τεται δὲ αὐτοῦ τὴν κάθοδον, διὰ τοῦ φάναι, « ἀνέβης· » οὐ γὰρ ἂν ἄλλως ἀνέβη, εἰ μὴ πρότερον καταβεβήκει.« Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. » Ἀναβὰς δὲ τί ἔπραξεν; Ἠχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔλαβε δόματα ἐν ἀνθρώποις. Ποίαν δὲ αἰχμαλωσίαν ἠχμαλώτευσεν ἢ τὰ προλεχθέντα σκύλα, ἃ διενείμαντο οἱ αὐτοῦ στρατιῶται ; Ἀλλὰ καὶ ἔλαβε δόματα ἐν ἀνθρώποις, τοῦ Πατρὸς αὐτῷ δεδωρημένου, καθ' ἣν ἐπήγγελται πρὸς αὐτὸν ἐπαγγελίαν, φήσας· « Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ταῦτα δὲ τὰ δόματα « ἐν ἀνθρώποις » παρὰ τοῦ Πατρὸς λαβὼν, συνεστήσατο τὴν Ἐκκλησίαν αὐτοῦ. Τούτοις ἐξῆς εἴρηται· « Καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι· » ὅπερ σαφέστερον ἀπέδωκεν ὁ Σύμμαχος εἰπών· «Ἔτι καὶ ἐν ἀπειθοῦσι κατασκηνῶσαι. » Καὶ τοῦτο γὰρ, φησὶ, παρὰ τοῦ Πατρὸς ἔλαβε, τὸ κατασκηνῶσαι ἐν τοῖς πάλαι ἀπειθοῦσι καὶ ἀντιλέγουσι τῇ τοῦ Θεοῦ εὐσεβείᾳ. Καὶ ταύτην γὰρ εἴληφε τὴν ἐξουσίαν, ὥστε ἐν μέσῳ τῶν ἀπειθούντων κατασκηνοῦν, ἐξ αὐτῶν τε τῶν ἀπειθούντων λαμβάνειν ἑαυτῷ δόματα. Τοσούτων δὴ μαθημάτων παραδοθέντων διὰ τῆς προφητείας, ἐξῆς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐπὶ μεγάλοις καὶ παραδόξοις κατορθώμασιν, εὐλογεῖ τὸν τοσούτων ἀγαθῶν δοτῆρα φάσκον· « Κύριος ὁ Θεὸς εὐλογητὸς, εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν. » Οὐκέτι γὰρ, φησὶν, ἄνθρωποι δαίμονας πονηροὺς πεπλανημένως δοξάζουσιν, ἀλλ' ἐφ' ἑκάστης ἡμέρας καὶ καθ' ἑκάστην ὥραν τὸν προδηλωθέντα Κύριον εὐλογοῦσιν. Ὁ δὲ αὐτὸς Κύριος « κατευοδώσει ἡμῖν, » αὐτὸς ὢν « ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν. » Λέγει δὲ ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώπου τοῦ χοροῦ τῶν ἀποστόλων, ὥσπερ οὖν καὶ ἀρχόμενοι τοῦ λόγου παρεστήσαμεν. Ἐπεὶ τοίνυν τῆς ἐκ τοῦ Θεοῦ κατευοδώσεως ἐδέοντο οὗτοι, εἰς τὸ ὁδοποιῆσαι αὐτῷ, κατὰ τὰ ἔμπροσθεν εἰρημένα, ἀναγκαίως φασίν· « Εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν, κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν. » Ἀντὶ δὲ τοῦ, « τῶν σωτηριῶν ἡμῶν, » ὁ Σύμμαχος, « τοῦ Σωτῆρος ἡμῶν, » ἡρμήνευσεν· ἀνθ' οὗ τὸ Ἑβραϊκὸν πάλιν τοῦ ὀνόματος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ μέμνηται. « Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. » Πάλιν ἐκ προσώπου τῶν ἀποστόλων προφητικῶς καὶ ταῦτα λέλεκται. Ἐπεὶ γὰρ ἐθεολόγησαν διὰ τῶν ἔμπροσθεν, ἀκολούθως καὶ διὰ τῶν μετὰ χεῖράς φασιν· « Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου· » ἢ κατὰ τὸν Σύμμαχον· « Ὁ Θεὸς ἡμῖν Θεὸς εἰς σωτηρίαν, καὶ τοῦ Κυρίου τοῦ δεσπότου αἱ εἰς θάνατον ἔξοδοι. » Μόνος γὰρ οὗτος Θεὸς ὢν τοῦ σώζειν ἐξόδους εὕρετο τοῦ θανάτου. Ἐπειδὴ πᾶς ἄνθρωπος εἰς μὲν τὴν εἴσοδον τοῦ θανάτου ἔφθασεν, οὐκέτι δὲ καὶ διεξελθεῖν αὐτὸν δεδύνηται. Ὁ δὲ διὰ τῶν παρόντων δηλούμενος Κύριος, καὶ νῦν διὰ τῶν κοινῶν στοιχείων ἐν τῇ Ἑβραϊκῇ βίβλῳ γραφόμενος, διεξόδους ποιησάμενος τοῦ θανάτου, γέγονε Θεὸς ἐπώνυμος σωτηρίας.
hints at His descent, through saying, "Thou ascended;" for He would not otherwise have ascended, unless He had previously descended. "For He Who descended, He is also the One Who ascended far above all the heavens, that He might fill all things." And having ascended, what did He do? He led captivity captive, and received gifts among men. And what sort of captivity did He lead captive other than the aforesaid spoils, which His soldiers divided among themselves? Yet He also received gifts among men, the Father having bestowed them upon Him, according to the promise which He promised towards Him, saying: "Ask of me, and I shall give Thee nations as Thy inheritance and the ends of the earth as Thy possession." And having received these gifts "among men" from the Father, He established His Church. Next after these things it is said: "For indeed being disobedient so as to dwell;" which Symmachus rendered more clearly, saying: "Even among the disobedient also to dwell." For this too, he says, He received from the Father, to dwell among those formerly disobedient and gainsaying the godliness of God. For He has received this authority also, so as to dwell in the midst of the disobedient, and from those very disobedient ones to take gifts for Himself. Now when so many teachings have been handed down through the prophecy, next the Holy Spirit, as over great and marvellous achievements, blesses the Giver of so many good things, saying: "The Lord God is blessed, blessed is the Lord day by day." For no longer, he says, do men in error glorify wicked demons, but on each day and at each hour they bless the Lord set forth beforehand. And the same Lord "shall prosper our way for us," Himself being "the God of our salvations." And the Holy Spirit says these things from the person of the choir of the apostles, just as indeed when beginning our discourse we set forth. Since therefore these stood in need of the prospering of their way from God, towards preparing the way for Him, according to the things said earlier, of necessity they say: "Blessed is the Lord day by day, the God of our salvations shall prosper our way for us." And instead of "of our salvations," Symmachus interpreted "of our Saviour;" instead of which the Hebrew again makes mention of the name of our Saviour Jesus. "Our God is the God of saving, and to the Lord, the Lord, belong the issues of death." Again from the person of the apostles prophetically these things also have been spoken. For since they theologized through the earlier words, consequently through the words in hand also they say: "Our God is the God of saving, and to the Lord, the Lord, belong the issues of death;" or according to Symmachus: "God to us is a God unto salvation, and to the Lord the Master belong the exits unto death." For He alone, being the God of saving, found exits from death. Since every man arrived indeed at the entrance of death, yet has no longer been able to pass out through it as well. Whereas the Lord signified through the present words, and written now too through the common letters in the Hebrew book, having made passages out of death, has become a God named from salvation.