Ζαχαρίᾳ προφητείαν, ὧδε λέγουσαν· « Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών. Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καὶ κατασκηνώσει ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονταί μοι εἰς λαόν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσονται, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ. » Σαφῶς γὰρ διὰ τούτων ἀπὸ τῶν ἐθνῶν, ἀλλ' οὐκ ἀπὸ τοῦ Ἰουδαίων ἔθνους συντάξειν αὐτὸς ἑαυτῷ λαὸν ὁ Κύριος εὐαγγελίζεται. Τούτῳ δὴ οὖν τῷ λαῷ αἱ δυνάμεις αἱ ὑπερκόσμιοι καὶ αἱ ἀγγελικαὶ, ὄρη καὶ βουνοὶ ἐνταῦθα ὀνομαζόμεναι, εἰρήνευσαν ἐχθραίνουσαι τὸ πρὶν, ὅτε τῇ ἀθέῳ προσεῖχεν εἰδωλολατρείᾳ. Αἱ δ' αὐταὶ δικαιοσύνην εὐαγγελίζονται τῷ αὐτῷ λαῷ· ἤτοι τὸν Χριστὸν τοῦ Θεοῦ, αὐτὸν ὄντα τὴν δικαιοσύνην, ἢ τὸ σωτήριον Εὐαγγέλιον, δι' ὃ λέλεκται· « Ἀναλαβέτωσαν τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην. » Καὶ ταῦτα ἔσται, ἐπειδὴ ὁ προλεχθεὶς υἱὸς τοῦ βασιλέως « κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων· » κρίνας γὰρ πρότερον ἀξίους εἶναι σωτηρίας, οὕτως αὐτοὺς σώζει. Οὐ γὰρ ἀκρίτως, μετ' ἐξητασμένης δὲ κρίσεως τὴν σωτηρίαν παρέχει τοῖς ἑαυτοῦ πτωχοῖς καὶ τοῖς υἱοῖς τῶν πενήτων, ὧν καὶ ἡ προφητεία μέμνηται λέγουσα· « Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν. » Πτωχοὺς δὲ ποίους φησὶν, ἢ τοὺς δυναμένους ὁμοίως Παύλῳ λέγειν· « Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν· » τούς τε ὁμοίως Πέτρῳ φήσαντας· « Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. » Τοιούτους δὲ πτωχοὺς αὐτὸς ἑαυτῷ παρεσκεύαζε παραινῶν μὴ κτῆσθαι χρυσίον μηδὲ ἀργύριον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον. « Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ πάλαι περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. » Ἀλλ' εἰ μὲν τούτων μόνον ἐμνημόνευσεν ὁ λόγος, ἀποκέκλειστο πᾶς ὁ μὴ τοιοῦτος· νῦν δὲ καὶ δεύτερον τάγμα καταριθμεῖται φάσκων· « Καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων. » Υἱοὶ δὲ πενήτων ἦσαν οἱ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν γνώριμοι, ὁποίους δηλῶν ὁ Ἀπόστολος ἔλεγεν· « Ἐὰν γὰρ πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα· » καὶ πάλιν· « Τέκνα μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. » Ἀλλὰ τοὺς μὲν πτωχοὺς ἑαυτοῦ καὶ τοὺς υἱοὺς τῶν πενήτων σὺν δικαιοσύνῃ καὶ ὀρθῇ κρίσει σώζει· τὸν δὲ συκοφάντην προῃρημένον ἢ καὶ τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν πολεμεῖν (μυρίοι δὲ συκοφάνται τὴν Ἐκκλησίαν αὐτοῦ διαβάλλουσι), καὶ τὸν βίον τῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ διαπρεπόντων ἄλλοι συκοφαντοῦσιν· ὧν ἐπιστήσας τῇ τελευτῇ τοῦ βίου, ὄψει ὅπως εἴρηται τὸ, « Καὶ ταπεινώσει συκοφάντην. » Τίς γὰρ τῶν τυραν-
Zacharias, speaking thus: "Rejoice and be glad, O daughter of Sion. Behold thy King comes, and shall dwell in the midst of thee, says the Lord. And many nations shall flee for refuge unto the Lord, and shall be to Me for a people, and I will be to them for God. And they shall know that the Lord Almighty has sent Me unto thee." For clearly through these words the Lord proclaims the good news that out of the nations, and not out of the nation of the Jews, He Himself will organize a people for Himself. With this people, then, the supramundane and angelic powers, named mountains and hills here, made peace, though formerly hostile when they gave heed to godless idolatry. And these same proclaim the good news of righteousness to the same people: either the Christ of God, Who Himself is righteousness, or the saving Gospel, on account of which it has been said: "Let the mountains take up peace for the people, and the hills righteousness." And these things shall be, since the aforesaid king's son "shall judge the poor of the people, and shall save the sons of the needy": for having first judged them to be worthy of salvation, thus He saves them. For not unjudged, rather with an examined judgement He provides salvation to His poor and to the sons of the needy, of whom the prophecy also makes mention, saying: "To preach good news to the poor He has sent Me: to proclaim release to captives and recovery of sight to the blind." Now what sort of poor does He mean, save those able in like manner as Paul to say: "Even unto this present hour we both hunger and thirst, and are poorly clad, and are buffeted, and are homeless"; and those who in like manner as Peter said: "Silver and gold have I none"? And such poor He Himself prepared for Himself, exhorting them not to acquire gold or silver for their belts, no wallet for the road, nor two tunics, nor sandals, nor a staff. "And such also were those of old who went about in sheepskins, in goatskins, destitute, afflicted, ill-treated, wandering in deserts and mountains, and caves, and the holes of the earth." Yet if the word had made mention of these alone, everyone not such would have been shut out; whereas now a second order also is numbered, when it says: "And He shall save the sons of the needy." And sons of the needy were the disciples of the apostles and disciples of our Saviour, indicating whom the Apostle said: "For though you have many guardians in Christ, yet not many fathers; for in Christ Jesus I begot you"; and again: "My children, with whom I am again in travail until Christ be formed in you." Now His own poor and the sons of the needy He saves with righteousness and upright judgement; whereas as for the sycophant who has chosen even to make war upon His people and the Church (and countless sycophants slander His Church), and others play the sycophant against the life of those who excel in His Church—attending to the end of their life, you will see how it was said, "And He shall humble the sycophant." For who of those who played the tyrant