ποθεν ἠρέμα καταβήσεσθαι καὶ ἀψοφητί· « Καταβήσεται γὰρ ὡς ὑετὸς ἐπὶ πόκον. » Δικαιοσύνην τε λοιπὸν ἐμπολιτεύεσθαι τῷ γένει τῶν ἀνθρώπων ἐπὶ τῇ αὐτοῦ παρουσίᾳ. Ἐπικρατήσειν τε αὐτὸν οὐ τῆς Ἰουδαίας μόνης, οὐδὲ δυεῖν ἢ τριῶν ἐθνῶν, ἀλλὰ πάντων τῶν καθ' ὅλης τῆς οἰκουμένης, πάντα τε τὰ ἔθνη ὑποταγήσεσθαι αὐτῷ, ὀνομαστόν τε αὐτὸν ἔσεσθαι παρὰ τοῖς πᾶσιν, οὐ κατά τινα χρόνον βραχὺν, ἀλλ' εἰς ἅπαντα τὸν αἰῶνα. Καὶ τί γὰρ ἄλλ' ἢ τοιοῦτόν τινα ἔσεσθαι τὸν θεσπιζόμενον ὁ μετὰ χεῖρας ὑπογράφει λόγος, ὁποῖον οὐδεὶς πώποτε οὔτε παρὰ τῷ Ἰουδαίων ἔθνει, οὔτε παρ' ἑτέροις γεγονέναι μνημονεύει; Οὔτε γὰρ αὐτὸς Σολομὼν, οὔτε Δαυῒδ, οὔτε τις τῶν μετ' αὐτοὺς τοιοῦτος ἐφάνη, ὡς ἁρμόσαι τινὶ αὐτῶν τὰ ὑπὸ τῆς προφητείας σημαινόμενα. Ὅρα τοίνυν εἰ μὴ ταῖς προτεταγμέναις διὰ τῶν ἔμπροσθεν περὶ τοῦ πάθους τοῦ Σωτῆρος προῤῥήσεσιν ἀκολούθως συνῆπται ἡ μετὰ χεῖρας τὴν βασιλείαν αὐτοῦ διαγράφουσα. Ἐχρῆν γὰρ ἡμᾶς καὶ τὰ περὶ ταύτης παιδευθῆναι. Πολλῶν δὲ προφητειῶν τὸν ἐκ Δαυῒδ προφητευόμενον Χριστὸν ἀνυμνουσῶν· ἐπειδὴ εἰκὸς ἦν ὑπολαβεῖν τινας τὸν Σολομῶντα δηλοῦσθαι δι' αὐτῶν· μόνος γὰρ οὗτος τῶν υἱῶν Δαυῒδ ἐπιδοξότατα βασιλεύσας, καὶ τὸν νεὼν ἤγειρε τῷ Θεῷ, καὶ σοφίᾳ διαπρέψαι μεμαρτύρηται· ἀναγκαίως ἡ προκειμένη προφητεία « εἰς Σολομῶντα » ἐπιγέγραπται· ἢ αὐτοῦ τοῦ Σολομῶντος εἶναι λέλεκται· ἵνα μηκέτι αὐτὸς νομίζηται ὁ προσδοκώμενος εἶναι ἐκ Δαυῒδ· ἐξ αὐτοῦ δὲ Σολομῶντος ἐλπίζεται ἕτερος ὁ καὶ αὐτῷ ἐπηγγελμένος. Ἐὰν μὲν οὖν ἐκδεξώμεθα εἰς αὐτὸν εἰρῆσθαι τὸν Σολομῶντα τὸν ψαλμὸν κατὰ τὴν τῶν Ἑβδομήκοντα προγραφὴν, ἐροῦμεν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, περὶ αὐτοῦ τὴν εὐχὴν ἀναπέμψαν τῷ Θεῷ διὰ τοῦ πρώτου στίχου, δι' οὗ εἴρηται· « Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, » τουτέστι τῷ Σολομῶντι, τὸν ἑξῆς λόγον περὶ τοῦ ἐξ αὐτοῦ γενησομένου ποιεῖται· διὸ ἐπιλέγει· « Καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως· » δηλαδὴ τῷ μέλλοντι προελεύσεσθαι ἐκ σπέρματος αὐτοῦ Ἰησοῦ. Ἢ τῶν προκειμένων ὁ νοῦς τοιοῦτος· Ὅρος παρὰ τῆς σῆς θεότητος ἐξενήνεκται, δόγμα τε καὶ κρίμα βασιλικὸν ἐκ σοῦ Πνεύματος διατέτακται, ὡς ἂν ἐκ τῆς Σολομῶντος διαδοχῆς ὁ το κόσμου Σωτὴρ κατὰ σάρκα γεννηθείη. Τοῦτο οὖν τὸ κρίμα σου, ὁ Θεὸς, ἤδη ποτὲ δώρησαι τῷ βασιλεῖ, δηλαδὴ τῷ Σολομῶντι, ὡς ἂν δι' ἔργων χωρήσειαν οἱ λόγοι· καὶ αὐτῷ μὲν τῷ βασιλεῖ τὸ δηλωθὲν κρίμα παράσχου, τὴν δὲ δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, τῷ μέλλοντι ἐκ σπέρματος αὐτοῦ προελεύσεσθαι· ἵν' ὁ γεννώμενος ὁ ἐκ πνεύματος καὶ διάδοχος αὐτοῦ, ὑποδεξάμενος τὴν σὴν δικαιοσύνην, « διακρίνῃ τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει. » Καὶ ταῦτα μὲν, εἴπερ εἰς αὐτοῦ προσώπου τοῦ Σολομῶντος ἀναφέροιτο ἡ προγραφὴ κατὰ τοὺς Ἑβδομήκοντα φέρουσα, « εἰς Σολομῶντα· » εἰ δὲ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τοῦ Σολομῶντος εἶναι λέγοιτο ἡ προφητεία, φήσομεν, ὅτι αὐτὸς ὁ Σολομὼν, Πνεύματος πληρωθεὶς, τρία διὰ τούτων παρίστησι πρόσωπα· τὸν Θεὸν, ᾧ τὴν εὐχὴν ἀναπέμπει, καὶ τὸν βασιλέα, ὃν πέπειστο βασιλεύειν τῶν ὅλων, δηλαδὴ τὸν Υἱὸν
from somewhere shall descend gently and noiselessly: "For He shall descend like rain upon a fleece." And that henceforth righteousness shall live as a citizen among the race of men at His coming. And that He shall prevail not over Judaea alone, nor over two or three nations, but over all those throughout the whole inhabited world, and all the nations shall be subjected to Him, and He shall be renowned among all, not for some brief time, but unto all the age. For what else does the discourse in hand sketch than that He Who is foretold shall be such a one as no one ever remembers to have arisen either among the nation of the Jews or among others? For neither Solomon himself, nor David, nor anyone of those after them appeared such that the things signified by the prophecy could fit any of them. See therefore whether to the predictions arranged before throughout the preceding [psalms] concerning the passion of the Saviour there is not answerably joined the one in hand delineating His kingdom. For it was needful that we be instructed in the things concerning this as well. And since many prophecies hymn the Christ prophesied from David, and since it was likely that some would suppose Solomon to be signified through them—for he alone of the sons of David having reigned most gloriously both raised up the temple to God and is attested to have excelled in wisdom—of necessity the prophecy before us is inscribed "for Solomon," or has been said to be of Solomon himself, so that he himself may no longer be supposed to be the One expected from David; rather from Solomon himself another is hoped for, Who was also promised to him. If then we understand the psalm to have been spoken with reference to Solomon himself according to the superscription of the Seventy, we shall say that the Holy Spirit, having sent up the prayer concerning him to God through the first verse, through which it is said, "O God, give Thy judgement to the king," that is, to Solomon, makes the next statement concerning Him Who was to be born from him; wherefore it adds: "And Thy righteousness to the king's son": namely Jesus, Who was to come forth from his seed. Or the sense of the words before us is such as this: A decree has been brought forth from Thy deity, and an ordinance and royal judgement has been ordained from Thy Spirit, that out of the succession of Solomon the Saviour of the world should be born according to the flesh. This Thy judgement therefore, O God, grant now at last to the king, namely to Solomon, that the words may advance through deeds; and to the king himself provide the judgement declared, and Thy righteousness to the king's son, Who is to come forth from his seed; so that He Who is begotten of the Spirit and his successor, having received Thy righteousness, "may judge Thy people in righteousness, and Thy poor in judgement." And these things indeed, if the superscription according to the Seventy bearing "for Solomon" be referred to the person of Solomon himself; whereas if according to the remaining translators the prophecy should be said to be Solomon's, we shall say that Solomon himself, filled with the Spirit, presents three persons through these words: God, to Whom he sends up the prayer, and the King, Whom he was persuaded reigns over all things, namely the Son