Migne Reading Room

PG 24 · cols. 33–44 · Read from the page

Commentary on the Psalms: Supplement (Psalms 119-150)

Commentary on the Psalms: Supplement (Psalms 119-150)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 24:33Read from the page
Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά.
Let them that make them become like unto them.
Οἱ μὲν προειρημένοι ὅμοιοι γενήσονται, ἢ καὶ γεγόνασι τοῖς ἑαυτῶν θεοῖς· οἱ δὲ εἰς τὸν κλῆρον παραληφθέντες τοῦ Θεοῦ, καὶ λαὸς αὐτοῦ χρηματίσαντες, Εὐλογήσατε, φησὶ, τὸν Κύριον, τουτέστιν ἀνευφημήσατε, τὰ μεγάλα ἑαυτοὺς ὠφελοῦντες· καλεῖται δὲ πρῶτον ἐπὶ τὴν εὐλογίαν ὁ Θεοῦ λαὸς, ὁ καλούμενος οἶκος Ἰσραὴλ, τὸ ὑποβεβηκὸς τάγμα τοῦ πλήθους· δεύτερον δὲ κατὰ ἀνάβασιν καὶ ὑπεροχὴν οἶκος Ἀαρών· καὶ τρίτον ἡ φυλὴ πᾶσα ἡ ἱερατικὴ καλουμένη οἶκος Λευΐ· καὶ μετὰ πάντας ἀνωτέρω οἱ φοβούμενοι τὸν Κύριον· οὗτοι δὲ ἦσαν πρὸς οὓς ὁ πᾶς ὕμνος προσπεφώνηται· οἱ δὴ ἐν ἀρχῇ τοῦ παντὸς ψαλμοῦ ὠνομασμένοι δοῦλοι, δηλαδὴ οἱ ἐξ ἐθνῶν προσιόντες τῇ πίστει. Εἰ γὰρ τὸ πᾶν Ἰουδαίων ἔθνος περιείληπται διὰ τῶν εἰρημένων τριῶν ταγμάτων, τοῦ τε Ἰσραὴλ, καὶ τοῦ οἴκου Ἀαρὼν, καὶ οἴκου Λευΐ, ἕτεροι παρὰ τούτους τίνες ἂν εἶεν οἱ φοβούμενοι τὸν Κύριον, εἰ μὴ ἐξ ἐθνῶν τῷ τοῦ Θεοῦ λόγῳ προσεληλυθότες; οἳ καὶ διδάσκονται εὐλογεῖν· Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱερουσαλὴμ, ἢ τὴν ἀεὶ μένουσαν τοῦ Θεοῦ πόλιν, ἐν ᾗ τὸ ἀληθὲς νοοῖτο ἂν κατοικητήριον τοῦ Θεοῦ.
Those aforesaid shall become, or indeed have become, like unto their own gods; but as for you who have been received into the lot of God, and have been called His people, Bless ye the Lord, he says, that is, acclaim Him, greatly profiting yourselves; and first there is called unto the blessing the people of God, which is called the house of Israel, the lower order of the multitude; and second, by way of ascent and pre-eminence, the house of Aaron; and third, the whole priestly tribe called the house of Levi; and after all, higher up, those who fear the Lord; and these were they to whom the whole hymn is addressed: namely the servants named at the beginning of the whole psalm, that is to say, those from among the Gentiles who come near to the faith. For if the whole nation of the Jews is comprised through the three orders spoken of, both Israel, and the house of Aaron, and the house of Levi, who else beside these could those who fear the Lord be, save those who from among the Gentiles have come near to the word of God? who also are taught to bless: Blessed be the Lord out of Sion, Who dwelleth in Jerusalem, or the ever-abiding city of God, wherein the true dwelling-place of God would be understood.
ΨΑΛΜΟΣ ΡΛΕʹ.
PSALM 135.
Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ.
To Him Who alone did great wonders.
Θαυμαστὸν δὲ καὶ πρὸς λέξιν, εἰ οὐρανὸς μὲν καὶ μόνῃ θέᾳ τὴν σοφίαν δηλοῦν τοῦ Θεοῦ, μεγέθει τε καὶ κάλλει καὶ πολυχρονίῳ μονῇ· γῆ δὲ πανταχόθεν περικλυζομένη τοῖς ὕδασι καὶ σύστασιν τὴν ἰδίαν φυλάττουσαν· πᾶσι δὲ τὸν αἰώνιον ἔλεον ὁ μελογράφος συνέζευξεν, ἐπειδὴ οὐ διὰ χρείαν οἰκείαν ὁ Θεὸς, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν ἐδημιούργησεν ἅπαντα.
And it is wonderful even according to the letter, how heaven indeed even by its mere sight declares the wisdom of God, both by its magnitude and beauty and long-enduring permanence; and the earth, washed round about on all sides by the waters, preserves its own coherence; and with all these things the psalmist has joined the everlasting mercy, since not on account of any need of His own, but solely on account of loving-kindness toward man, God created all things.
Τῷ πατάξαντι Αἴγυπτον.
To Him Who smote Egypt.
Εἰ μὴ πέπεισαι, φησὶ, προνοίᾳ Θεοῦ καὶ δυνάμει τὸν σύμπαντα κόσμον καὶ τὰ τούτου μέρη διακυβερνᾶσθαι, ἐν ἀμφιβόλῳ δὲ ἔχεις μή πη τὰ κατὰ μέρος καὶ τὰ ἀνθρώπινα παρορᾶται ὑπ' αὐτοῦ, γνῶθι, ὅτι καὶ τῶν ἐπὶ γῆς οὐχ ἧττον ἢ τῶν κατ' οὐρανὸν προνοεῖ· μετέρχεται γοῦν κατὰ χρόνους τῶν ἀνθρώπων καθ' ὑπερβολὴν ἀθέους καὶ ἀσεβεῖς, ὥσπερ ποτὲ τοὺς Αἰγυπτίους μετῆλθεν, καὶ αὐτὴν τὴν Αἰγυπτίαν γῆν. Προΐσταται δὲ πάλιν καὶ ὑπερμαχεῖ τῶν θεοφιλῶν, καὶ οὐ μόνων αὐτῶν, ἀλλὰ καὶ τῶν τούτων ἀπογόνων, ὥσπερ τῶν διὰ Μωϋσέως ἠλευθερωμένων τότε τῆς παρ' Αἰγυπτίοις δουλείας, οὓς ἠλευθέρωσεν αὐτὸς ὁ ἐπὶ πάντων Θεὸς, οὐκ ἄλλως ἢ ἐκτεταμένῃ χειρὶ καὶ ἰσχυρῷ βραχίονι χρησάμενος· εἴη δ' ἂν οὗτος ὁ τοῦ
If thou art not persuaded, he says, that by the providence and power of God the whole universe and its parts are governed, and holdest in doubt lest perchance particular things and human affairs are overlooked by Him, know that He takes forethought for the things upon earth no less than for the things in heaven; accordingly from time to time He visits with vengeance those among men who are exceedingly godless and ungodly, just as He once visited the Egyptians, and the Egyptian land itself. And again He stands before and fights on behalf of those who love God, and not them alone, but their descendants also, just as He did for those who through Moses were at that time set free from slavery among the Egyptians, whom the God over all Himself set free, using no other means than an outstretched hand and a strong arm; and this would be the
PG 24:36Read from the page
Θεοῦ Λόγος, δι' οὗ καὶ πάλαι καὶ νῦν τὰς εἰς ἀνθρώπους εὐεργεσίας ἡ φιλανθρωπία τοῦ παναγάθου Θεοῦ κατειργάσατο.
Word of God, through Whom both of old and now the loving-kindness of the all-good God has wrought His benefits toward men.
Τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων.
Sihon king of the Amorites.
Ἑρμηνεύονται δὲ Ἀμορραῖοι μὲν λαλητοὶ παραπικραίνοντες, καὶ ὁ τούτων βασιλεὺς Σηὼν, πειρασμὸς καὶ παροργισμός· οἱ δεινοὶ γὰρ πρὸς ἀπάτην σοφιστικὴν καταπικραίνοντές εἰσιν λαλητοὶ, τοὺς ὅσοι τῆς ἀληθείας εἰσὶν ἐρασταὶ θέλοντες ἐπὶ ἀπάτης λαλεῖσθαι καὶ ᾄδεσθαι, πειράζειν τε καὶ παροργίζειν ἔχοντες τὸν σκοπόν. Βασὰν δὲ αἰσχύνην μεθερμηνευομένη, τὴν τοὺς κακοὺς καταισχύνουσαν κακίαν δηλοῖ· ἧς ὁ βασιλεὺς Ὢν, σὺν τῷ Σηὼν ἀποκτίννυται· ὅπως τῷ Ἰσραὴλ ἡ γῆ, ἣν κακῶς ἐκράτουν, σοφιστικῶς καὶ μετὰ μοχθηρᾶς ἕξεως περὶ τὴν τῶν πραγμάτων διατρίβοντες φύσιν, δοκοῦντες βασιλεύειν αὐτῆς· ἀλλ' ἀφαιρεθεῖσα αὐτῶν ἡ ἑρμηνευομένη γῆ, εἰς κατάσχεσιν τῷ Ἰσραὴλ δίδοται ἐπὶ τῷ κληρονομεῖν αὐτὴν, δούλῳ γνησίῳ τοῦ πάντων αἰτίου τυγχάνοντι.
And the Amorites are interpreted talkative ones who embitter, and their king Sihon, temptation and provocation; for those who are clever at sophistic deceit are embittering talkers, wishing those who are lovers of the truth to be spoken of and sung about in deceit, having it as their aim to tempt and provoke. And Bashan, being translated shame, signifies the wickedness that puts wicked men to shame; whose king Og, together with Sihon, is slain; in order that to Israel the land may be given which they wickedly held, busying themselves sophistically and with a depraved habit about the nature of things, seeming to be kings over it; but the land so interpreted, being taken away from them, is given for a possession to Israel that he may inherit it, as being a genuine servant of the Cause of all things.
Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος.
Who remembered us in our low estate: the Lord.
Καὶ ἐν τοῖς ἀνωτέρω διαφόρως ἐπεδείκνυτο Ἰσραὴλ, οὐ τὸ γένος τῶν Ἰουδαίων ὑπάρχων, ἀλλ' ὁ τοιόσδε τῆς θεοσεβείας τρόποις· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, κατὰ τὸν Ἀπόστολον, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας οὐ γράμματι ἀλλὰ πνεύματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ· καὶ ἡμᾶς οὖν τοὺς ἐξ ἐθνῶν (ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ καὶ ἀληθινὸς Ἰσραὴλ), ἐλυτρώσατο ἐκ τῶν ἐχθρῶν ἡμῶν μᾶλλον ἢ ἐκείνους· οἱ μὲν γὰρ ἐξ Αἰγύπτου προελθόντες, τοὺς σωματικοὺς ἐξέφυγον τυράννους· ἐπαγόμενοι δὲ ἐν ταῖς ἑαυτῶν ψυχαῖς τοὺς ἀσεβεῖς τρόπους, πεπτώκασιν ἐν τῇ ἐρήμῳ εἰδωλολατρήσαντες. Ἡμᾶς δὲ ἀληθῶς ἐλυτρώσατο ἐκ τῶν τῆς ψυχῆς ἡμῶν ἐχθρῶν, καὶ ἐμνήσθη ἡμῶν ἐν τῇ ταπεινώσει ἡμῶν μᾶλλον ἢ ἐκείνων· οἱ μὲν γὰρ σώμασιν ἐδούλευον τοῖς Αἰγυπτίοις, ἡμεῖς δὲ ταῖς ψυχαῖς αὐταῖς δαιμόνων ἦμεν παίγνια, καὶ ὑπὸ τοῖς πονηροῖς πνεύμασιν ἦμεν τεταπεινωμένοι. Τοσοῦτον δέ ἐστι τὸ ἔλεος τοῦ Θεοῦ, ὡς μὴ μόνον κήδεσθαι τῶν θεοσεβῶν, καὶ τῶν αὐτῷ πλησιαζόντων φροντίζειν, ἀλλὰ καὶ πάντων ἅπαξ ἁπλῶς τῶν ἐπὶ γῆς τὴν πρόνοιαν ποιεῖσθαι, καὶ οὐ λογικῶν μόνων ἀλλὰ καὶ ἀλόγων, ὡς ἐπιχορηγεῖν τροφὰς πᾶσι τοῖς ἐπὶ γῆς ζώοις, ἑκάστῳ τε γένει τὰ πρόσφοβα, καὶ τὰ κατάλληλα πρὸς τὴν ζωὴν δωρεῖσθαι, ἐντεῦθέν τε πάλιν εἰς οὐρανὸν διήκειν. Διόπερ ὁ λόγος μετὰ τὸ φάναι, Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, ἀναπέμπει ἡμᾶς εἰς οὐρανὸν, αὖθις λέγων· Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
And in the preceding passages also Israel was variously shown to be not the race of the Jews, but he who is such by the manners of godliness; For they are not all Israel, which are of Israel; neither is that circumcision, which is outward in the flesh, according to the Apostle, but he is a Jew, which is one inwardly, and circumcision is that of the heart, in the spirit, and not in the letter; whose praise is not of men, but of God; us also, therefore, who are from among the Gentiles (for we are the circumcision and the true Israel), He redeemed from our enemies rather than them; for those who came forth out of Egypt escaped bodily tyrants; yet bringing with them in their own souls ungodly manners, they fell in the wilderness after committing idolatry. But us He truly redeemed from the enemies of our soul, and remembered us in our low estate rather than them; for they indeed in their bodies served the Egyptians, whereas we in our very souls were the playthings of demons, and were humbled under evil spirits. And so great is the mercy of God, as not only to care for the godly, and to take thought for those who draw near to Him, but also to exercise providence once for all over all things simply that are upon earth, and not over rational beings only, but also over irrational ones, so as to supply food to all living creatures upon earth, and to bestow upon each kind the things suitable and appropriate for life, and thence again to reach unto heaven. Wherefore the word, after saying, Who giveth food to all flesh, sends us up unto heaven, saying again: O give thanks unto the God of heaven, for His mercy endureth for ever.
ΨΑΛΜΟΣ ΡΛϚʹ.
PSALM 136.
Ὁ παρὼν ψαλμὸς, ἀνεπίγραφος ὑπάρχει παρ'
The present psalm is uninscribed among
Notes, col. 36

On the reading

Printed πρόσφοβα, for πρόσφορα.

PG 24:37Read from the page
Ἑβραίοις, καὶ οὔτε τίνος ἐστὶ προγέγραπται, οὔτε ποίου τυγχάνει εἴδους· ἀλλ' ἔστι ψιλὴ προφητεία ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι γενομένων λεγομένη· καὶ τοῦτο δὲ σημειώσει ὡς ἔν τισιν τῶν ἀντιγράφων, κατὰ τοὺς Ἑβδομήκοντα, ἐπιγέγραπται Ἀγγαίου καὶ Ζαχαρίου.
the Hebrews, and neither is it inscribed whose it is, nor of what kind it happens to be; but it is a simple prophecy spoken in the person of those who came to be in Babylon; and you will note this also, that in some of the copies, according to the Septuagint, it is inscribed Of Haggai and Zechariah.
Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου!
Blessed shall he be who shall repay thee thy recompense!
Ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόντας τὰ ἀμοιβαῖα τῇ Βαβυλῶνι, καὶ τὸν τὰ νήπια αὐτῶν προσαράσσοντα τῇ πέτρᾳ καὶ ἀναιροῦντα αὐτά· καὶ γὰρ τῷ ὄντι, τὸ μὲν πρῶτον μακάριον ἦν τὸ μὴ θεάσασθαί ποτε τὴν Βαβυλῶνα, μηδὲ ἐν τῇ συγχύσει γενέσθαι τῶν ταύτης κακῶν· εἰ δὲ ἅπαξ τις γένοιτο ἐν αὐτῇ ἀποπεσὼν τῶν κρειττόνων, μακάριος ἂν εἴη εἰ ἃ πέπονθεν ποιήσειεν, καὶ ἀνταιχμαλωτήσειεν τοὺς Βαβυλωνίους, καὶ αὐτὰς τὰς τῶν Βαβυλωνίων ψυχὰς μεταγάγοι ἐπὶ τὸν τοῦ Θεοῦ φόβον. Εἰ δὲ καὶ τὰ νήπια αὐτῶν μὴ συγχωρήσειεν αὐξῆσαι, ἀλλὰ συντρίψειεν πρὸς τῇ πέτρᾳ, πολλῶν ἂν γένοιτο μακαριώτερος. Βαβυλῶνος δὲ νήπια τὰ σπέρματα τῆς κακίας, καὶ τὰς ἀρχὰς τῶν συγχυτικῶν ἁμαρτημάτων, οὐκ ἂν ἁμάρτοις εἰπών· ἃ δὴ τῷ λόγῳ τῷ σωτηρίῳ (ἡ πέτρα γὰρ ἦν ὁ Χριστὸς) ἀναιρεῖν πρὸς τὸ μὴ αὔξειν, μηδὲ εἰς ἔργα προέρχεσθαι σπουδάσει ὁ ἐν τούτοις μακαριζόμενος.
The blessing will come round unto those who repay the requitals to Babylon, and to him who dashes their infants against the rock and destroys them; for indeed in truth, the first blessing was never to have beheld Babylon at all, nor to have come to be in the confusion of her evils; but if once anyone should come to be in her, having fallen away from better things, blessed would he be if he should do what he has suffered, and should take the Babylonians captive in turn, and lead over the very souls of the Babylonians unto the fear of God. And if he should not suffer their infants either to grow up, but should dash them in pieces against the rock, he would become more blessed than many. And by calling the infants of Babylon the seeds of malice, and the beginnings of confusing sins, you would not err; which indeed he who is called blessed in these things will be zealous to destroy by the saving word (for the rock was Christ), so that they may not grow, nor go forth into deeds.
ΨΑΛΜΟΣ ΡΛΖʹ.
PSALM 137.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
I will give thanks unto Thee, O Lord, with my whole heart.
Ὥσπερ ὁ τέλειος ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως καὶ ἰσχύος ἀγαπᾷ τὸν Θεὸν, οὐ διασπῶν τὰς δυνάμεις τῆς ἑαυτοῦ ἀγάπης περὶ ἄλλο τι, ἀλλ' ὅλως ἀνηρτημένος μόνου τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ἐν ὅλῃ καρδίᾳ ἐξομολογεῖται εὐχαριστῶν τῷ Θεῷ. Θαρσῶν δὲ τῇ τοιαύτῃ αὐτοῦ παρρησίᾳ, καὶ εἰδὼς, ὅτι ἐν μεγάλῳ θεάτρῳ τῷ τῶν ἀνθρώπων βίῳ, θείων ἀγγέλων καὶ λειτουργῶν Θεοῦ ἐφορώντων, καὶ θεωμένων τὰς ἐν Θεῷ προκοπὰς αὐτοῦ, τὴν προσήκουσαν ἀποδίδωσι τῷ Θεῷ λατρείαν, καί φησιν· Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.
Just as the perfect man loves God with all his soul and power and strength, not distracting the powers of his love about anything else, but wholly depending upon God alone, so he himself also with his whole heart confesses, giving thanks to God. And being confident in such boldness of his, and knowing that in the great theatre of human life, while divine angels and ministers of God look on and behold his progress in God, he renders to God the fitting worship, and says: Even before the angels will I sing psalms unto Thee.
Προσκυνήσω πρὸς τὸν ναὸν ἅγιόν σου.
I will worship toward Thy holy temple.
Προσκυνεῖν ἐπαγγέλλεται πρὸς ναὸν ἅγιον, τὴν Ἐκκλησίαν δηλῶν, ἢ τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἧς τύπος ὁ ἐπὶ γῆς ὑπῆρχε ναός· εἶτα χάριν ὁμολογεῖ καταξιωθεὶς ἐλέου καὶ ἀληθείας Θεοῦ. Ἀνθ' οὗ ὁ Σύμμαχος, περὶ τοῦ ἐλέους σου καὶ τῆς ἀληθείας σου, λέγει· τυχὼν γὰρ ἐλέου Θεοῦ, τύπων καὶ συμβόλων ἀπήλλακται, ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ λατρεύειν Θεῷ κατηξίωται.
He promises to worship toward the holy temple, signifying the Church, or the heavenly Jerusalem, of which the temple upon earth was a type; then he confesses gratitude, having been counted worthy of the mercy and truth of God. Instead of which Symmachus says, concerning Thy mercy and Thy truth; for having obtained the mercy of God, he has been set free from types and symbols, and has been counted worthy to worship God in spirit and in truth.
Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς.
Let all the kings of the earth give thanks unto Thee, O Lord.
Πολλάκις παρετηρήσαμεν, ὅτι τῶν ψαλμῶν οἱ μήτε ὕμνον, μήτε ᾠδὴν, μήτε ψαλμὸν, ἤ τι ἕτερον ἔχοντες προγραφὴν, ἄλλου παρὰ ταῦτα τυγχάνουσι χαρακτῆρος, ὁποῖος ὁ παρὼν προφητικῆς μετέχων δυνάμεως· διὰ γὰρ τῶν προλαβόντων ἐξομολογησάμενος ὁ Δαυῒδ, Ἀλλ' οὐκ ἐγὼ, φησὶ, ἐν βασιλεῦσι μόνος τούτου κατηξιώθην, πλεῖστοι δὲ τοιοῦτοι γενήσονται, δηλαδὴ μετὰ τὸ κήρυγμα τοῦ Σωτῆρος· καὶ μάλιστα ὅτε τὸ
Often have we observed that those of the psalms which have neither hymn, nor song, nor psalm, nor any other superscription, are of another character beside these, such as is the present one, partaking of prophetic power; for having given thanks through the preceding words, David says: Yet not I alone among kings have been counted worthy of this, but very many will become such, namely after the preaching of the Saviour; and especially when the
PG 24:40Read from the page
πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ ἡ δευτέρα τοῦ Σωτῆρος γένηται παρουσία· τότε γὰρ ὀφθήσεται μεγάλη τοῦ Κυρίου ἡ δόξα· προστακτικῶς δὲ καὶ εὐκτικῶς ἔσθ' ὅτε τὰ μέλλοντα δηλοῦται, κατά τινα τῶν Ἑβραίων συνήθειαν. — Προφητεύει περὶ τῆς μελλούσης ἐξαπλοῦσθαι εἰς πάντα ἔθνη τοῦ Θεοῦ γνώσεως· Ἔσται γὰρ, φησὶν, ὅτε πάντες οἱ βασιλεῖς τῆς γῆς ἐξομολογήσονταί σοι καὶ ἀκούσονται πάντα τὰ ῥήματα τοῦ στόματος Θεοῦ, καὶ ὅτι ᾄσονται ἐν ταῖς ὁδοῖς Κυρίου. Ταῦτα δὲ οὐκ ἄλλοτε ἢ μετὰ τὸ εὐαγγελικὸν κήρυγμα τοῦ Σωτῆρος ἡμῶν τέλους τετύχηκεν. Ὁδοὶ δέ εἰσιν αἱ ἀρεταὶ, αἱ φέρουσαι ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ.
fulness of the Gentiles comes in, and the second coming of the Saviour takes place; for then the glory of the Lord shall appear great; and future things are sometimes signified imperatively and optatively, according to a certain custom of the Hebrews. — He prophesies concerning the knowledge of God that is to be spread abroad unto all nations; For it shall be, he says, when all the kings of the earth shall give thanks unto Thee and shall hear all the words of the mouth of God, and that they shall sing in the ways of the Lord. And these things have obtained fulfilment at no other time than after the evangelical preaching of our Saviour. And the ways are the virtues, which lead unto the knowledge of God.
Ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ.
The Lord is high, and yet hath respect unto the lowly.
Τὰ ὑπὸ τοῦ προφητικοῦ πνεύματος ἐν αὐτῷ καὶ δι' αὐτοῦ λαληθέντα μαθὼν ὁ Δαυῒδ, θαρρεῖ ὡς ἐφορῶντος τὰ ταπεινὰ τοῦ Θεοῦ, ὡς ἐν ταῖς θλίψεσιν αὐτῷ συνασπιζομένου.
Having learned the things spoken in him and through him by the prophetic spirit, David is of good courage, inasmuch as God looks upon the lowly, and shields him in his afflictions.
Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσης με, κ. τ. λ.
Though I walk in the midst of affliction, Thou shalt quicken me, etc.
Σαφέστερον δὲ ὁ Σύμμαχος ἔφη· Ἐὰν πορευθῶ διὰ μέσης θλίψεως, περισώσεις με· κατὰ τῆς ἀναπνοῆς τῶν ἐχθρῶν μου ἐκτενεῖς χεῖρά σου, καὶ σώσει με ἡ δεξιά σου· Κύριος ἐπιτελέσει ὑπὲρ ἐμοῦ.
And more clearly Symmachus said: Though I walk through the midst of affliction, Thou shalt preserve me alive; against the wrathful breathing of mine enemies Thou shalt stretch forth Thine hand, and Thy right hand shall save me; the Lord shall perfect that which concerneth me.
ΨΑΛΜΟΣ ΡΛΗʹ.
PSALM 138.
Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με.
O Lord, Thou hast proved me, and known me.
Ἐπεὶ τοίνυν καὶ ὁ χρόνος τῆς ἡμετέρας ζωῆς ἔχει τινὰ διαστήματα μεμετρημένα παρὰ Θεῷ, πάντα μου τῆς ζωῆς τὸν χρόνον, φησὶ, καὶ τὴν ὁδὸν ἣν διῆλθον αὐτὸς ἐξιχνίασας.
Since therefore the time of our life also has certain intervals measured out with God, all the time of my life, he says, and the way through which I have passed, Thou Thyself hast tracked out.
Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ.
Thy knowledge is become wonderful from me.
Ἐπιβαίνει, φησὶ, τὴν ἐμὴν δύναμιν, καὶ ἐπέκεινά ἐστιν τῆς ἐμῆς καταλήψεως ἡ τούτων γνῶσις, ὡς μὴ δύνασθαί με ἐξευρεῖν μηδὲ ἐξειπεῖν αὐτά. Ὅσα γὰρ ἂν εἴπω, μικρὰ καὶ ἐλάχιστα τυγχάνει τῆς θεϊκῆς δυνάμεως, ἧς κατάληψις τὴν ἐμὴν σμικρότητα καὶ οὐθενίαν διαφεύγει.
The knowledge of these things, he says, transcends my power, and is beyond my comprehension, so that I am not able to find them out nor to utter them. For whatsoever things I may say are small and very little in comparison with the divine power, the comprehension of which escapes my smallness and nothingness.
Ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου.
Thine eyes did see mine imperfect substance.
Τὸ μήπω πραχθέν μοι, φησὶν, ὡς ἤδη τελεσθὲν καθορᾷς, καὶ τοὺς τέως μὴ τεχθέντας, ὡς ἤδη τεχθέντας ἐπίστασαι. Δύναται δὲ νοεῖσθαι διχῶς τὸ ἄκακον καὶ ἀπόνηρον, καὶ ἀνεξέταστόν μου· ἔργον γὰρ ἡ περίνοια λέγεσθαι ὀφείλει· ἀκατέργαστος δέ ἐστι ψυχὴ ἡ μήπω δι' ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως.
That which has not yet been done by me, he says, Thou beholdest as already accomplished, and those who so far have not been born, Thou knowest as already born. And it can be understood in two ways as my guilelessness and harmlessness, and unexamined state; for curious contrivance ought to be called a work; whereas an unwrought soul is one that has not yet been formed through virtue and knowledge.
Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ. Λήψονται εἰς ματαιότητα τὰς πόλεις σου.
Ye men of blood, depart from me. They shall take Thy cities in vain.
Εἰπὼν, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, εἰκότως τοὺς ἐχθροὺς τοῦ Θεοῦ παραιτεῖται καὶ ἀπελαύνει ἑαυτοῦ· ἀλλὰ καὶ μνημονεύσας ὅτι ἔσται τις καιρὸς ἐν ᾧ τοὺς ἁμαρτωλοὺς αὐτὸς ὁ Θεὸς ἀποκτενεῖ, ἐντεῦθεν ἤδη καὶ τούτους ἑαυτοῦ μακρὰν ἐλαύνει, ὡς ἂν μὴ κοινωνὸς αὐτῶν γένοιτο, μηδὲ ἐκ τοῦ πλησιάζειν μετάσχῃ τῆς παρ' αὐτῶν βλάβης. Ἐπεὶ δὲ καὶ εἰς ἐριστικοὺς λόγους καὶ ἔριδας, τὰς σὰς εἰς ματαιότητα λήψονται πόλεις, τὰς θείας Γραφὰς πόλεις χρηματιζούσας, ματαίως δὲ ταύτας λαμ-
Having said, Right dear unto me are Thy friends, O God, he reasonably shuns the enemies of God and drives them away from himself; and remembering also that there will be a time in which God Himself will slay the sinners, from this point already he drives these also far from himself, so that he may not become a partaker with them, nor from drawing near share in the harm that comes from them. And since for contentious words and strifes they will take Thy cities in vain, the divine Scriptures being called cities, and they take these in vain
PG 24:41Read from the page
βάνουσιν οἱ ἑτερόδοξοι, καὶ οὐχ ὡς δεῖ· ἀποστρέφομαι καὶ ἐκκλίνω ἀπ' αὐτῶν.
who are heterodox, and not as is needful; I turn away and depart from them.
Δοκίμασόν με, ὁ Θεός.
Prove me, O God.
Εἰπὼν ἐν ἀρχῇ, Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με, νῦν ὡς μήπω δοκιμασθεὶς ἔφη, Δοκίμασόν με, Κύριε, καὶ γνῶθι τὴν καρδίαν μου. Καὶ τότε μὲν εἴρηται, Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προεῖδες· ἄρτι δὲ, Ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου· μήποτ' οὖν οὐκ ἐναντία λέγει. Τότε γὰρ ἁπλῶς δεδοκιμάσθαι καὶ ἐγνῶσθαι εἶπε, νῦν δὲ εὔχεται δοκιμασθῆναι, ὅπως γνωσθῇ ἡ καρδία αὐτοῦ· μεῖζον γὰρ τὸ καθαρὸν καὶ εὐθὲς τῇ καρδίᾳ τοῦ ἁπλῶς καθαρὸν καὶ εὐθῆ ὑπάρχειν· καὶ ὑπεραίρει τοῦ ἁπλῶς δοκιμασθέντα γνωσθῆναι τῷ δοκιμασθῆναι ἐπὶ τῷ γνωσθῆναι τὴν καρδίαν αὐτοῦ· ἀλλὰ καὶ τοῦ ἁπλῶς προοραθῆναι τὰς ὁδοὺς αὐτοῦ, μεῖζον τὸ γνωσθῆναι τὰς τρίβους ἐτασθέντος αὐτοῦ. Διὸ καὶ ἐπήγαγε· Καὶ ἰδὲ εἰ εἶδες ἀνομίαν ἐν ἐμοὶ, τουτέστιν ἐν ἕξει καὶ διαθέσει μου. Φέρεται καὶ οὕτως· Καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί· τουτέστι, κατανόησον εἰ ὥδευσέ ποτε ἐν τῇ ψυχῇ μου ἀνομία, ὡς ἴχνη τῆς ὁδοῦ αὐτῆς μεῖναι παρ' ἐμοί. Ὅμως δὲ καὶ εἰ τοσαύτη ἐκ σοῦ καὶ διὰ σὲ κατώρθωταί μοι ἀναμαρτησία, ἀλλ' οὖν σὺ ὡδήγησάς με ἐν ὁδῷ αἰωνίᾳ, ἐπὶ ἀθανασίαν καὶ ἀφθαρσίαν ἀγούσῃ.
Having said at the beginning, O Lord, Thou hast proved me, and known me, now as though not yet proved he said, Prove me, O Lord, and know my heart. And at that time indeed it was said, My path and my line Thou hast tracked out, and Thou hast foreseen all my ways; whereas just now, Search me, and know my paths; perhaps therefore he does not say contrary things. For then he said that he had simply been proved and known, whereas now he prays to be proved, in order that his heart may be known; for to be pure and upright in heart is greater than simply to be pure and upright; and to be proved in order that his heart may be known surpasses being known after being simply proved; moreover, when he has been searched, for his paths to be known is also greater than for his ways simply to be foreseen. Wherefore he also added: And see if Thou hast seen iniquity in me, that is, in my habit and disposition. It is also transmitted thus: And see if there be any way of iniquity in me; that is, consider whether iniquity has ever walked in my soul, so that footprints of its way remain with me. Nevertheless, even if so great a sinlessness has been rightly accomplished by me from Thee and through Thee, yet Thou hast led me in an everlasting way, leading unto immortality and incorruption.
ΨΑΛΜΟΣ ΡΛΘʹ.
PSALM 139.
Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες πυρός.
Coals of fire shall fall upon them.
Δίκην γὰρ ὑφέξει πρὸς αὐτοῦ, νόσον ἔχων τοιαύτην.
For he shall suffer punishment from Him, having such a disease.
Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.
Evil shall hunt the unrighteous man to destruction.
Τί δέ ἐστιν εἰς διαφθοράν; ὅτι πολλοὶ θηρεύονται εἰς σωτηρίαν, ὡς οἱ παρὰ τῶν ἀποστόλων, ὡς οἱ παρὰ τῶν ἁγίων ἀνδρῶν ἀλλ' οἵ γε πονηροὶ ὅταν ὑπὸ τῆς κακίας θηρεύονται καὶ φθορᾶς· πᾶς γὰρ ἄδικος, ὥσπερ ὑπὸ οἰκείας νόσου διαφθαρεὶς ὑπὸ τῆς ἑαυτοῦ κακίας, δίκην ὑφέξει τὴν προσήκουσαν· ἱκανὴ γάρ ἐστιν ἀντὶ πάσης τιμωρίας τὴν ἔχουσαν αὐτὴν ψυχὴν διαφθεῖραι.
And what is to destruction? Because many are hunted unto salvation, as are those by the apostles, as are those by holy men; whereas the wicked are so when they are hunted by malice and corruption; for every unrighteous man, being corrupted by his own malice as though by his own disease, shall suffer the fitting punishment; for it is sufficient instead of every punishment to destroy the soul that has it.
Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ.
I know that the Lord will maintain the cause of the poor.
Ἐντεῦθεν ὁ Σολομὼν ὠφεληθεὶς τὸν πατέρα φησὶν ἐν τῷ Ἐκκλησιαστῇ· Τέλος λόγου τὸ πᾶν ἄκουε, ὅτι πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν, ἐάν τε πονηρόν· καὶ νῦν γὰρ, φησὶν, ὡς κρινεῖ ὁ Θεὸς ἐκδικῶν τὸν νῦν καταπονούμενον πένητα καὶ πτωχόν. Ἐπὶ χρηστὸν δὲ μετὰ ταῦτα τέλος κατέστρεψε τὸν ψαλμόν· διὸ καὶ Εἰς τέλος ἐπιγέγραπται, τὴν ἀποκειμένην τοῖς δικαίοις λέγων ἐλπίδα. Ὁ δὲ Σύμμαχος, παρὰ τῷ προσώπῳ σου, λέγει. Τί δὲ κρεῖττον τοῦ κεκαθαρμένῃ διανοίᾳ πρόσωπον πρὸς πρόσωπον ὁρᾷν τὸν Θεόν; κατὰ τὸν τοῦ Σωτῆρος μακαρισμὸν εἰπόντος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· οὗ τυχόντες εὐχαριστήσουσιν.
Having profited from this with respect to his father, Solomon says in Ecclesiastes: Hear the end of the matter, the whole: that God shall bring every work into judgement, with every overlooked thing, whether it be good, or whether it be evil; for now also, he says, God will judge, avenging the needy and poor man who is now oppressed. And after these things he brought the psalm to a good end; wherefore also it is inscribed Unto the end, speaking of the hope laid up for the righteous. And Symmachus says, before Thy face. And what is better than with a purified mind to behold God face to face? according to the beatitude of the Saviour Who said: Blessed are the pure in heart, for they shall see God; which having obtained, they shall give thanks.
PG 24:44Read from the page
ΨΑΛΜΟΣ ΡΜʹ.
PSALM 140.
Ἀκολούθως τῷ προάγοντι ψαλμῷ καὶ οὗτος ἐπιγέγραπται· ἔστι δὲ τοῦ Δαυῒδ, καὶ τὴν αὐτὴν ἔχει τῆς προσευχῆς δύναμιν. Ἔχει δέ τι πλέον οὗτος δογματικώτερος ὢν, καὶ πλείονα καὶ ὠφελιμώτερα διὰ τῆς ἀρχῆς παιδεύων· καί φησιν· Ἐκέκραξα· οὐ πάντως φωνῇ μεγάλῃ καὶ βοῇ κεχρῆσθαι αὐτὸν προσήκει ὑπολαμβάνειν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός· οὕτω καὶ Μωϋσῇ λέγεται εἰρηκέναι· Τί βοᾷς πρὸς μέ; Ἀλλ' ὁ μεγάλα δόγματα περὶ Θεοῦ κεκτημένος, ὑπερβαλλούσῃ τε διαθέσει καὶ πίστει αἴτων τι παρὰ τοῦ Θεοῦ, οὕτως ἐκέκραξε πρὸς αὐτόν· διὸ καὶ θαρσῶν φησιν· Ἐπειδὴ τοιοῦτός εἰμι, καὶ τοιαῦτα βοῶ, πρόσχες τῇ φωνῇ μου ἐν τῷ κεκραγέναι με πρὸς σέ· ὡς καθαρὰν ἔχων οὐ μόνον τὴν διάνοιαν, ἀλλὰ καὶ τὴν διὰ τῶν χειλέων φωνὴν ἀπὸ ψεύδους, ἐπιορκίας τε καὶ λοιδορίας. Οἷς καὶ ἀκολούθως ἐπήγαγεν·
Consistently with the preceding psalm this one also is inscribed; and it is of David, and has the same power of prayer. Yet this one has something more, being more dogmatic, and teaching more numerous and more profitable things through its beginning; and he says: I have cried; it is not at all fitting to suppose that he used a loud voice and shouting; for God hears even those who are silent; thus also He is said to have spoken unto Moses: Why criest thou unto Me? But he who has acquired great doctrines concerning God, and with surpassing disposition and faith asks something from God, has thus cried unto Him; wherefore also taking courage he says: Since I am such, and cry such things, give heed unto my voice when I cry unto Thee; as having pure not only his mind, but also the voice that comes through his lips from falsehood, perjury, and railing. Consistently with which he also added:
Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.
Let the lifting up of my hands be an evening sacrifice.
Νοήσεις δὲ τοῦτο ἀπὸ τοῦ λέγειν τὸν Ἀπόστολον· Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαγογγυσμῶν· κἀκεῖνος γὰρ ὁμοῦ καὶ τῶν κατὰ διάνοιαν ἐμνημόνευσε, καὶ τῶν κατὰ πρᾶξιν· οἱ δὲ ἀσεβεῖς οὐδέποτε χεῖρας ἐπαίρουσι· διὸ λέλεκται πρὸς αὐτούς· Ὅτ' ἂν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν· ἐπαίρειν δὲ δεῖ εἰς ὕψος τὰς πράξεις, καὶ ἀρεσκόντως αὐτὰς τῷ Θεῷ ἐπιτελεῖν.
And you will understand this from the Apostle's saying: I will that men pray, lifting up holy hands, without wrath and disputings; for he too made mention together both of the things according to the mind, and of the things according to action; whereas the ungodly never lift up their hands; wherefore it has been said unto them: When ye stretch forth your hands unto Me, I will turn My face away from you; and one must lift up one's actions on high, and perform them pleasingly unto God.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Incline not my heart to words of evil, to make excuses in sins.
Μὴ συγχωρήσῃς παρατραπῆναι καὶ παρακλιθῆναι εἰς τὸ ἐναντίον τὴν ἅπαξ ἁπλῶς κατασκευασθεῖσάν μου διάνοιαν· ἀντὶ δὲ τοῦ, προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, ὁ Σύμμαχος, ἐννοεῖν ἐννοίας παρανόμους ἐξέδωκε, σαφέστερον ἑρμηνεύσας τὴν θεωρίαν τοῦ λόγου. Εἶτα πάλιν μεταβαίνει ἐπὶ τὸ πρακτικὸν φάσκων, σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπὼν, Σὺν ἀνθρώποις ἐργαζομένοις ἀδικίαν, μηδὲ συμφάγοιμι τὰ ἡδέα αὐτῶν. Οὐκ ἔσομαι γὰρ, φησὶν, ἅμα τούτοις, ἐὰν σὺ, Κύριε, φυλακὴν τῷ στόματι θείης, καὶ τὸν προκατασκευασθέντα μοι θησαυρὸν διατηρήσῃς. Ἐκλεκτοὶ δὲ τούτων εἶεν οἱ σκηπτόμενοι προφάσεις ἐφ' οἷς δρῶσι κακῶς· χειρόνων ὄντων τῶν ἄνευ προφάσεως, καὶ ἀνεπικαλύπτως ἀνομούντων.
Suffer not my mind, once simply fashioned, to be turned aside and inclined unto the contrary; and instead of, to make excuses in sins, Symmachus rendered, to devise lawless thoughts, interpreting more clearly the meaning of the word. Then again he passes over to the practical part, saying, with men that work iniquity, and I will not couple myself with their chosen ones. Instead of which again Symmachus interpreted more clearly, saying, With men that work unrighteousness, neither let me eat together of their pleasant things. For I shall not be, he says, together with these, if Thou, O Lord, shouldst set a watch upon my mouth, and preserve the treasure prepared beforehand for me. And their chosen ones would be those who allege excuses for the things wherein they act ill; while worse are those who without excuse and undisguisedly commit iniquity.
Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Their judges were swallowed up near the rock.
Ὁ δὲ Σύμμαχος· Ἔτι γὰρ καὶ ἡ προσευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν· ἐκτιλήσονται ἐν χερσὶ πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται ῥήσεις μου ἡδίστας· ὥσπερ γεωργὸς ὅτ' ἂν ῥήσσῃ τὴν γῆν, ὡς ἐσκορπίσθη ὑμῶν τὰ ὀστᾶ παρὰ τὸν ᾅδην. Τὴν αἰτίαν δὲ νῦν ἐπάγει τοῦ μὴ συνδυάζειν ἁμαρτωλοῖς· ἱκανὴ γὰρ αὐτῶν ἡ κοινωνία, φησὶ, διασκορπίσαι μου τὴν ψυχὴν, καὶ τῶν κακιῶν αὐτῶν ἔνδον
And Symmachus: For even yet my prayer is within their wickednesses; their judges shall be plucked out on the crags of the rock; they shall hear my sweetest words; as when a husbandman cleaveth the earth, so have your bones been scattered beside hell. And he now brings forward the reason for not coupling himself with sinners; for fellowship with them, he says, is sufficient to scatter my soul, and within their wickednesses
Notes, col. 44

On the reading

Printed αἴτων, for αἰτῶν.