρανίοις μαθήμασιν ἐντραφεὶς πάντα πράττοι, τὸν αὐτοῦ σκοπὸν ἄνω προσαναρτήσας, καὶ την ἐλπίδα ῥίψας ἐπὶ τὰς οὐρανίους ἐπαγγελίας, τοῦ μὲν συνάγειν ἐπὶ γῆς οὐδεμίαν ποιούμενος φροντίδα, τὴν ἄκραν δὲ μετιὼν ἀκτημοσύνην, καὶ ὅλος γινόμενος πρὸς τοῖς κρείττοσιν, ἐν οὐρανῷ τε πάντα συνάγειν, κἀκεῖ τὸν αὐτοῦ πλοῦτον ταμιεύεσθαι, καὶ πᾶσαν τὴν ὕπαρξιν ἐκεῖ προπέμπειν σπουδάζων· εἰκότω⟨…⟩ ὁ τοιοῦτος ὄνοιτ' ἂν ἐντεῦθεν τῆς ἀγαθῆς ἐλπίδος, τῷ τὴν διάνοιαν καὶ τὸν λογισμὸν οἰκειοῦν ἑαυτοῦ τοῖς οὐρανίοις· ἔνθα γὰρ ἔχει τὸν θησαυρὸν, ἐκεῖ καὶ τὴν διάνοιαν ἕξει· ὡς δοκεῖν μὲν ἐπὶ γῆς παρεπιδημεῖν, καὶ τῷ σώματι μόνῳ συνεῖναι ἀνθρώποις, τῇ δὲ δυνάμει τὰς οὐρανίους
For by nature every man is disposed toward that about which he is earnest, and holds his whole mind there where he reckons that he has gained advantage; on this account he also adds the reasoning why one must not lay up treasure upon earth. For if anyone, he says, in this mortal life has gathered possessions and all wealth, hanging all his hope upon the present affairs of life, of necessity, as though fettered by so many bonds, he holds all his reasoning and all his thought—which indeed he called the "heart"—somewhere down close to the earth, and there wallows and rolls about where he reckons that he possesses his treasure; whereas if, nurtured on heavenly teachings, he should do all things having fixed his aim on high and cast his hope upon the heavenly promises, taking no care to gather upon earth, but pursuing the utmost non-possession, and giving himself wholly to the better things, eager to gather all things in heaven, and there to store up his wealth, and to send all his substance ahead thither, reasonably would such a man reap benefit therefrom of good hope, by familiarizing his thought and reasoning with heavenly things; for where he has his treasure, there will he also have his thought, so that while seeming to sojourn upon earth and to be among men in body alone, in power he already frequents the heavenly
Notes, col. 560

On the reading

Printed διεταττετο, for διετάττετο.

Printed μετατοιεῖσθαι, for μεταποιεῖσθαι.

Printed την, for τὴν.

PG 24:561Read from the page
ἤδη διατριβὰς μετιέναι· ὥστε ἄνω βλέπειν δεῖ, καὶ τὰς ἐλπίδας ἔχειν, ὅπου καὶ τὸν θησαυρὸν αὐτοῦ συναγήοχεν.
abodes; so that one must look upward and hold one's hopes where he has also gathered his treasure.
Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων.
And you yourselves be like men waiting for their master, when he will return from the wedding feast.
Ἐν ἑτέροις ἤδη ἐδίδαξε περὶ τῶν γάμων εἰπών· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. Ὡς οὖν ἤδη τῶν γάμων γεγενημένων, καὶ τοῦ συμποσίου τελεσθέντος, ἐπάνεισιν ὁ κύριος ἐπὶ τοὺς ἐγρηγορότας δούλους, οἳ, ἐπειδὰν ἀφίκηται αὐτὸς ὁ νυμφίος τὴν παράληψιν τῆς νύμφης ποιησόμενος, κρούσαντι αὐτῷ τὴν τῆς ψυχῆς θύραν, ἑτοιμότατα ὑπακούσουσι καὶ ἀνοίξουσι, διὰ παντὸς ἐγρηγορότες, καὶ τὴν αὐτοῦ παρουσίαν ἐκδεχόμενοι. Ἐπιλέγει γοῦν· Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν εὑρήσει γρηγοροῦντας. Καὶ πῶς γὰρ οὐ μακάριοι οἱ τοσαύτης μέλλοντες ἀξιωθήσεσθαι τιμῆς; Ἐπόμνυται γοῦν αὐτοῖς φάσκων· Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Νυκτὶ δὲ παραβάλλων τὸν ἀνθρώπινον βίον, ὡς ἀληθῶς σκότους καὶ ἀγνοίας οἰκεῖον, διαφόροις φυλακαῖς, τουτέστιν ὥραις καὶ καιροῖς τῆς νυκτὸς, τὸν τῆς ἀνθρωπίνης ζωῆς παρεικάζει χρόνον· ἐν ᾧ τοὺς διὰ παντὸς ἐγρηγορότας διὰ τὸ ἄδηλον τῆς ἑκάστου τελευτῆς μακαρίους ἀποφαίνει· ταύτης δὲ τῆς προτροπῆς τίς ἂν γένοιτ' ἀνωτέρα, ἣ τὸν δεσπότην ἐπήγγελται αὐτὸν τοῖς δούλοις διακονήσειν, τοὺς δὲ δούλους ἀνακλιθήσεσθαι ἐν τῇ βασιλείᾳ αὐτοῦ, τουτέστι διαναπαύσεσθαι; Προϊὼν δ' αὖθις τὴν αὐτὴν ἐπισφραγίζεται ἐπαγγελίαν τοῖς μαθησαῖς λέγων· Ἐγὼ δ' ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν, καθ' ἃ διέθετό μοι ὁ Πατήρ μου, βασιλείαν· ἵν' ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου. Τοιαύτης τεύξονται μακαριότητος οἱ δοῦλοι, οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντας· κατὰ γὰρ τόν θνητὸν τοῦτον βίον, ἅτε παῖδες ἔτι ὄντες καὶ νήπιοι, καὶ μήπω τοῦ νυμφῶνος ἠξιωμένοι, ἐπ' ἀλλοδαπῆς δ' οἰκοῦντες, ἅτε ξένοι τῶν ἐνταῦθα, καὶ παρεπίδημοι, καὶ ὑπὸ παιδαγωγοῖς καὶ ἐπιτρόποις ἀνατρεφόμενοι, οὐκ εἶχον πάντοτε τὸν νυμφίον μεθ' ἑαυτῶν. Διὸ καὶ ἐνήστευον, καθὼς εἶπεν ὅτι ἀρθήσεται ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. Ἀλλ' ἐπὶ τέλει αὐξήσαντας αὐτοὺς καὶ τελειωθέντας παραλήψεσθαι ἐπαγγέλλεται, καὶ εἰς τὸν αὐτοῦ συνεισάξειν νυμφῶνα· ὅτε καὶ ἀνακλίνας ⟨…⟩ των, τῆς οὐρανίου τρυφῆς ἀπολαύσουσιν.
Elsewhere he has already taught concerning the wedding feast, saying: "The kingdom of heaven may be compared to a king who gave a wedding feast for his son." As though, then, the wedding feast had already taken place and the banquet had been completed, the master returns to the watchful servants, who, whenever the bridegroom himself arrives to take the bride to himself and knocks at the door of the soul, will most readily hearken and open, keeping watch continually and awaiting his coming. Accordingly he adds: "Blessed are those servants whom, when he comes, he will find watching." And how indeed are they not blessed who are about to be counted worthy of so great an honour? Accordingly he swears to them, saying: "Truly I say to you that he will gird himself and make them recline, and come and serve them." And comparing human life to night, as truly akin to darkness and ignorance, he likens the span of human life to the different watches, that is, hours and seasons of the night, wherein he pronounces blessed those who keep watch continually on account of the uncertainty of each person's end; and what exhortation could be higher than this, which has promised that the Master himself will serve the servants, and that the servants will recline in his kingdom, that is, enjoy rest? And going further, he again seals the same promise to the disciples, saying: "Yet I am in your midst as one who serves. And you are those who have continued with me in my trials; and I appoint to you, as my Father appointed to me, a kingdom, that you may eat and drink at my table in my kingdom." Such blessedness shall the servants obtain whom the Lord, when he comes, will find watching; for during this mortal life, inasmuch as they were still children and infants, and not yet counted worthy of the bridal chamber, dwelling in a foreign land as strangers to the things here below and sojourners, and being brought up under tutors and guardians, they did not always have the bridegroom with them. Wherefore also they fasted, even as he said that the bridegroom would be taken away from them, and then they would fast. Yet at the end, when they have grown up and been perfected, he promises that he will receive them to himself and lead them with him into his bridal chamber; when also, having made [them] recline, ⟨…⟩ they shall enjoy the heavenly luxury.
Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται.
If the master of the house had known at what hour the thief was coming.
Διὰ πλειόνων νήφειν καὶ ἐγρηγορέναι ἡμῖν παρακελεύεται, οὐ μόνον διὰ τὴν ἀθρόαν καὶ ἀπροσδόκητον ἄφιξιν τῆς ἡμέρας Κυρίου, ἀλλὰ καὶ διὰ τὸν κλέπτην τὸν τοῖς κατὰ Θεὸν πλουσίοις καὶ οἰκοδεσπόταις ἐφεδρεύοντα. Οὗτος δέ ἐστιν ὁ καιρὸς τῆς
At length he exhorts us to be sober and keep watch, not only because of the sudden and unexpected arrival of the day of the Lord, but also because of the thief who lies in wait for those who are rich toward God and masters of a household. And this is the time of
Notes, col. 561

On the reading

Printed μαθησαῖς, for μαθηταῖς.

Printed τόν, for τὸν.

PG 24:564Read from the page
ἑκάστου τελευτῆς, ἢ καὶ ὁ μέλλων τὴν ἑκάστου ψυχὴν παραλαμβάνειν ἄγγελος κατὰ καιρὸν τοῦ θανάτου. Εἰ μὲν οὖν ᾔδειμεν τὸν καιρὸν τῆς τοῦ κλέπτου παρουσίας, τὴν ὥραν ἐχρῆν ἐκείνην μόνην ἐπιτηρεῖν, πρὸς τὸ μὴ ἀφιέναι διορυγῆναι ἡμῶν τὸν οἶκον· ἐπεὶ δὲ ἄδηλός ἐστιν οὗτος, δεήσει ἀεὶ ἐγρηγορέναι· οὐ γὰρ ἴσμεν ὁποίᾳ φυλακῇ ἐπιθήσεται. Διὸ γρηγορητέον διὰ παντὸς, καὶ πάσῃ φυλακῇ τηρητέον τὴν καρδίαν κατὰ τὸν παροιμιαστὴν, καὶ ἀγρυπνητέον διὰ πάσης τῆς τοῦ θνητοῦ βίου νυκτὸς, ὅπως ἄσυλοι διαμένωμεν, μὴ ἐῶντες διορυγῆναι ἡμῶν τοὺς τῆς ψυχῆς θησαυρούς· οὕτω γὰρ ἔσται ἡμῖν εὖ κατ' ἀμφότερα, ὅτι τε σώαν ἐφυλάξαμεν τὴν ἑαυτῶν ὕπαρξιν, καὶ ὅτι τὸν Κύριον ἡμῶν ἐπιστάντα καὶ κρούσαντα τῆς ψυχῆς ἡμῶν τὴν θύραν, ἑτοίμως ὑπεδεξάμεθα, πολλῷ τῷ φωτὶ παρεσκευασμένοι, καὶ τὰς ὀσφύας ἐζωσμένοι.
of each one's end, or else the angel who is to receive each one's soul at the time of death. If, then, we had known the time of the thief's coming, we ought to have kept watch over that hour alone, so as not to allow our house to be dug through; but since this is uncertain, it will be necessary always to be awake; for we do not know in what watch he will set upon us. Wherefore we must keep watch continually, and guard the heart with all vigilance according to the writer of Proverbs, and stay sleepless throughout the whole night of mortal life, that we may abide unplundered, not letting the treasures of our soul be dug through; for thus it will be well with us in both respects, both because we have kept our own substance safe, and because when our Lord came upon us and knocked at the door of our soul, we readily welcomed Him, prepared with abundant light, and having our loins girded.
Εἶπε δ' ὁ Κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος;
And the Lord said: Who then is the faithful and prudent steward?
Πρὸς τὴν ἐρώτησιν Πέτρου ἀποκρίνεται διδάσκων ἀορίστως πρὸς πάντα εἰρῆσθαι τὰ λελεγμένα. Ἀλλ' ἐκεῖνα μὲν εἴρηται περὶ τοῦ διὰ παντὸς ἐγρηγορέναι ἕνεκεν τῆς τοῦ κλέπτου φυλακῆς καὶ τῆς αὐτοῦ παρουσίας· τί δὲ χρὴ πράττειν γρηγοροῦντας, νῦν ἀναγκαίως προστίθησι, παραινῶν μὴ τὸ ἑαυτῶν μόνον σκοπεῖν, ἀλλὰ καὶ τῆς ἑτέρων σωτηρίας φροντίζειν. Τὸ μὲν γὰρ ἀνεζῶσθαι τὰς ὀσφύας, καὶ τὸν λύχνον ἀνῆφθαι, τὴν αὐτοῦ τινος εἰς ἑαυτὸν ὠφέλειαν ἐδήλου· γνώσεώς τε γὰρ φωτὶ διὰ παντὸς καταυγάζεσθαι ἀναγκαῖον, σωφροσύνη τε καὶ πάσῃ ἀρετῇ τοῦ λογισμοῦ τὴν ὀσφὺν περιεζῶσθαι, ἐγρηγορέναι τε διὰ παντὸς καὶ τὸν κλέπτην διαφυλάττειν, μὴ λαθὼν διορύξειε τὸ τῆς ψυχῆς ταμεῖον, ἀποσυλήσειέ τε τὰ ἐν αὐτῷ συνηγμένα· ἔτι γε μὲν καὶ τὸν ἑαυτοῦ Κύριον πάντα τὸν τῆς ζωῆς χρόνον ἐκδέχεσθαι. Ἀλλὰ μὴ μέχρι τούτων ἑστάναι· παραθήκην δ' ὥσπερ ὑποδεξαμένους παρὰ τοῦ ἑαυτῶν Δεσπότου τὴν τῶν συνδούλων ἡμῶν κηδεμονίαν, φυλάττειν τὴν πίστιν προσήκει, οὕτω τε πιστοὺς γενέσθαι καὶ φρονίμους ὡς μήποτε ἀκαίρως, ἀεὶ δὲ τῷ προσήκοντι καιρῷ, τοῖς ἡμετέροις συνδούλοις τὸ σιτηρέσιον διανέμειν, μήτε παρορῶντας καὶ ὑπερτιθεμένους, ὅτε δεῖ, μήτ' οὐ δεομένοις παρέχοντας ἀκαίρως, ἀλλὰ καὶ καιρῷ τῷ προσήκοντι, καὶ μὴ ἀμέτρως τοῦτο ποιεῖν· τοῦτο δὲ πράττειν κατὰ δύο τρόπους, διά τε τῆς λογικωτέρας ὠφελείας τὰς ψυχὰς αὐτῶν βελτιοῦντας ταῖς διὰ τῶν μαθημάτων τροφαῖς, διά τε τῆς τῶν αἰσθητῶν ὑπαρχόντων πρὸς τοὺς ἐνδεεῖς ἐπικουρίας· ταῦτα δὲ διὰ παντὸς ἐνεργεῖν, ἵνα, εἴ ποτε ἀθρόως ἐπιστὰς ὁ Κύριος ἡμῶν τὴν παράληψιν ἡμῶν ποιοῖτο, εὑρεῖν ταῦτα πράττοντας ἡμᾶς, ἐπαγγελίαν τε τῷ καὶ ταῦτα κατορθοῦντι τοῦ προτέρου πολλαπλασίονα δίδωσιν. Ἐπὶ μὲν γὰρ τῷ ἐγρηγορέναι, καὶ τὴν αὐτοῦ διὰ παντος περιμένειν παρουσίαν, ἀνακλίνειν ἐπήγγελται καὶ διακονῆσαι αὐτὸς περιζωσάμενος· ἐπὶ δὲ τῇ πιστῇ καὶ ἔμφρονι οἰκονομίᾳ καὶ τῇ κατὰ καιρὸν διανεμήσει
To the question of Peter He replies, teaching that what was spoken had been said indefinitely with reference to everyone. Yet those things were spoken concerning keeping awake continually for the sake of guarding against the thief and for His own coming; what one must do while keeping watch, He now necessarily adds, exhorting us not to look to our own interest alone, but also to take thought for the salvation of others. For having the loins girded up and the lamp lit signified a person's benefit towards himself: for it is necessary to be illumined continually with the light of knowledge, to have the loin of the mind girded about with temperance and every virtue, to keep awake continually and guard against the thief, lest unseen he dig through the storehouse of the soul and plunder the things gathered together in it, and furthermore to await one's own Lord throughout the whole time of life. Yet it is fitting not to stop at these things, but, having received as it were a deposit from our Master—the care of our fellow servants—to keep faith, and thus become faithful and prudent so as never unseasonably, but always at the fitting season, to distribute the allowance of food to our fellow servants, neither overlooking them and putting them off when there is need, nor supplying unseasonably those who are not in need, but doing this both at the fitting season and not without measure; and to do this in two ways, both through more rational benefit improving their souls with nourishment through teachings, and through relief from perceptible possessions towards the needy; and to practise these things continually, in order that, if ever our Lord should come suddenly upon us and make our taking up, He may find us doing these things; and to him who succeeds in these things also He gives a promise manifold greater than the former. For upon keeping awake and awaiting His coming continually, He has promised to make them recline and, having girded Himself, to minister Himself; whereas upon faithful and prudent stewardship and the seasonable distribution
Notes, col. 564

On the reading

Printed σωφροσύνη, for σωφροσύνῃ.

Printed παντος, for παντὸς.

PG 24:565Read from the page
τῆς τροφῆς, τρισμακαρίους ἀληθῶς ἀποφαίνων, οὐκ ἐπί τι μέρος, ἀλλ' ἐπὶ πάντων τῶν ὑπαρχόντων καταστήσειν τὸν μακαριζόμενον μετὰ προσθήκης τοῦ ἀμὴν ἐπιστώσατο. Ἔνθεν καὶ ὁ ἱερὸς Ἀπόστολος ὠφελημένος, τοὺς κατὰ Θεὸν τελείους κληρονόμους Θεοῦ καὶ συγκληρονόμους Χριστοῦ ἐκάλει, καὶ ἔλε-
of nourishment, declaring them truly thrice-blessed, He gave assurance with the addition of "amen" that He will set him who is pronounced blessed not over some part, but over all His possessions. Benefited from this, the sacred Apostle also called those who are perfect according to God heirs of God and fellow heirs with Christ, and sa-
Ἐὰν δ' εἴπῃ ὁ δοῦλος ἐκεῖνος, κ. τ. λ.
But if that servant should say, etc.
Ὁ μὲν πιστὸς καὶ φρόνιμος τοιούτων τεύξεται· ὁ δ' ἐναντίος τούτῳ ὀργῆς Δεσπότου πειραθήσεται, διχοτομηθεὶς καὶ ἀποτεμνόμενος τοῦ σώματος τῶν ἀγαθῶν δούλων, κλῆρόν τε καὶ μερίδα λαμβάνων μετὰ τῶν ὑποκριτῶν ἢ τῶν ἀπίστων· ὧν τὸ τέλος κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. Ὅσα γὰρ τοῖς ὀδοῦσι κατήσθιε, καὶ ὅσα μεθυσκόμενος ἐπλημμέλει, ταῦτα ἀποκλαύσεται· δίκην τὴν προσήκουσαν διδοὺς τῆς τε κατὰ τῶν συνδούλων παρανομίας, καὶ τῆς ἀκολάστου τρυφῆς, καταφρονήσεώς τε τῆς εἰς τὸν Δεσπότην, ὃν ὡμολόγει μὲν μὴ ἀγνοεῖν, καὶ ᾔδει ὡς ἄρα Κύριον ἔχει, ἀναβάλλεσθαι δὲ αὐτὸν τὴν κρίσιν εἰς μακροὺς χρόνους ὑπολαμβάνων, ἑαυτὸν ἠπάτα.
The faithful and prudent one will obtain such things; whereas he who is opposite to this man will experience the Master's wrath, cut in two and severed from the body of the good servants, and receiving his lot and portion with the hypocrites or the unbelievers, whose end is weeping and gnashing of teeth. For whatever he devoured with his teeth, and whatever offences he committed in drunkenness, these he will bewail, paying the fitting penalty both for his lawlessness against his fellow servants, and for his unbridled luxury, and for his contempt towards the Master, whom indeed he confessed that he was not ignorant of, and knew that he truly had a Lord, yet supposing that He was putting off the judgement for long times, he deceived himself.
Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ, κ. τ. λ.
To what shall I liken the kingdom of God? It is like leaven, etc.
Ζύμην τὴν ἀπὸ τοῦ σπόρου τελεσιουργηθεῖσαν δύναμιν ὁ Σωτὴρ ὀνομάζει, τὸ Πνεῦμα τὸ ἅγιον τοῦτον αἰνιξάμενος τὸν τρόπον. Ὁ γοῦν τῆς οὐρανίου βασιλείας Λόγος, μετὰ τὴν πρώτην ἐν οὐρανοῖς σπορὰν αὐξηθεὶς, καὶ καρπὸν ἀποδοὺς ἐντελῆ, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιχορηγίαν τοῖς διὰ τῶν πρώτων ὠφελημένοις παρέχει, ζύμης δίκην φύραμα ζυμούσης. Γυνὴ δὲ ταύτην, ἡ σοφία τοῦ Θεοῦ, εἰς ἀλεύρου σάτα τρία ἐγκρύπτει. Τοῖς γοῦν πορισαμένοις ἐκ πολλῆς ἐπιμελείας καὶ τῆς τοῦ σπόρου γεωργίας ἀλεύρου σάτα τρία, δόγματα θεῖα καὶ γνῶσιν τὴν περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἡ τοῦ Θεοῦ σοφία τὸ ἅγιον Πνεῦμα χορηγεῖ· ἡ δ' αὐτὴ καθ' ἑτέραν διάνοιαν πάντα τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος συνεστῶτα, τῇ ἐπιχορηγίᾳ τῆς θείας ἐμπνεύσεως ζυμοῖ, ἐγκρύπτουσα τὴν ἐξ αὐτῆς ὠφέλειαν εἰς ἀλεύρου σάτα τρία τὰ νενοημένα, ἕως οὗ ζυμωθῇ ὅλον. Οὕτω γοῦν τῇ μετοχῇ τῆς οὐρανίου ζύμης ποιηθεὶς καὶ ζυμωθεὶς, οὐράνιος καὶ πνευματικὸς χρηματίσει ἄνθρωπος, καὶ νέον φύραμα, ὡς ἂν μικρᾶς κράσεως γενομένης, τῶν τριῶν ἀλεύρων ἀποδεδομένων, καὶ τῆς ἐν αὐτοῖς ἐμπνεύσεως. Καὶ δὴ νέος ἄρτος καὶ πνευματικὸς γενόμενοι, κατὰ τὸν Ἀπόστολον, ὅς φησιν, Εἷς ἄρτος καὶ ἓν σῶμά ἐσμεν οἱ πολλοὶ, εἰκόνα καὶ ὁμοίωσιν ἀναληψόμεθα τοῦ ζωοποιοῦ τῶν ὅλων ἄρτου, ὃς ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν, ἑαυτῷ παραπλησίους καὶ ἡμᾶς ἀπεργασάμενος. Εὖ δὲ γυναικὶ ἀφωμοίωσε τὴν σοφίαν τοῦ Θεοῦ ἐν τούτοις· Χριστὸς δέ ἐστιν ἡ τοῦ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καταλλήλως τῷ τῆς ζύμης ὑποδείγματι. Ὥσπερ γὰρ ἐπὶ τῆς παραβολῆς τοῦ σπόρου γεωργίου πρόσωπον καὶ σπορέως εἰσῆγεν, οὐκ ἂν εὐλόγως ἐν ἐκείνοις μνημονευθείσης γυ-
The Saviour names "leaven" the power brought to perfection from the seed, hinting in this manner at the Holy Spirit. Accordingly, the Word of the heavenly kingdom, having grown after the first sowing in the heavens and having yielded perfect fruit, supplies the bestowal of the Holy Spirit to those benefited through the first teachers, after the manner of leaven leavening a lump. And a woman, the wisdom of God, hides this in three measures of meal. To those, then, who through much diligence and the cultivation of the seed have procured for themselves three measures of meal—divine doctrines and the knowledge concerning Father and Son and Holy Spirit—the wisdom of God supplies the Holy Spirit; and according to another sense, the same wisdom leavens every man of God, consisting of body and soul and spirit, by the supply of divine inspiration, hiding the benefit therefrom in the three measures of meal spiritually understood, until the whole is leavened. Thus, then, made and leavened by participation in the heavenly leaven, a man will be called heavenly and spiritual, and a new lump, as though a small blending had taken place when the three meals were rendered along with the inspiration within them. And indeed, having become new and spiritual bread, according to the Apostle, who says, "We, the many, are one bread and one body," we shall take up the image and likeness of the life-giving Bread of all things, Who came down out of heaven, having wrought us also to be like Himself. And well did He liken the wisdom of God to a woman in these words; and Christ is the power of God and the wisdom of God, conformably to the figure of the leaven. For just as in the parable of the seed He brought in the person of a husbandman and sower, since a wo- could not reasonably have been mentioned in those
Notes, col. 565

On the reading

Printed γεωργίου, for γεωργοῦ.