Migne Reading Room

PG 23 · cols. 769–780 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:769Read from the page
ἀλγῶν ἐγώ εἰμι, ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου· » ὡσαύτως δὲ καὶ ἐν τῷ μετὰ χεῖρας προϊὼν φάσκει· « Ἐγὼ δὲ πτωχὸς καὶ πένης, ὁ Θεὸς, βοήθησόν μοι. » Ὥστε καὶ διὰ τοῦτο ἀναγκαίως ἐπιγράφειν « εἰς τὸ τέλος. » Ἐὰν μὲν οὖν ἐκ προσώπου τοῦ Δαυῒδ λέγοιτο, εἴποι, ἂν ὅτι μεγάλου βασιλεύων ἔθνους, σφόδρα πλουσιώτατος ὢν, οὐκ ἠγνόει τὸ φάσκον λόγιον· « Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτὸν, καὶ ἐνώπιον Κυρίου εὑρήσεις χάριν. » Διὸ μετριοφρονῶν καὶ ταπεινοφρονῶν καὶ ἀληθῶς σμικρύνων ἑαυτὸν, καὶ πρὸς τὸ μέγεθος ἀφορῶν τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ, πτωχὸν καὶ πένητα ἑαυτὸν διὰ τῶν προκειμένων ὠνόμασε· καὶ ἀρχόμενος δὲ τοῦ λόγου, ὡς μηδὲν αὐτῷ συμβαλλομένου, μήτε πλούτου, μήτε βασιλείας, μήτε τῆς τοῦ παντὸς ἔθνους βοηθείας, μήτε τῆς ἐξ ἀσκήσεως πορισθείσης αὐτῷ δικαιοσύνης, τὴν παρὰ μόνου τοῦ Θεοῦ βοήθειαν ἐζήτει λέγων· « Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. » Ὁρῶν δὲ πολλοὺς διαφθονουμένους τῇ κατὰ Θεὸν αὐτοῦ προκοπῇ καὶ βασκαίνοντας αὐτοῦ τῇ σωτηρίᾳ τῆς ψυχῆς, προσετίθει τὸ, « Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, Εὖγε, εὖγε. » Διὰ τούτων γὰρ ὁμολογεῖ αὐτὸς μὲν ἑαυτῷ μὴ δύνασθαι ἐπαρκεῖν, δεῖσθαι δὲ τῆς παρὰ τοῦ κρείττονος βοηθείας· ὡς, εἰ μὴ τύχοι ταύτης, ἔρημος ἐσόμενος καὶ ἐλεγχθησόμενος ἀσθενὴς καὶ πλέον οὐδὲν ἢ θνητὸς ἄνθρωπος· καὶ ὡς οἱ ἐχθροὶ αὐτοῦ ἐπιχαιρεσίκακοί τινες ὄντες πεσόντι αὐτῷ ἐπαναβήσονται. Εἰ δὲ βοηθοῦ τύχοι τοῦ Θεοῦ, αὐτὸς μὲν ἔσται ἀνώτερος· αἰσχύνην δὲ καταχεοῦνται οἱ τῆς αὐτοῦ ψυχῆς ἐπίβουλοι· οἵτινες ἐφ' ἑκάστῃ πράξει κατὰ πόδας αὐτοῦ βαίνοντες καὶ πειρώμενοι ἐπιλαμβάνεσθαι αὐτοῦ λέγειν εἰώθασιν, « Εὖγε, εὖγε, » ὡς ἂν ἐπιτυγχάνοντες καὶ κατ' εὐχὰς πράττοντες ἐν οἷς αὐτὸν σφάλλεσθαι ἐνόμιζον. Εἰ δὲ ἐπὶ τὸν Σωτῆρά τις ἀναφέροι ταῦτα διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν, ἐρεῖ, ὅτι τοὺς ἐπιβουλεύοντας αὐτοῦ τῷ λόγῳ καὶ τῇ διδασκαλίᾳ, τῷ τε μεγάλῳ σώματι τῆς Ἐκκλησίας αὐτοῦ θεωρῶν ἐπανισταμέ-
in pain am I; Thy salvation, O God, has helped me"; and in the same way also in the one in hand as He proceeds He says: "But I am poor and needy; O God, help me." So that for this cause also it necessarily inscribes "unto the end." Now if it should be spoken in the person of David, one might say that ruling over a great nation, and being exceedingly rich, he was not ignorant of the oracle which says: "The greater you are, the more humble yourself, and before the Lord you will find grace." Wherefore, being moderate-minded and lowly-minded and truly making himself small, and looking towards the greatness of the wealth of the goodness of God, through the words before us he named himself poor and needy; and at the beginning of the discourse also, as though neither wealth, nor kingdom, nor the help of the whole nation, nor the righteousness procured for him by discipline contributed anything to him, he sought help from God alone, saying: "O God, attend unto my help. O Lord, make haste to help me." And seeing many envying his progress according to God and begrudging him the salvation of his soul, he added: "Let those who seek my soul be ashamed and put to confusion. Let those who wish me evils be turned backward and put to shame. Let those be turned back straightway in shame who say to me, Aha, aha." For through these words he confesses that he himself is unable to suffice for himself, and stands in need of help from the Higher One; seeing that, should he not obtain this, he would be desolate and proved weak and nothing more than a mortal man; and that his enemies, being spiteful rejoicers in ill, will trample upon him when fallen. But if he should obtain God as helper, he himself will be superior; while those who plot against his soul will be covered with shame: men who at each action treading close upon his heels and trying to lay hold of him are accustomed to say, "Aha, aha," as though succeeding and faring according to their wishes in the matters wherein they supposed him to stumble. And if for the reason assigned one should refer these things to the Saviour, he will say that beholding those who plot against His word and teaching, and rising up against the great body of His Church
« Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σὲ πάντες οἱ ζητοῦντές σε. » Τὰ μὲν πρῶτα ἀνατρεπτικὰ ἦν τῶν ἐναντίων· ἀκολούθως δὲ τὰ δεύτερα ὑπὲρ τῶν οἰκείων πρεσβεύει. Καὶ εἰ μὲν ὁ Δαυῒδ δικαίῳ πρέπουσαν εὐχὴν ἐποιεῖτο, ὡς ἂν πάντες οἱ τὸν Θεὸν ζητοῦντες, ὧν εἷς καὶ αὐτὴς ἦν, ἀγαλλιάσεως καὶ εὐφροσύνης μετέχοιεν τῶν ἐχθρῶν καταισχυνομένων· οἱ δὲ ἀγαπῶντες τὸ σωτήριον τοῦ Θεοῦ λέγοιεν ἂν, « Μεγαλυνθήτω ὁ Θεός· » καὶ τοῦτο μὴ εἰσάπαξ, μηδὲ ἑνί ποτε καιρῷ, ἀλλὰ διαπαντὸς λέγοιεν, νικῶντος ἐν αὐτοῖς καὶ δι' αὐτῶν πᾶν τὸν πολέμιον γένος τοῦ Θεοῦ. Εἰ δὲ ὁ Σωτὴρ τοῖς προλεχθεῖσιν ἀκολούθως εἴη ὑπὲρ τῶν ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς
"Let all who seek Thee exult and be glad in Thee." The former words were subversive of adversaries; answerably the second intercede on behalf of His own. And if on the one hand David was making a prayer befitting a righteous man, that all who seek God, of whom he himself also was one, might partake of exultation and gladness when their enemies are put to shame; then those who love the salvation of God would say, "Let God be magnified"; and this they would say not once for all, nor at some single season, but continually, as God conquers in them and through them every hostile race. And if on the other hand the Saviour, answerably to the things said before, should be [praying] on behalf of those out of all the nations who have
Notes, col. 769

On the reading

Printed αὐτὴς, for αὐτὸς.

Printed τὸν, for τὸ.

PG 23:772Read from the page
αὐτὸν πεπιστευκότων, λέγοι ἂν τὸ, « Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε. » Μὴ γὰρ μόνοι Ἰουδαῖοι, μηδὲ οἱ τὸν Ἀβραὰμ αὐχοῦντες, ἀλλὰ καθόλου καὶ ἀορίστως πάντες ὅσοι δήποτε καὶ ἐξ οἵου γένους εἶεν οἱ ἐκζητοῦντές σε, « ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ, καὶ λεγέτωσαν, Μεγαλυνθήτω ὁ Θεός· » καὶ τοῦτο λεγέτωσαν διαπαντὸς οἱ ἀγαπῶντες τὸ σωτήριόν σου· αὐτὸν δηλαδὴ τὸν Σωτῆρα σωτήριον πολλαχοῦ τῶν Γραφῶν ὠνομασμένον, ὃν ἀγαπῶσιν οἱ δι' ἔργων τὴν διδασκαλίαν αὐτοῦ ἐν ἀγάπῃ καθαρᾷ περιέποντες. « Ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ Θεὸς, βοήθησόν μοι. » Καὶ Δαυῒδ πλούσιος ὢν ἐταπεινοφρόνει, ἅτε γνῶσιν ἔχων τοῦ μεγέθους τοῦ Θεοῦ, καὶ τὸ μηδὲν ἑαυτὸν ὁρῶν. Διὸ τὴν παρὰ μόνου τοῦ ἰσχυροῦ βοήθειαν ἐξητεῖτο λέγων· « Ὁ Θεὸς, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς. » Καὶ ὁ Χριστὸς δὲ πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν, ὡς ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. Διὸ καὶ ἑαυτὸν ἀνετίθει τῇ τοῦ Πνεύματος βοηθείᾳ, πρεσβεύων ὑπὲρ τοῦ λαοῦ αὐτοῦ καὶ τῆς Ἐκκλησίας, ὡς ἂν μὴ, εἰς μακροὺς χρόνους πολεμουμένη ἐν τοῖς καιροῖς τῶν διωγμῶν, μεγάλην ἀπενέγκοιτο βλάβην. Διό φησι· « Βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς. » Εἰ δὲ καὶ ταῦτα ἀναφέροιτο ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ αὐτὸς ἐπιστήσεις. Ἐπειδὴ γὰρ διέγραψεν ἐν τῷ πρὸ τούτου τὰς κατ' αὐτοῦ ἐπαναστάσεις· ὅπως τε εἰσέλθοσαν ὕδατα ἕως τῆς ψυχῆς αὐτοῦ, καὶ ἐνεπάγη εἰς ὕλην βυθοῦ, καὶ ὡς ἦλθεν εἰς τὰ βάθη τῆς θαλάσσης· ἐπληθύνθησάν τε ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ οἱ μισοῦντές με δωρεάν· πέπονθέ τε ὅσα καὶ εἴρηται· εἰκότως τὴν παροῦσαν δέησιν ἀναπέμπει πρὸς τὸν Πατέρα λέγων· « Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον, » καὶ τὰ τούτοις ἀκόλουθα. Ἐπειδὴ ἑώρα τὸ τάγμα τῶν ἀποστόλων αὐτοῦ ἐν πολλῇ συγχύσει γεγενημένον διὰ τὴν περὶ αὐτὸν ἀγάπην, τὰς δευτέρας ὑπὲρ αὐτῶν προΐετο φωνὰς, ὅπως, ἀπολαβόντες αὐτοῦ τὴν ἀνάστασιν ἣν περιέμενον ποθοῦντες ἰδεῖν, πληρωθεῖεν ἀγαλλιάσεως καὶ εὐφροσύνης, λέγοντες διαπαντός· « Μεγαλυνθήτω ὁ Θεὸς, » αὐτοὶ ὄντες οἱ ἀγαπῶντες τὸ σωτήριον αὐτοῦ.
believed in Him, He would say: "Let all who seek Thee exult and be glad in Thee." For let not Jews alone, nor those who boast of Abraham, but universally and indefinitely all whosoever and of whatsoever race they may be who seek Thee out, "exult and be glad in Thee, and let those who love Thy salvation say continually, Let God be magnified": namely the Saviour Himself, Who in many places of the Scriptures is named salvation, Whom those love who through works cherish His teaching in pure love. "But I am poor and needy; O God, help me." David too, though rich, was lowly-minded, inasmuch as he had knowledge of the greatness of God, and saw himself to be nothing. Wherefore he sought help from the Mighty One alone, saying: "O God, help me; my helper and my deliverer art Thou, O Lord, delay not." And Christ also, though rich, for our sakes became poor, as the divine Apostle taught. Wherefore He also committed Himself to the help of the Spirit, interceding on behalf of His people and the Church, lest, being warred against for long times in the seasons of persecutions, she should suffer great harm. Wherefore He says: "My helper and my deliverer art Thou, O Lord, delay not." And whether these things also should be referred to the season of the passion of our Saviour, you yourself too will consider. For since He described in the one before this the uprisings against Him: both how waters came in even unto His soul, and He was stuck fast in the mire of the deep, and how He came into the depths of the sea; and those who hate me without cause were multiplied beyond the hairs of His head; and He suffered all that has also been said; fittingly He sends up the present petition to the Father, saying: "O God, attend unto my help; O Lord, make haste to help me," and what follows these words. Since He saw the company of His apostles fallen into great confusion because of their love for Him, He uttered the second cries on their behalf, so that, having received back His resurrection which they awaited longing to see, they might be filled with exultation and gladness, saying continually: "Let God be magnified," they themselves being those who love His salvation.
Οʹ.
LXX.
« Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξέλου με. » Τὰ ἰσοδυναμοῦντα τούτοις καὶ ὁ λʹ περιέχει ψαλμὸς, τοῦτον καὶ αὐτὸς ἀρχόμενος τὸν τρόπον. « Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με. Κλῖνον πρὸς μὲ τὸ οὖς σου. » Ἀλλ' ἐκεῖνος μὲν, « Εἰς τὸ τέλος, » καὶ « Ψαλμὸς τῷ Δαυῒδ, » ἐπεγέγραπτο· ὁ δὲ παρὼν ἀνεπίγραπτος τυγχάνει. Κἀκεῖνος μὲν ἐξομολόγησιν σὺν ἱκετηρίᾳ περιεῖχεν, ὁ δὲ προφητεία ἔοικεν ἐκ προσώπου τοῦ Σωτῆρος προενηνεγμένη. Διὸ οὐδὲ ἐπιγέγραπται συνήθως, « τοῦ Δαυῒδ. » Εἴποι δ' ἄν τις προσήκειν συμπεριλαμβάνειν αὐτὸν τοῖς
"In Thee, O Lord, have I hoped, let me never be put to shame; in Thy righteousness deliver me, and rescue me." The 30th Psalm also contains things equivalent to these, itself too beginning in this manner: "In Thee, O Lord, have I hoped, let me never be put to shame; in Thy righteousness deliver me. Incline Thine ear unto me." Yet that one was inscribed, "Unto the end," and "A Psalm for David"; whereas the present one happens to be uninscribed. And that one contained confession with supplication, whereas this one resembles a prophecy brought forth in the person of the Saviour. Wherefore neither is it inscribed as usual, "of David." And one might say that it is fitting to group it together with those
Notes, col. 772

On the reading

Printed ἐξητεῖτο, for ἐζητεῖτο.

PG 23:773Read from the page
πρὸ αὐτοῦ τεταγμένοις, διὰ τὸ πολλὴν πρὸς αὐτὰ σώζειν ἀκολουθίαν· ἐν γοῦν τῷ πρὸ τούτου ἐλέγετο· « Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά· » καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ προϊὼν ὁ λόγος ταῖς αὐταῖς κέχρηται φωναῖς λέγων· « Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, αἰσχυνθείησαν· » καὶ τὰ λοιπὰ δὲ τῆς αὐτῆς ἔχεται διανοίας, εἰς πλάτος ἐκτεινομένου τοῦ λόγου διὰ τῶν προκειμένων, ἅπερ οὐκ ἀπὸ σκόπου ἄν τις εἴποι ἁρμόζειν τῷ Πατρί· Διά τε τὸ λέγεσθαι ἐν αὐτῷ· « Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου· » αὐτὰ γὰρ ταῦτα ἐν καὶ τῷ καʹ ψαλμῷ ἐξ αὐτοῦ προσώπου ἐλέγετο ἐν τούτοις· « Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· » καὶ τὰ ἑξῆς. Ἀλλὰ καὶ τὸ ἑξῆς ἐπιλεγόμενον ἐν τῇ μετὰ χεῖρας προφητείᾳ ἐν τῷ, « Ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ, » ἰσοδυναμεῖν ἔοικε τῷ ἐν καʹ ψαλμῷ φάσκοντι λόγῳ· « Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη. » Πρόσχες γὰρ ἀκριβῶς ὅπως ἐν ἐκείνῳ μὲν ἐλέγετο, « Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, » ἐν δὲ τῷ προκειμένῳ, « Ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ. » Ἀλλὰ καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ σαφῶς παρίστησιν ἡ μετὰ χεῖρας προφητεία λέγουσα ἐξ αὐτοῦ προσώπου· « Ὁ Θεὸς, τίς ὅμοιός σοι; ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακὰς καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ τῶν ἀναγκῶν τῆς γῆς πάλιν ἀνήγαγές με; » Εἴτ' οὖν ἐκ προσώπου τοῦ Σωτῆρος, εἴτε ἐκ προσώπου παντὸς δικαίου, τῶν προκειμένων ἀκουστέον. Περιέχει γὰρ διδασκαλίαν παιδεύουσαν ἡμᾶς μετὰ διαθέσεως ὑγιοῦς πάντα μὲν δεύτερα τίθεσθαι, ἐπὶ μόνον δὲ τὸν Κύριον τὰς ἑαυτῶν ἀναρτᾷν ἐλπίδας, ὥστε λέγειν αὐτῷ διαθέσει γνησίᾳ. « Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. » Οἱ γὰρ ἐπὶ πλούτῳ καὶ πολλῇ περιουσίᾳ βίου, ἢ ἐπὶ ἀξιώμασι κοσμικοῖς, ἢ ἐπὶ ἀρχόντων οἰκειότητι καὶ προστασίᾳ, ἐφ' ἑτέρῳ τινὶ τῶν θνητῶν καὶ ἐπικήρων τὰς ἑαυτῶν ἀνατιθέντες ἐλπίδας, αἰσχύνην ὀφλήσουσιν. « Ἐπικατάρατος γὰρ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ. » Κέκραγέ τε βοῶν ὁ λόγος· « Μὴ πεποίθατε ἐπ' ἄρχοντας, μηδὲ ἐφ' υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία· » καὶ πάλιν· « Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. » Καὶ ἐν ἑτέροις δὲ λέγειν διδασκόμεθα· « Κύριος ἐμοὶ βοηθὸς, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπὶ ἄνθρωπον. Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπὶ ἄρχοντας. » Ὁ δὲ ἀγαθὰ ἑαυτῷ συνειδὼς εἴποι ἂν τῷ Κυρίῳ καὶ τὸ, « Ἐν δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με. » Πολλῇ γὰρ πεποιθήσει τεθάῤῥηκεν, ὅτι, κατὰ τὸ δικαιότατον κρίνας ὁ Θεὸς, εὑρήσει αὐτὸν οὐ κατακρίσεως, οὐδὲ ἀποβολῆς ἄξιον, ἀλλὰ βοηθείας καὶ ἀντιλήψεως· διό φησιν· « Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με. » Συνειδήσει
arranged before it, because it preserves a close sequence with them; in the one before this, at any rate, it was said: "O God, attend unto my help. Let those who seek my soul be ashamed and put to confusion. May those who wish me evils be turned backward and put to shame"; and in the words in hand also as the discourse proceeds it has used the same utterances, saying: "O God, attend unto my help, may they be ashamed"; and the rest too cleaves to the same thought, the discourse being drawn out at length through the words before us, which not off the mark one might say are addressed fittingly to the Father: both because it is said in it: "For Thou art my patience, O Lord, O Lord, my hope from my youth"; for these very things in the 21st Psalm also were spoken in His own person in these words: "For Thou art He Who drew me forth from the belly," and what follows. Moreover what is added next in the prophecy in hand in the words, "O my God, forsake me not, until I declare Thine arm to every generation that is to come," seems to be equivalent to the saying in the 21st Psalm which declares: "The generation to come shall be declared to the Lord." For attend carefully to how in that one it was said, "The generation to come shall be declared to the Lord," whereas in the one before us, "Until I declare Thine arm to every generation that is to come." Moreover the prophecy in hand clearly presents His resurrection from the dead as well, saying in His own person: "O God, who is like unto Thee? How many and sore afflictions hast Thou shown me, and turning again hast quickened me, and from the straits of the earth hast brought me up again?" Whether, therefore, in the person of the Saviour, or in the person of every righteous man, the words before us must be heard. For it contains teaching that instructs us with a sound disposition to count all things second, and to hang our hopes upon the Lord alone, so as to say to Him with a genuine disposition: "In Thee, O Lord, have I hoped, let me never be put to shame." For those who place their hopes in wealth and great abundance of livelihood, or in worldly dignities, or in familiarity with and patronage of rulers, or in any other mortal and perishable thing, will incur shame. "For cursed is the man who has his hope in man, and establishes the flesh of his arm." And the word cries aloud, proclaiming: "Trust not in rulers, nor in sons of men, in whom there is no salvation"; and again: "If wealth flow in, set not your heart upon it." And in other places too we are taught to say: "The Lord is my helper, I shall not fear what man will do to me. It is good to trust in the Lord, rather than to trust in man. It is good to hope in the Lord, rather than to hope in rulers." And he who is conscious of good things within himself might say to the Lord this also: "In Thy righteousness deliver me and rescue me." For with great confidence he has taken courage that God, having judged most justly, will find him worthy neither of condemnation nor of rejection, but of help and succour; wherefore he says: "In Thy righteousness deliver me and rescue me." With a conscience
Notes, col. 773

On the reading

Printed σκόπου, for σκοποῦ.

PG 23:776Read from the page
δὲ κεκαθαρμένῃ τὰς ἱκετηρίους φωνὰς πρὸς τὸν Θεὸν ἀναπέμπων, καὶ τὸ, « Κλῖνον πρὸς μὲ τὸ οὖς σου, καὶ σῶσόν με, » ἔλεγεν. Ἀλλὰ καὶ ὡς ἀναγκαίως τῷ Θεῷ παρεκάλει λέγων· « Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με. » Προασπίζων γὰρ ὁ Θεὸς καὶ ὑπερμαχῶν, οὐκ ἂν περὶ μικροῦ τινος τοῦτ' ἐποίησε· μόνος δὲ ὁ τέλειος εἴποι ἂν τῷ Θεῷ· « Ὅτι στερέωμά μου καὶ καταφυγή μου σὺ εἶ. » Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· « Ὅτι πέτρα μου καὶ ὀχύρωμά μου, » ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος· « Ὅτι πέτρα μου καὶ καταφυγή μου σὺ εἶ. » — « Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου. » Ὁ τέλειος ὥσπερ ἴδιον κτῆμα τὸν Θεὸν ἐπικαλεῖται λέγων· « Ὁ Θεός μου· » Ἐπειδήπερ ἐπαγγελία ἐστὶ τοῦ Θεοῦ περὶ τῶν ἀξίων λέγουσα· « Ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. » Ὁ δὲ λέγων, « Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, » καὶ πάντα δεύτερα θέμενος, ἐπὶ μόνον δὲ τὸν Θεὸν ἑαυτὸν ἐπιῤῥίψας, εἰκότως εἴποι ἂν, « Ὁ Θεός μου. » Ῥυσθῆναι δὲ ἐκ χειρὸς ἁμαρτωλοῦ εὔχεται, ἵνα μὴ ταῖς πράξεσιν ὅμοιος γένηται τῷ ἁμαρτωλῷ, μηδὲ τῷ παρανομοῦντι· διὸ ἐπιλέγει· « Ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος· » ἀλλὰ καὶ ὅπως μὴ ὑποχείριος γένηται τοῖς τοιούτοις, εὐλόγως δὲ τὸν Θεὸν ἑαυτοῦ Θεὸν ὀνομάζοι ἂν, οὐ μόνον διὰ τὰ ἔμπροσθεν λελεγμένα, ἀλλὰ καὶ διὰ τὰς ἑξῆς ἐπιλεγομένας αἰτίας. Σὺ γάρ μου, φησὶ, τυγχάνεις ὑπομονὴ, καὶ σύ μου ἐλπὶς ἐκ νεότητος. Οὐ γὰρ πώποτε
purified sending up supplicatory cries to God, he also spoke the words, "Incline Thine ear unto me, and save me." Moreover as though of necessity he besought God, saying: "Become to me a shielding God and a fortified place to save me." For when God shields before and fights in defence, He would not have done this over some small matter; and only the perfect man could say to God: "For my firmament and my refuge art Thou." Instead of which Aquila rendered: "For my rock and my fortress"; and Symmachus: "For my rock and my refuge art Thou." — "O my God, deliver me out of the hand of the sinner, and out of the hand of the transgressor of the law and the unjust man. For Thou art my patience, O Lord, my hope from my youth." The perfect man calls upon God as though his own possession, saying: "O my God": inasmuch as there is a promise of God concerning the worthy which says: "I will be their God, and they shall be to Me a people." And he who says, "In Thee, O Lord, have I hoped," and counts all things second, and has cast himself upon God alone, might fittingly say, "O my God." And he prays to be delivered out of the hand of the sinner, lest in his deeds he become like the sinner, or the transgressor of the law; wherefore he adds: "Out of the hand of the sinner, and out of the hand of the transgressor of the law and the unjust man"; and also that he may not come under the power of such men, and with good reason he would name God his own God, not only because of the things said above, but also because of the causes added next. For Thou, says he, art my patience, and Thou art my hope from youth. For never
« Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής. » Τὸ μὲν ἐκ νέας ἡλικίας ἐπὶ τὸν Θεὸν ἐλπίζειν λέγοιτ' ἂν καὶ περὶ τοῦ Δαυῒδ. Ἐπείπερ, νέος ὢν καὶ ποιμαίνων τὰ πρόβατα Ἰεσσαὶ τοῦ πατρὸς, πίστει καὶ ἐλπίδι τῇ εἰς τὸν Θεὸν καὶ λέουσι καὶ ἄρκτοις ἐπήει τῆς τῶν προβάτων σωτηρίας ἕνεκα· τὸν καλὸν μιμούμενος ποιμένα, περὶ οὗ εἴρηται· « Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη, ἢ λοβὸν ὠτίου. » Ἀλλὰ καὶ παιδάριον ὢν ἤλαυνε τὸ πνεῦμα τὸ πονηρὸν ἀπὸ τοῦ Σαοὺλ δυνάμει πίστεως καὶ ἐλπίδος τῆς εἰς τὸν Θεόν. Ἐπειδὰν καὶ πᾶς ὁ ἐκ νέας ἡλικίας τῆς κατὰ Θεὸν ἐκλογῆς κατηξιωμένος, οἷος ἦν Τιμόθεος ἐκ παιδὸς ἅγια Γράμματα μεμαθηκὼς τὸ, « Ἡ ἐλπίς μου ἐκ νεότητός μου. » Τὸ δὲ, « Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου, σύ μου εἶ σκεπαστής, » μόνῳ ἂν ἁρμόζοι τῷ Σωτῆρι ἡμῶν ἀθολώτῳ καὶ ἀσυγχύτῳ γενομένῳ καθ' ὃν ἐκυοφορεῖτο καιρόν. Οἱ μὲν γὰρ λοιποὶ πάντες ἄνθρωποι ἐν τῷ κυΐσκεσθαι, καὶ πρώτην λαμβάνειν σύστασιν τοῦ σώματος, φυτικὴν ὥσπερ ζωὴν ζῶντες, οὔτε τοῖς τοῦ σώματος αἰσθητηρίοις, οὔτε τῇ διανοίᾳ παρακολουθούσῃ κέχρηνται· ἀλλὰ καὶ τὸ ἡγεμονικὸν αὐτὸ καὶ τὸν νοῦν βεβαπτισμένοι, οὐδὲν σκώληκος διενέγκαιεν ἂν. Ὁ δὲ λέγων τῷ Θεῷ, « Ἐπὶ σὲ ἐπεστηρίχθην
"Upon Thee have I been stayed from the belly; from my mother's womb Thou art my protector." Hoping upon God from young age might be said concerning David as well. Inasmuch as, being young and shepherding the sheep of Jesse his father, through faith and hope in God he went out against both lions and bears for the sake of the safety of the sheep: imitating the good Shepherd, concerning Whom it is said: "Even as when the shepherd snatches out of the mouth of the lion two legs, or a lobe of an ear." Moreover even when a little lad he used to drive away the evil spirit from Saul by the power of faith and hope in God. Since indeed everyone who from young age has been counted worthy of election according to God, such as was Timothy who from childhood had learned the holy Scriptures, [might say] the words, "My hope from my youth." But the saying, "Upon Thee have I been stayed from the belly, from my mother's womb, Thou art my protector," would befit our Saviour alone, Who was unclouded and unconfused during the time when He was carried in the womb. For all other men, in being conceived and receiving the first constitution of the body, living as it were a vegetative life, use neither the bodily senses nor an accompanying understanding; nay rather, plunged deep even in the ruling faculty itself and the mind, they would differ in nothing from a worm. Whereas He Who says to God, "Upon Thee have I been stayed
PG 23:777Read from the page
ἀπὸ γαστρὸς, » οὐ μόνον γνῶσιν ἐμφαίνει κεκτῆσθαι Θεοῦ, ἀλλὰ καὶ μεγίστην ἀρετὴν φιλοθέου δυνάμεως, δι' ἧς ἐπ' αὐτὸν τὸν Θεὸν ἐστηρίζετο. Καὶ τοιοῦτος ἦν κυϊσκόμενος καὶ ἐν γαστρὶ τῆς μητρὸς συλλαμβανόμενος. Τὸ δὲ, « Ἐκ κοιλίας μητρός μου εἶ σκεπαστὴς, » δύναται καὶ ἐπὶ πάντων ἁρμόζειν. Εἰ γὰρ μὴ Θεοῦ δύναμις ἐφρούρει καὶ ἐφύλαττε τὸ κατὰ γαστρὸς κυϊσκόμενον, οὐδ' ἂν συνέστη, οὐδ' ἂν μετέσχε ζωῆς, μήτε πνεῖν δυνάμενον, μήτε τοῖς λοιποῖς κεχρῆσθαι αἰσθητηρίοις. Πάλιν δὲ καὶ ἐν τούτῳ λέγων, « Σύ μου εἶ σκεπαστὴς, » ἐνέφαινεν ἐξαίρετόν τι ἐσχηκέναι παρὰ τοὺς λοιποὺς τοὺς ἐν κοιλίᾳ μητρὸς συλληφθέντας. Τάχα γὰρ ἐπὶ μὲν τῆς τῶν λοιπῶν ἀνθρώπων γενέσεως ἄλλοι τινὲς ἐφεστήκασιν ἄγγελοι διακονούμενοι τῇ ἑκάστου εἰς τὸν βίον παρόδῳ· ἐπὶ δὲ τῆς γενέσεως τοῦ Σωτῆρος, αὐτὸς ἦν ὁ Πατὴρ σκεπαστὴς αὐτοῦ γιγνόμενος· διὸ καὶ ἐπὶ αὐτὸν ἐπεστηρίζετο. Οὕτως διαπαντὸς « ὕμνησιν » ἑαυτοῦ εἶχε τὸν Πατέρα. Διὸ ἐπιλέγει· « Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός. » Οὐ γὰρ διέλιπέ τινα καιρὸν ὑμνῶν τὸν Πατέρα, ἢ καὶ ὑμνούμενος ὑπ' αὐτοῦ ἐπὶ τῇ τοσαύτῃ ὑπακοῇ. Ἀλλ', Ἡ μὲν ἐμὴ, φησὶν, αἴνεσις, ἢ καὶ ὕμνησις ἐν σοὶ γέγονε διαπαντός. Οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων, μηδὲν τούτων ἐπιστάμενοι, ὥσπερ τέρας ἐκτήσαντό με. Τεράστιον γοῦν τι πρᾶγμα τοῖς πολλοῖς ἐγενόμην, ὡς διάφορα περὶ ἐμοῦ δοξάζειν αὐτούς· καί τινας μὲν Θεὸν εἶναι ἄσαρκον καὶ ἀσώματον, δοκήσει μόνον ὀφθέντα ἐπὶ γῆς, ἡγεῖσθαι, τινὰς δὲ ψιλὸν ἄνθρωπον, ὡς μηδὲν πλέον παρὰ τοὺς λοιποὺς ἐσχηκότα· καὶ ἄλλους μὲν ἀραῖς καὶ δυσφημίαις ὑποβάλλειν, ἑτέρους δὲ σέβειν καὶ προσκυνεῖν. Τέρας δὲ τοῖς πᾶσιν ἀληθῶς γέγονεν ὁ ἐμὸς θάνατος. Τὸ γὰρ σταυρὸν ὑπομεῖναι Θεὸν ὄντα, καὶ τοιαῦτα παθεῖν τὸν ἑτέροις ζωὴν κεχαρισμένον, τέρας ἦν ἀληθῶς. Διό φησιν· « Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς. » Ἀλλ' ἐν πᾶσι τούτοις σὺ, φησὶ, « βοηθός » μου γέγονας « κραταιός· » οὐδὲ γὰρ ἄλλον ἐκτησάμην βοηθόν. Πάντα γὰρ ἦν δεύτερα καὶ ὑποβεβηκότα τὴν ἐμὴν δύναμιν· σὺ δὲ μόνος, ὃν ἐλπίδα ἐμαυτὸν ὑπεγραψάμην, « βοηθός » μου γέγονας « κραταιός. » Καὶ κατὰ τὸν Σύμμαχον δὲ ὁμοίως εἴρηται· « Σοὶ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἀπὸ τῶν ἐνδοσθίων τῆς μητρός μου σὺ ἐπεῖδές με. Εἰς σὲ ἡ ἀναμονή μου ἐνδελεχῶς, ὡσεὶ τέρας ἐγενόμην τοῖς πολλοῖς· σὺ δὲ πεποίθησίς μου ἰσχυρά. »
from the belly," manifests that He possessed not only knowledge of God, but also the greatest virtue of God-loving power, through which He was stayed upon God Himself. And such was He when being formed and conceived in His mother's belly. Yet the saying, "From my mother's womb Thou art protector," can also fit all men. For if the power of God did not guard and keep that which is conceived in the belly, neither would it hold together, nor would it partake of life, being able neither to breathe nor to use the remaining senses. Yet again in this also, by saying, "Thou art my protector," He indicated that He had had something exceptional beyond the rest who are conceived in a mother's womb. For perhaps at the generation of the rest of men certain other angels stand by ministering to each one's passage into life; whereas at the generation of the Saviour, the Father Himself was becoming His protector; wherefore also He was stayed upon Him. Thus continually He had the Father as His "hymn-singing." Wherefore He adds: "In Thee is my hymn-singing continually." For He never ceased at any season singing hymns to the Father, or also being hymned by Him for so great an obedience. Nay, My praise, says He, or hymn-singing has been in Thee continually. Yet the multitude of men, knowing nothing of these things, held Me as a portent. Some portentous thing, at any rate, I became to the many, so that they held diverse opinions concerning Me: and some supposed Me to be a fleshless and bodiless God, seen upon earth in appearance only, while others supposed Me a mere man, as having had nothing more beyond the rest; and some subjected Me to curses and blasphemies, while others revered and worshipped Me. And My death truly became a portent to all. For that One Who is God should endure a cross, and that He Who has bestowed life upon others should suffer such things, was truly a portent. Wherefore He says: "As a portent have I become to the many." Yet in all these things Thou, says He, hast become my "mighty helper"; for neither did I acquire another helper. For all things were second and subordinate to My power; whereas Thou alone, Whom I registered for Myself as hope, hast become my "mighty helper." And according to Symmachus too it is spoken similarly: "Upon Thee have I been stayed from the belly, from the inward parts of my mother Thou didst look upon me. Unto Thee is my waiting continually, as a portent have I become to the many; and Thou art my strong confidence."
« Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. » Ἤδη μὲν κατὰ τὸν παρελθόντα χρόνον ὕμνησίς μου, φησὶν, ἐν σοὶ γέγονε διαπαντός· πλὴν ἀλλὰ καὶ περὶ τοῦ μέλλοντος δέομαι, ὡς ἂν μέχρις ἐσχάτης ὥρας τοῦ βίου τὸ στόμα μου τῆς σῆς αἰνέσεως πληρῷτο, καὶ οὕτως γε πληρῷτο, ὡς μηδένα χώραν σχολάζουσαν ἔχειν πρὸς τὸ ἄλλο τι φθέγγεσθαι, μηδὲ ἀνθρώποις ὁμιλεῖν· καὶ τοῦτό μοι ὑπάρξαι ἀξιῶ κατὰ πᾶσαν ἡμέραν, καὶ ἐν τῷ παντὶ χρόνῳ τῆς ἐμῆς ζωῆς μὴ ἀποστερηθῆναι καὶ ἀποῤῥιφῆναι ταύτης τῆς χάριτος, κἂν ἐπὶ γήραος οὐδῷ δέοι φθάσαι, μηδὲ μέχρις ἐσχάτης τελευτῆς ἄλλο τί με πράττειν ἢ πληροῦσθαι τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλο-
"Let my mouth be filled with praise, that I may hymn Thy glory, all the day Thy magnificence." Already during the time past, says He, my hymn-singing has been in Thee continually; nevertheless concerning the future also I entreat, that until the last hour of life my mouth may be filled with Thy praise, and so filled as to have no idle room for uttering anything else, nor for conversing with men; and I ask that this be mine every day, and that in the whole time of my life I may not be deprived and cast away from this grace, even should it be needful to reach the threshold of old age, nor until the last end do anything else than have my mouth filled with Thy praise and Thy magnifi-
Notes, col. 777

On the reading

Printed ἐμαυτὸν, for ἐμαυτῷ.

PG 23:780Read from the page
πρεπείας. Ἀντὶ δὲ τοῦ, « ὅλην τὴν ἡμέραν, » ὁ Σύμμαχος, « κατὰ πᾶσαν ἡμέραν » ἐξέδωκε· « Πλησθέιη τὸ στόμα σου αἴνους σου κατὰ πᾶσαν ἡμέραν, ἐν τῇ εὐπρεπείᾳ σου μὴ ἀποβάλῃς με καιρῷ γήρως. » Εἰ γὰρ δέοι καὶ μέχρι γήρως παρατεῖναι τὴν ἡλικίαν, τοῦτο μὲν οὐ παραιτητέον, ἱκετεύω δὲ μὴ ἀποστερηθῆναί ποτε τοῦ πεπληρῶσθαι τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλοπρεπείας. Εἰ δὲ καιρῷ τινι διὰ γῆρας ἐκλίποι ἡ ἰσχύς μου, μηδὲ τότε με σὺ ἐγκαταλίποις. Ταῦτα μὲν οὖν ἁρμόζοι ἂν λέγειν καὶ τῷ Δαυῒδ καὶ παντὶ ἀνθρώπῳ θεοφιλεῖ ἐν ταῖς πρὸς τὸν Θεὸν ἱκετηρίαις. Ἐπὶ δὲ τοῦ Σωτῆρος ἐπίστησον ὅπως εἴρηται τῷ Ἀποστόλῳ τὸ, « Ἐσταυρώθη δὲ ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. » Εἰ γὰρ καὶ ἐξ ἀσθενείας ἐσταυρώθη, ἀλλ' οὔτι γε νικηθεὶς ὑφ' ἑτέρων, αὐτὸς δὲ ἑαυτὸν ἀσθενῆ ποιήσας, καὶ ἑαυτὸν παραδοὺς ὑποχείριον ἀνθρώποις· ὃ δὴ διδάσκει φάσκων· « Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. » Ὥσπερ οὖν ἐκένωσεν αὐτὸς ἑαυτὸν μορφὴν δούλου λαβὼν, οὕτως ἀσθενῆ ἑαυτὸν εἰργάσατο, ὅπως ἁλωτὸς γένηται ἀνθρώποις, καὶ ἵνα σταυρὸν ὑπομένῃ « ὑπήκοος γιγνόμενος » τῷ Πατρὶ « μέχρι θανάτου, καὶ θανάτου σταυροῦ. » Διό φησιν· « Ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. » Εἶτα ἐπειδὴ τοῦ πάθους ἑαυτοῦ ἐμνημόνευσε καὶ τῶν τὸ πάθος ἐργασαμένων ἀκολούθως ποιεῖται μνήμην λέγων· « Ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου· » ἢ κατὰ τὸν Σύμμαχον, « Καὶ οἱ ἐπιτηροῦντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος. » Ταῦτα γὰρ ἔλεγον οἱ ἀρχιερεῖς καὶ οἱ σὺν αὐτοῖς κατὰ τὸν καιρὸν τοῦ πάθους, κινοῦντες αὐτῶν τὰς κεφαλὰς καὶ λέγοντες· « Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ
cence. Instead of "all the day," Symmachus gave "every day": "May thy mouth be filled with thy praises every day; in Thy comeliness cast me not off in the season of old age." For if it should be needful to prolong life even until old age, this indeed is not to be refused, yet I entreat never to be deprived of having my mouth filled with Thy praise and Thy magnificence. And if at some season through old age my strength should fail, not even then mayest Thou forsake me. Now these things might fittingly be said both by David and by every God-loving man in his supplications to God. Yet in the case of the Saviour observe how it was spoken by the Apostle: "For He was crucified out of weakness, yet He lives by the power of God." For even though He was crucified out of weakness, yet by no means as conquered by others, rather having Himself made Himself weak, and having delivered Himself up subject to men: which indeed He teaches, saying: "No one takes My life from Me, rather I lay it down of Myself. I have authority to lay it down, and I have authority to take it again." Even as, therefore, He emptied Himself, taking the form of a servant, so He made Himself weak, that He might become capable of being taken by men, and that He might endure a cross, "becoming obedient" to the Father "unto death, even the death of a cross." Wherefore He says: "When my strength fails, forsake me not." Then since He made mention of His passion, He answerably makes mention also of those who wrought the passion, saying: "Because mine enemies spoke against me, and those who watch for my soul"; or according to Symmachus, "And those who lie in wait for my soul took counsel together, saying: God has forsaken him; pursue and seize him, because there is none to deliver." For these things the chief priests and those with them said at the season of the passion, wagging their heads and saying: "He Who destroys the temple and in three days raises it up saved others; Himself He cannot
« Ὁ Θεὸς, μὴ μακρύνῃς ἀπ' ἐμοῦ· ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες. » Οἱ μὲν προλεχθέντες ἐχθροί μου ἔλεγον· « Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· » ἐγὼ δὲ ἀντιβολῶ καὶ δέομαί σε τὸν ἐμαυτοῦ Θεὸν παρεῖναί μοι διαπαντὸς, μηδὲ μακράν μου ἵστασθαι, προσέχειν δὲ εἰς τὴν βοήθειάν μου. Σὲ γὰρ βοηθὸν κτώμενος, οἶδ' ὅτι ὄψομαι καταισχυνομένους πάντας μου τοὺς ἐχθρούς. Τὸ δὲ, « αἰσχυνθήτωσαν, » συνήθως τῇ θείᾳ Γραφῇ καὶ νῦν ἀντὶ τοῦ, « αἰσχυνθήσονται » εἴρηται· καὶ τὸ, « ἐκλειπέτωσαν, » ἀντὶ τοῦ, « ἐκλείψουσιν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου· » ἢ κατὰ τὸν Σύμμαχον, « οἱ ἀντικείμενοι τῇ ψυχῇ μου. » Ὅπως δὲ ἐκλελοίπασιν αἰσχύνην καταχεάμενοι οἱ τὸν θάνατον αὐτῷ τυρεύσαντες, οὐ μακρῶν ἡμῖν δεῖ λόγων· ὁπότε ἐξ ἐκείνου ἐκλέλοιπε πᾶς ἀρχιερεὺς παρ' αὐτοῖς, Φαρισαίων δὲ οὐδὲ ὄνομα ἔτι λείπεται, οὐδὲ μνήμη τῶν παρ' αὐτοῖς ἀξιωμάτων. Ἐξέλιπον γὰρ ἄρχοντες ἐξ Ἰούδα καὶ ἡγούμενοι ἐκ τῶν μηρῶν αὐ-
"O God, put not far from me; O God, attend unto my help." My aforesaid enemies said: "God has forsaken him"; whereas I entreat and beseech Thee, my God, to be present with me continually, and not to stand far from me, and to attend unto my help. For gaining Thee as helper, I know that I shall see all mine enemies put to shame. And "let them be ashamed," in accordance with the custom of divine Scripture, is here too spoken instead of "they shall be ashamed"; and "let them fail," instead of "those who slander my soul shall fail"; or according to Symmachus, "those who oppose my soul." And how those who contrived death against Him have failed, covered with shame, requires of us no long words: seeing that since that time every high priest among them has failed, and of the Pharisees not even a name any longer remains, nor memory of the dignities among them. For rulers have failed out of Juda, and leaders from the thighs of
Notes, col. 780

On the reading

Printed Πλησθέιη, for Πλησθείη.