Migne Reading Room

PG 23 · cols. 937–948 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:937Read from the page
αὐτοῖς ὄνειδος αἰώνιον. Πῶς δὲ εἰς τὰ ὀπίσω ἐπάταξεν αὐτοὺς, διδάσκει ἡ ἱστορία τοῦτον ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ἔχουσα τὸν τρόπον· Καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ τοὺς Ἀζωτίους, καὶ ἐβασάνισεν αὐτοὺς, καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς· καὶ αὖθις· Καὶ μετῆλθε, φησὶν, ἡ κιβωτὸς τοῦ Κυρίου εἰς Γεθθά. Καὶ ἐγένετο μετὰ τὸ μετελθεῖν αὐτὴν, καὶ γίνεται χεὶρ Κυρίου ἐν τῇ πόλει κράτος μέγα σφόδρα. Καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν. Καὶ ἐξαποστέλλουσι τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ἀσκάλωνα· καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες· Τί ἀπεστρέψατε τὴν κιβωτὸν τοῦ Θεοῦ θανατῶσαι ἡμᾶς; Καὶ ἐπιλέγει ἑξῆς· Ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθεν ἡ κιβωτὸς τοῦ Θεοῦ ἐκεῖ· καὶ οἱ ζῶντες καὶ οἱ ἀποθανόντες ἐπλήχθησαν εἰς τὰς ἕδρας· καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν. Διὰ δὴ ταῦτα λέλεκται ἐν τῷ παρόντι ψαλμῷ· Καὶ ἐπάταξε τοὺς ἐχθροὺς
them an everlasting reproach. And how He smote them in the hinder parts, the history teaches, running in this manner in the first book of the Kingdoms: And the hand of the Lord was heavy upon the people of Ashdod, and He tormented them, and smote them in their seats, Ashdod and its borders; and again: And the ark of the Lord, it says, passed over to Gath. And it came to pass after it had passed over, that the hand of the Lord came upon the city, a very great might. And He smote the men of the city from small to great, and smote them in their seats. And they send away the ark of God to Ashkelon; and the men of Ashkelon cried out, saying: Why have you turned aside the ark of God to put us to death? And next it subjoins: For there was a very heavy confusion of death in the whole city, when the ark of God entered there; both the living and those who died were smitten in the seats; and the cry of the city went up to heaven. On account of these things, therefore, it has been said in the present psalm: And He smote His enemies
Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, τὸ ὄρος Σιὼν ὃ ἠγάπησε. Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ ἐν τῇ γῇ, ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Φυλὴν μὲν φυλῆς ἀντικατηλλάξατο, τὴν φυλὴν Βενιαμὶν ἀντὶ τῆς φυλῆς Ἰωσήφ· καὶ τόπον δὲ ἀντὶ τόπου εἵλατο, τῆς Σηλὼμ τὴν Ἱερουσαλὴμ προκρίνας· ἀλλὰ καὶ ὄρος ἀντὶ ὄρους ἠγάπησε, τὸ Σιὼν δηλαδὴ ἀντὶ τοῦ ὄρους τοῦ ἐν Σηλώμ. Εἶτά φησι· Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ᾠκοδόμησεν ὁμοίως ὑψηλοῖς ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ᾠκοδόμησεν ὡς τὰ ὑψηλὰ τὸ ἁγίασμα αὐτοῦ. Ὁμοίως οὖν ὑψηλοῖς καὶ ὡς τὰ ὕψη ᾠκοδόμησε τὸ ἁγίασμα αὐτοῦ. Ἀναπέμπει δ' ἡμᾶς ὁ λόγος εἰς βαθὺ καὶ ἀπόῤῥητον νοῦν, διδάσκων, ὡς τὸ ἐπὶ γῆς ἁγίασμα τὸ ἐπὶ τῆς Ἱερουσαλὴμ καὶ τῷ ὄρει Σιὼν καταστὰν ὁμοίωσιν εἶχε τῶν ἐν τοῖς ὑψηλοῖς, καὶ ᾠκοδόμητο ὡς τὰ ὕψη κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν γενόμενον τῶν ἐν οὐρανοῖς ὑψηλῶν· ἃ δὴ καὶ ὁ Ἀπόστολος παρίστη λέγων· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν· καὶ, Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται, Καὶ ᾠκοδόμησεν ὁμοίως ὑψηλοῖς ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ᾠκοδόμησεν ὡς τὰ ὑψηλὰ τὸ ἁγίασμα αὐτοῦ· κατὰ δὲ τοὺς Ἑβδομήκοντα, Ὡς μονοκερώτων ᾠκοδόμησε τὸ ἁγίασμα αὐτοῦ· νοούντων ἡμῶν
And He chose the tribe of Judah, Mount Zion which He loved. And He built His sanctuary as of unicorns in the earth; He founded it for ever. Tribe He exchanged for tribe, the tribe of Benjamin in place of the tribe of Joseph; and place too He chose in stead of place, preferring Jerusalem before Shiloh; nay, He also loved mountain in stead of mountain, namely Zion in place of the mountain in Shiloh. Then he says: And He built His sanctuary as of unicorns; and according to Aquila, And He built His sanctuary like high places; and according to Symmachus, And He built His sanctuary as the heights. Like high places, therefore, and as the heights He built His sanctuary. Now the word sends us up to a deep and ineffable meaning, teaching that the sanctuary upon earth, established at Jerusalem and on Mount Zion, bore a likeness to the things in the heights, and had been built as the heights, having come into being after the image and likeness of the heavenly heights; which very things the Apostle also set forth, saying: But the Jerusalem above is free (Gal. 4:26); and, You have come unto Mount Zion and unto the city of the living God, the heavenly Jerusalem (Heb. 12:22). Wherefore according to Aquila it is said, And He built His sanctuary like high places; and according to Symmachus, And He built His sanctuary as the heights; and according to the Seventy, As of unicorns He built His sanctuary; while we understand
Notes, col. 937

On the reading

Printed βαθὺ, for βαθὺν.

PG 23:940Read from the page
μονοκέρωτας εἶναι τοὺς τὸ ἓν κέρας ἐπιγραφομένους κατ' οὐρανὸν, οὓς ἐδήλου λέγων ὁ Ἀπόστολος· Καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ἀλλὰ καὶ ἐν τῇ γῇ, φησὶν, ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Κατὰ δὲ τὸν Σύμμαχον, Ὡς τὴν γῆν, ἣν ἐθεμελίωσεν εἰς τὸν αἰῶνα. Τὸ γὰρ ἁγίασμα τὸ ἐν τῇ αἰσθητῇ καὶ ἐπιγείῳ Ἱερουσαλὴμ οὕτως ᾠκοδόμησεν εἰς τὴν γῆν. Ὥσπερ γὰρ ἡ γῆ μέση ἀπείληπται ὑδάτων κατὰ τὴν Γραφήν· οὕτω καὶ ἡ Ἱερουσαλὴμ μέση τῶν ἀλλοφύλων ἐθνῶν συνειστήκει. Διὸ λέλεκται ἐν προφητείαις· Αὕτη ἡ Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτήν. Εἶτ' ἐπὶ τούτοις· Ἐξελέξατο, φησὶ, Δαυῒδ τὸν δοῦλον αὐτοῦ, περὶ οὗ εἴρηται· Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, ἄνδρα κατὰ τὴν καρδίαν μου· ὃν ἐξελέξατο, οὐχ ὥστε πρῶτον ἐκ φυλῆς Ἰούδα βασιλεῦσαι μόνον, ἀλλὰ καὶ ὥστε ἄξιον κριθῆναι τοῦ προελθεῖν ἐκ σπέρματος αὐτοῦ τὸν Χριστὸν τοῦ Θεοῦ. Ἐξελέξατο δὲ αὐτὸν τῶν ἀδελφῶν πλειόνων ὄντων προκρίνας. Ἀνέλαβέ τε αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων, καὶ ἐξόπισθεν τῶν λοχευομένων. Ὁ γὰρ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνιστῶν πένητα, καὶ τὸν Δαυῒδ ταπεινὸν ὄντα καὶ ἀπεῤῥιμμένον, ὡς μηδὲ συγκαταριθμεῖσθαι τοῖς αὐτοῦ ἀδελφοῖς, μηδὲ εἰς ἄνδρα λογίζεσθαι, ἐξελέξατο προπαιδαγωγούμενον ἐν τῇ ποιμαντικῇ, καὶ διὰ τῆς τῶν λοχευομένων θρεμμάτων προνοίας τὸ ἐπιμελὲς τῶν δεομένων κηδεμονίας ἐκδιδασκόμενον. Ἔνθεν αὐτὸν ἀναλαβὼν ἐκ τῆς τῶν ἀλόγων προβάτων ποιμαντικῆς, προήγαγεν ὁ Θεὸς καὶ κατέστησε ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ. Ὡς γὰρ δοκιμὴν δεδωκότα ἐν τῇ τῶν ἀλόγων θρεμμάτων ποιμαντικῇ, ἐπὶ τὴν λογικωτέραν καθίστη ποίμνην. Ὅπως δ' ἐποίμαινε τὰ θρέμματα παρίστη λέγων αὐτὸς πρὸς τὸν Σαούλ· Ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ· καὶ ὅταν ἤρχετο ὁ λέων ἢ ἄρκος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ, καὶ ἐπάταξα αὐτὸν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ. Καὶ ἐπανίστατο ἐπ' ἐμὲ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ, καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτὸν, καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου. Καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς εἷς τούτων, ὃς ὠνείδισε παρατάξει Θεοῦ ζῶντος. Καὶ εἶπε Δαυΐδ· Κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, οὗτος ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. Διὰ γὰρ τούτων δοκιμὴν δεδωκότα πίστεως καὶ εὐσεβείας, τῆς τε τῶν ὑπ' αὐτὸν θρεμμάτων ἀλόγων προνοίας, ἐξελέξατο Θεὸς καὶ προήγαγεν ἐπὶ τὴν τῶν λογικωτέρων θρεμμάτων ἀρχήν. Ὁ δὲ, ὑποδεξάμενος τοὺς παραδοθέντας αὐτῷ, οὐκ ἀπηνῶς, οὐδὲ σκληρῶς, οὐδὲ ὑπερηφάνως, ἀλλ' ἐν ἀκακίᾳ τῆς καρδίας αὐτοῦ ἐποίμαινεν αὐτούς· ἢ κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, κατὰ τὴν ἁπλότητα τῆς καρδίας αὐτοῦ. Καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγη-
unicorns to be those who have the one horn inscribed in heaven, whom the Apostle indicated when he said: And to an assembly of myriads of angels, and to the Church of the firstborn who are enrolled in heaven (Heb. 12:22). Moreover, he says, in the earth He founded it for ever. And according to Symmachus, Like the earth, which He founded for ever. For thus in the earth did He build the sanctuary that was in the perceptible and earthly Jerusalem. For just as the earth is encompassed in the midst of waters according to the Scripture, so too Jerusalem stood in the midst of the foreign nations. Wherefore it has been said in the prophecies: This is Jerusalem; in the midst of the nations I have set her (Ezek. 5:5). Then upon these things: He chose, he says, David His servant, concerning whom it has been said: I have found David My servant, a man after My heart; whom He chose, not only so as first out of the tribe of Judah to reign as king, but also so as to be judged worthy that out of his seed the Christ of God should come forth. And He chose him, preferring him when his brothers were many. And He took him up from the flocks of sheep, and from behind the ewes giving birth. For He Who raises up the poor man from the earth and lifts up the needy from the dunghill also chose David, lowly as he was and cast aside, so as not even to be reckoned along with his own brothers, nor to be accounted a man, while he was being trained beforehand in the shepherd's art, and through his care for the ewes giving birth was being thoroughly taught diligence towards those in need of guardianship. Thence taking him up from the tending of irrational sheep, God brought him forward and appointed him to shepherd Jacob His servant and Israel His inheritance. For inasmuch as he had given proof of himself in the tending of irrational beasts, He set him over the more rational flock. And how he tended the beasts he himself set forth when speaking to Saul: Your servant was tending the flock for his father; and whenever the lion or a bear came, and took a sheep out of the herd, I went out after it, and smote it, and snatched it out of its mouth. And if it rose up against me, I seized it by its throat, and smote it and put it to death; both the lion and the bear your servant struck down. And the uncircumcised Philistine shall be as one of these, who has reproached the battle-line of the living God. And David said: The Lord, Who delivered me out of the paw of the lion and out of the paw of the bear, He will deliver me out of the hand of this uncircumcised Philistine (1 Sam. 17:34-37). Because through these deeds, therefore, he had given proof of faith and piety, and of care for the irrational beasts under him, God chose him and brought him forward to the rule over the more rational flock. And he, having received those committed to him, tended them not harshly, nor roughly, nor arrogantly, but in the innocence of his heart; or according to Aquila and Symmachus, according to the simplicity of his heart. And in the understandings of his hands he gui-
PG 23:941Read from the page
σεν αὐτούς. Κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ἐν φρονήσεσι ταρσῶν αὐτοῦ καθωδήγησεν αὐτούς. Κατὰ δὲ τὸν Σύμμαχον, Καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. Ἐποίμαινε τοίνυν ὁ Δαυῒδ τὴν ἀνθρωπίνην καὶ λογικὴν ποίμνην· ἀλλ' οὐκ ἐν σοφίᾳ ἀνθρωπίνῃ, οὐδὲ ἐν τῇ ἑαυτοῦ συνέσει, ἀλλ' ἐν ἀκακίᾳ καὶ ἁπλότητι, τὴν πᾶσαν ἐγχειρίζων τῷ Θεῷ φροντίδα. Τήν γε μὴν ἑαυτοῦ σύνεσιν διὰ τῶν χειρῶν ἐπεδείκνυτο, τουτέστι διὰ τῶν πράξεων καὶ διὰ τοῦ βίου, καὶ τῆς λοιπῆς πολιτείας. Καὶ μέχρι τούτου ἵσταται τὰ τῆς παρούσης ὑποθέσεως, κατηγορίαν περιέχοντα τῆς τοῦ Ἰουδαίων λαοῦ μοχθηρίας, διδασκαλίαν τε τῆς τοῦ Θεοῦ μακροθυμίας διὰ τὰς ἐν
ded them. And according to Aquila, And in the discretions of the palms of his hands he guided them. And according to Symmachus, And according to the cleanness of his hands he guided them. David, therefore, tended the human and rational flock; yet not in human wisdom, nor in his own understanding, but in innocence and simplicity, entrusting every care unto God. His own understanding, however, he displayed through his hands, that is, through his actions and through his life and the rest of his conduct. And up to this point stands the matter of the present argument, comprising an accusation of the wickedness of the people of the Jews, and a teaching of the long-suffering of God on account of the
ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. ΟΗʹ.
Psalm for Asaph. 78.
Ὁ Θεὸς, ἦλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ὅτι πρὸ τοῦ τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱερουσαλὴμ, γέγονεν ὁ Ἀσὰφ τῷ Δαυῒδ συνακμάσας, δῆλον ἐκ τῆς ἱστορίας. Προφητικῶς οὖν τὰ μέλλοντα μακροῖς ὕστερον χρόνοις συμβήσεσθαι καὶ διὰ τῶν παρόντων θεσπίζει. Ἀλλὰ διὰ μὲν τοῦ οʹ καὶ γʹ τὴν ὑστάτην τῆς πόλεως ἅλωσιν καὶ τὸν ἔσχατον ἀφανισμὸν τοῦ ναοῦ, τὸν ἐπὶ Ῥωμαίων γενόμενον μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν τῶν οἰκητόρων, προανεφώνει, ὡς προαποδέδεικται· διὰ δὲ τῶν μετὰ χεῖρας ἐπεληλυθέναι μὲν ἔθνη τῇ κληρονομίᾳ τοῦ Θεοῦ, καὶ τὸν ἐν αὐτῇ νεὼν μεμιαγκέναι, αὐτήν τε τὴν πόλιν εἰς ὀπωροφυλάκιον τεθεικέναι σημαίνει· οὐ μὴν πυρὶ παραδεδόσθαι τὸν τόπον, οὐδὲ τοιαῦτα πεπονθέναι ὁποῖα ἐδήλου διὰ τοῦ προλεχθέντος. Ἔτι δὲ διὰ τοῦ παρόντος προστίθησιν, ὡς ἄρα οἱ τὸν τόπον μιάναντες πολλοὺς ἀνεῖλον ὁσίους ἄνδρας καὶ Θεοῦ δούλους· ὧν τὰ νεκρὰ σώματα μὴ συγχωρήσαντες τῇ κατὰ φύσιν παραδοθῆναι ταφῇ, τοῖς πετεινοῖς τοῦ οὐρανοῦ βορὰν ἔθεντο. Ταῦτα δὲ οὐκ ἂν εὕροις πραχθέντα οὔτε κατὰ τὴν ὑστάτην πολιορκίαν τοῦ τόπου· ἐπεὶ μηδὲ ὑπῆρχεν τοῖς τότε παρ' αὐτοῖς ὁσίοις, τῶν τὴν πόλιν οἰκούντων, ἀνοσίων καὶ ἀσεβῶν ἁπάντων γεγονότων διὰ τὰ κατὰ τοῦ Σωτῆρος ἡμῶν κατά τε τῶν ἀποστόλων αὐτοῦ τετολμημένα αὐτοῖς. Ἀλλ' οὐδὲ ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας εὕροις ἂν τὰ μετὰ χεῖρας γενόμενα· ἐπεὶ μηδὲ τότε ὁσίους ἄνδρας καὶ θεοφιλεῖς ὑπὸ τῶν Βαβυλωνίων ἀνῃρῆσθαι ἡ ἱστορία παραδίδωσι. Πότε τοίνυν ἐπληροῦτο ταῦτα; Οὐκ ἔστιν ἕτερον εἰπεῖν χρόνον, ἢ τὸν ἐπὶ Ἀντιόχου, καθ' ὃν ἡ τῶν Μακκαβαίων γραφὴ τὰ μετὰ χεῖρας προλεγόμενα δι' ἔργων κεχωρηκότα δείκνυσι. Γέγραπται γοῦν ἐν αὐτῇ τοῦτον τὸν τρόπον· Καὶ ὑπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι τὴν Αἴγυπτον ἐν τῷ ρʹ καὶ μʹ καὶ γʹ ἔτει, καὶ ἀνέβη ἐπὶ Ἰσραὴλ ἐν ὄχλῳ βαρεῖ· καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ. Καὶ ἔλαβε τὸ θυμματήριον τὸ χρυσοῦν, καὶ τὴν λυχνίαν τοῦ φωτὸς, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν τράπεζαν τῆς προθέσεως, καὶ τὰ σπονδία, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας τὰς χρυσᾶς, καὶ τὸ
O God, the nations have come into Thy inheritance; they have defiled Thy holy temple; they have made Jerusalem into a watch-hut of an orchard. That Asaph lived and flourished contemporaneously with David before the temple in Jerusalem was built is plain from the history. Prophetically, therefore, through the present words as well, he foretells the things that were going to come to pass long ages afterwards. Now through the seventy-third psalm he proclaimed beforehand the final capture of the city and the ultimate destruction of the temple, which took place under the Romans after the audacity of its inhabitants against our Saviour, as has been demonstrated above; whereas through the words in hand he signifies that nations indeed came upon the inheritance of God, and defiled the temple within it, and turned the city itself into a watch-hut of an orchard, yet not that the place was given over to fire, nor that it suffered such things as he indicated through the aforesaid psalm. Moreover, through the present psalm he adds that those who defiled the place slew many holy men and servants of God; whose dead bodies they did not suffer to be committed to natural burial, but set them as food for the birds of heaven. Now you would not find these things done either at the final siege of the place, since this did not happen to the holy men who were then among them, inasmuch as the inhabitants of the city had all become unholy and impious on account of the things dared by them against our Saviour and against His apostles. Nor yet at the captivity into Babylon would you find the matters in hand to have taken place, since history does not record that at that time either holy and God-loving men were slain by the Babylonians. When, therefore, were these things fulfilled? One cannot name any other time than that under Antiochus, in which the Scripture of the Maccabees shows the things foretold in the passage in hand to have come to pass in deeds. At any rate, it is written therein in this manner: And Antiochus returned after smiting Egypt in the hundred and forty-third year, and went up against Israel with a heavy multitude; and he entered into the sanctuary in arrogance. And he took the golden altar of incense, and the lampstand of light, and all its vessels, and the table of the showbread, and the pouring-cups, and the bowls, and the golden censers, and the
Notes, col. 941

On the reading

Printed θυμματήριον, for θυμιατήριον.

PG 23:944Read from the page
καταπέτασμα, καὶ τοὺς στεφάνους, καὶ τὸν κόσμον τὸν κατὰ πρόσωπον τοῦ ναοῦ. Καὶ ἐλέπισε πάντα· καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἀποκρύφους, οὓς εὗρε. Καὶ λαβὼν σύμπαντα, ἐπιστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. Καὶ ἐποίησε φονοκτονίαν μεγάλην· καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραήλ. Καὶ ἔγραψεν ὁ βασιλεὺς πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας λαὸν ἕνα, καὶ ἐγκαταλιπεῖν ἕκαστος τὰ νόμιμα αὐτοῦ. Καὶ ἀπεδέξαντο πάντα τὰ ἔθνη τὸν λόγον τοῦ βασιλέως· καί γε πολλοὶ ἀπὸ υἱῶν Ἰσραὴλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ, καὶ ἔθυσαν τοῖς εἰδώλοις, καὶ ἐβεβήλωσαν τὸ Σάββατον. Καὶ μετὰ ταῦτα εἴρηται· Καὶ ᾠκοδόμησε βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον. Καί γε ἐν πόλεσι Ἰούδα κύκλῳ ᾠκοδόμησαν βωμούς· καὶ διὰ τῶν θυρῶν τῶν οἰκείων, καὶ ἐν ταῖς πλατείαις ἐθυμίων ἐπ' αὐτούς. Καὶ τὰ βιβλία τοῦ ψαλμοῦ ἃ εὗρον κατασχίσαντες, ἐνεπύρισαν ἐν πυρί. Καὶ ἐπιλέγεται· Καὶ πολλοὶ ἐν Ἰσραὴλ ὠχυρώθησαν ἐν αὐτοῖς τοῦ μὴ φαγεῖν κοινά. Καὶ ἀπεδέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσι τοῖς βρώμασι, καὶ ἀπέθανον. Καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ἰσραὴλ σφόδρα. Ταῦτα δὲ μακροῖς ὕστερον ἐπληροῦτο χρόνοις μετὰ τὰ Ἀσσύρια καὶ Μηδικὰ, καὶ μετὰ τὰ Περσικὰ καὶ μετὰ τὴν Ἀλεξάνδρου τοῦ Μακέδονος τελευτήν. Τό γε μὴν Πνεῦμα τὸ θεῖον διὰ τοῦ μετὰ χεῖρας προφήτου αὐτὰ δὴ ταῦτα θεσπίζει λέγον· Ὁ Θεὸς, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς
veil, and the crowns, and the ornament upon the front of the temple. And he stripped off everything; and he took the hidden treasures which he found. And having taken all things together, he turned back and departed to his own land. And he wrought a great bloodshed; and there was great mourning in Israel (1 Macc. 1:20-24). And the king wrote to his whole kingdom that all should be one people, and that each should forsake his own laws. And all the nations accepted the word of the king; and indeed many of the sons of Israel consented to his worship, and sacrificed to idols, and profaned the Sabbath (1 Macc. 1:41-43). And after these things it is said: And he built an abomination of desolation upon the altar. And in the cities of Judah round about they built altars; and at the doors of the houses, and in the streets, they burned incense upon them. And the books of the psalm which they found they tore in pieces and burned with fire (1 Macc. 1:54-56). And it is subjoined: And many in Israel fortified themselves among themselves not to eat unclean things. And they chose to die that they might not be defiled with the meats, and they died. And there came very great wrath upon Israel (1 Macc. 1:62-64). Now these things were fulfilled long ages afterwards, after the Assyrian and Median empires, and after the Persian affairs and after the death of Alexander the Macedonian. Yet the divine Spirit through the prophet in hand foretells these very things, saying: O God, the nations have entered into Thy inheritance; they have defiled Thy holy temple; they have made Jerusalem into
Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; Δοκεῖ μοι ὁ προφήτης Ἀσὰφ μετὰ τὴν τοῦ Ἰουδαίων ἔθνους κατηγορίαν, ἣν πεποίηται ἐν τῷ πρὸ τούτου, τὰ προκείμενα καὶ ἀκολούθως ἐπάγειν, ἐξιλεούμενα ὥσπερ καὶ θεραπεύοντα τὰ διὰ τῶν ἔμπροσθεν ἐληλεγμένα. Καταλέγει γοῦν τοὺς ὑπὲρ εὐσεβείας θανάτους τῶν παρ' αὐτοῖς Ἰουδαίοις μεμαρτυρηκότων· ὧν τὰ θνησιμαῖα οἱ ἐχθροὶ τοῦ Θεοῦ ἔθεντο βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τὰς σάρκας τῶν ὁσίων τοῦ Θεοῦ τοῖς θηρίοις τῆς γῆς. Εὐκαίρως τοίνυν ἐπὶ τούτοις ἱλάσκεται τὴν Θεὸν, ὡσανεὶ θυσίας αὐτῷ προσενηνεγμένης τοῦ θανάτου τῶν ὁσίων αὐτοῦ. Διό φησιν· Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; Ἀναπέμπων τὸν λόγον ἐπὶ τὴν μνήμην τῶν ἔμπροσθεν, δι' ὧν εἴρητο· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Βούλεται γὰρ τὴν εἰς τέλος ἀπόπτωσιν καὶ ἀποβολὴν τοῦ λαοῦ ἐπισχεθῆναι, καὶ τὰ τῆς ὀργῆς παύσασθαι διὰ τῆς μνήμης τοῦ αἵματος τῶν ὁσίων αὐτοῦ. Κατ' ἀμφότερον δὲ ἀκούσῃ τὸ, Ἕως πότε, Κύριε,
How long, O Lord, will Thou be angry unto the end, shall Thy jealousy burn like fire? It seems to me that the prophet Asaph, after the accusation of the nation of the Jews which he made in the preceding psalm, introduces the words before us also in due sequence, propitiating as it were and healing the offences rebuked through what went before. Accordingly he recounts the deaths for piety's sake of those among the Jews themselves who had borne witness as martyrs; whose carcasses the enemies of God set as food for the birds of heaven, and the flesh of the holy ones of God for the wild beasts of the earth. Seasonably, therefore, over these things he propitiates God, as though the death of His holy ones had been offered unto Him as a sacrifice. Wherefore he says: How long, O Lord, will Thou be angry unto the end? — referring his discourse back to the remembrance of what went before, whereby it had been said: Why, O God, have Thou cast off unto the end? (Ps. 73:1). For he desires that the final falling away and rejection of the people be stayed, and that the effects of wrath cease through the remembrance of the blood of His holy ones. And in both ways you may understand the words, How long, O Lord,
Notes, col. 944

On the reading

Printed Μακέδονος, for Μακεδόνος.

Printed τὴν Θεὸν, for τὸν Θεὸν.

PG 23:945Read from the page
ὀργισθήσῃ εἰς τέλος; καὶ κατὰ τοὺς ἑξῆς ἐπιλεγομένους, Ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; Ἕως πότε γὰρ καὶ τοῦτο ἔσται; Λέλεκται δὲ ὁ ζῆλος κατὰ παραβολὴν τῶν δι' ὑπερβολὴν διαθέσεως ζηλούντων τὰς ἑαυτῶν γαμετὰς, εἰ προσέχοιεν ἑτέροις ἀνδράσιν· οὕτω γοῦν καὶ ἐπὶ τοῦ Θεοῦ τὴν ἐκδίκησιν τῶν τὰς πρὸς αὐτὸν συνθήκας παραβαινόντων ζῆλον εἴωθε καλεῖν ὁ λόγος. Ἱκετεύει τοίνυν ὁ Προφήτης ἤτοι ἐξ ἰδίου προσώπου, ἢ καὶ ὡς ἐκ τῶν κατὰ τοὺς Ἀντιόχου χρόνους διασωθέντων, μετὰ τὴν πρόῤῥησιν τῶν μελλόντων ἔσεσθαι κατὰ Ἀντίοχον τὸν τῆς Συρίας βασιλέα, καθ' ὃν οἱ ὅσιοι τοῦ Θεοῦ τὸν ὑπὲρ εὐσεβείας θάνατον ὑπομεμενήκασι, παύσασθαι μὲν τὰ τῆς ὀργῆς τῆς κατὰ τοῦ λαοῦ, μετελθεῖν δὲ τοὺς ἐχθροὺς αὐτοῦ. Διό φησιν· Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν. Κατὰ καιρὸν δὲ ἐν τούτοις τοῦ Ἰακὼβ οἶμαι πεποιῆσθαι τὴν μνήμην τῆς τοῦ παλαιοῦ προπάτορος θεοσεβείας ἕνεκα. Ὡς γὰρ ὑπομιμνήσκων τὸν Θεὸν τοῦ θεοφιλοῦς ἀνδρὸς καὶ τῆς ἐκείνου ἀρετῆς, δυσωπεῖ διὰ τῆς ἐκείνου μνήμης, καὶ ἱλεοῦται τὰ παρόντα. Ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ, ὁπηνίκα τοῦ Ἰωσὴφ ἐμνημόνευεν, οὐ τὸν Ἰωσὴφ, ἀλλὰ τὸ σκήνωμα αὐτοῦ ἀποβεβλῆσθαι ἔλεγε διὰ τοῦ· Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραΐμ οὐκ ἐξελέξατο, τοῦ λόγου σημαίνοντος τὸν ἐν Σηλὼμ τόπον· ἐπείπερ ἐν κλήρῳ τῆς φυλῆς Ἰωσὴφ ἔκειτο ἡ Σηλώμ· ἐν τούτοις δὲ τοῦ Ἰακὼβ μέμνηται καὶ τοῦ τόπου αὐτοῦ· διὰ μὲν τοῦ Ἰακὼβ τοὺς ἀπογόνους τοῦ θεοφιλοῦς ἀνδρὸς δηλῶν, διὰ δὲ τοῦ τόπου αὐτοῦ τὴν Ἱερουσαλὴμ σημαίνων, ἣν εἰς ἔρημον ἐλθεῖν κατὰ τοὺς Ἀντιόχου συνέβη χρόνους. Εἶθ' ἑξῆς ἐπιλέγει· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Οἱ δ' ὑπὲρ ἀρχαίων ἁμαρτημάτων εὐχόμενοι δῆλοι ἂν εἶεν μὴ νεωτέροις ἐνεχόμενοι πταίσμασιν. Ἀντὶ δὲ τοῦ, Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα, ὁ Σύμμαχος, Τάχυνον, προκαταλαβέτω ἡμᾶς τὰ ἐλέη σου, ὅτι ἠτονήσαμεν σφόδρα, ἡρμήνευσεν. Ὥσπερ δὲ ἀθλητὴς, πολλοὺς ὑποστὰς ἀγῶνας καὶ ἄθλους ὑπομείνας πολλοὺς ἐν φροντίδι καθέστηκε, μή πη ἐξατονήσας πέσῃ· τὸν αὐτὸν τρόπον καὶ οἵδε ἱκετεύουσι προκαταληφθῆναι καὶ βοηθείας τυχεῖν. Διό φασι· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δοξῆς τοῦ ὀνόματός σου· Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Καὶ ταῦτα ὁ Προφήτης ἐκ προσώπου τῶν κατὰ Ἀντίοχον βασιλέα δεδιωγμένων προφέρεται· προφητικῶς τὴν εὐχὴν διὰ τῆς γραφῆς τοῖς μέλλουσι διώκεσθαι καταλιπὼν, ὡς ἂν ἔχοιεν ἐξ ἑτοίμου εἰδέναι, ὁποίοις προσήκει κεχρῆσθαι αὐτοὺς λόγοις ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς. Οὐ μὴν εἰς ἐκείνους μόνους ἵσταται τὰ λεγόμενα· ἁρμόσειε δὲ καὶ πᾶσι τοῖς τὰ παραπλήσια πεπονθόσι, ἐπεὶ καὶ ἐν τοῖς καθ' ἡμᾶς διωγμοῖς, μυ-
will Thou be angry unto the end? and according to the words subjoined next, Shall Thy jealousy burn like fire? — that is: For how long shall this too be? Now jealousy has been spoken of by way of comparison with those who, through excess of affection, are jealous over their own wives if they pay heed to other men; so at any rate in the case of God as well, Scripture is accustomed to call His vengeance upon those who transgress their covenants with Him jealousy. The Prophet, therefore, entreats either in his own person, or else as in the person of those preserved during the times of Antiochus, after the prediction of the things that were going to take place under Antiochus the king of Syria, under whom the holy ones of God endured death for piety's sake, that the effects of wrath against the people may cease, and that He may visit vengeance upon His enemies. Wherefore he says: Pour out Thy wrath upon the nations that do not know Thee, and upon kingdoms that have not called upon Thy name. For they have devoured Jacob, and laid waste his place. Seasonably, I think, mention of Jacob has been made in these words on account of the godliness of the ancient forefather. For reminding God, as it were, of that God-loving man and of his virtue, he entreats Him through his remembrance and renders Him propitious towards present circumstances. In the preceding psalm, when he mentioned Joseph, he said that not Joseph himself, but his tent had been cast away, through the words: And He cast off the tent of Joseph, and chose not the tribe of Ephraim (Ps. 77:67), the word signifying the place in Shiloh, inasmuch as Shiloh lay in the lot of the tribe of Joseph; whereas in these words he makes mention of Jacob and of his place, indicating through Jacob the descendants of that God-loving man, and through his place signifying Jerusalem, which it befell to come into desolation in the times of Antiochus. Then next he subjoins: Remember not our ancient iniquities. Now those who pray on behalf of ancient sins would plainly be persons not held fast in more recent transgressions. And instead of Let Thy compassions speedily overtake us, for we have become exceedingly poor, Symmachus rendered, Make haste, let Thy mercies overtake us, for we have become exceedingly weak. Just as an athlete, having undergone many contests and endured many struggles, stands in anxiety lest haply, growing utterly exhausted, he should fall, in the very same manner these men also entreat that they may be overtaken beforehand and obtain help. Wherefore they say: Let Thy compassions speedily overtake us, for we have become exceedingly poor. Help us, O God our Saviour, for the sake of the glory of Thy name; O Lord, deliver us, and be propitious unto our sins for Thy name's sake. And these things the Prophet utters in the person of those persecuted under King Antiochus, prophetically leaving behind the prayer in writing for those who were going to be persecuted, so that they might readily know what sort of words it befitted them to use in their prayers unto God. Yet what is said does not stop with those men alone, but would also suit all who have suffered like things, since in the persecutions of our own days as well, count-
Notes, col. 945

On the reading

Printed δοξῆς, for δόξης.

PG 23:948Read from the page
ρίοι τὰ ὅμοια τοῖς προλεχθεῖσιν ὑπομεμενήκασιν· οἳ καὶ εὐκαίρως χρήσαιντο ταῖς προκειμέναις φωναῖς, ἐν αἷς διδασκόμεθα λέγειν· Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς. Κἂν γὰρ ἡμεῖς μὴ ἄξιοι ὦμεν βοηθείας, ἀλλὰ τό γε ὄνομα τῆς σῆς δόξης μὴ βλασφημείσθω παρὰ τοῖς ἔθνεσιν, ὡς μὴ ἰσχῦσαν ἡμᾶς ῥύσασθαι· Καὶ ἱλάσθητι, δέ φησι, ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Ἀνωτέρω μὲν οὖν ἐλέγετο· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων· ἀλλ' ἐκεῖ μὲν ἀνομιῶν· ἀνομίαι δὲ ἦσαν πάλαι ἡμῖν πεπραγμέναι πρὸ τῆς τοῦ θείου νόμου ὑπακοῆς, αἵτινες εἰκότως ἀρχαῖαι εἴρηνται. Πρὸς γὰρ τῆς τοῦ Θεοῦ γνώσεως τὰ πλημμελούμενα ἡμῖν ἀνομήματα ἦν ἀρχαῖα· νῦν δὲ, ὅτε τὰ τῆς εὐχῆς ἀναπέμπομεν, οὐκέτι μὲν ἀνομίας, ἁμαρτίας δὲ ἑαυτοῖς συνοίδαμεν· ἀλλὰ καὶ ταύτας ἱλασθῆναι ἀξιοῦμεν διὰ τὸ ἐπικεκλημένον ἡμῖν σὸν ὄνομα. Τοῦ γὰρ σαυτοῦ φειδόμενος ὀνόματος τοῦ κοσμοῦντος ἡμᾶς, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, μήποτε, λαβόντες ἡμᾶς ὑποχειρίους οἱ ἐχθροὶ, βλασφημήσωσι τὸ σὸν ὄνομα λέγοντες· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ἀλλὰ γὰρ τοῦτο μὲν, ποῦ, εἰπεῖν αὐτοῖς μὴ συγχωρηθείη· ἐμφανὴς δὲ γενόμενος σὺ αὐτὸς ὁ Σωτὴρ ἡμῶν τὴν ἐκδίκησιν ποίησαι τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου. Ταῦτα λέγειν ἐν εὐχαῖς παιδευόμεθα κατὰ τοὺς τῶν διωγμῶν καιροὺς, ἀντὶ θυσίας καὶ ὁλοκαυτωμάτων τὰ αἵματα τῶν ἁγίων μαρτύρων προβαλλόμενοι, καὶ τοιαύτας ἀναπέμποντες ἱκετηρίας. Ταῦτα δὲ καὶ πρὸ ἡμῶν οἱ ἐν τῷ Ἰουδαίων ἔθνει τὰ ὅμοια πεπονθότες κατὰ τὸν δηλωθέντα καιρὸν λέγειν ἐδιδάσκοντο· καθ' ὃν παρ' αὐτοῖς γενναῖοι μάρτυρες ἀπεδείχθησαν. Ὧν μέμνηται ἡ γραφὴ τῶν καλουμένων Μακκαβαίων· ἐν οἷς ἦν Ἐλεάζαρός τις, ἐπιφανὴς ἀνὴρ, προβεβηκὼς μὲν τὴν ἡλικίαν, τὸ δὲ μετ' εὐκλείας θάνατον τῆς ζωῆς αὐτῆς προτιμήσας ὑπὲρ τῆς εἰς τὸν Θεὸν εὐσεβείας. Ἀλλὰ καὶ μήτηρ ἑπτὰ παίδων θαυμασία τις καὶ ὑπὲρ πάντα λόγον ἐναθλήσασα τῷ μαρτυρίῳ· παῖδές τε ταύτης ἑπτὰ διαφόροις ὑποστάντες ἄθλοις, ἐξαίσιον ἀρετὴν καρτερίας ἐνεδείξαντο. Ἄλλοι τε παρὰ τούτοις πλεῖστοι ὅσιοι, ὧν τῆς τελευτῆς καὶ τῶν αἱμάτων τῆς ἐκχύσεως διὰ τῆς εὐχῆς μνημονεύων ὁ λόγος φησί· Καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου. Οἱ μὲν τὰ αἵματα ἑαυτῶν ὥσπερ σπονδὰς ὑπὲρ τοῦ παντὸς ἔθνους ἐκδεδώκασιν· οἱ δὲ, μὴ τὰ ὅμοια τούτοις πεπονθότες, ἄλλῳ τρόπῳ τὸν ὑπὲρ εὐσεβείας ὑπέμειναν ἀγῶνα, ἔργοις καὶ δεσμοῖς πεδούμενοι. Ὧν καὶ αὐτῶν τοὺς στεναγμοὺς καὶ τὰς ὀδύνας καὶ τοὺς πόνους εὐκαίρως διὰ τῆς εὐχῆς ἀναμιμνήσκει λέγων· Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων. Πεπεδημένους δὲ οὐκ ἂν ἁμάρτοις εἰπὼν καὶ τοὺς ἐν τοῖς θνητοῖς σώμασι πάντα τὸν τῆς ζωῆς αὐτῶν βίον κατατρυχομένους. Ὁποῖος ἦν Παῦλος λέγων· Ἡμεῖς οἱ ζῶντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι· καὶ πάλιν· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ
less persons have endured things like those spoken of above; who might also seasonably use the expressions before us, wherein we are taught to say: For the sake of the glory of Thy name, O Lord, deliver us. For even though we be unworthy of help, yet let not the name of Thy glory be blasphemed among the nations, as though it had not been strong enough to deliver us; And be propitious, he says, unto our sins for Thy name's sake. Above, indeed, it was said: Remember not our ancient iniquities; yet there it said of iniquities, and iniquities were deeds committed by us long ago before our obedience to the divine law, which have reasonably been called ancient. For prior to the knowledge of God the transgressions committed by us were ancient iniquities; whereas now, when we send up the words of our prayer, we are conscious within ourselves no longer of iniquities, but of sins; yet even these we ask to be forgiven for the sake of Thy name which has been invoked upon us. Sparing, therefore, Thine own name which adorns us, be propitious unto our sins, lest haply, taking us into their power, the enemies blaspheme Thy name, saying: Where is their God? Nay, let it not be permitted them to utter this Where, but becoming manifest, do Thou Thyself, our Saviour, avenge the blood of Thy servants that has been poured out. These words we are taught to say in prayers in the times of persecutions, putting forward in place of sacrifice and whole burnt-offerings the blood of the holy martyrs, and sending up such supplications. And before us also those in the nation of the Jews who suffered like things at the time indicated were taught to say these words; at which time noble martyrs were proved among them. Of whom the Scripture of the so-called Maccabees makes mention; among whom was a certain Eleazar, an illustrious man, advanced in age, who preferred a glorious death before life itself on behalf of piety towards God (2 Macc. 6:18-31). Moreover, there was a certain marvellous mother of seven children who contended beyond all description in martyrdom; and her seven children, undergoing diverse contests, displayed an extraordinary virtue of endurance (2 Macc. 7:1-41). And besides these there were very many other holy men, of whose death and shedding of blood the word makes mention through the prayer, saying: And let the avenging of the blood of Thy servants that has been poured out be made known among the nations before our eyes. Some gave up their own blood like drink-offerings on behalf of the whole nation; while others, not having suffered the same things as these, endured in another way the contest on behalf of piety, being fettered in labours and bonds. Of these men too he seasonably recalls through the prayer the groanings and pains and toils, saying: Let the groaning of the fettered enter in before Thee. Now you would not err in calling fettered also those who in mortal bodies are worn down throughout the whole course of their life; such as was Paul when he said: We who are in this tent groan, being burdened (2 Cor. 5:4); and again: Wretched man that I am, who shall deliver me out of the
Notes, col. 948

On the reading

Printed Πρὸς, for Πρὸ.

Printed τὸ, for τὸν.

Printed αὐτῆς, for αὐτοῦ.