Migne Reading Room

PG 23 · cols. 781–792 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:781Read from the page
τοῦ, τῆς προσδοκίας τῶν ἐθνῶν ἐπιστάσης κατὰ τὴν τοῦτο θεσπίζουσαν προφητείαν. Καὶ οὔτε βασιλεῖς, οὔτε ἡγεμόνες, οὔτε τινὲς παρ' αὐτοῖς δυνάσται εἰσὶν, οὐδέ τι τάγμα τῶν πάλαι παρ' αὐτοῖς ὄντων περιλέλειπται· καταισχυνθέντες δὲ πάντες ἐκλελοίπασιν οἱ διαβάλλοντες αὐτοῦ τὴν ψυχήν. Ἐν ὁποίᾳ δὲ αἰσχύνῃ τυγχάνουσιν εἰσέτι καὶ νῦν οἱ τῶν Ἰουδαίων προεστάναι νομιζόμενοι, ὁρῶντες ἑαυτοὺς μὲν διὰ πάσης Γραφῆς ἐπὶ εἰδωλολατρείαις διαβεβλημένους, πάντα δὲ τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας τῆς πατροπαραδότου πλάνης μεταβεβληκότα· ἐν οἷς ἤδη τυγχάνουσιν, ἐντροπῇ ὁρῶντες ἑαυτοὺς μὲν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως καὶ ἀποβλήτους, Ἕλληνας δὲ ἄνδρας ἀλλογενεῖς καὶ ἀλλοφύλους τὸν τόπον αὐτῶν οἰκοῦντας, κατὰ πάσας τε ἐπαρχίας καὶ χώρας, καὶ πόλεις τοὺς ἐξ ἐθνῶν τὰς περὶ τοῦ Σωτῆρος προφητικὰς φωνὰς κηρύττοντας; Αἰσχύνη δὲ ἀληθῶς καὶ ἐντροπὴ κατείληφεν αὐτῶν τὰς ψυχὰς, τὸν χθὲς δι' αὐτῶν σταυρῷ παραδοθέντα καθ' ὅλης τῆς οἰκουμένης προσκυνούμενον καὶ θεολογούμενον ὁρῶντας· ἃ δὴ ἐπληροῦτο ἀκολούθως τῇ μετὰ χεῖρας προῤῥήσει λεγούσῃ· « Περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι. » Καὶ οὗτοι μὲν τάδε πείσονται· « Ἐγὼ δὲ, » ὑπ' αὐτῶν τὰ τοσαῦτα πεπονθὼς, « διαπαντὸς, φησὶν, ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. » Ἐπεὶ δὲ κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὸ, « προσθήσω, » λέλεκται ὅ τε Ἀκύλας φησὶ, « Καὶ προσθήσω ἐπὶ πάσας ὑμνήσεις· » καὶ ὁ Σύμμαχος, « καὶ προσθήσω τοῖς ὕμνοις· » ὅρα εἰ μὴ προσθήκην ἐποιήσατο τοῖς τοῦ Πατρὸς ὕμνοις, τὴν Καινὴν Διαθήκην πρὸς τῇ Παλαιᾷ παραδούς. Οὐ γὰρ ἀνεῖλε τὰ πρῶτα, εἰσαγαγὼν τὰ δεύτερα, προσθήκην δὲ ἐποιήσατο· καὶ τοῦτό ἐστιν εὑρεῖν ἐν ταῖς αὐτοῦ διδασκαλίαις, δι' ὧν φησιν· « Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ὀργίζεσθαι. Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ἐπιθυμεῖν· » καὶ ὅσα ἄλλα τοιαῦτα προσθήκην ἔχοντα διὰ τῆς πνευματικῆς θεωρίας τε καὶ ἑρμηνείας τοῦ νόμου ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ παραδέδοται. Ἀλλὰ καὶ « τὸ στόμα μου, φησὶν, ἀναγγελεῖ τὴν δικαιοσύνην σου. » Τὸ γὰρ Εὐαγγέλιον δικαιοσύνην ἐμφαίνει Θεοῦ, οὐκ Ἰουδαίοις μόνοις ἀφωρισμένον ὥσπερ ὁ διὰ Μωϋσέως νόμος. Διό φησιν ὁ Ἀπόστολος· « Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. » Διὸ ἐνταῦθα λέλεκται· « Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου· » ἢ κατὰ τὸν Σύμμαχον, « κατὰ πᾶσαν ἡμέραν τὴν σωτηρίαν σου. » Καὶ τοῦτο δέ ἐστι πληρούμενον θεωρεῖν καθ' ὅλης τῆς οἰκουμένης· ἐν ᾗ τὸ στόμα τοῦ Σωτῆρος ἡμῶν διὰ τῶν θείων Γραφῶν πᾶσιν ἀνθρώποις ἐφ' ἑκάστης ἡμέρας τὴν δι' αὐτοῦ προξενηθεῖσαν ἅπασι σωτηρίαν κηρύττει. Ἐπιλέγει δὲ τούτοις, « Ὅτι οὐκ ἔγνων γραμματείας. » Τὰς κλεῖς εἰληφότες τῆς βασιλείας, καὶ μήτε αὐτοὶ εἰσερχόμε-
him, when the expectation of the nations arrived in accordance with the prophecy foretelling this. And neither kings, nor leaders, nor any potentates are among them, nor is any order of those formerly existing among them left remaining; rather all who slander His soul have been put to shame and have failed. And in what shame even unto this present day are those who are supposed to preside over the Jews, seeing themselves throughout all Scripture denounced for idolatries, while all the nations throughout the whole inhabited world through the teaching of Christ have turned away from ancestral error; and in the places where they now find themselves, seeing with confusion that they themselves are even castaways from their royal metropolis, while Greek men of another race and foreign stock inhabit their place, and throughout all provinces and lands and cities those from the nations proclaim the prophetic utterances concerning the Saviour? Truly shame and confusion have overtaken their souls, as they see Him Who yesterday through them was delivered up to a cross worshipped and confessed as God throughout the whole inhabited world: things which indeed were fulfilled answerably to the prediction in hand, which says: "Let those who seek evils for me be clothed with shame and confusion." And these men indeed shall suffer thus; "whereas I," having suffered so great things at their hands, "shall hope continually," says He, "and shall add unto all Thy praise." And since according to all the translators "I shall add" is spoken, both Aquila says, "And I shall add unto all hymn-singings," and Symmachus, "and I shall add to the hymns," see whether He did not make an addition to the hymns of the Father, delivering the New Covenant beside the Old. For He did not abolish the first things in bringing in the second, rather He made an addition; and this may be found in His teachings, through which He says: "It was said to the ancients, You shall not murder; but I say, not even to be angry. It was said to the ancients, You shall not commit adultery; but I say, not even to lust"; and whatever other such things containing an addition through spiritual contemplation and interpretation of the law have been handed down in His Church. Moreover "my mouth," says He, "shall declare Thy righteousness." For the Gospel manifests the righteousness of God, not set apart for Jews alone like the law given through Moses. Wherefore the Apostle says: "For I am not ashamed of the Gospel. For it is the power of God unto salvation to everyone who believes, both to Jew first and to Greek. For in it the righteousness of God is revealed." Wherefore here it has been said: "My mouth shall declare Thy righteousness, all the day Thy salvation"; or according to Symmachus, "every day Thy salvation." And this too may be beheld being fulfilled throughout the whole inhabited world: wherein the mouth of our Saviour through the divine Scriptures proclaims every day to all men the salvation procured through Him for all. And to these words He adds, "Because I have not known book-learnings." Having received the keys of the kingdom, and neither themselves enter-
PG 23:784Read from the page
νοι μήτε ἑτέροις συγχωροῦντες, τὰς γραμματείας κατεῖχον. Ἐγὼ δὲ, φησὶ, μὴ τῷ Μωϋσέως συγγράμματι προσέχων, μηδὲ τὰς τοῦ νόμου σωματικὰς γραμματείας τοῖς ἐμαυτοῦ παραδοὺς μαθηταῖς, οὐκ ἔγνων γραμματείας. Τί δὲ ἔγνως; Ἑξῆς διασαφεῖ λέγων· « Εἰσελεύσομαι εἰς δυναστείας Κυρίου Κυρίου, καὶ μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. » Αἱ μὲν γὰρ γραμματεῖαι Ἰουδαίοις μόνοις ἥρμοττον, τρὶς τοῦ ἐνιαυτοῦ παρακελευομένοις ἀπαντᾷν εἰς τὰ Ἱεροσόλυμα, πολλά τε ἄλλα δυσχερῆ καὶ οὐκ ἀναγκαῖα περιεῖχον. Ἐγὼ δὲ ἐν δυναστείᾳ Κυρίου Κυρίου, εἰς τὰς ἐμαυτοῦ Ἐκκλησίας εἰσελεύσομαι, καὶ μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. Δικαιοσύνη γὰρ τοῦ Πατρὸς ἦν τὸ πάντας ἀνθρώπους Ἕλληνας ἅμα καὶ
ing in nor permitting others, they held fast the book-learnings. Whereas I, says He, not giving heed to the writing of Moses, nor handing down the bodily book-learnings of the law to Mine own disciples, have not known book-learnings. What then didst Thou know? Next He makes plain, saying: "I shall enter into the mighty deeds of the Lord, the Lord, and I shall remember the righteousness of Thee alone." For the book-learnings befitted Jews alone, who were commanded three times a year to present themselves at Jerusalem, and contained many other burdensome and unnecessary things. Whereas I in the mighty power of the Lord, the Lord, shall enter into Mine own Churches, and shall remember the righteousness of Thee alone. For the righteousness of the Father was that all men, Greeks together with
« Ὁ Θεὸς, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου. » Μόνος ὁ Σωτὴρ τὸν Πατέρα διδάσκαλον ἐπιγράφεται· διόπερ οἱ ἐν τῇ πατρίδι αὐτοῦ ἔλεγον· « Πόθεν τούτῳ πᾶσα ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; » Ἤδεσαν γὰρ ἀκριβῶς μὴ διδασκάλοις ἀνθρώποις προσεσχηκότα αὐτόν. Ἐπεὶ τοίνυν, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τὴν παιδικὴν διῆλθεν ἡλικίαν, καὶ τῆς νεότητος τὴν ὥραν ὁμοίως ἡμῖν ὑπέμεινεν· οὔτε δὲ διατριβαῖς προσέσχεν, οὔτε διδασκάλοις κατὰ τοῦτον τὸν χρόνον, δυνάμει δὲ θεϊκῇ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις· εἰκότως ἐνταῦθά φησιν· « Ὁ Θεὸς, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέγρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου· » καὶ τοῖς ἐμοῖς φυλαχθείη μαθηταῖς μέχρι συντελείας τοῦ αἰῶνος· καὶ ὡς ἄν τις εἴποι, μέχρι γήρως καὶ τῆς εἰς ἄκρον τελειώσεως, σὲ πάλιν τὸν Θεὸν ἱκετεύω μή με ἐγκαταλιπεῖν, συνεῖναι δέ μοι καὶ τὰ θαυμάσιά σου ἐνεργεῖν δι' ἐμοῦ, « ἕως ἀναγγείλω τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ. » Ἡ γὰρ νῦν, φησὶ, παροῦσα γενεὰ σκολιὰ τυγχάνει καὶ διεστραμμένη, καὶ γενεὰ πονηρὰ καὶ μοιχαλίς. Διὸ τῇ γενεᾷ τῇ ἐρχομένῃ ἀπαγγελῶ « τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου, ὁ Θεὸς, ἕως τῶν ὑψίστων, ἅ τε ἐποίησας μεγαλεῖα. » Σὺ αὐτὸς ὁ Πατὴρ, δι' ἐμοῦ ταῦτα πᾶσι τοῖς μετὰ ταῦτα γενησομένοις ἀνθρώποις καὶ τῇ γενεᾷ τῇ ἐρχομένῃ ἀπαγγελεῖς, καὶ κηρυχθήσεται ἡ δικαιοσύνη σου ἕως τῶν ὑψίστων. Σωζομένων γὰρ τῶν ἐπὶ γῆς, χαρὰ ἔσται ἐν οὐρανοῖς, συγχαιρόντων τῶν ἐν τοῖς ὑψίστοις οἰκούντων ἀγγέλων τῇ τῶν ἀνθρώπων σωτηρίᾳ. Γῆρας δὲ καὶ πρεσβεία μὴ ὄκνει λέγειν τὴν τελειότητα τῶν αὐτοῦ μαθητῶν καὶ τῆς Ἐκκλησίας αὐτοῦ. Εἰ γὰρ σῶμα αὐτοῦ ἡ Ἐκκλησία τυγχάνει, ὡς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπών· « Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους· » μέρος τῆς Ἐκκλησίας καὶ πρεσβεῖον αὐτῆς λέγοιτ' ἂν εἰκότως ἡ κατ' ἀρετὴν τὴν ἐν τῷ παρόντι βίῳ τελείωσις, μεθ ἣν, ὥσπερ ἀποδυσαμένη τὸν ἐπὶ γῆς θνητὸν βίον, ἀνακαινισθήσεται τῆς οὐρανίου διατριβῆς καταξιωθησομένη, συναπτομένη τε τῇ Ἐκκλησίᾳ τῶν πρωτοτό-
"O God, Thou hast taught me from my youth, and until now I shall declare Thy wonders." Alone the Saviour inscribes the Father as His teacher; wherefore those in His own country said: "Whence has this man all this wisdom and the mighty works? Is not this the carpenter's son?" For they knew accurately that He had not given heed to human teachers. Since therefore, having taken the form of a servant, and having been found in fashion as a man, He passed through the age of childhood, and endured the prime of youth in like manner as we; and gave heed neither to schools nor to teachers during this time, but by divine power advanced in stature and wisdom, and in favour with God and men; fittingly here He says: "O God, Thou hast taught me from my youth, and until now I shall declare Thy wonders"; and may it be guarded for My disciples until the consummation of the age; and as one might say, until old age and perfection unto the uttermost, Thee again, O God, I entreat not to forsake me, and to be with me and work Thy wonders through me, "until I declare Thine arm to every generation that is to come." For the generation now present, says He, happens to be crooked and perverse, and an evil and adulterous generation. Wherefore to the generation to come I shall declare "Thy mighty power and Thy righteousness, O God, even unto the highest, and the great things that Thou hast done." Thou Thyself, O Father, through Me wilt declare these things to all men who shall come to be hereafter and to the generation to come, and Thy righteousness shall be proclaimed even unto the highest. For when those upon earth are saved, there will be joy in the heavens, as the angels who dwell in the highest rejoice together over the salvation of men. And do not hesitate to call old age and eldership the perfection of His disciples and of His Church. For if the Church happens to be His body, as the Apostle taught, saying: "Now you are Christ's body and members in part"; a part of the Church and her eldership might fittingly be called the perfection according to virtue in the present life, after which, having as it were stripped off the mortal life upon earth, she shall be renewed, counted worthy of the heavenly abode, and joined to the Church of the first-
Notes, col. 784

On the reading

Printed μέγρι, for μέχρι.

Printed μεθ, for μεθ'.

PG 23:785Read from the page
κων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς. Οὕτω νοήσεις καὶ τὸ ἀνωτέρω λελεγμένον ἐν τῷ, « Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. » Κατὰ γὰρ ἑτέραν ἐκδοχὴν ὑπερεύχεται τῆς Ἐκκλησίας αὐτοῦ, ἵνα ἐν καιρῷ τῆς κατὰ γῆν μακρότητος μὴ ἀποῤῥιφθείη· ει δὲ καὶ τότε ἐκλείπει ἡ ἰσχὺς αὐτῆς, μηδὲ τότε ἐγκαταλειφθείη. Συμβαίνει γὰρ πολλάκις ἐκλείπειν κατὰ τοὺς καιροὺς τῶν διωγμῶν, ἐπειδὰν οἱ πολλοὶ τοῦ σώματος τῆς Ἐκκλησίας δι' ἀσθένειαν πίστεως ἐξομνύονται τὴν πίστιν. Καὶ μήποτε ταῦτα ἀναπέμπεται ἐπὶ τὸν καιρὸν τῆς ἀποστασίας, περὶ οὗ καιροῦ ὁ Ἀπόστολος ἐδίδασκε λέγων· « Ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ Υἱὸς τῆς ἀπωλείας. » Τοῦτον δὲ τὸν καιρὸν ὁ Σωτὴρ ἐδήλου λέγων· « Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; » Καὶ πάλιν· « Διὰ δὲ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. » Τότε γὰρ ἔσται γηραλέον καὶ ἀσθενὲς τὸ σῶμα τῆς Ἐκκλησίας. Ἀλλ' ἵνα μηδὲ τότε ἔρημος καταλειφθείη ὁ λαὸς αὐτοῦ, ἀναγκαίως τὰς προκειμένας ἀναπέμπει φωνάς· « Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά; » καὶ τὰ ἑξῆς. Τοὺς ἀκριβεῖς λόγους καθ' οὓς ὁ Θεὸς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, μὴ γνόντα τε αὐτὸν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, οὐδεὶς δύναται διελθεῖν ἢ μόνος αὐτός. « Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; » Οὐδ' ἂν ἐπιβάλοι τις τῇ τοῦ Θεοῦ κρίσει, οὐδ' ἂν ἐξεύροι τοὺς λογισμοὺς, δι' οὓς ἐνεδείξατο τῷ Μονογενεῖ θλίψεις πολλὰς καὶ κακά· οὐ μὲν εἴασεν αὐτὸν ἐν αὐταῖς· ἀλλ' ἐπιστρέψας ἐζωοποίησεν αὐτὸν καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγεν αὐτόν. Σφόδρα δὲ ἀκριβῶς εἴρηται τὸ, « Ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά. » Ἰδὼν γὰρ τὰς θλίψεις καὶ τὰ ὀνομαζόμενα κακὰ, οὐχ ἑάλω ὑπ' αὐτῶν, οὐδὲ ἡττήθη· κρείττων δὲ πάντων γενόμενος, θεωρὸς ἦν αὐτῶν· ὡς πάντων μᾶλλον εἰπεῖν ἂν τὸ, « Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι. » Ταῦτα γὰρ Παῦλος καὶ οἱ παραπλήσιοι ὠφελημένοι τὸν διδάσκαλον ἔλεγον. Ἀβύσσους δὲ γῆς ἐνταῦθα τὴν τῶν καταχθονίων γῆν χώραν ὠνόμαζεν· ὃ δὴ σαφηνίζει ὁ Ἀπόστολος λέγων· « Μὴ εἴπῃς, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν; » Καὶ ἐν τῷ Ἰὼβ δὲ ὁ χρηματίζων αὐτῷ Κύριος ἔλεγε· « Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν. » Ὁ δὲ εἰπὼν ἐνταῦθα, « Καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με, » σαφῶς ἐδίδαξεν ἑαυτὸν κατεληλυθέναι εἰς τὰς ἀβύσσους τῆς γῆς, καὶ πάλιν ἀνεληλυθέναι. Οὐκ οἶδα δὲ εἴ τις δύναται ἑτέρως ἐκλαβεῖν ταῦτα ἢ ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀναφέρων τὴν προφητείαν.
born who are enrolled in the heavens. Thus you will understand also what was said above in the words, "Cast me not off unto the season of old age; when my strength fails, forsake me not." For according to another interpretation He intercedes on behalf of His Church, that in the season of her long duration upon earth she may not be cast off; and if even then her strength fails, not even then may she be forsaken. For it happens oftentimes that it fails during the seasons of persecutions, whenever the many of the body of the Church through weakness of faith abjure the faith. And perhaps these things are referred to the season of the apostasy, concerning which season the Apostle taught, saying: "Unless the apostasy come first, and the man of sin be revealed, the Son of perdition." And this season the Saviour declared, saying: "When the Son of man comes, will He find the faith upon the earth?" And again: "And because iniquity shall be multiplied, the love of the many shall grow cold." For then the body of the Church will be aged and weak. Yet that not even then His people might be left desolate, of necessity He sends up the cries before us: "O God, who shall be likened unto Thee? How many and sore afflictions and evils hast Thou shown me?" and what follows. The exact reasons according to which God spared not His own Son, but delivered Him up on behalf of us all, and made Him Who knew not sin to be sin on our behalf, no one is able to recount save He Himself alone. "For who has known the mind of the Lord, who shall instruct Him?" Neither could anyone enter upon the judgement of God, nor find out the reckonings through which He displayed to the Only-begotten many afflictions and evils; yet He did not leave Him in them, rather turning again He quickened Him and out of the abysses of the earth brought Him up again. And exceedingly accurately was it said, "Thou hast shown me many afflictions and evils." For beholding the afflictions and the things named evils, He was not captured by them, nor defeated; rather proving superior to all, He was a spectator of them; so that more than all He might say the words, "In everything afflicted, yet not straitened; perplexed, yet not driven to despair; cast down, yet not forsaken." For Paul and those like him, having derived benefit as to their Teacher, spoke these things. And by abysses of the earth here He named the nether earth-region: which indeed the Apostle makes clear, saying: "Say not, Who shall descend into the abyss, that is, to bring Christ up from the dead?" And in Job also the Lord giving response to him said: "And camest thou upon the spring of the sea, and walkedst in the tracks of the abyss? And do the gates of death open to thee in fear; and did the gatekeepers of Hades cower upon seeing thee?" And He Who said here, "And out of the abysses of the earth Thou hast brought me up again," clearly taught that He Himself had gone down into the abysses of the earth, and had come up again. And I know not whether anyone is able to take these things otherwise than by referring the prophecy to our Saviour and Lord.
Notes, col. 785

On the reading

Printed ει, for εἰ.

PG 23:788Read from the page
Ὁ δ' αὐτὸς ἐπιλέγει· « Ἐπλεόνασας τὴν μεγαλοσύνην μου, καὶ ἐπιστρέψας παρεκάλεσάς με. » Πῶς δὲ ἐπλεόνασεν ὁ Πατὴρ τὴν μεγαλοσύνην τοῦ Μονογενοῦς αὐτοῦ, ἢ διὰ τοῦ δεῖξαι αὐτῷ θλίψεις πολλὰς καὶ κακά; Ὥσπερ γάρ τις ἀγωνοθέτης, πολλοῖς παραβάλλων τὸν ἑαυτοῦ ἀθλητὴν, μειζόνως αὐτοῦ τὴν ἀνδρείαν ἐπιδείκνυσι, νικητὴν αὐτὸν ἁπάντων ἀνακηρύττων· τὸν αὐτὸν τρόπον καὶ ὁ Πατὴρ, τὴν μεγαλοσύνην τοῦ Υἱοῦ τοῖς πᾶσι φανερὰν ἐπιδεικνὺς, θλίψεις πολλὰς καὶ κακὰ περιέβαλλεν αὐτῷ, ὡς ἂν τὰ κατὰ πάντων ἀράμενος νικητήρια, παρὰ τοῖς πᾶσι κηρυχθείη. Διό φησιν· « Ἐπλεόνασας τὴν μεγαλοσύνην μου. » Ἀλλὰ μετὰ ταῦτα πάντα, φησὶν, « ἐπιστρέψας παρεκάλεσάς με. » Πῶς δὲ παρεκάλεσεν αὐτὸν, προεδίδαξεν ἀνωτέρω εἰπών· « Καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. » Αὕτη γὰρ ἦν ἡ παράκλησις, ἣν καὶ ὁ Ἀπόστολος παρέστησεν εἰπών· « Διὸ καὶ ὁ Θεὸς ὑπερύψωσεν αὐτὸν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. »
And the Same adds: "Thou hast multiplied my greatness, and turning again hast comforted me." Now how did the Father multiply the greatness of His Only-begotten, save through showing Him many afflictions and evils? For just as some president of the games, matching his own athlete against many, displays his courage the more greatly, proclaiming him victor over all; in the same manner the Father also, displaying the greatness of the Son manifest to all, encompassed Him with many afflictions and evils, so that having won the prizes of victory against all, He might be proclaimed among all. Wherefore He says: "Thou hast multiplied my greatness." Yet after all these things, says He, "turning again Thou hast comforted me." And how He comforted Him, He taught beforehand above, saying: "And turning again Thou hast quickened me, and out of the abysses of the earth hast brought me up again." For this was the comfort, which the Apostle also presented, saying: "Wherefore God also highly exalted Him, and bestowed on Him the name that is above every name; that at the name of Jesus every knee should bow, of things in heaven, and things on earth, and things under the earth."
« Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου. » Σὺ μὲν ἐμοὶ ταῦτα, φησὶν, ὦ Πάτερ, παρέσχου· μετὰ γὰρ τὰς πολλὰς θλίψεις καὶ τὰ λελεγμένα κακὰ « ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με, » καὶ παρεκάλεσάς με, πλεονάσας τὴν μεγαλοσύνην μου· κἀγὼ δὲ, ἀμειβόμενος τὰς εἰς ἐμέ σου εὐεργεσίας, « ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ· τί γὰρ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; » Ἀλλὰ γὰρ τά σοι πρέποντα σκεύη καταρτιζόμενος, ὄργανά τέ σου ἄξια ψαλμῳδίας κατασκευάσας, δι' αὐτῶν τὴν ἀλήθειάν σου ψαλῶ σοι, καὶ τοιαύτας σοι κιθάρας ἀναστήσω, δι' ὧν τὰ χείλη μου ἀγαλλιάσεται, ἀλλὰ καὶ « ἡ ψυχή μου, ἣν ἐλυτρώσω, » ἀναβιβάσας αὐτὴν ἐκ τῶν ἀβύσσων τῆς γῆς, καὶ ζωοποιήσας αὐτὴν μεθ' ὃν ὑπέμεινε θάνατον. Σκεύη δὲ καὶ ὄργανα τῷ Θεῷ κεχαρισμένα, δι' ὧν εἰσέτι καὶ νῦν ὁ Χριστὸς τοῦ Θεοῦ καθ' ὅλης τῆς οἰκουμένης ψαλμῳδίας ἀναπέμπει καὶ ὕμνους καὶ αἴνους τῷ Πατρὶ, τίνας ἂν εἴποις ἢ τοὺς καθ' ἑκάστην Ἐκκλησίαν λαούς; Ὧν τὰς ψυχὰς συντείνας ὁ τοῦ Θεοῦ Λόγος, συμφωνίᾳ τε καὶ ἁρμονίᾳ μιᾷ συνδησάμενος τῷ Πατρὶ, προσφιλῆ καὶ ἡδεῖαν ἀναπέμπει μελῳδίαν. Εἰ γοῦν τις ὡς ἐν παραθέσει σύγκρισιν ποιήσοιτο τῶν πάλαι παρὰ Ἰουδαίοις σωματικῶν ὀργάνων ἐξ ἀψύχων χορδῶν κατεσκευασμένων, φωνήν τε ἄναρθρον ἐξηχούντων, καὶ τῶν ἐν τῇ Χριστοῦ Ἐκκλησίᾳ ἐκ λογικῶν ψυχῶν ἀναπεμπομένων ὕμνων τῷ Θεῷ, οὐδὲν ἂν εὕροι ὅμοιον. Παντὸς γὰρ κρείττονα σωματικοῦ ψαλτηρίου τυγχάνει τὰ πλήθη τὰ καθ' ὅλης τῆς οἰκουμένης συμφωνίᾳ μιᾷ καὶ ἁρμονίᾳ τὸν ἐπὶ πάντων Θεὸν ὑμνοῦντα, δι' ὧν ὁ Υἱὸς τῳ Πατρὶ ψάλλειν ὁμολογεῖ φάσκων· « Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός. » Οὐκέτι γὰρ τύπους, οὐδὲ σκιὰς καὶ σύμβολα, οἷα ἦν τὰ παρὰ
"For I also will confess unto Thee with instruments of psalmody Thy truth." Thou indeed, O Father, says He, hast granted these things to Me; for after the many afflictions and the evils spoken of "turning again Thou hast quickened me, and out of the abysses of the earth hast brought me up again," and hast comforted me, having multiplied my greatness; and I also, requiting Thy benefactions towards me, "will confess unto Thee with instruments of psalmody; for what shall I render unto the Lord for all that He has rendered unto me?" Nay rather, fitting together the vessels befitting Thee, and having fashioned instruments of psalm-singing worthy of Thee, through them I shall sing Thy truth unto Thee, and such harps shall I raise up unto Thee, through which my lips shall exult, and also "my soul, which Thou hast redeemed," having brought it up out of the abysses of the earth, and quickened it after the death that it endured. Now vessels and instruments pleasing to God, through which even unto this present day the Christ of God throughout the whole inhabited world sends up psalm-singings and hymns and praises to the Father, whom would you say they are save the peoples in each Church? Tuning whose souls, and binding them together in one symphony and harmony unto the Father, the Word of God sends up a dear and sweet melody. If at any rate one should make a comparison side by side of the bodily instruments of old among the Jews fashioned out of lifeless strings, and sounding forth an inarticulate voice, and of the hymns sent up to God out of rational souls in the Church of Christ, one would find nothing alike. For superior to every bodily psaltery are the multitudes throughout the whole inhabited world hymning in one symphony and harmony the God over all, through whom the Son confesses that He sings psalms to the Father, saying: "For I also will confess unto Thee with instruments of psalmody Thy truth, O God." For no longer types, nor shadows and symbols, such as were the things in
Notes, col. 788

On the reading

Printed τῳ, for τῷ.

PG 23:789Read from the page
Μωϋσεῖ, τὴν δὲ ἀλήθειαν τὴν σὴν παραστήσω τοῖς ἀνθρώποις, καὶ « ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ· » ἢ κατὰ τὸν Ἀκύλαν, « Μελῳδήσω σοι ἐν κιθάρᾳ, ἅγιε Ἰσραήλ. » Ἀλλὰ καὶ « ἀγαλλιάσεται τὰ χειλη μου, ὅταν ψαλῶ σοι· » ἢ κατὰ τὸν Σύμμαχον, « Εὐφημήσει τὰ χείλη μου, ὅταν μελῳδήσω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. Ἔτι δὲ καὶ ἡ γλῶσσά μου μελητήσει ὅλην τὴν ἡμέραν τὴν δικαιοσύνην σου. » Χείλη δὲ καὶ γλῶσσαν αὐτοῦ μελετῶσαν τὴν δικαιοσύνην τοῦ Πατρὸς οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἀσκήσει θείων λόγων ἑαυτοὺς ἀνατεθεικότας. Καὶ ταῦτα πάντα, φησὶ, ποιήσω, « ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι· » ἢ κατὰ τὸν Σύμμαχον, « Ὅτι κατῃσχύνθησαν, ἢ ὅτι ἀπωρύγησαν οἱ ζητοῦντες τὴν κάκωσίν μου· » ἢ κατὰ τὸν Ἀκύλαν, « Ὅτι κατησχύνθησαν οἱ ζητοῦντες κακίαν μου. » Πάρεστι δὲ καὶ ταῦτα ἔργῳ πληρούμενα θεωρεῖν· ἁπανταχοῦ γὰρ γῆς τῶν Ἐκκλησιῶν τοῦ Σωτῆρος τὴν δικαιοσύνην τοῦ Θεοῦ διεξερχομένων, καὶ αὐτοῦ δὲ σκεύη ἐκλογῆς, οἷα προλέλεκται, καὶ ὄργανα λογικὰ τῷ Πατρὶ καταρτιζομένου, ἀνυμνοῦντός τε ἀεὶ δι' αὐτῶν τὸν ἐπὶ πάντων Θεὸν, αἰσχύνην περιβάλλονται οἱ ἐχθροὶ αὐτοῦ· ἐνετράπησάν τε καὶ ἐντρέπονται οἱ ζητοῦντες αὐτῷ κακά. Οὗτοι δέ εἰσιν οἱ θηρεύοντες μὲν πάσας προφάσεις, ὕβρεις τε καὶ διαβολὰς, καὶ βλασφημίας κατ' αὐτοῦ περινοοῦντες, μηδεμίαν δὲ εὑρίσκοντες ὑπόθεσιν διαβολῆς, μήτε κατ' αὐτοῦ, μήτε τῆς Ἐκκλησίας αὐτοῦ. Διὸ καταχέονται αἰσχύνην καὶ ἐντρέπονται πρὸς τὸ μηκέτι μηδὲν τολμᾷν διαβολῆς ἄξιον ἐπικαλεῖν. Καὶ ταῦτα πάντα ἔργῳ πληροῦται συμφώνως τῇ φασκούσῃ διὰ τῶν προκειμένων προφητείᾳ· « Ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι. » Τότε γὰρ, φησὶν, ὅταν οἱ ἐχθροὶ καταισχύνωνται, ἐγὼ ψαλῶ σοι, καὶ ἐξομολογήσομαί σοι τῷ ἐμαυτοῦ Πατρί. Ἔτι δὲ καὶ « ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου. »
Moses, rather Thy truth shall I set before men, and "I will sing unto Thee with a harp, the Holy One of Israel"; or according to Aquila, "I will make melody unto Thee with a harp, O Holy One of Israel." Moreover "my lips shall exult, when I sing unto Thee"; or according to Symmachus, "My lips shall praise, when I make melody unto Thee, and my soul, which Thou hast redeemed. Moreover my tongue also shall meditate all the day upon Thy righteousness." And you would not err in calling His lips and tongue meditating upon the righteousness of the Father those in His Church who have consecrated themselves to the practice of divine words. And all these things, says He, I shall do, "when those who seek evils for me are ashamed and put to confusion"; or according to Symmachus, "Because they have been put to shame, or because those who seek my affliction have been dug through"; or according to Aquila, "Because those who seek evil for me have been put to shame." And it is possible to behold these things also being fulfilled in deed: for while everywhere on earth the Churches of the Saviour recount the righteousness of God, and He Himself prepares chosen vessels, such as have been spoken of before, and rational instruments for the Father, and ever hymns through them the God over all, His enemies are clothed with shame; and those who seek evils for Him were put to confusion and are put to confusion. And these are those who hunt after every pretext, contriving insolences and slanders and blasphemies against Him, yet finding no ground of slander, either against Him or against His Church. Wherefore they are covered with shame and put to confusion so that they no longer dare bring forward any charge worthy of slander. And all these things are fulfilled in deed harmoniously with the prophecy which speaks through the words before us: "When those who seek evils for me are ashamed and put to confusion." For then, says He, when mine enemies are put to shame, I will sing unto Thee, and will confess unto Thee, Mine own Father. Moreover "my tongue also all the day shall meditate upon Thy righteousness."
ΕΙΣ ΣΟΛΟΜΩΝΤΑ ΟΑʹ.
FOR SOLOMON, LXXI.
« Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δός. » Οἱ λοιποὶ τοῦ « Σολομῶντος » ἡρμήνευσαν. Ἔστι δὲ καὶ ἕτερος τοῦ αὐτοῦ ἐν ταῖς ᾠδαῖς τῶν ἀναβαθμῶν, οὗ ἡ ἀρχή· « Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. » Ἐν οἷς ἔοικεν ὁ Σολομὼν ἐπὶ τῇ κατασκευῇ τοῦ οἴκου, ὃν ἤγειρεν ἐν Ἱεροσολύμοις, πρῶτος αὐτὸς οἰκοδομήσας τὸ αὐτόθι ἱερὸν, τὴν ᾠδὴν πεποιῆσθαι, διδάσκουσαν μόνα τὰ τοῦ Θεοῦ οἰκοδομήματα διαιωνίζειν· τὰ γὰρ ἀνθρώπινα καιρῷ συνίστασθαι· ὃ δὴ καὶ ἀπέβη ἐπὶ τῆς αὐτοῦ οἰκοδομῆς· οὐκ εἰς μακρὸν γοῦν ὁ ὑπ' αὐτοῦ κατασκευασθεὶς νεὼς ὑπὸ Βαβυλωνίων κατελύθη. Ἡ δὲ μετὰ χεῖρας προφητεία εἴτε εἰς αὐτὸν λέλεκται τὸν Σολομῶντα, εἴτε αὐτοῦ ἐστι κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· οἱ λόγοι ἕτερόν τινα παριστῶσι προφητευόμενον. Διὸ οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε ὕμνος, οὔτε τι τούτοις παραπλήσιον ἐπιγέγραπται. Ἀλλ' ἔστι προφητεία θεσπίζουσα ἀναφανήσεσθαί τινα ἐν ἀνθρώποις πενήτων καὶ πτωχῶν σωτῆρα, καὶ τοῦτον ἄνωθέν
"O God, give Thy judgement to the king." The rest rendered "of Solomon." And there is also another of the same in the Odes of Degrees, of which the beginning is: "Unless the Lord build a house, in vain have those laboured who build it." Wherein Solomon seems at the construction of the house which he raised up in Jerusalem, having himself first built the temple there, to have composed the ode, teaching that the buildings of God alone endure for ever; for human ones hold together only for a season: which indeed also came to pass in the case of his building; not long afterwards, at any rate, the temple constructed by him was destroyed by the Babylonians. Whereas the prophecy in hand, whether it was spoken with reference to Solomon himself, or is his according to the remaining translators: the words present someone else who is prophesied. Wherefore neither psalm, nor ode, nor hymn, nor anything like these is inscribed. Rather it is a prophecy foretelling that there shall appear among men a saviour of the needy and the poor, and that He from above
Notes, col. 789

On the reading

Printed χειλη, for χείλη.

Printed μελητήσει, for μελετήσει.

PG 23:792Read from the page
ποθεν ἠρέμα καταβήσεσθαι καὶ ἀψοφητί· « Καταβήσεται γὰρ ὡς ὑετὸς ἐπὶ πόκον. » Δικαιοσύνην τε λοιπὸν ἐμπολιτεύεσθαι τῷ γένει τῶν ἀνθρώπων ἐπὶ τῇ αὐτοῦ παρουσίᾳ. Ἐπικρατήσειν τε αὐτὸν οὐ τῆς Ἰουδαίας μόνης, οὐδὲ δυεῖν ἢ τριῶν ἐθνῶν, ἀλλὰ πάντων τῶν καθ' ὅλης τῆς οἰκουμένης, πάντα τε τὰ ἔθνη ὑποταγήσεσθαι αὐτῷ, ὀνομαστόν τε αὐτὸν ἔσεσθαι παρὰ τοῖς πᾶσιν, οὐ κατά τινα χρόνον βραχὺν, ἀλλ' εἰς ἅπαντα τὸν αἰῶνα. Καὶ τί γὰρ ἄλλ' ἢ τοιοῦτόν τινα ἔσεσθαι τὸν θεσπιζόμενον ὁ μετὰ χεῖρας ὑπογράφει λόγος, ὁποῖον οὐδεὶς πώποτε οὔτε παρὰ τῷ Ἰουδαίων ἔθνει, οὔτε παρ' ἑτέροις γεγονέναι μνημονεύει; Οὔτε γὰρ αὐτὸς Σολομὼν, οὔτε Δαυῒδ, οὔτε τις τῶν μετ' αὐτοὺς τοιοῦτος ἐφάνη, ὡς ἁρμόσαι τινὶ αὐτῶν τὰ ὑπὸ τῆς προφητείας σημαινόμενα. Ὅρα τοίνυν εἰ μὴ ταῖς προτεταγμέναις διὰ τῶν ἔμπροσθεν περὶ τοῦ πάθους τοῦ Σωτῆρος προῤῥήσεσιν ἀκολούθως συνῆπται ἡ μετὰ χεῖρας τὴν βασιλείαν αὐτοῦ διαγράφουσα. Ἐχρῆν γὰρ ἡμᾶς καὶ τὰ περὶ ταύτης παιδευθῆναι. Πολλῶν δὲ προφητειῶν τὸν ἐκ Δαυῒδ προφητευόμενον Χριστὸν ἀνυμνουσῶν· ἐπειδὴ εἰκὸς ἦν ὑπολαβεῖν τινας τὸν Σολομῶντα δηλοῦσθαι δι' αὐτῶν· μόνος γὰρ οὗτος τῶν υἱῶν Δαυῒδ ἐπιδοξότατα βασιλεύσας, καὶ τὸν νεὼν ἤγειρε τῷ Θεῷ, καὶ σοφίᾳ διαπρέψαι μεμαρτύρηται· ἀναγκαίως ἡ προκειμένη προφητεία « εἰς Σολομῶντα » ἐπιγέγραπται· ἢ αὐτοῦ τοῦ Σολομῶντος εἶναι λέλεκται· ἵνα μηκέτι αὐτὸς νομίζηται ὁ προσδοκώμενος εἶναι ἐκ Δαυῒδ· ἐξ αὐτοῦ δὲ Σολομῶντος ἐλπίζεται ἕτερος ὁ καὶ αὐτῷ ἐπηγγελμένος. Ἐὰν μὲν οὖν ἐκδεξώμεθα εἰς αὐτὸν εἰρῆσθαι τὸν Σολομῶντα τὸν ψαλμὸν κατὰ τὴν τῶν Ἑβδομήκοντα προγραφὴν, ἐροῦμεν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, περὶ αὐτοῦ τὴν εὐχὴν ἀναπέμψαν τῷ Θεῷ διὰ τοῦ πρώτου στίχου, δι' οὗ εἴρηται· « Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, » τουτέστι τῷ Σολομῶντι, τὸν ἑξῆς λόγον περὶ τοῦ ἐξ αὐτοῦ γενησομένου ποιεῖται· διὸ ἐπιλέγει· « Καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως· » δηλαδὴ τῷ μέλλοντι προελεύσεσθαι ἐκ σπέρματος αὐτοῦ Ἰησοῦ. Ἢ τῶν προκειμένων ὁ νοῦς τοιοῦτος· Ὅρος παρὰ τῆς σῆς θεότητος ἐξενήνεκται, δόγμα τε καὶ κρίμα βασιλικὸν ἐκ σοῦ Πνεύματος διατέτακται, ὡς ἂν ἐκ τῆς Σολομῶντος διαδοχῆς ὁ το κόσμου Σωτὴρ κατὰ σάρκα γεννηθείη. Τοῦτο οὖν τὸ κρίμα σου, ὁ Θεὸς, ἤδη ποτὲ δώρησαι τῷ βασιλεῖ, δηλαδὴ τῷ Σολομῶντι, ὡς ἂν δι' ἔργων χωρήσειαν οἱ λόγοι· καὶ αὐτῷ μὲν τῷ βασιλεῖ τὸ δηλωθὲν κρίμα παράσχου, τὴν δὲ δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, τῷ μέλλοντι ἐκ σπέρματος αὐτοῦ προελεύσεσθαι· ἵν' ὁ γεννώμενος ὁ ἐκ πνεύματος καὶ διάδοχος αὐτοῦ, ὑποδεξάμενος τὴν σὴν δικαιοσύνην, « διακρίνῃ τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει. » Καὶ ταῦτα μὲν, εἴπερ εἰς αὐτοῦ προσώπου τοῦ Σολομῶντος ἀναφέροιτο ἡ προγραφὴ κατὰ τοὺς Ἑβδομήκοντα φέρουσα, « εἰς Σολομῶντα· » εἰ δὲ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τοῦ Σολομῶντος εἶναι λέγοιτο ἡ προφητεία, φήσομεν, ὅτι αὐτὸς ὁ Σολομὼν, Πνεύματος πληρωθεὶς, τρία διὰ τούτων παρίστησι πρόσωπα· τὸν Θεὸν, ᾧ τὴν εὐχὴν ἀναπέμπει, καὶ τὸν βασιλέα, ὃν πέπειστο βασιλεύειν τῶν ὅλων, δηλαδὴ τὸν Υἱὸν
from somewhere shall descend gently and noiselessly: "For He shall descend like rain upon a fleece." And that henceforth righteousness shall live as a citizen among the race of men at His coming. And that He shall prevail not over Judaea alone, nor over two or three nations, but over all those throughout the whole inhabited world, and all the nations shall be subjected to Him, and He shall be renowned among all, not for some brief time, but unto all the age. For what else does the discourse in hand sketch than that He Who is foretold shall be such a one as no one ever remembers to have arisen either among the nation of the Jews or among others? For neither Solomon himself, nor David, nor anyone of those after them appeared such that the things signified by the prophecy could fit any of them. See therefore whether to the predictions arranged before throughout the preceding [psalms] concerning the passion of the Saviour there is not answerably joined the one in hand delineating His kingdom. For it was needful that we be instructed in the things concerning this as well. And since many prophecies hymn the Christ prophesied from David, and since it was likely that some would suppose Solomon to be signified through them—for he alone of the sons of David having reigned most gloriously both raised up the temple to God and is attested to have excelled in wisdom—of necessity the prophecy before us is inscribed "for Solomon," or has been said to be of Solomon himself, so that he himself may no longer be supposed to be the One expected from David; rather from Solomon himself another is hoped for, Who was also promised to him. If then we understand the psalm to have been spoken with reference to Solomon himself according to the superscription of the Seventy, we shall say that the Holy Spirit, having sent up the prayer concerning him to God through the first verse, through which it is said, "O God, give Thy judgement to the king," that is, to Solomon, makes the next statement concerning Him Who was to be born from him; wherefore it adds: "And Thy righteousness to the king's son": namely Jesus, Who was to come forth from his seed. Or the sense of the words before us is such as this: A decree has been brought forth from Thy deity, and an ordinance and royal judgement has been ordained from Thy Spirit, that out of the succession of Solomon the Saviour of the world should be born according to the flesh. This Thy judgement therefore, O God, grant now at last to the king, namely to Solomon, that the words may advance through deeds; and to the king himself provide the judgement declared, and Thy righteousness to the king's son, Who is to come forth from his seed; so that He Who is begotten of the Spirit and his successor, having received Thy righteousness, "may judge Thy people in righteousness, and Thy poor in judgement." And these things indeed, if the superscription according to the Seventy bearing "for Solomon" be referred to the person of Solomon himself; whereas if according to the remaining translators the prophecy should be said to be Solomon's, we shall say that Solomon himself, filled with the Spirit, presents three persons through these words: God, to Whom he sends up the prayer, and the King, Whom he was persuaded reigns over all things, namely the Son
Notes, col. 792

On the reading

Printed το, for τοῦ.