PG 24:21Read from the pageτοὺς φοβουμένους τὸν Κύριον. Ἀκολούθως οὖν τούτοις νοήσεις τοὺς ἐπὶ τῆς παρούσης ᾠδῆς μακαριζομένους· οὗτοι δὲ ἦσαν πάντες οἱ φοβούμενοι τὸν Κύριον· κρείττων δέ ἐστιν, καὶ ἐπαναβεβηκὼς τοὺς φοβουμένους τὸν Κύριον, ὁ ἐν τελείᾳ γεγενημένος ἀγάπῃ· Ἔξω γὰρ ἐκβάλλει ἡ τελεία ἀγάπη τὸν φόβον· καὶ οἱ μὲν φοβούμενοι, ἐν πολλαῖς ὁδοῖς πορεύσονται· τάχα δὲ ὁ ἀγαπῶν ἐν μιᾷ, τῷ εἰρηκότι, Ἐγώ εἰμι ἡ ὁδὸς, ἐφ' ἣν καὶ αἱ πολλαὶ ὥσπερ εἰς λιμένα καταντῶσιν· καὶ καλῶς εἶπεν· Μακάριοι πάντες· κἂν δοῦλος, κἂν δεσπότης, κἂν τὸ σῶμα ἀνάπηρος, κἂν ὁτιοῦν, οὐδὲν τούτων κωλύει τὸν μακαρισμὸν τοῦτον, ὃν αὐτός φησιν· ὁ δὲ παρὰ ἀνθρώποις μακαρισμὸς, ἐπισφαλής τε καὶ περίτρεπτος, καὶ λόγῳ μόνῳ πλαττόμενος, μυρίαις δὲ περιστάσεσι περιαντλούμενος· ἀλλ' οὐχ ὁ τὸν Θεὸν φοβούμενος τοιοῦτος, ἀλλὰ τῶν κυμάτων τούτων ἀπηλλαγμένος ἐν γαλήνῃ κάθηται καὶ λιμένι, τὴν ὄντως δρεπόμενος μακαριότητα.
them that fear the Lord. Consistently with these words, therefore, you will understand those who are called blessed in the present song; and these were all who fear the Lord; and superior to and transcending those who fear the Lord is he who has come to be in perfect love; For perfect love casteth out fear; and those who fear will walk in many ways; whereas he who loves walks perhaps in one, in Him Who said, I am the way, unto which the many ways also come down as into a haven; and well did he say: Blessed are all; whether slave, or master, or maimed in body, or whatsoever else, none of these things hinders this blessing of which he himself speaks; whereas the blessing among men is precarious and easily overturned, and fashioned in word alone, and deluged by ten thousand circumstances; but he who fears God is not such, but being delivered from these waves he sits in calm and in a haven, plucking the true blessedness.
Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι.
Thou shalt eat the labours of thy fruits.
Οἱ λοιποὶ κόπον χειρῶν ἐξέδωκαν· ὡς ἐπὶ γεωργοῦ δέ φασιν ἅπερ ἐγεώργησε καρπουμένου· καὶ τὸν ἐναθλοῦντα τῇ τῆς θεοσεβείας ὁδῷ, τροφὴν ἑαυτῷ θησαυρίζοντα πρὸς τὴν μέλλουσαν ζωὴν ἀναλογοῦσαν οἷς κατεβάλετο πόνοις· καὶ ἀρετὴ δὲ καὶ πόνος ὁ κατὰ Θεὸν, ἔστι τροφὴ καὶ χαρὰ τῇ ψυχῇ· τοιοῦτος μὲν ὁ φοβούμενος τὸν Κύριον· ὁ δὲ ἀγαπῶν, ὡς ἤδη τέλειος φάγεται τὸν οὐράνιον ἄρτον· κατὰ τὸ, Μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ οὐρανῶν.
The rest of the translators rendered labour of hands; and they speak as in the case of a husbandman reaping the fruit of what he has cultivated; and they signify him who contends in the way of godliness, treasuring up for himself nourishment for the life to come corresponding to the labours which he expended; and virtue and labour according to God are nourishment and joy to the soul; such indeed is he who fears the Lord; whereas he who loves, as being already perfect, shall eat the heavenly bread; according to that saying, Blessed is he that shall eat bread in the kingdom of heaven.
Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα.
Thy wife shall be as a fruitful vine.
Καὶ κατὰ τὸ ῥητὸν, ὡς ἀτελεῖ δίδοται ταῦτα φοβουμένῳ τὸν Κύριον, ἀλλ' οὐχὶ τῷ ἀγαπῶντι αὐτὸν ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης τῆς καρδίας καὶ τῆς δυνάμεως· Ὀφθαλμὸς γὰρ οὐκ εἶδεν, καὶ τὰ ἑξῆς· τῷ δὲ φοβουμένῳ τὸν Κύριον δίδοται σύζυγος, περὶ ἧς φησι τὸ, Γυνὴ ἀγαθὴ, μερὶς ἀγαθή· καὶ, Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη· οὕτως ἡ πονηρὰ σύζυγος εἴη ἂν ὀργὴ ἐκ Θεοῦ.
And according to the letter, these things are given to him who fears the Lord as to one imperfect, and not to him who loves Him with all his soul and with all his heart and strength; For eye hath not seen, and the rest; but to him who fears the Lord there is given a consort, concerning whom the scripture says, A good wife is a good portion; and, Who shall find a valiant woman? for such a one is more precious than costly stones; so a wicked consort would be wrath from God.
Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιων.
Thy sons shall be as newly planted olive trees.
Οὕτω καὶ υἱοὶ ἐκ Θεοῦ δίδονται τῷ φοβουμένῳ τὸν Κύριον, οὐχ ὅμοιοι τοῖς πολλοῖς υἱοῖς, ἀλλὰ οἱ ὡς νεόφυτα ἐλαιῶν κυκλοῦντα καὶ στεφανοῦντα τὴν τράπεζαν αὐτοῦ· εἰ δέ τις μὴ φοβουμένους τὸν Κύριόν φησι, πολλάκις ἐν περιουσίᾳ υἱῶν ὑπάρχειν καὶ ἐν εὐθηνίᾳ γυναικὸς, ἀλλ' ἐροῦμεν ὅτι ὁ παρὼν μακαρισμὸς οὐχ ἁπλῶς γυναῖκα καὶ τέκνα ἐπαγγέλλεται, ἀλλ' ὅλον αὐτὸ τοῦτο, ἀμπέλῳ μὲν ἀπεικασμένην γυναῖκα, νεοφύτοις δὲ ἐλαιῶν τέκνα· οὐ τοιαῦτα δὲ τὰ τῶν ἀσεβῶν.
Thus sons also are given from God to him who fears the Lord, not like the many sons, but those who are as newly planted olive trees surrounding and crowning his table; and if anyone says that those who do not fear the Lord often abound in sons and in the fruitfulness of a wife, yet we shall say that the present blessing does not simply promise a wife and children, but this very thing as a whole, a wife likened to a vine, and children likened to newly planted olive trees; whereas those of the ungodly are not such.
Notes, col. 21
On the reading
Printed ἐλαιων, for ἐλαιῶν.
PG 24:24Read from the pageΚύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.
The righteous Lord hath cut asunder the necks of sinners.
Πάντες γὰρ οἱ διώξαντες κακοὶ κακῶς ἀπολοῦνται. — Συγκόπτει τὸν αὐχένα, ὃν οὐχ ὑποβάλλουσι τῷ χρηστῷ ζυγῷ, ὁ δίκαιος Κύριος· χρηστῇ δὲ προθέσει τοῦτο ποιεῖ, ὅπως ἀποβαλόντες τὴν πρὸς τὰ φαῦλα εὐτονίαν καὶ ἰσχὺν, ὑποταγῶσι τῷ Κυρίῳ, ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστίν. Ἀντὶ δὲ τοῦ, συνέκοψεν αὐχένας ἁμαρτωλῶν, Ἀκύλας κατέκοψεν βρόχους ἀσεβῶν· ὁ δὲ Σύμμαχος, κατέκοψεν βρόχους παρανόμων· ἡ δὲ πέμπτη ἔκδοσις, κλοιοὺς ἀνόμων, ἐκδεδώκασιν· δηλοῦντος τοῦ λόγου, τοὺς ὑπὸ τῶν ἀσεβῶν εἰς ἐπιβουλὴν τοῦ δικαίου κατεσκευασμένους· θεσπίζει δὲ καὶ διὰ τούτων ὁ λόγος τὰ ἔσχατα τέλη, καὶ τὸν ὄλεθρον τῶν κατὰ καιροὺς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὸν λαὸν αὐτοῦ πολεμεῖν ἐπιχειρούντων.
For all the wicked persecutors shall perish miserably. — The righteous Lord cuts asunder the neck which they do not submit to the kindly yoke; and He does this with a kindly purpose, so that having cast away their vigour and strength for base things, they may be subjected to the Lord, to Whom all things are naked and laid open. And instead of, hath cut asunder the necks of sinners, Aquila has rendered hath cut asunder the snares of the ungodly; and Symmachus, hath cut asunder the snares of the transgressors; and the Fifth Edition, the collars of the lawless; the word signifying those things prepared by the ungodly for a plot against the righteous man; and through these words also the word foretells the final ends and the destruction of those who from time to time attempt to make war upon the Church of God and His people.
Περὶ τοῦ λαοῦ οὐκ ἔστιν εἰπεῖν τοῦ Χριστοῦ τὸ, Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀφέστηκεν ἀπ' ἐμοῦ. Οὐ γὰρ ὡς ὁ πρῶτος λαὸς, ἀλλ' ἐκ βαθέων ἐκέκραξεν, ἅτε δὴ μετέχων τοῦ Πνεύματος, ὃ, κατὰ Παῦλον, πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ἐν ἐπαίνῳ δὲ τὸ βαθὺ κἀν τῇ συνηθείᾳ· ὁποῖον καὶ τὸ, Ὢ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ. Καὶ πρὸς Ἰεζεκιὴλ δέ φησιν· Οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον ἐγὼ ἐξαποστελῶ σε. Ἀλλ' ὁ βαθὺς τῇ διανοίᾳ λαὸς, ὁ καὶ τὴν ᾠδὴν τὴν πρὸ ταύτης εἰπὼν, ἐκ τῶν στέρνων αὐτῶν στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνων βοᾷ πρὸς τὸν Θεὸν, ἀλλ' οὐ χείλεσιν· ὥσπερ οὐδὲ Μωϋσῆς, πρὸς ὃν ἐρρέθη, καίτοι σιγῶντα, τὸ, Τί βοᾷς πρός μέ; Ἡ δὲ νῦν εὐχὴ τοῦ αἰτοῦντος ἃ δεῖ, καὶ τοῖς αἰτουμένοις ἑαυτὸν ἑτοίμως παρέχοντος· μαρτυρῶν δὲ μάλιστα καὶ διὰ τῆς προλαβούσης εἶπεν ᾠδῆς· Πλεονάκις ἐπολέμησάν με, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι· οἳ καὶ λέξουσιν· Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὦτα δὲ προσέχοντα λέλεκται, ὡς τῆς μιᾶς τοῦ Θεοῦ δυνάμεως οὔσης ἀκουστικῆς καὶ ὁρατικῆς· κραυγὴν δὲ οὐ τόνον λέγει φωνῆς, ἀλλὰ γνώμης διάθεσιν.
Concerning the people of Christ it is not possible to say that word, This people honoureth Me with their lips, but their heart is far from Me. For not like the first people, but out of the depths it has cried, inasmuch as it partakes of the Spirit, Which, according to Paul, searcheth all things, yea, the deep things of God; and the word deep is used in praise even in common usage; such as is also that saying, O the depth of the riches both of the wisdom and knowledge of God. And unto Ezekiel also He says: Not to a people of deep lip and of heavy tongue will I send thee forth. But the people deep in understanding, which also spoke the song before this, interceding out of their breasts with groanings that cannot be uttered, cries unto God, and not with the lips; just as neither did Moses, unto whom it was said, though he was silent, that word, Why criest thou unto Me? And the present prayer is of one asking the things that are needful, and readily presenting himself for the things asked; and bearing witness especially through the preceding song also, he said: Many a time have they warred against me, and indeed they did not prevail against me; who also will say: For Thy name's sake have I waited for Thee, O Lord; and ears attentive is said, inasmuch as the one power of God is both hearing and seeing; and by cry he means not pitch of voice, but disposition of mind.
Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε.
If Thou, O Lord, shouldst mark iniquities.
Ἐπειδὴ δὲ τῶν ἐν τῇ Ἐκκλησίᾳ οὐ πάντες δύνανται λέγειν· Πλεονάκις ἐπολέμησάν με, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι, περὶ τῶν ἀσθενεστέρων τὴν παροῦσαν ἀναπέμπει φωνὴν, καὶ μὴ φερόντων τοὺς διωγμούς· εἰ μὴ ἄρα ὁ αὐτὸς περὶ τῶν πρὸ τῆς κλήσεως ἀνομιῶν αὐτοῦ ταῦτά φησιν.
And since not all of those in the Church are able to say: Many a time have they warred against me, and indeed they did not prevail against me, he sends up the present voice concerning the weaker ones, who do not bear the persecutions; unless indeed the same man says these things concerning his iniquities before his calling.
Πολλὴ παρ' αὐτῷ λύτρωσις.
With Him is plenteous redemption.
Τὸ γὰρ τίμιον αὐτοῦ αἷμα ὑπὲρ ἡμῶν δέδωκε λύτρον, γενόμενος Ἀμνὸς τοῦ Θεοῦ· οὗτος γὰρ τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. Ἐποίησε δὲ καὶ λύτρωσιν τῷ λαῷ αὐτοῦ, κατὰ τὸν Ζαχαρίαν· καὶ κατὰ τὴν ἁγίαν Παοθένον, Ἀντελάβετο Ἰσραήλ.
For He hath given His precious blood as a ransom on our behalf, having become the Lamb of God; for He bears our sins and suffers pain on our behalf. And He hath also wrought redemption for His people, according to Zacharias; and according to the holy Virgin, He hath holpen Israel.
Notes, col. 24
On the reading
Printed Παοθένον, for Παρθένον.
PG 24:25Read from the pageἈκολούθως ἡ ᾠδὴ ἡ παροῦσα καὶ ἡ πρὸ αὐτῆς τοῦ ἐν Κυρίῳ τετελειωμένου ταπεινοφροσύνης φωνὰς περιέχουσα, καὶ μάλιστα τοῦ δυναμένου λέγειν· Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ὁ δὲ Δαυῒδ ὡς εἰκὸς μεμαθηκὼς ἀπὸ τῶν τοῦ ἁγίου Πνεύματος φωνῶν, ὅτι τις ἱλασμὸς παρὰ τῷ Θεῷ, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις εἰ πιστεύσειεν, ἀναγκαίως ἑαυτὸν προσφέρει τῷ Λυτρωτῇ· διὸ καὶ ἐπιγέγραπται· Τοῦ Δαυῒδ εἰς παραίτησιν πλημμελημάτων, τὰς ἰδίας ἐξαριθμοῦντος ἀνδραγαθίας. Οὐ πώποτε γὰρ, φησὶν, ἐπήρθην καθὼς ἄρχων ἐπ' ἔθνος αὐτοῦ· οὔτε μὴν ἐχαυνώθην βλέψας ἔξω Θεοῦ, καὶ τῆς πρὸς τὸν αὐτοῦ φόβον συστάσεως καθυφείς· οὔτε πάλιν ἐν τρυφῇ πλουσίως διεξῆγον τὸν βίον· οὐδέ τι μεῖζον ἐφρόνησα, φησὶ, περὶ ἐμαυτοῦ, τῶν προσόντων ἐμοί· ὁποῖοί τινές εἰσιν οἱ συνετοὶ παρ' ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες.
Consistently the present song, like the one before it, containing voices of humility of one made perfect in the Lord, and especially of one who is able to say: For Thy name's sake have I waited for Thee, O Lord. And David, having as is likely learned from the voices of the Holy Spirit that there is a propitiation with God, and plenteous redemption with Him if one should believe, necessarily offers himself to the Redeemer; wherefore also it is inscribed: Of David, for deprecation of trespasses, recounting his own manly deeds. For never at any time, he says, was I lifted up as a ruler over his nation; nor yet was I puffed up by looking outside of God, and slackening from the steadfastness that belongs to the fear of Him; nor again did I spend my life richly in luxury; nor did I think anything greater concerning myself, he says, than the things belonging to me; such as are those who are prudent in their own sight, and men of understanding before themselves.
Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον
Let Israel hope in the Lord
Ὥσπερ ἐγὼ, φησὶν ὁ βασιλεὺς Δαυῒδ, τοσοῦτος ὢν καὶ τοιοῦτος ἀνὴρ, ταπεινὸν ἐμαυτὸν κατέστησα, καὶ προσήγαγον ἐμαυτὸν τῷ ἱλασμῷ καὶ τῷ Λυτρωτῇ καὶ Σωτῆρι, οὕτως καὶ τῷ λοιπῷ Ἰσραὴλ ἐπαγγέλλομαι θαρσοῦντως προσιέναι τῷ ἱλασμῷ· ἀκριβῶς εἰδὼς, ὅτι αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ, εἰ προσδράμοι αὐτῷ, ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Just as I, says King David, being so great and such a man, made myself humble, and brought myself near to the propitiation and to the Redeemer and Saviour, so also to the rest of Israel I proclaim to draw near with confidence to the propitiation; knowing accurately that He Himself shall redeem Israel, if it should run to Him, from all its iniquities.
Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.
The Lord sware truth unto David.
Ὀμωμοκότι δὲ τῷ Δαυῒδ, ἀντώμοσεν ὁ Θεὸς ζητήσαντι τὸν τόπον μαθεῖν, δωρεὰν δοὺς τὸ καὶ ἐξ αὐτοῦ προελθεῖν· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ὡς ὁ Παῦλός φησιν, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν, περὶ ὧν ηὔξατο, λάβωμεν.
And to David, who had sworn, seeking to learn the place, God sware in turn, granting as a free gift that He should also come forth from him; That by two immutable things, as Paul says, in which it is impossible for God to lie, we might have a strong consolation concerning the things for which he prayed.
Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.
Of the fruit of thy body will I set upon thy throne.
Ἐπειδὴ σὺ, φησὶν, οὕτω πιστεύσας τοιαῦτα ηὔξω γνῶναι, βουλόμενος μαθεῖν περὶ τοῦ τόπου τῆς εἰς ἀνθρώπους ἀφίξεως τοῦ Σωτῆρος, δέχου δὴ καὶ αὐτὸς τὴν ἐπαγγελίαν, καὶ γίνου διάκονος τῆς σωτηρίου γενέσεως. Σὸς γὰρ ἔσται καρπὸς ὁ γενησόμενος, ἐκ σῆς διαδοχῆς καὶ ἐκ σοῦ σπέρματος προελευσόμενος· διὸ καὶ αὐτῷ δοθήσεται ὡσεὶ ἐπηγγελμένος θρόνος, διὰ τὸ μηδένα ἕτερον ἢ μόνον τὸν ἐκ σοῦ προελευσόμενον, ἄξιον εἶναι τοῦ σοὶ ἐπηγγελμένου θρόνου. Τοιγαροῦν καὶ ὁ Γαβριὴλ πρὸς τὴν Μαριάμ φησι· Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τὸν αἰῶνα.
Since thou, He says, having thus believed hast prayed to know such things, wishing to learn concerning the place of the Saviour's arrival among men, receive now thyself also the promise, and become a minister of the saving birth. For thine shall be the fruit that is to be, coming forth from thy succession and from thy seed; wherefore to Him also shall be given as it were a promised throne, because no other save Him alone Who is to come forth from thee is worthy of the throne promised to thee. Wherefore Gabriel also says unto Mary: And the Lord God shall give unto Him the throne of His father David, and He shall reign over the house of Jacob for ever.
Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου.
If thy sons will keep My covenant.
Καθεσθήσονται ἐπ' αὐτὸν δηλαδὴ τὸν τοῦ Χριστοῦ θρόνον οἱ αὐτοῦ μαθηταὶ καὶ διάδοχοι· πλὴν οὐδεὶς φθόνος καὶ τοῖς σοῖς υἱοῖς, ὦ Δαυῒδ, τουτέστι τοῖς ἐκ περιτομῆς, καὶ εἰ παραδέξοιντο τὸν Χριστὸν, καὶ εἰ φυλάξοιντο τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου, οὐ τὰ διὰ τῆς πρώτης νομοθεσίας δεδομένα, ἀλλὰ ταῦτα ἃ διδάξω αὐτοὺς, μέλλοντα αὐτοῖς ὕστερόν ποτε παραδοθήσεσθαι διὰ τῆς καινῆς διαθήκης· εἰ γὰρ
Upon it, namely upon the throne of Christ, His disciples and successors shall sit; nevertheless there is no grudging even to thy sons, O David, that is, to those of the circumcision, if they too should receive Christ, and if they should keep My covenant and My testimonies, not those given through the first legislation, but these which I shall teach them, which are hereafter at some time to be delivered to them through the new covenant; for if
Notes, col. 25
On the reading
Printed θαρσοῦντως, for θαρσούντως.
PG 24:28Read from the pageφυλάξοιντο ταῦτα, καὶ αὐτοὶ καθεσθοῦνται ἐπὶ τὸν θρόνον σου τὸν τῷ Χριστῷ ἡτοιμασμένον.
they should keep these things, they also shall sit upon thy throne that has been prepared for Christ.
Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων.
Blessing I will bless her provision, I will satisfy her poor with bread.
Κατὰ δὲ ἀναγωγὴν, θήρα Σιὼν οἱ δίκην ἰχθύων διὰ τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν δικτύων ὁσημέραι ζωγρούμενοι· πτωχοὶ δὲ αὐτῆς οἱ μακάριοι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· οἳ τὸν ἄρτον σιτοῦνται τὸν ἐξ οὐρανοῦ καταβάντα· ἀλλὰ καὶ οἱ ταύτης ἱερεῖς, πρῶτον ἑαυτοὺς δικαιοσύνην, ὡς εἶπεν, ἐνδύσαντες, ὑπὸ Θεοῦ περιβάλλονται σωτηρίαν· εἶτα λέγει περὶ τῶν ὁσίων, τῶν ἀρετῇ καὶ βίῳ διαπρεπόντων ἐν Ἐκκλησίᾳ· περὶ ὧν Ἀκύλας μὲν ἔφη· Αἰνέσει αἰνέσουσιν· ὁ δὲ Σύμμαχος, Εὐφημοῦντες εὐφημήσουσιν.
And according to the spiritual sense, the provision of Sion is those who like fishes are daily taken alive through the evangelical and apostolic nets; and her poor are the blessed, for theirs is the kingdom of heaven; who feed upon the bread that came down from heaven; moreover her priests also, having first clothed themselves with righteousness, as he said, are arrayed by God with salvation; then he speaks concerning the saints, who excel in virtue and life in the Church; concerning whom Aquila indeed said: With praise they shall praise; and Symmachus, Acclaiming they shall acclaim.
Ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
And upon himself shall My sanctification flourish.
Τοῦτο περὶ Ἰωάννου φησὶ, κατὰ τὸ εἰρημένον παρὰ Κυρίου· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων. Ἔστι δὲ ταῦτα καὶ ἄλλως ἰδεῖν κατὰ τοὺς τῶν διωγμῶν καιρούς· ὁ δὲ Σύμμαχος, ὁ ἁγιασμὸς, εἶπεν, αὐτοῦ· ἁγιάζει γὰρ καθ' ὅλης τῆς οἰκουμένης τὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τῇ Ἐκκλησίᾳ ἁγίασμα.
This he says concerning John, according to that which was spoken by the Lord: He was the lamp that burneth and shineth. And it is possible to view these things otherwise also according to the times of the persecutions; and Symmachus said, his sanctification; for the sanctification of our Saviour in the Church sanctifies throughout the whole inhabited earth.
Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν, κ. τ. λ.
Behold now, what is so good, or what so pleasant, as for brethren to dwell, etc.
Οὐ πᾶν τὸ καλὸν, ἤδη καὶ τερπνόν· οὐδὲ τὸ τερπνὸν, πάντως καὶ καλόν· πολλὰ γὰρ ἡδέα μὲν, φαῦλα δέ· ὡς καὶ ἕτερα ἐπίπονα μὲν, ἀγαθὰ δέ· ὁμόνοια δὲ καὶ εἰρήνη ψυχῶν ὁμοφρονούντων καὶ ὁμοδοξούντων, ἄμφω κατὰ τὸ αὐτὸ καὶ τὸ τερπνὸν καὶ τὸ καλὸν ἔχειν ἐπαινεῖται· οὐ τὸ κατοικεῖν ἀδελφοὺς ἁπλῶς, ἀλλ' ὅταν ἐπὶ τὸ αὐτὸ ὦσι, κατὰ τὸν Ἀπόστολον λέγοντα· Ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ εἶεν ἐν ὑμῖν σχίσματα· ἦτε δὲ κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ· διδάσκει δὲ τὸ καλὸν καὶ τὸ τερπνὸν μὴ ἐν σώματι, μηδὲ ἐν ἡδονῇ σαρκῶν τίθεσθαι.
Not everything that is good is thereby also pleasant; nor is that which is pleasant altogether also good; for many things are pleasant indeed, yet base; just as other things are painful indeed, yet good; whereas concord and peace of souls that are of one mind and of one opinion are praised as having both together, both the pleasant and the good; not the dwelling of brethren simply, but when they are together in unity, according to the Apostle who says: That ye all speak the same thing, and that there be no divisions among you; but that ye be perfectly joined together in the same mind and in the same judgement; and he teaches us not to place the good and the pleasant in the body, nor in the pleasure of the flesh.
Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών.
As the dew of Hermon, that descendeth upon the mountains of Sion.
Ὄρος ἐστὶν Ἀερμὼν, τὸ παρακείμενον τῷ Λιβάνῳ, ἐφ' ὃ χιὼν συνάγεται πολλὴ, ἥντινα ὁ Λόγος δρόσον ὠνόμασεν· ἐπειδὴ δὲ ἡ δρόσος ἐκείνη ἡ ἐκ πολλῶν συναγομένη σταγόνων, ὑφ' ἓν σωματοποιεῖται καὶ συμπήγνυται, εἰκότως τὴν τῆς Ἐκκλησίας ὁμόνοιαν καὶ συμφωνίαν ἀπείκασε δι' ἑτέρου παραδείγματος οὐ τῇ χιόνι τῇ ἀπομενούσῃ ἐν τῷ Ἀερμὼν ὄρει, ἀλλὰ τῇ καταβαινούσῃ ἐπὶ τὰ ὄρη Σιών· ἵνα μὲν γὰρ νοήσωμεν τὸ πλῆθος τῆς χιόνος, τὸ Ἀερμὼν ὄρος παρείληπται· ἵνα δὲ τοῦ κατὰ Θεὸν πολιτεύματος τὴν συμφωνίαν δηλώσῃ, ἐπὶ τὰ ὄρη Σιὼν ἔφη κατιέναι τὴν δρόσον.
Hermon is a mountain lying beside Lebanon, upon which much snow is gathered, which the Word named dew; and since that dew, being gathered out of many drops, is formed into one body and compacted together, He reasonably likened the concord and harmony of the Church through another example not to the snow that remains behind upon Mount Hermon, but to that which descends upon the mountains of Sion; for in order that we might understand the multitude of the snow, Mount Hermon has been taken; and in order that He might signify the harmony of the commonwealth according to God, He said that the dew comes down upon the mountains of Sion.
Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν.
For there the Lord commanded the blessing.
Ἐκεῖ λέγει παρὰ τοῖς κατοικοῦσιν ἀδελφοῖς ἐπὶ τὸ αὐτό· καὶ ζωὴν οὐ τὴν κοινὴν, ἀλλὰ τὴν ἀθάνατον.
By there He means among the brethren who dwell together in unity; and life, not the common life, but the immortal.
PG 24:29Read from the pageΕὐλογήσαι σε Κύριος ἐκ Σιών.
May the Lord bless thee out of Sion.
Ἤδη τῷ Ἀβραὰμ εἴρηται· Οἱ εὐλογοῦντές σε, εὐλόγηνται· δυνάμει δὲ ἑαυτὸν εὐλογεῖ ὁ τοῦτο ποιῶν· εἰ δὲ ἐπὶ τοῦ Ἀβραὰμ, πόσῳ μᾶλλον ἐπὶ τοῦ Κυρίου; οὐ γὰρ δεῖται τῆς παρ' ἡμῶν εὐλογίας. Ἕκαστος δὲ ἑαυτῷ χαρίζεται, καὶ ἑαυτὸν εὐλογεῖ, ἀντευλογούμενος ὑπὸ τοῦ τῶν ὅλων Ποιητοῦ. Διὸ πρῶτον εἴρηται· Εὐλογεῖτε τὸν Κύριον· εἶθ' ἑξῆς· Εὐλογήσαι σε Κύριος.
Already unto Abraham it has been said: Blessed are they that bless thee; and potentially he who does this blesses himself; and if in the case of Abraham, how much more in the case of the Lord? For He stands in no need of the blessing that is from us. But each man does a favour to himself, and blesses himself, being blessed in return by the Maker of all things. Wherefore first it has been said: Bless ye the Lord; and then next: May the Lord bless thee.
Τῇ τῶν ᾠδῶν ἐσχάτῃ τὰς αὐτὰς ἔχων λέξεις, ὁ παρὼν αἶνος εἰκότως παράκειται· διὸ τὸ ἀλληλούϊα προγέγραπται· τοῦ μὲν ἀλληλοὺ δηλοῦντος τὸ αἰνεῖτε, τοῦ δ' ϊα, τὸν Κύριον. Εἴποι δ' ἄν τις ὕμνον εἶναι τὰ πρῶτα, ὡς ἐν προοιμίῳ διεγείροντα τοὺς προσταττομένους αἰνεῖν τὸν Θεόν· ἀρχομένους τοῦ αἴνου ἀπὸ τοῦ, Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Κατηχεῖ δὲ ἀποστρέφων εἰδώλων, καὶ διδάσκει γνῶσιν Θεοῦ. Τοιαύτης γὰρ τοὺς νῦν ἐξ ἐθνῶν προσιόντας ἔδει τυχεῖν παραινέσεως· οὓς καὶ δούλους καλεῖ, μήπω τὸ πνεῦμα τῆς υἱοθεσίας ἀνειληφότας. Συμβαίνει δὲ τούτους πρὸ τῆς παλιγγενεσίας λουτροῦ, στάσιν ἔχειν ἐν οἴκῳ Θεοῦ τῶν αὐτοῦ προπύλων, ἀλλ' οὐ τῶν ἐνδοτάτω τυχόντας· εἰσαγωγὴν γὰρ ἔσχον, ἀλλ' οὐ τελείωσιν. Διάφοροί γε μὴν αὐλαὶ, ἐπεὶ καὶ διάφοροι τῶν εἰσαγομένων οἱ βίοι· προκοπῆς δὲ, τὸ μετὰ τὸ αἰνεῖν τὸ ὄνομα Κυρίου, αὐτὸν δὴ αἰνέσαι τὸν Κύριον· δεῖ γὰρ πρῶτον μαθεῖν, ὅτι ἔστι Θεοῦ Λόγος, ἐφεστηκὼς τῷ παντὶ κόσμῳ, καὶ δεσπόζων αὐτοῦ· εἶτα περί τε οὐσίας αὐτοῦ μαθεῖν καὶ δυνάμεως, Υἱόν τε γνῶναι μονογενῆ τοῦ Θεοῦ.
Having the same words as the last of the songs, the present praise reasonably lies beside it; wherefore Alleluia has been prefixed; allelu signifying praise ye, and ia, the Lord. And one might say that the first words are a hymn, rousing as in a prelude those who are commanded to praise God; beginning the praise from that saying, O Lord, Thy name is for ever. And he instructs them, turning them away from idols, and teaches the knowledge of God. For it was needful that those now coming near from among the Gentiles should obtain such exhortation; whom he also calls servants, as not yet having received the spirit of adoption. And it happens that these, before the laver of regeneration, have a standing in the house of God in His forecourts, yet have not attained the innermost courts; for they have received an introduction, but not perfection. Moreover the courts are diverse, since the lives of those who are being introduced are also diverse; and it is a mark of progress, after praising the name of the Lord, to praise the Lord Himself; for one must first learn that there is a Word of God, presiding over the whole universe, and ruling over it; and then learn concerning both His substance and power, and know Him to be the only-begotten Son of God.
Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος, κ. τ. λ.
Praise ye the Lord, for the Lord is good, etc.
Ἐπεὶ ἀγαθὸς Κύριος, αἰνεῖτε αὐτόν. Αἰτία δὲ τοῦ αἰνεῖν, τὸ ἀγαθὸν οὐ κατὰ μέθεξιν εἶναι, ὡσαύτως δὲ τῷ Πατρί. Αἰνοῦμεν δὲ οὐ τῇ λέξει μόνον, ἀλλὰ καὶ μεθέξει τῶν ἀγαθῶν αὐτοῦ, ὡς δέον δὲ τῇ θεωρίᾳ καὶ τοῖς θεολογουμένοις ἔργοις πράττειν ἁρμόδια, τὸ, Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ἐπενήνεκται· τοῦτο γὰρ ἡδὺ καὶ ὑπὲρ πᾶσαν χρηστότητα· αἰνοῦμεν δὲ αὐτὸν ἐπεὶ ἐξελέξατο ἑαυτῷ τὸν πτερνίζοντα τὰ πάθη καὶ τὰς κακίας Ἰακὼβ, ἐκλεκτὸν αὐτὸν τιθέμενος διὰ τὸ καταλελυκέναι τὰς ἐκ κακίας καὶ παθῶν πάλας· ἀλλὰ καὶ τὸν μετ' αὐτὸν τὸν Ἰακὼβ, ἐκ προκοπῆς ἀποδειχθέντα Ἰσραὴλ, εἰς περιουσιασμὸν ἑαυτῷ ἐξελέξατο· καὶ διὰ τοῦτο λαός ἐστι περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν περιούσιος γενομένου, πάντων περὶ τὴν οὐσίαν καὶ τὴν ὕπαρξιν καταγινομένου, τῷ μετέχειν αὐτῆς ὄντος καὶ σοφοῦ καὶ Λόγου Θεοῦ.
Since the Lord is good, praise Him. And the cause of praising Him is that He is good not by participation, but in like manner with the Father. And we praise Him not in word only, but also by participation in His good things; and as it is needful to do things fitting to contemplation and to the works studied in theology, the saying, Sing psalms unto His name, has been added; for this is sweet and above all goodness; and we praise Him since He chose for Himself Jacob, who trips up passions and vices, setting him as chosen because he has overthrown the wrestlings that come from vice and passions; moreover He also chose for Himself as a special possession him who came after Jacob himself, who from progress was declared Israel; and on this account he is a special people from all the nations, having become special, being occupied about reality and true existence above all, by partaking of it through Him Who truly is both wise and the Word of God.
Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις.
Whatsoever the Lord pleased, He did in heaven, and in earth, in the seas, and in all deeps.
Πάντα ὅσα ἐποίησεν ὁ Κύριος, καλά ἐστιν, ἅτε
All things whatsoever the Lord hath made are good, inasmuch as
PG 24:32Read from the pageθελήματι Θεοῦ γεγενημένα· εἰ δέ τί ἐστιν ἐν οὐρανῷ, ὡς τὰ πνευματικὰ τῆς πονηρίας, ἢ ἐν τῇ γῇ ὡς οἱ ἁμαρτωλοὶ ἄνθρωποι, ἢ ἐν ταῖς θαλάσσαις, ὡς ἡ τοῦ δράκοντος κακία, ἢ ἐν ταῖς ἀβύσσοις ὡς ἡ πονηρία τῶν προστασσομένων ἐκεῖ ἀπελθεῖν κακῶν, τοῦτο οὐχ ὁ Θεὸς ἐποίησε τῷ θελήματι αὐτοῦ· ἐκ γὰρ στόματος Κυρίου οὐκ ἐξελεύσεται τα κακὰ καὶ τὸ ἀγαθόν.
they have come into being by the will of God; but if there is anything in heaven, such as the spiritual hosts of wickedness, or on the earth, such as sinful men, or in the seas, such as the malice of the dragon, or in the deeps, such as the wickedness of the evil ones who are commanded to depart thither, this God did not make by His will; for out of the mouth of the Lord there shall not proceed evil things and the good.
Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.
Who bringeth forth winds out of His treasures.
Τὸ εἰπεῖν ἐκ θησαυρῶν, οὐ τοῦτο δηλοῖ ὅτι θησαυροί τινές εἰσι τῶν ἀνέμων, ἀλλὰ τὸ ἕτοιμον τοῦ ἐπιτάττοντος, τὸ εὔκολον τῆς κτήσεως παρεσκευασμένον· ὥσπερ ἂν ὁ ἐν θησαυρῷ ἔχων μετὰ ἀδείας ἐξάγει πάντα καὶ ὅτε βούλεται, οὕτως καὶ ὁ τοῦ παντὸς Δημιουργὸς πάντα εὐκόλως ἐποίησε καὶ τῇ φύσει παρέδωκεν.
The saying out of treasures does not signify this, that there are certain storehouses of the winds, but the readiness of Him Who commands, prepared with the ease of possession; just as he who has something in a storehouse brings forth all things freely and whenever he wills, so also the Creator of the universe easily made all things and delivered them to nature.
Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου.
Who smote the firstborn of Egypt.
Ἐπειδὴ δὲ τὰ καθόλου καὶ οὐράνιά φασί τινες προνοίᾳ διοικεῖσθαι μόνῃ Θεοῦ, δείκνυσιν ὡς μέλει καὶ τῶν ἀνθρωπίνων αὐτῷ, καὶ νῦν τοὺς ἀσεβεῖς κολάζοντι καὶ τῶν εὐσεβῶν οἰκειουμένῳ τὸ γένος. Ἀλλὰ πάλαι μὲν ἦν μερὶς Κυρίου, δηλαδὴ τοῦ Θεοῦ Λόγου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ· ἐπειδὴ δὲ δι' ἣν ἔδρασεν ἀσέβειαν ἐκεῖνος ἐκπέπτωκεν, ἐνανθρωπήσαντι λέλεκται· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.
And since some say that universal and heavenly things alone are governed by the providence of God, he shows that human affairs also are a care to Him, Who even now punishes the ungodly and makes the race of the godly His own. But of old, indeed, the Lord's portion, namely that of the Word of God, was His people Jacob, the lot of His inheritance Israel; but since that people has fallen away on account of the ungodliness which it wrought, unto Him made man it has been said: Ask of Me, and I shall give Thee the nations for Thine inheritance.
Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα.
O Lord, Thy name is for ever.
Οὐδὲν οὕτω τῆς θείας Προνοίας, ὡς τὸ διδάξαι τοὺς ἀνθρώπους μὴ ἀδέσποτον εἶναι τὸ πᾶν· ὅθεν καὶ ἡ διηνεκὴς αὐτοῦ μνήμη καθέστηκε παρ' ἡμῖν, οὗ τὸ μέγεθος διὰ τῶν προλαβόντων οἱ δοῦλοι μαθόντες αὐτοῦ, τὰ παρόντα λέγειν διδάσκονται καὶ παραθαρρύνονται, μαθόντες ὡς ἐπ' αὐτοῖς παρακληθήσονται, τῆς κρίσεως ἀκολουθούσης τοῖς λοιποῖς τοῦ λαοῦ, τοῖς ἐπεγνωκόσι τὸ ὄνομα αὐτοῦ, καὶ τὸ μνημόσυνον ἔχουσιν· ἐπ' ἐκείνοις δὲ ὡς ἂν ἐπὶ δούλοις συγγνώμης ἐπιδεομένοις παρακαλεῖται.
Nothing belongs so much to the divine Providence as to teach men that the universe is not without a master; whence also the continual remembrance of Him is established among us, Whose greatness His servants having learned through the preceding words, are taught and emboldened to say the present words, having learned that He will be entreated concerning them, while judgement follows for the rest of the people, who have known His name and hold His memorial; whereas over those He is entreated as over servants who stand in need of pardon.
Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον.
The idols of the nations are silver and gold.
Συντελέσας τὴν περὶ τοῦ Κυρίου θεολογίαν, καὶ τῆς προνοίας αὐτοῦ τὰς μεγαλουργίας καταλέξας, ὡς ἔτι δούλοις ὁμιλῶν τοῖς ἐκ τῆς πολυθέου πλάνης ἄρτι προσεληλυθόσιν, ἀντιπαραβάλλει τῶν πάλαι παρ' αὐτοῖς νενομισμένων θεῶν τὸν ἔλεγχον, ἀκολούθως οἷς ἀνωτέρω εἰρήκει· ὅτι, Ἐγὼ ἔγνωκα ὅτι μέγας Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς· ὁ μὲν γὰρ Κύριος ἡμῶν τάδε καὶ τάδε εἰργάσατο ἔν τε τοῖς καθόλου καὶ ἐν τοῖς ἐπὶ μέρους· οἱ δὲ τῶν ἐθνῶν θεοὶ, οὓς καὶ αὐτοὶ πεπλανημένως ἐνομίζετε πρότερον, οὐδὲν ἦσαν ἕτερον ἢ εἴδωλα νεκρὰ καὶ κωφά. Χαριέντως δὲ καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ, ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, ἡρμήνευσεν εἰπὼν, ὡς αὐτὰ γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πᾶς ὁ πεποιθὼς αὐτοῖς. Καὶ γὰρ ὄντως οἱ τοῖς ἀψύχοις ὡς θεοῖς προσέχοντες, ὥσπερ ἀπολιθωθέντες τὴν ψυχὴν, καὶ αὐτοὶ τὸ αὐτὸ πεπόνθασιν τοῖς προσκυνουμένοις ὑπ' αὐτῶν, ὀφθαλμοὺς ἔχοντες καὶ οὐ βλέποντες, ὦτα ἔχοντες καὶ οὐκ ἀκούοντες.
Having completed the theology concerning the Lord, and having recounted the mighty works of His providence, speaking as to men who are still servants who have just now come near out of polytheistic error, he sets in contrast the refutation of the gods formerly believed in among them, consistently with what he had said above: For I know that the Lord is great, and that our Lord is above all gods; for our Lord wrought such and such things both in universal matters and in particulars; whereas the gods of the nations, whom ye yourselves also erroneously supposed to be gods formerly, were nothing other than dead and deaf idols. And gracefully also Symmachus, instead of, let them that make them become like unto them, rendered it, saying, let them that make them become as they are, and every one that trusteth in them. For truly those who give heed to lifeless things as gods, having as it were been turned to stone in soul, have themselves also suffered the very same thing as the objects worshipped by them, having eyes and seeing not, having ears and hearing not.
Notes, col. 32
On the reading
Printed τα κακὰ, for τὰ κακὰ.