Migne Reading Room

PG 23 · cols. 865–876 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:865Read from the page
καὶ ἐφ' ἡμῶν ἱκετεύομεν. Ἐπειδὴ καὶ νῦν οἱ ἐχθροὶ καὶ οἱ πολέμιοι, οὐχ ἡμᾶς τοὺς πολεμηθέντας καὶ ὑποχειρίους αὐτοῖς γενομένους, ἀλλὰ σὲ τὸν Θεὸν ἡμῶν ὀνειδίζουσι· καὶ λαὸς ἄφρων ὁ σὲ τὸν Θεὸν μὴ εἰδὼς, ἐπὶ δαίμοσι δὲ καὶ πολυθέῳ πλάνῃ καυχώμενος, οὐχ ἡμᾶς, ἀλλὰ σὲ καὶ τὸ σὸν ὄνομα παρώξυνεν· οὗ χάριν δεόμεθα καὶ ἀντιβολοῦμεν, μὴ ἐκδότους παραδοῦναι τοῖς ἀπηνέσι θηρσὶ τὰς ψυχὰς τῶν ἐξομολογουμένων σοι, μηδὲ λήθην ποιήσασθαι εἰς τὸ παντελὲς, μὴ βορὰ γενώμεθα θηρίων ψυχὰς ἐσθίειν πεφυκότων· ὁποῖαί εἰσιν αἱ ἀντικείμεναι δυνάμεις, αἱ τῶν ψυχῶν τῶν ἀνθρωπίνων ἐπίβουλοί τε καὶ πολέμιοι· ἀλλὰ γὰρ ἐπίβλεψον εἰς τὴν διαθήκην σου, καὶ μνήσθητι τῆς συνθήκης σου, δι' ἧς ηὐδόκησας σῶσαι τὸ τῶν ἀνθρώπων γένος, καινὴν διαθήκην αὐτοῖς διὰ τοῦ Χριστοῦ σου δεδωρημένος. Εἰ γὰρ καὶ τὰ μάλιστα γεγόνασί τινες ἐσκοτισμένοι τὴν διάνοιαν καὶ οἴκῳ ἀνομιῶν πεπληρωμένοι, μὴ παραδεξάμενοι τὸν Χριστόν σου, ἀλλὰ σὺ ὡς φιλάνθρωπος Θεὸς τῶν σῶν πτωχῶν μὴ ἀποστραφῇς τὰς ἱκετηρίας. Τίνες δ' ἂν εἶεν οἱ πτωχοὶ οἱ ταῦτα ὑπὲρ παντὸς εὐχόμενοι τοῦ λαοῦ, ἀλλ' οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι πρὸς οὓς ἐλέγετο· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν; Τούτοις γὰρ καὶ Ἠσαῖας ἐμαρτύρει ἐκ προσώπου λέγων τοῦ Χριστοῦ· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. Οὗτοι γοῦν ὑπερηύχοντο τοῦ παντὸς λαοῦ, μονονουχὶ φήσαντες ἂν οἱ πάντες αὐτοὶ ὁμοίως Παύλῳ τό· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελ-
in our case also we supplicate. Since now too the enemies and foes reproach not us who have been warred against and have become subject to them, but Thee our God; and a foolish people that knows not Thee, O God, and boasts in demons and polytheistic error, provoked not us, but Thee and Thy name; for the sake of which we pray and entreat Thee not to deliver over given up to the cruel wild beasts the souls of those who confess to Thee, nor to make forgetfulness utterly, lest we become food of wild beasts whose nature is to eat souls; of what sort are the opposing powers, the plotters and foes of human souls; nay rather, look upon Thy covenant, and remember Thy compact, through which Thou wast well pleased to save the race of men, having bestowed upon them a new covenant through Thy Christ. For even though ever so much there have been certain men darkened in their understanding and filled with a house of iniquities, not having received Thy Christ, yet do Thou as a God who lovest mankind not turn away from the supplications of Thy poor. And who would the poor be who pray these things on behalf of all the people, save the disciples and apostles of our Saviour unto whom it was said: Blessed are the poor in spirit, for yours is the kingdom of heaven? For to these Esaias also bore witness, saying from the person of Christ: The Spirit of the Lord is upon me, wherefore He anointed me; to preach good tidings to the poor He has sent me. These men, at all events, prayed on behalf of all the people, all of them themselves all but saying like Paul the saying: I could pray to be accursed on behalf of the
Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου, μνήσθητι τῶν ὀνειδισμῶν σου, τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἐχθρῶν σου, ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διαπαντός. Ἐπειδὴ οὐχ ἡμεῖς ἠδικήμεθα ἀλλὰ σύ· σὲ γὰρ ὠνείδισεν ὁ ἐχθρὸς, καὶ λαὸς ἄφρων τὸ σὸν ὄνομα παρώξυνε· τούτου χάριν ἀνάστηθι, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην σου. Κατὰ δὲ τὸν Σύμμαχον· Στῆθι, ὁ Θεὸς, προμάχησον τῆς μάχης σου, καὶ μνημόνευσον τοῦ ὀνείδους σου παρὰ ἄφρονος τοῦ διὰ πάσης ἡμέρας. Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν πολεμίων σου, ἤγουν τῶν ἀνθεστηκότων σοι, μέχρις οὗ ἀναβαίνοντος ἀδιαλείπτως; Καὶ μέχρι τούτων ἵσταται ὁ λόγος παρακαλῶν τὸν Θεὸν διαναστῆναι καὶ δικάσαι τὴν δίκην αὐτοῦ, μνησθῆναί τε τοῦ ὀνειδισμοῦ τῶν ἀφρόνων, μηδὲ λήθῃ παραδοῦναι τὰς φωνὰς τῶν ἐχθρῶν καὶ τὰς ὑπερηφανίας τῶν διαπαντὸς ἐπαιρομένων. Οὐ μὴν ἐπισυνῆπται τούτοις ἑξῆς χρηστοτέρα τις ἀπόκρισις, οὐδὲ ἀγαθῶν ἐπαγγελία τοῖς δεηθεῖσιν, ὅπερ ἔστιν ἐφ' ἑτέρων εὑρεῖν. Διόπερ ἀρχόμενος ὁ λόγος ἀπωσμὸν εἰς τέλος ἐθέσπισε τοῖς δηλουμένοις, καὶ δι' ὅλου τὸ, εἰς τέλος, ἐπῆγε τῇ τῶν σκυθρωπῶν προῤῥήσει. Ἔνθεν ὁρμώμενος καὶ ὁ θεῖος Ἀπόστολος, γράφων περὶ αὐτῶν ἔλεγε τὸ, Ἔφθασε δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
Arise, O God, plead Thy cause, remember Thy reproaches, those that come from a fool all the day long. Forget not the voice of Thine enemies; the pride of those who hate Thee has gone up continually. Since it is not we who have been wronged, but Thou; for the enemy reproached Thee, and a foolish people provoked Thy name; for this sake arise, O God, and plead Thy cause. And according to Symmachus: Stand, O God, fight in defence of Thy battle, and remember Thy reproach from a fool throughout all the day. Forget not the voice of Thy foes, that is to say, of those who have stood against Thee, until when going up unceasingly? And as far as these things the discourse stands, exhorting God to rise up and plead His cause, and to remember the reproach of the fools, and not to deliver over to forgetfulness the voices of the enemies and the prides of those lifted up continually. Yet no kinder answer is subjoined to these things next, nor a promise of good things to those who made supplication, which very thing may be found in the case of other psalms. Wherefore as it began the discourse foretold a casting off unto the end for the men made plain, and throughout brought in the phrase, unto the end, upon the prediction of sad things. Starting hence, the divine Apostle also, writing concerning them, spoke the saying, And wrath has come unto them unto the end.
PG 23:868Read from the page
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡῌΣ, ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. ΟΔʹ.
Unto the end, destroy not, a Psalm for Asaph. 74.
Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. Ἀντὶ τοῦ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ὁ Σύμμαχος, Ἐπινίκιος περὶ ἀφθαρσίας ψαλμὸς τοῦ Ἀσὰφ, ἡρμήνευσεν. Οὐκοῦν περὶ ἀφθαρσίας ὁ λόγος τῆς τοῖς δικαίοις ἀποκειμένης, οἷς καὶ τὰ τῆς νίκης ἀποτεθησαύρισται βραβεῖα. Διὸ καὶ ἐπινίκιος εἴρηται· ἀναπέμπει δὲ ἡμᾶς καὶ εἰς τὸ τέλος, περὶ οὗ φησιν ὁ Ἀπόστολος· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Εἰς ἐκεῖνο γὰρ τὸ τέλος οἱ κατὰ τὸν ἐνεστῶτα αἰῶνα τὸν καλὸν ἀγῶνα νενικηκότες τῆς ἀφθάρτου ζωῆς τεύξονται· ὃ δὴ πρὸς τοῖς τελευταίοις καὶ ὁ μετὰ χεῖρας λόγος παρίστησι λέγων· Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου. Συμφώνως γὰρ τῷ Ἀποστόλῳ ὁ παρὼν λόγος κλασθήσεσθαι τὰ κέρατα εἰπὼν, ἐπήγαγε τὸ, Ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου· καὶ τοῦτ' ἔστι τὸ τῆς παρούσης προφητείας συμπέρασμα. Διὸ καὶ ψαλμὸς καὶ ᾠδὴ κατὰ τὸ αὐτὸ ὠνόμασται· ἐκ προσώπου δὲ τῶν δικαίων τὴν καταρχὴν ποιεῖται εἰπών· Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. Μόνοις γὰρ αὐτοῖς πρέπει ἡ εὐχαριστήριος ἐξομολόγησις, καθ' ἣν καὶ ὁ Σωτὴρ ἐξωμολογεῖτο ἐν Εὐαγγελίοις πρὸς τὸν Πατέρα φάσκων· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Πρῶτον δὲ ἐξομολογοῦνται, εἶτα ἐπικαλοῦνται τὸ ὄνομα αὐτοῦ, διὰ τῆς τοιᾶσδε ἐπικλήσεως παρὰ τῷ Θεῷ τευξόμενοι σωτηρίας, κατά τὸ φάσκον λόγιον· Καὶ πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Δύναται δὲ ὁ λόγος διδασκαλικὸς εἶναι ἐξομολογήσεως τῶν ἐν τῷ πρὸ τούτου ἀποκλαυσαμένων τὴν πτῶσιν τῆς Ἱερουσαλὴμ καὶ τὴν ἐσχάτην αὐτῆς πολιορκίαν. Οἱ γὰρ εἰρηκότες ἐν τοῖς ἔμπροσθεν, Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; καὶ τὰ ἑξῆς, διδάσκονται νῦν ἐξομολογεῖσθαι τῷ Θεῷ καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ διττός ἐστιν ὁ τῆς ἐξομολογήσεως
We will confess to Thee, O God, we will confess to Thee, and we will call upon Thy name. Instead of Unto the end, destroy not, Symmachus rendered it: A triumphal psalm of Asaph concerning incorruption. Therefore the discourse concerns the incorruption laid up for the righteous, for whom the prizes of victory also have been treasured up. Wherefore it has also been called triumphal; and it also refers us to the end, concerning which the Apostle says: Then the end, when He delivers up the kingdom to God and the Father, when He abolishes every rule and every authority and power. For He must reign until He puts all the enemies under His feet. The last enemy to be abolished is death. For unto that end those who in the present age have won the good contest will obtain the incorruptible life; which very thing towards its close the discourse in hand also sets forth, saying: And all the horns of sinners I will crush, and the horns of the righteous one shall be exalted. For in harmony with the Apostle, the present discourse, having said that the horns will be broken, added, The horns of the righteous one shall be exalted; and this is the conclusion of the present prophecy. Wherefore it has been named both a psalm and an ode at the same time; and it makes its beginning in the person of the righteous, saying: We will confess to Thee, O God, we will confess to Thee, and we will call upon Thy name. For to them alone belongs the confession of thanksgiving, according to which the Saviour also confessed in the Gospels to the Father, declaring: I confess to Thee, Father, Lord of heaven and of earth. First they confess, then they call upon His name, being about to obtain salvation from God through such an invocation, according to the oracle that declares: And everyone whoever calls upon the name of the Lord shall be saved. And the discourse can also be instructive of confession for those who in the psalm before this bewailed the fall of Jerusalem and its final siege. For those who said in what went before, Why, O God, hast Thou rejected unto the end, was Thy wrath angered against the sheep of Thy pasture? and what follows, are now taught to confess to God and to call upon His name. Since twofold is the [mode] of confession
Διηγήσομαι τὰ θαυμάσιά σου, ὅταν ἐκλάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Θεοῦ φωνὰς εἶναι τὰς προκειμένας ὁ νοῦς τῶν λεγομένων παρίστησι. Τὸ γὰρ, Ἐγὼ εὐθύτητας κρινῶ, καὶ πάλιν τὸ, Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, δῆλον δ' ὅτι τῆς γῆς, καὶ ἑξῆς τὸ, Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω, τίνι ἂν ἁρμόζοι λέγειν ἢ Θεῷ; Εἰ τοίνυν ἐκ προσώπου τοῦ Θεοῦ ταῦτα λέγεται, πῶς ἕτερος εἰδὼς Θεὸν, ὡς πρὸς αὐτὸν ἀναφωνεῖ
I will recount Thy wondrous works; when I take an appointed time, I will judge uprightnesses. That the words set before us are utterances of God, the sense of what is said establishes. For I will judge uprightnesses, and again, I made firm its pillars, manifestly those of the earth, and next, And all the horns of sinners I will break, to whom could it be fitting to say these things save to God? If then these things are spoken in the person of God, how does another, knowing God, cry out as though towards Him
Notes, col. 868

On the reading

Printed κατά τὸ, for κατὰ τὸ.

PG 23:869Read from the page
λέγων· Διηγήσομαι τὰ θαυμάσιά σου ὅταν λάβω καιρὸν, καὶ ἐπιφέρει· Ὅτι ὁ Θεὸς κριτής ἐστι· καὶ πάλιν, Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου; Πῶς δὲ πρὸς τούτοις ἅπασιν ἐπιλέγει· Ἐγὼ δὲ ἀναγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακὼβ, καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω; Ὅρα τοίνυν εἰ μὴ διὰ τούτων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰς οἰκείας ἐνεργείας διδάσκει τὴν τοῦ Πατρὸς διεξιὼν θεολογίαν. Φησὶ γοῦν· Διηγήσομαι τὰ θαυμάσιά σου ὅταν λάβω καιρόν. Ὁ μὲν Ἀκύλας, Ὅταν λάβω συνταγάς· ὁ δὲ Σύμμαχος, Ὅταν λάβω τὴν συναγωγήν. Καί μοι δοκεῖ εὐκαίρως εἰρηκέναι τὸ, Ὅταν λάβω συνταγὰς, ἢ, τὴν συναγωγήν. Ἐπαγγέλλεται γὰρ καιροῦ λαβόμενος πάντα τὰ θαυμάσια τοῦ Πατρὸς διηγήσασθαι ἐπὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἣν αὐτὸς ὁ Πατὴρ ἐπηγγέλλετο αὐτῷ εἰπών· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ὅταν οὖν λάβω, φησὶ, ταύτην τὴν συνταγὴν, καὶ ἐπειδὰν τύχω τούτου τοῦ καιροῦ, τηνικαῦτα παρ' αὐτοῖς τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσι διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Οἷς ἐπιλέγει· Ἐγὼ εὐθύτητας κρινῶ. Δικαιοσύνης γὰρ καὶ εὐθύτητος ἔργον τὸ μὴ Ἰουδαίους μόνους προσίεσθαι, μηδὲ τὸ ἐξ Ἀβραὰμ γένος κατὰ τὴν Μωσέως κλῆσιν, ἀλλ' ἐξ ἁπάντων τῶν ἐθνῶν τὴν ἐκλογὴν ποιεῖσθαι τῶν σωζομένων. Διόπερ ὁ Πέτρος ἐν ταῖς Πράξεσιν ἀναγέγραπται εἰρηκώς· Ἐπ' ἀληθείας οἶδα, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός· ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν δεκτός ἐστιν αὐτῷ. Καὶ ὁ Παῦλος δὲ Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι τὸ Εὐαγγέλιον κηρύττεσθαί φησι λέγων· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Οἷς ἀκολούθως ἐνταῦθα φάσκει τό· Ἐγὼ εὐθύτητας κρινῶ. Εἶτ' ἐπιλέγει· Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. Κατὰ δὲ τὸν Σύμμαχον, Συσταθήσεται, φησὶν, ἡ γῆ σὺν τοῖς κατοικοῦσιν αὐτὴν· ἐγὼ ἥδρασα τοὺς στύλους αὐτῆς. Ταῦτα δὲ τοῖς ἐν τῷ πρὸ τούτου λελεγμένοις εἴρηται συμφώνως. Ἡ γὰρ πολιορκηθεῖσα γῆ καὶ πυρὶ παραδοθεῖσα, περὶ ἧς ἐλέγετο·—Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι κα⟨…⟩ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου·—ταῦτα παθοῦσα ἐτάκη, καὶ πάντες οἱ κατοικοῦντες αὐτὴν διὰ τὰς ἀσεβείας αὐτῶν τοιαῦτα πεπόνθασι. Πλὴν τούτων ἀπολλυμένων, ἐγὼ, φησὶν, ἐστερέωσα τοὺς στύλους αὐτῆς. Τίνας δ' ἂν εἴποις τούτους ἢ τοὺς ἱεροὺς ἀποστόλους καὶ πάντας τοὺς τοῦ Σωτῆρος ἡμῶν μαθητάς τε καὶ εὐαγγελιστάς; Ἐξ αὐτῆς γὰρ ἐκείνης προελθόντες τῆς γῆς, στῦλοι
saying: I will recount Thy wondrous works when I take an appointed time, and adds: Because God is judge; and again, Because a cup is in the hand of the Lord of unmixed wine? And how besides all these things does He add: But I will declare for ever, I will sing praise to the God of Jacob, and all the horns of sinners I will break? See then whether through these words the only-begotten Word of God does not teach His own operations while setting forth the theology of the Father. He says then: I will recount Thy wondrous works when I take an appointed time. Aquila renders it, When I receive ordinances; and Symmachus, When I receive the congregation. And to me He seems seasonably to have said, When I receive ordinances, or, the congregation. For He promises, upon laying hold of the season, to recount all the wondrous works of the Father before the Church from the Gentiles, which the Father Himself promised to Him, saying: Ask of Me, and I will give Thee Gentiles for Thine inheritance, and for Thy possession the ends of the earth. When therefore I receive, He says, this ordinance, and whenever I obtain this season, at that time among those very ones turning back from the Gentiles I will recount all Thy wondrous works. To which He adds: I will judge uprightnesses. For it is a work of righteousness and uprightness not to admit Jews alone, nor the race from Abraham according to the calling of Moses, but from all the nations to make the election of those who are saved. Wherefore Peter in the Acts is recorded to have said: In truth I know that God is no respecter of persons; but in every nation he who fears Him is acceptable to Him. And Paul too says that the Gospel is proclaimed both to Jew first and to Greek, saying: For I am not ashamed of the Gospel; for it is the power of God unto salvation to everyone who believes, both to Jew first and to Greek. For the righteousness of God is revealed in it. Consistently with which He here declares: I will judge uprightnesses. Then He adds: The earth melted and all who dwell in it; I made firm its pillars. And according to Symmachus, The earth, He says, shall be established together with those who dwell in it; I founded its pillars. And these things have been spoken in harmony with what was said in the psalm before this. For the earth that was besieged and delivered over to fire, concerning which it was said—As in a thicket of trees with axes they cut down its doors together, with hatchet and chisel they dashed it down; they burned with fire Thy sanctuary, to the ground they profaned the tabernacle of Thy name—having suffered these things, melted, and all who dwell in it because of their impieties have suffered such things. Yet while these were perishing, I, He says, made firm its pillars. And whom would you call these save the holy apostles and all the disciples and evangelists of our Saviour? For having come forth out of that very land, pillars
Notes, col. 869

On the reading

Printed αὐτὴν·, for αὐτήν·.

PG 23:872Read from the page
Εἶπα τοῖς παρανομοῦσι, Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι, Μὴ ὑψοῦτε κέρας. Τοὺς μὲν στύλους τῆς ἁγίας καὶ καθολικῆς Ἐκκλησίας ἐγὼ, φησὶν ὁ Θεὸς, ἐστερέωσα· ὅτι ἐκλεξάμενος αὐτοὺς ἐκ τῆς ἀποδοθείσης γῆς τακείσης μετὰ τῶν οἰκούντων αὐτήν· τοῖς δὲ λοιποῖς διεμαρτυράμην διαστειλάμενος καὶ παραινέσας μὴ παρανομεῖν. Κατὰ δὲ τὸν Σύμμαχον· Εἶπα, φησὶ, τοῖς στασιάζουσι, Μὴ στασιάζετε· καὶ τοῖς παρανόμοις, Μὴ ἐπαίρετε κέρας. Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν λαλοῦντες τραχήλῳ ἀνομίαν. Δύναται δὲ ταῦτα πρὸς τὸ ἕτερον τάγμα τὸ ἐκ περιτομῆς λέγεσθαι, τῶν καταστασιασάντων τοῦ Σωτῆρος καὶ κατεπαρθέντων αὐτοῦ· δι' οὓς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν. Πλὴν καὶ τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσι διὰ τοῦ τῶν ἀποστόλων κηρύγματος ἐμαρτύρατο μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι μὴ ὑψοῦν τὸ τῆς ἁμαρτίας κέρας, μηδὲ ἐπαίρεσθαι καὶ καταθρασύνεσθαι, μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ· ὅπερ πρότερον ἔπραττον πολυθέῳ προσέχοντες πλάνῃ, καὶ τὸν τῶν ὅλων Θεὸν μὴ εἰδότες.
I said to the transgressors, Do not transgress, and to the sinners, Do not exalt a horn. The pillars of the holy and catholic Church I, says God, made firm, because I chose them out of the aforesaid earth when it melted together with those dwelling in it; and to the rest I solemnly testified, charging and exhorting them not to transgress. And according to Symmachus: I said, He says, to the seditious, Be not seditious; and to the transgressors, Do not lift up a horn. Do not lift up your horn on high, speaking iniquity with your neck. And these things can be spoken towards the other rank, that of the circumcision, of those who rose in sedition against the Saviour and lifted themselves up against Him; on whose account their earth melted and all who dwell in it. Yet also to the nations throughout the whole inhabited world through the proclamation of the apostles He testified not to transgress, and to the sinners not to exalt the horn of sin, nor to lift themselves up and grow bold, nor to speak unrighteousness against God; which formerly they used to do when giving heed to polytheistic error and not knowing the God of all.
Ὅτι οὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων, ὅτι ὁ Θεὸς κριτής ἐστι. Καὶ ταῦτα, φησὶ, διεμαρτυράμην διὰ τῶν ἐμῶν ἀποστόλων ἅπασιν ἀνθρώποις, μνημονεύειν τῆς κρίσεως τοῦ Θεοῦ, καὶ παύσασθαι πάσης παρανομίας, πεπεισμένους ὅτι οὐ πόῤῥω που ἀφέστηκεν ὁ τῶν ὅλων κριτής· πάντα δὲ πληροῖ καὶ πανταχοῦ πάρεστι. Διὸ προσήκει ὡς ἐν ὀφθαλμοῖς αὐτοῦ ζῶντας ἐπιστρεφῶς πολιτεύεσθαι. Οὐ γὰρ μακρὰν ἀφέστηκεν, ὡς νομίσαι πόῤῥω που ἀπῳκίσθαι αὐτὸν, ἢ πρὸς αὐταῖς ἀνατολαῖς, ἢ κατὰ τὰ δυσμιαῖα μέρη, ἤ που ἐν ἐρημίαις καὶ ὄρεσι. Μέσος γὰρ ἐπιπαρὼν τοῖς πᾶσι, κριτὴς τῶν ὅλων ἐστί. Ἔργον τε αὐτοῦ τῆς κρίσεως τὸ κατ' ἀξίαν ἀπονέμειν ἑκάστῳ, καὶ τοῦτον μὲν ταπεινοῦν, τοῦτον δὲ ὑψοῦν· ταπεινοῦν μὲν τοὺς ὑπερηφάνους καὶ τοὺς ἐπαίροντας εἰς ὕψος τὸ κέρας αὐτῶν· ὑψοῦν δὲ τοὺς ταπεινοὺς, κατὰ τό· Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Διό φησιν· Ὅτι οὔτε ἀπὸ ἐξόδων καὶ ἀπὸ ἀνατολῶν ἡλίου, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων· ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Οὐ γὰρ ἀπὸ ἀνατολῆς, οὐδὲ ἀπὸ δύσεως, οὐδὲ ἀπὸ ἐρήμου ὀρέων· ἀλλ' ὁ Θεὸς κριτὴς τοῦτον μὲν ταπεινοῖ, τοῦτον δὲ ὑψοῖ. Καὶ τοῦτο δὲ, φησὶν, ἀναγκαῖον εἰδέναι πάντας ἀνθρώπους, Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου, πλῆρες κεράσματος. Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. Κατὰ δὲ τὸν Σύμμαχον· Ποτήριον γὰρ ἐν χειρι Κυρίου, καὶ οἶνος ἄκρατος πληρῶν ἐκχυθεὶς, ὥστε ἕλκειν ἀπ' αὐτοῦ. Πλὴν τὰς τρυγίας αὐτοῦ ἐκστραγγίσουσι πίνοντες οἱ φαῦλοι τῆς γῆς. Καὶ ταῦτα, φησὶν, ἐδίδαξα πάντας ἀνθρώπους, ὡς ἂν μὴ ἀγνοεῖν, ὅτι περιμένει τοὺς πάντας τὸ ποτήριον, ὅπερ ἑκάσ⟨…⟩ῳ
Because neither from goings forth, nor from settings, nor from desert mountains, because God is judge. And these things, He says, I solemnly testified through My apostles to all men, to remember the judgement of God, and to cease from all transgression, being persuaded that the Judge of all does not stand off somewhere far away, but fills all things and is everywhere present. Wherefore it is fitting, living as before His eyes, to conduct oneself attentively. For He does not stand far off, so that one might suppose Him to have settled somewhere far away, either by the very risings, or towards the western parts, or somewhere in deserts and mountains. For being present in the midst of all, He is Judge of all. And the work of His judgement is to apportion to each according to worth, and to humble this one, and exalt that one: to humble the proud and those who lift up their horn on high, and to exalt the humble, according to the saying: God resists the proud, but gives grace to the humble. Wherefore it says: Because neither from goings forth and from risings of the sun, nor from settings, nor from desert mountains; instead of which Symmachus rendered it in this manner: For neither from the east, nor from the west, nor from a desert of mountains; for God is judge: this one He humbles, and that one He exalts. And this too, He says, it is necessary for all men to know, Because a cup is in the hand of the Lord of unmixed wine, full of mixture. And He tipped from this into that; yet its dregs have not been emptied out, all the sinners of the earth shall drink them. And according to Symmachus: For a cup is in the hand of the Lord, and unmixed wine filling it has been poured out, so that men draw from it. Yet its dregs the wicked of the earth shall wring out as they drink. And these things, He says, I taught all men, so that they might not be ignorant that the cup awaits all, which for each
Notes, col. 872

On the reading

Printed χειρι, for χειρὶ.

PG 23:873Read from the page
κίρνησιν ὁ τῶν ὅλων κριτής. Νοήσεις δὲ τοῦτο ἀπὸ τῶν ἐν ταῖς προφητείαις λελεγμένων περὶ ποτηρίου· γέγραπται γοῦν ἐν Ἱερεμίᾳ οὕτως· Εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ πρὸς μέ· Λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρός μου, καὶ ποτιεῖς αὐτὸ πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς. Καὶ πίονται καὶ ἐξεμοῦνται, καὶ ἐκμανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον αὐτῶν. Καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου, καὶ ἐπότισα πάντα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέ με Κύριος ἐπ' αὐτὰ, τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, καὶ βασιλεῖς αὐτοῦ καὶ ἄρχοντας αὐτοῦ, τοῦ θεῖναι αὐτοὺς εἰς ἐρήμωσιν, καὶ εἰς ἄβατον καὶ εἰς συριγμόν· καὶ τὸν Φαραὼ βασιλέα Αιγύπτου καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τοὺς μεγιστᾶνας αὐτοῦ· καὶ ἑξῆς φησι· Καὶ πάντας τοὺς βασιλεῖς τῆς γῆς τῶν ἀλλοφύλων, τὴν Ἀσκάλωνα, καὶ τὴν Γάζαν, καὶ τὴν Ἀκκάρων, καὶ τὴν Ἰδουμαίαν, καὶ τὴν Μωαβῖτιν, καὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ πάντας βασιλεῖς Τύρου, πάντας βασιλεῖς Σιδῶνος, καὶ πάντας βασιλεῖς νήσου τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης. Μεθ' ἃ ἐπιλέγει οὕτως· Εἶπε Κύριος παντοκράτωρ ὁ Θεὸς Ἰσραήλ· Πίετε καὶ μεθύσθητε, καὶ ἐξεμέσετε, καὶ πεσεῖτε, καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον ὑμῶν. Καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου, ὥστε πιεῖν, καὶ ἐρεῖς πρὸς αὐτούς. Οὕτως εἶπε Κύριος τῶν δυνάμεων· Πιόντες πίεσθε. Δι' ὧν διδάσκει ὁ λόγος δίκην ἰατροῦ τοῖς δεομένοις πικρᾶς ἀντιδότου τὸν Θεὸν ἐπάγειν τὰς κολάσεις, ὡς ἂν ἐμέσαιεν, καὶ ἀποκενώσειεν τὴν πλεονάσασαν ἐν αὐτοῖς κακίαν· καὶ πρώτην γε αὐτὴν τὴν Ἱερουσαλὴμ τοῦ λεχθέντος ποτοῦ πιεῖσθαι· εἶτα δὲ τὰ λοιπὰ ἔθνη, ὡς καὶ πάντων τῆς ὁμοίας τευξομένων καθάρσεως διὰ τῶν ἐπαχθησομένων αὐτοῖς τιμωριῶν. Καὶ τὸ παρὸν οὖν λόγιον καταλλήλως τῇ προφητικῇ διδασκαλίᾳ ποτήριον εἶναι διδάσκει ἐν χειρὶ Κυρίου, ἐν ᾧ τοὺς ἑκάστου καρποὺς συναγαγὼν, ὥσπερ ἄκρατον οἶνον ἐργάζεται. Εἶτ' ἐπιδίδωσι τὸ κατ' ἀξίαν πόμα ἀναλόγως ταῖς ἑκάστου πράξεσι κιρνῶν αὐτὸ κατὰ τὸν τοῦ δικαίου λόγον. Μὴ γὰρ τὰς φαύλας πράξεις μόνας ἑκάστου, ἀλλὰ καὶ τὰς ἀγαθὰς λογίζεσθαι, σταθμᾶσθαί τε ὥσπερ συμμετρίᾳ καὶ ⟨…⟩ατάλληλον τοῖς ἑκάστου ἔργοις ἀπεργάσασθαι τὸ κρᾶμα. Ὃ δὴ παρίστησι λέγον· Καὶ ἔκλινεν ἐκ τού-
the Judge of all mixes. And you will understand this from what has been said in the prophecies concerning a cup; at any rate it is written thus in Jeremiah: Thus said the Lord the God of Israel to me: Take the cup of this unmixed wine out of My hand, and you shall cause all the nations to whom I send you unto them to drink it. And they shall drink and vomit, and go mad from the face of the sword which I send into their midst. And I took the cup out of the hand of the Lord, and caused all the nations to whom the Lord sent me unto them to drink: Jerusalem and the cities of Judah, and its kings and its rulers, to make them a desolation, and an untrodden waste and a hissing; and Pharaoh king of Egypt and his servants, and his nobles; and next he says: And all the kings of the land of the Philistines, Ascalon, and Gaza, and Ekron, and Idumaea, and Moabitis, and the sons of Ammon, and all the kings of Tyre, all the kings of Sidon, and all the kings of the island who are beyond the sea. After which he adds thus: Thus said the Lord Almighty, the God of Israel: Drink and be drunk, and vomit, and you shall fall, and by no means rise from the face of the sword which I send into your midst. And it shall be, when they are unwilling to receive the cup out of your hand so as to drink, then you shall say to them: Thus said the Lord of hosts: Drinking you shall drink. Through which words the discourse teaches that after the manner of a physician to those in need of a bitter antidote God brings chastisements upon them, so that they might vomit and empty out the wickedness that abounded in them; and that Jerusalem itself first drinks of the aforesaid draught, and thereafter the rest of the nations, inasmuch as all too will obtain a like cleansing through the punishments to be inflicted upon them. And the present oracle therefore, suitably to the prophetic teaching, teaches that there is a cup in the hand of the Lord, in which, having gathered together the fruits of each, He produces as it were unmixed wine. Then He hands over the drink according to worth, mixing it proportionately to the deeds of each according to the rule of justice. For not the base deeds alone of each, but also the good ones are reckoned, and weighed as it were in due proportion, and He fashions the mixture suitable to the works of each. Which very thing it sets forth, saying: And He tipped from this-
Ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Τὰ μὲν προλεχθέντα πάντα εἶπα τοῖς παρανομοῦσι, καὶ διεστειλάμην ἅπασι μαρτυράμενος. Ἐγὼ δὲ ὁ ἀνωτέρω εἰπών· Διηγήσομαι τὰ θαυμάσιά σου, ὅταν λάβω παιρόν· καὶ πάλιν φήσας· Ἐγὼ εὐθύτητας κρινῶ· καὶ αὖθις εἰπών· Ἐνὼ
But I will declare for ever, I will sing praise to the God of Jacob. All the things spoken beforehand I said to the transgressors, and I charged them all, solemnly testifying. But I Who said above: I will recount Thy wondrous works, when I take an appointed time; and having declared again: I will judge uprightnesses; and having said once more: I
Notes, col. 873

On the reading

Printed Αιγύπτου, for Αἰγύπτου.

Printed παιρόν, for καιρόν.

Printed Ἐνὼ, for Ἐγὼ.

PG 23:876Read from the page
ἐστερέωσα τοὺς στύλους αὐτῆς· μετὰ το κηρῦξαι καὶ μαρτύρασθαι τὰ προλεχθέντα τοῖς ἁμαρτωλοῖς, καὶ μετὰ τὸ διδάξαι τὸν περὶ τῆς κρίσεως λόγον τοὺς πάντας, τί πράξω; Εἰς τὸν αἰῶνα ψαλῶ τῷ Θεῷ Ἰακώβ. Οἶδα γὰρ ἐμαυτοῦ πατέρα τὸν γενόμενον τοῦ θεοφιλοῦς Θεὸν, κἀκείνῳ ψαλῶ, κἀκείνῳ ἀπαγγελῶ τὰ ἐμαυτοῦ κατορθώματα. Εἶθ' οὕτω λαβὼν παρὰ τοῦ Πατρὸς τὴν τοῦ κρίνειν ἐξουσίαν, πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω· συγχωρήσας μὲν αὐτοῖς ἐπαίρεσθαι κατὰ καιρὸν καθ' ὃν ἔδει χρήσασθαι τῇ ἀνοχῇ, καὶ τῇ μακροθυμίᾳ καὶ τῇ χρηστότητι· πλὴν ἐπὶ τέλει τὰ κέρατα αὐτῶν κατεπαρθέντα τοῦ Θεοῦ συγκλάσω· ἀνάπαλιν δὲ τὰ τοῦ δικαίου κέρατα ὑψώσω, ἐπείπερ ἦν τεταπεινωμένα. Τότε δὲ ὑψωθήσεται, ἐπειδὰν συμβασιλεύῃ τῷ ἑαυτοῦ βασιλεῖ κατὰ τὸν Ἀπόστολον, ὅς φησιν· Ἀπαρχὴ γὰρ Χριστός· εἶτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Ὅτε καὶ πίονται οἱ δίκαιοι ποτήριον ζωῆς ἀθανάτου· ὅπερ αὐτοῖς ἐπήγγελται εἰπών· Ἕως ἂν πίω αὐτὸ καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
made firm its pillars; after proclaiming and testifying the things spoken beforehand to the sinners, and after teaching all men the word concerning the judgement, what shall I do? For ever I will sing praise to the God of Jacob. For I know as My own Father Him Who became the God of the God-loving man, and to Him I will sing praise, and to Him I will declare My own achievements. Then, having thus received from the Father the authority to judge, all the horns of sinners I will break: having indeed permitted them to lift themselves up during the season in which it was needful to use forbearance, and longsuffering, and kindness; yet at the end I will break their horns that were lifted up against God; and contrariwise I will exalt the horns of the righteous one, seeing that they had been humbled. And then shall he be exalted, whenever he reigns together with his own King according to the Apostle, who says: For Christ the firstfruits; then those who are Christ's at His coming; then the end, when He delivers up the kingdom to God and the Father, when He abolishes every authority and power. When also the righteous shall drink a cup of immortal life, which He has promised to them, saying: Until I drink it new with you in the kingdom of the heavens
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΕΝ ΥΜΝΟΙΣ, ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ, ῼΔΗ. ΟΕʹ.
Unto the end, in hymns, a Psalm for Asaph, an Ode. 75.
Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Τῶν ἐπ' ἀγαθὸν τέλος ἀναπεμπόντων καὶ ὁ παρὼν τυγχάνει ψαλμός. Συνᾴδει δὲ τῷ πρὸ αὐτοῦ, τοὺς περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγους περιέχων. Ὃ δὴ παρίστησι φάσκων ἑξῆς· Ἐκ τοῦ οὐρανοῦ ἠκόντισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Καὶ ἐν ἐκείνῳ μὲν ἐλέγετο τοῖς παρανομοῦσι· Μὴ ὑψοῦτε κέρας, καὶ μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν· ἐν δὲ τῷ μετὰ χεῖρας· Ἐταράχθησαν, φησὶν, οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου. Οὗτοι δὲ ἦσαν οἱ τὰ κέρατα ὑψοῦντες. Παιδεύει δὲ διὰ τῶν προκειμένων ὁ λόγος δόγμα βαθύτατον, ὡς ἂν εἰδείημεν τίς ποτέ ἐστιν ὁ ἀληθινὸς Ἰσραὴλ, καὶ τίς ἡ τούτου κατὰ τὸν ἀληθῆ λόγον χώρα ἡ ὀνομαζομένη Ἰουδαία· τίς τε ἡ ἀληθινὴ Ἱερουσαλὴμ, καὶ ὁποῖον τὸ τοῦ Θεοῦ οἰκητήριον. Ταῦτα τὸ προφητικὸν Πνεῦμα μεθ' ὑπερβαλλούσης σοφίας οἰκονομεῖ· ὁμοῦ καὶ τοῖς ταπεινώτερον καὶ Ἰουδαϊκώτερον ἀκροωμένοις θυμηδίαν παρέχον διὰ τῆς ὁμωνυμίας τῶν δηλουμένων, ὁμοῦ καὶ τοὺς θεωρητικοὺς παιδεύματα διδάσκον θείων δογμάτων. Ὁ μὲν οὖν Ἰουδαῖος, πλέον οὐδὲν ἢ σὰρξ καὶ αἷμα τυγχάνων, σαρκίνως καὶ σωματικῶς ἀκούσεται τῶν προκειμένων· κἄπειτα ἐπαρθήσεται, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν κατὰ τὸν ἱερὸν Ἀπόστολον. Διὸ ἑαυτὸν μὲν εἶναι τὸν Ἰσραὴλ οἰήσεται, καὶ τὴν Ἰουδαίαν οὐδ' ἑτέραν εἶναι τῆς Παλαιστίνων χώρας, καὶ τὸν τόπον τοῦ Θεοῦ, τὴν ἐπὶ γῆς Ἱερουσαλὴμ ἐπειδήπερ ἡ Ἑβραϊκὴ λέξις περιέχει ἐν Σαλὴμ γε-
Known in Judaea is God, in Israel great is His name. The present psalm also belongs to those that refer unto a good end. And it accords with the one before it, containing the words concerning the judgement of God. Which very thing it sets forth, declaring next: Out of heaven Thou didst hurl forth judgement; the earth feared and kept still at God's arising unto judgement to save all the meek of the earth. And in that one it was said to the transgressors: Do not exalt a horn, and do not lift up your horn on high; while in the one in hand: Those without understanding in heart were troubled, it says; they slept their sleep, and all the men of wealth found nothing. And these were those who exalted their horns. Now through the words set before us the discourse teaches a most profound doctrine, so that we may know who ever is the true Israel, and what according to true reason is his land that is named Judaea; and what is the true Jerusalem, and of what sort is the dwelling-place of God. These things the prophetic Spirit dispenses with surpassing wisdom: at once affording delight to those who listen in a lowlier and more Judaic way through the shared names of the things signified, and at once teaching contemplative men lessons of divine doctrines. Now the Jew, being nothing more than flesh and blood, will hear the words set before us carnally and bodily; and thereafter will lift himself up, vainly puffed up by the mind of his flesh, and not holding fast the Head according to the holy Apostle. Wherefore he will suppose himself to be Israel, and Judaea to be none other than the land of the Palestinians, and the place of God to be the Jerusalem on earth, seeing that the Hebrew text has it that in Salem has be-
Notes, col. 876

On the reading

Printed το κηρῦξαι, for τὸ κηρῦξαι.

Printed ταπεινώτερον, for ταπεινότερον.