Migne Reading Room

PG 23 · cols. 709–720 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:709Read from the page
Ἐπειδὴ γὰρ τὰ θεσπιζόμενα πρὶν γενέσθαι προεθεωρεῖτο τοῖς ἁγίοις τοῦ Θεοῦ προφήταις, διὰ τοῦτό φησιν ὁ λόγος· « Ἐθεωρήθησαν αι πορεῖαί σου, ὁ Θεός. » Ποῖαι δὲ πορεῖαι ; ἀλλὰ πρώτη μὴν ἡ κάθοδος αὐτοῦ ἡ ἐν Σιναῖ, καὶ πάλιν ἡ ἀνάβασις ἡ εἰς ὕψος, καὶ αὖθις ἡ κάθοδος ἡ ἐπὶ Βασὰν καὶ ἡ ἐκεῖθεν ἐπιστροφὴ, ἥ τε μέχρι τοῦ θανάτου κατάβασις, καὶ ἐντεῦθεν διέξοδοι αὐτοῦ, καὶ ἐπὶ πᾶσιν ἡ ἐκ τῶν βυθῶν τῆς θαλάσσης ἐπάνοδος ; Αὗται πᾶσαι πορεῖαι ἦσαν τοῦ δηλουμένου Κυρίου, αἵτινες τοῖς τοῦ Θεοῦ προφήταις ἐθεωρήθησαν πρὶν γενέσθαι· διὸ καὶ ταῖς προφητικαῖς παρεδόθησαν Γραφαῖς. Εἰκότως οὖν εἴρηται· « Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός. » Εἶτ' ἀσφαλίζεται διδάσκων ποίου Θεοῦ αἱ πορεῖαι ἐθεωρήθησαν· διὸ ἐπιλέγει· « Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου. » Οὐ γὰρ ἁπλῶς Θεοῦ, οὐδὲ βασιλέως, ἀλλὰ τοῦ « Θεοῦ μου. » Τοῦτο δὲ ὅμοιον τυγχάνει τῷ, « Εἶπε Κύριος τῷ Κυρίῳ μου· » ὁ μὲν γὰρ πρῶτος ὁ ἐπὶ πάντων εἴη ἂν Θεός· ὁ δὲ δεύτερος Κύριος ὁ ἀκούων· « Κάθου ἐκ δεξιῶν μου, » ἐμὸς τυγχάνει Κύριος· διὸ, « Εἶπε Κύριος τῷ Κυρίῳ μου. » Καὶ ἐνταῦθα τοίνυν τὸν δεύτερον σημαίνων ὁ αὐτὸς προφήτης φησίν· « Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου, τοῦ ἐν τῷ ἁγίῳ. » Ἐὰν γὰρ λέγω θεωρουμένας πορείας, μή τις νομιζέτω με λέγειν τοῦ ἐπὶ πάντων Θεοῦ· ἀλλὰ τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου πορεῖαι. Ἀλλ' ἐπειδὴ « προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. » Αὐτοὶ γὰρ οὗτοι οἱ προφθάσαντες ἄρχοντες, ἢ οἱ ᾄδοντες καὶ Πνεύματι ἁγίῳ τὸ μέλλον θεσπίζοντες, προεθεώρησαν τὰς πορείας τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου. Οὗτοι δὲ ἦσαν οἱ προφῆται, οἱ προφθάσαντες τοὺς μετὰ ταῦτα προελθόντας ἀποστόλους. Δύο γὰρ χορῶν τὴν τοῦ Σωτῆρος ἡμῶν θεολογίαν ἀνθρώποις παραδεδωκότων, ἡ μὲν προφθάσας χορὸς ἦν ὁ προφητικὸς, ὁ δὲ δεύτερος ἐπελθὼν ὁ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος. Πλὴν ἀλλὰ ἐθεωρήθησαν αἱ πορεῖαι τοῦ δηλωθέντος Θεοῦ· ἢ τοῖς μὲν ἀποστόλοις ἐθεωρήθησαν, οἳ καὶ ὄψει παρέλαβον τὰ πάλαι προγνώσει προπεφωνημένα. Οὗτοι μὲν οὖν αὐτοῖς ὀφθαλμοῖς τὰς πορείας ἐθεώρησαν τοῦ Θεοῦ· προέφθασαν δὲ αὐτοὺς ἄρχοντές τινες οὗτοι οἱ ἐχόμενοι τῶν ψαλλόντων. Σημαίνει δὲ ὁ λόγος τὸν Δαυῒδ αὐτὸν καὶ τοὺς σὺν αὐτῷ καὶ κατὰ τοὺς αὐτοὺς χρόνους ἡγουμένους τοῦ λαοῦ· οἵτινες ἐχόμενοι τῶν ψαλλόντων προέφθασαν ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. Τοιαῦται δὲ ἦσαν αἱ Ἰουδαϊκαὶ συναγωγαὶ, ἀτελεῖς καὶ εἰσέτι νεάνιδες, πλέον οὐδὲν ἐπιστάμεναι ἢ τυμπάνοις χρῆσθαι τοῖς σωματικοῖς ὀργάνοις ἐκ δορᾶς νεκρῶν ζώων κατεσκευασμένοις. Διὸ τυμπανίστριαι εἴρηνται, τῷ μηδὲν ἕτερον εἰδέναι ἢ τὰ σωματικὰ τοῦ νόμου παραγγέλματα.
For since the things prophesied were foreseen before they came to pass by the holy prophets of God, on this account the word says: "Thy goings were seen, O God." And what sort of goings? Why, first indeed His descent on Sinai, and again the ascent on high, and once more the descent unto Bashan and the turning back from thence, as well as the going down even unto death, and His passages out from thence, and on top of all the return from the depths of the sea? All these were goings of the signified Lord, which were seen beforehand by the prophets of God before they came to pass; wherefore they were also handed down in the prophetic Scriptures. Reasonably therefore it has been said: "Thy goings were seen, O God." Then he secures the sense, teaching of what sort of God the goings were seen; wherefore he adds: "The goings of my God, of my King." For not simply of God, nor of a king, but of "my God." And this happens to be like "The Lord said to my Lord;" for the first indeed would be the God over all; whereas the second Lord Who hears, "Sit at my right hand," happens to be my Lord; wherefore, "The Lord said to my Lord." Here also, therefore, signifying the second, the same prophet says: "The goings of my God, of my King, Who is in the sanctuary." For if I speak of goings being seen, let no one suppose me to say those of the God over all; rather they are goings of my God and of my King. But since "princes went beforehand next to those playing music, in the midst of damsels playing timbrels." For these very princes who went beforehand, or those singing and in the Holy Spirit prophesying the future, foresaw the goings of my God and of my King. And these were the prophets, who preceded the apostles that came forward afterwards. For since two choirs have handed down the theology of our Saviour to men, the choir that went beforehand was the prophetic one, whereas the second that came after was that of the apostles and disciples of the Saviour. Nevertheless the goings of the signified God were seen; or to the apostles indeed they were seen, who received even by sight the things foretold of old by foreknowledge. These, then, beheld the goings of God with their very eyes; whereas certain princes here, those next to the players of music, went before them. And the word signifies David himself and those with him and leading the people at the same times; who, keeping next to the players of music, went beforehand in the midst of damsels playing timbrels. And such were the Jewish synagogues, imperfect and still damsels, knowing nothing more than to use timbrels, the bodily instruments fashioned out of the hide of dead animals. Wherefore they have been called timbrel-players, from knowing nothing else than the bodily precepts of the law.
« Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ. » Μετὰ τοὺς προθεωρήσαντας τὰς τοῦ δηλωθέντος Θεοῦ πορείας, ἀκολούθως ὁ λόγος ἑτέροις τισὶ μετὰ τοὺς πρώτους γενομένους προσφωνεῖ λέγων· « Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν· »
"In Churches bless God the Lord from the springs of Israel." After those who foresaw the goings of the signified God, consequently the word calls out to certain others who came into being after the first, saying: "In churches bless God;"
Notes, col. 709

On the reading

Printed αι, for αἱ.

Printed μὴν, for μὲν.

Printed ἡ, for ὁ.

PG 23:712Read from the page
καὶ ἐπειδήπερ ἕτεροι ἦσαν οὗτοι παρὰ τοὺς προφθάσαντας ἄρχοντας, εἰκότως καὶ τὰς συνόδους αὐτῶν ἐκκλησίας ἀποκαλεῖ, μονονουχὶ γυμνῇ τῇ κεφαλῇ τὰς τοῦ Σωτῆρος ἡμῶν ἐκκλησίας προαγορευούσης τῆς προφητείας. Κελεύονται δὲ οὗτοι οἱ δεύτεροι οὐκ ἐν μέσῳ νεανίδων τυμπανιστριῶν, ἀλλ' ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεόν. Καὶ ποῖον Θεὸν, πάλιν ἐπιλέγει ἐξῆς, « Κύριον. » Καὶ πόθεν ἀρυομένους χρῆν ταῖς ἐκκλησίαις τὴν τοῦ Κυρίου παραδιδόναι θεολογίαν ἀναγκαίως παρίστησι λέγων· « Κύριον ἐκ πηγῶν Ἰσραὴλ, » τοῖς κοινοτέροις χαρακτῆρσι κἀνταῦθα πάλιν τοῦ Κυρίου σημαινομένου. Πηγαὶ δὲ Ἰσραὴλ αι προφητικαὶ Γραφαὶ τυγχάνουσιν, ἥ τε Μωϋσέως νομοθεσία· ἐξ ὧν ὥσπερ ἀπὸ πηγῶν ἀρυομένους τὰς περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας εὐλογεῖν αὐτὸν ἐν ταῖς ἐκκλησίαις τοῖς δευτέροις παρακελεύεται. Εἶτα ἐπιλέγει· « Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει. » Ἀντὶ δὲ τοῦ « ἐκεῖ, » ὁ Σύμμαχος, « ὅπου, φησὶ, Βενιαμὶν ὁ μικρότατος· » καὶ ὁ Ἀκύλας ὁμοίως· « Ἐκεῖ, φησὶ, Βενιαμὶν ὁ βραχὺς, ἐπικρατῶν αὐτῶν. » Βενιαμὶν δὲ νεώτερος καὶ μικρότατος ἢ βραχύτατος Παῦλος ἦν ὁ θεῖος Ἀπόστολος, φυλῆς ὢν Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, καθὼς αὐτὸς διδάσκει λέγων· « Περιτομὴ ὀκταήμερος ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων. » Νεώτερος δὲ εἴρηται, ἢ μικρότατος, ἢ βραχὺς, ἐπεὶ καὶ αὐτὸς τοῦτο διδάσκει λέγων· « Ὕστερον δὲ πάντων ὥσπερ τῷ ἐκτρώματι ὤφθη κἀμοί. » Ἀντὶ δὲ τοῦ, « ἐν ἐκστάσει, » ὁ μὲν Ἀκύλας, « ἐπικρατῶν αὐτῶν· » ὁ δὲ Θεοδοτίων, « παιδευτὴς αὐτῶν· » ἡ δὲ πέμπτη ἔκδοσις, « παιδεύοντα,» ἢ, «διδάσκοντα » ἡρμήνευσαν. Οὐ δεῖ δὲ ἡμῖν πλειόνων λόγων εἰς ἀπόδειξιν τοῦ κρατεῖν τῶν Ἐκκλησιῶν, καὶ παιδευτὴν αὐτῶν εἶναι τὸν ἱερὸν Ἀπόστολον Βενιαμὶν ὠνομασμένον. Οὐ μόνος δὲ ἄρα ὁ Βενιαμὶν ἦν ἐκεῖ, δηλαδὴ ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλὰ καὶ « οἱ ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, οἵ τε ἄρχοντες Ζαβουλὼν καὶ οἱ ἄρχοντες Νεφθαλείμ. Σημαίνει δὲ ὁ λόγος διὰ τούτων τοὺς λοιποὺς ἀποστόλους, ὧν οἱ μὲν ἦσαν ἐκ φυλῆς Ἰούδα, οἱ δὲ ἐκ φυλῆς Ζαβουλὼν καὶ Νεφθαλείμ. Διὸ τῆς τούτων μέμνηται χώρας τὸ ἅγιον Πνεῦμα διὰ Ἠσαΐου τοῦ προφήτου λέγον· « Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν.» Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ, παραγαγὼν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, τοὺς ἑαυτοῦ μαθητὰς ἐνθένδε ἀνεκαλεῖτο. Σαφῶς οὖν ἐπικρατεῖν τῶν Ἐκκλησιῶν πρῶτον μὲν Παῦλον τὸν βραχύτατον καὶ μικρότατον, καὶ νεώτατον τῶν ἀποστόλων ἐδίδαξεν, ἐν ἐκστάσει ποτὲ γενόμενον, ὅτε ἐδίωκε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθει αὐτὴν, ἢ ὅτε ἐν ἀποκαλύψει τὸν Σωτῆρα τεθέατο· ἢ ὅτε ἡρπάγη εἰς τὸν παράδεισον ἕως τρίτου οὐρανοῦ· μετὰ δὲ τὸν Παῦλον τοὺς λοιποὺς ἀποστόλους ἐκεῖ ἐν τῇ αὐτῇ Ἐκκλησίᾳ διαπρέπειν θεσπίζει, ἄρχοντας ὄντας ἡμετέρους ἐκ φυλῆς Ἰούδα, καὶ ἄρχοντας Ζαβουλὼν
and since indeed these were different beyond the princes who went beforehand, reasonably also it calls their assemblies churches, the prophecy all but bareheadedly foretelling the churches of our Saviour. And these second ones are commanded not in the midst of damsels playing timbrels, but in churches to bless God. And what sort of God, again it adds next, "the Lord." And whence drawing it behoved them to hand down to the churches the theology of the Lord, of necessity it presents, saying: "the Lord from the springs of Israel," here again too the Lord being signified by the more common characters. Now the springs of Israel happen to be the prophetic Scriptures, and the lawgiving of Moses; drawing from which as if from springs the testimonies concerning our Saviour, it exhorts the second ones to bless Him in the churches. Then it adds: "There is Benjamin the younger in ecstasy." And instead of "there," Symmachus says, "where Benjamin the smallest is;" and Aquila likewise: "There, he says, is Benjamin the short, prevailing over them." Now Benjamin the younger and smallest or shortest was Paul the divine Apostle, being of the tribe of Benjamin, a Hebrew of Hebrews, even as he himself teaches, saying: "Circumcised on the eighth day, of the race of Israel, of the tribe of Benjamin, a Hebrew of Hebrews." And he has been called younger, or smallest, or short, since he himself also teaches this, saying: "And last of all, as if to the untimely birth, He appeared to me also." And instead of "in ecstasy," Aquila indeed interpreted "prevailing over them;" and Theodotion, "their instructor;" and the Fifth Edition, "instructing," or, "teaching." And we have no need of more words for proof that the sacred Apostle named Benjamin rules over the Churches and is their instructor. Yet not alone, then, was Benjamin there, namely in the Churches of God, but also "the princes of Judah their leaders, and the princes of Zebulun and the princes of Naphtali. And through these the word signifies the rest of the apostles, of whom some were of the tribe of Judah, and others of the tribe of Zebulun and Naphtali. Wherefore the Holy Spirit makes mention of their land through Isaiah the prophet, saying: "Land of Zebulun and land of Naphtali, towards the way of the sea, beyond the Jordan, Galilee of the Gentiles." And the Saviour Himself also, passing along beside the sea of Galilee, called forth His own disciples from thence. Clearly therefore it taught that first indeed Paul, the shortest and smallest and youngest of the apostles, prevails over the Churches, having once come to be in ecstasy, when he persecuted the Church of God and ravaged it, or when in revelation he beheld the Saviour; or when he was caught up into paradise as far as the third heaven; and after Paul it prophesies that the rest of the apostles shine forth there in the same Church, being our princes of the tribe of Judah, and princes of Zebulun
Notes, col. 712

On the reading

Printed αι, for αἱ.

PG 23:713Read from the page
καὶ ἄρχοντας Νεφθαλείμ. Ἐπὶ σχολῆς δ' ἄν τις φιλοκαλήσας, τὴν ἑκάστου τῶν ἀποστόλων εὑρήσει φυλήν· ἐπεὶ παντὶ τῷ ζητοῦντι ἡ τῆς εὑρέσεως δέδοται ὑπὸ τοῦ Σωτῆρος ἐπαγγελία.
and princes of Naphtali. And at leisure anyone who takes pains will find the tribe of each of the apostles; since to everyone who seeks, the promise of finding has been given by the Saviour.
« Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμιν σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν. » Ἕπεται καὶ ταῦτα τοῖς προλεχθεῖσιν. Ἐπειδὴ γὰρ προφητικῶς προσέταττεν ὁ λόγος τοῖς ἀποστόλοις ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Κύριον, καὶ τοῦτο ποιεῖν μὴ ἑτέρων τινῶν ὁρμωμένους λόγων, ἀλλ' ἐκ τῶν πηγῶν Ἰσραὴλ, ἀκολούθως ὑπὲρ αὐτῶν εὐχὴν ἀναπέμπει τὸ Πνεῦμα τὸ προφητικὸν, φάσκον· « Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου· » ὡσεὶ σαφέστερον ἔλεγεν· Ἐπισπευσάτω ἡ δύναμίς σου, καὶ συνεργείτω τοῖς ἀνδράσιν· ἀλλὰ καὶ ἤδη ποτὲ τῇ ἰσχύϊ σου δι' ἔργων χωρησάτω τὰ προφητευόμενα· καὶ τοῦτο δὲ ὃ κατειργάσω ἡμῖν τῇ σῇ βουλῇ προορίσας, καὶ αὐτὸ δυνάμωσον· ὅπως τῇ σῇ δυνάμει ἔργοις ἐπιτελεσθείη. Τί δὲ ἦν τοῦτο ἢ τὸ ἐξῆς ἐπιφερόμενον, « Ἐπὶ τὸν ναόν σου τὸν ἐν Ἱερουσαλὴμ σοὶ οἴσουσι βασιλεῖς δῶρα ; » τοῦτο γὰρ αὐτὸ ἐπαγγειλάμενος ἡμῖν δυνάμωσον γενέσθαι. Βασιλεῖς δὲ διὰ τοῦτο αἱ βασιλεῖαι τῆς γῆς εἴρηνται, τῶν ἐθνῶν ἁπάντων τοῦτον σημαινομένων τὸν τρόπον. Νεὼς δὲ ἐν Ἱερουσαλὴμ, ἐφ' ὃν τὰ δῶρα οἴσουσιν οἱ βασιλεῖς, οὐδ' ἕτερος ἂν εἴη τῆς βασιλείας τῶν οὐρανῶν· εἴπερ ἴσμεν Ἱερουσαλὴμ ἐπουράνιον, ἣν ἔδειξεν ὁ εἰπών· « Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· » καὶ, « Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. » Ταύτης οὖν τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ τὸ ἐξαίρετον καὶ ἀνώτατον καὶ κρεῖττον ὁ νεώς ἐστι τοῦ Θεοῦ. Ἐπὶ τοῦτον τοίνυν τὸν νεών σου, φησὶν, σοὶ οἴσουσι βασιλεῖς δῶρα· οἱ τὴν λοιπὴν δηλαδὴ πόλιν τὴν ἐπουράνιον οἰκοῦντες βασιλεῖς ὄντες, διὰ τὸ κατηξιῶσθαι τῆς βασιλείας τῶν οὐρανῶν, καὶ διὰ τοῦτο συμβασιλεύειν τῷ ἑαυτῶν Κυρίῳ. « Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν, καὶ εἰ ὑπομένομεν Θεὸν, καὶ συμβασιλεύσομεν. » Οὗτοι οὖν οἱ βασιλεῖς, ὡς ἂν ὑπὸ μεγάλῳ ἀρχιερεῖ τῷ Μονογενεῖ τοῦ Θεοῦ λειτουργοῦντες, ἱερεῖς τε ὄντες, καὶ αὐτοὶ δῶρα προσοίσουσιν εἰς τὸν ναὸν αὐτοῦ τὸν ἐπουράνιον, συνεισερχόμενοι τῷ μεγάλῳ ἀρχιερεῖ. Ὅπως δὲ τοῦτο γένηται καὶ δι' ἔργων προχωρήσῃ, ἀναγκαίως ἐπηύξατο εἰπών· « Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν. »
"Command, O God, Thy power; strengthen, O God, this which Thou wrought for us." These things also follow upon what was said before. For since prophetically the word commanded the apostles to bless the Lord in churches, and to do this setting out not from some other words, but from the springs of Israel, consequently the prophetic Spirit sends up a prayer on their behalf, saying: "Command, O God, Thy power;" as if more clearly speaking: Let Thy power hasten, and let it work together with the men; nay, even now at length by Thy strength let the things prophesied advance through deeds; and this too which Thou wrought for us, having foreordained it by Thy counsel, strengthen it also; so that by Thy power it might be accomplished in deeds. And what was this other than what is brought in next, "Unto Thy temple in Jerusalem kings shall bring gifts to Thee"? For having promised this very thing to us, strengthen it to come to pass. Now the kingdoms of the earth have been called kings on this account, all the nations being signified in this manner. And a temple in Jerusalem, unto which the kings will bring the gifts, would be none other than the kingdom of heaven; if indeed we know a heavenly Jerusalem, which he showed who said: "But the Jerusalem above is free, which is our mother;" and, "You have drawn near to Mount Sion and to the city of the living God, heavenly Jerusalem." Of this heavenly city of God, therefore, the choice and highest and superior part is the temple of God. Unto this Thy temple, therefore, he says, kings shall bring gifts to Thee; namely those inhabiting the rest of the heavenly city being kings, on account of having been deemed worthy of the kingdom of heaven, and on this account reigning together with their own Lord. "For if we died together, we shall also live together; and if we endure God, we shall also reign together." These kings, therefore, as ministering under a great high priest, the Only-begotten of God, and being priests, shall themselves also bring gifts into His heavenly temple, entering in together with the great high priest. And so that this may come to pass and advance through deeds, of necessity he prayed, saying: "Command, O God, Thy power; strengthen, O God, this which Thou wrought for us."
« Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.» Ὥσπερ ηὔξατο συνεργῆσαι τοῖς προλεχθεῖσιν εἰπών· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου· » καὶ «Δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν· » οὕτω πάλιν εὔχεται τὰ κωλύματα ἐκποδὼν ἀρθῆναι ἐκ μέσου, ὅπως ἀκωλύτως ὁ λόγος διαδράμῃ. Συνεώρα γὰρ τῇ προγνώσει τοὺς μέλλοντας ἐπανίστασθαι τῷ εὐαγγελικῷ κηρύγματι διωγμοὺς καὶ τοὺς νοητοὺς θῆρας, ὧν ηὔχετο ῥυσθῆναι ὁ εἰπών· « Μὴ παραδῷς τοῖς θηρίοις ψυχὰς ἐξομολογουμένας σοι· » θηρία δὲ καλάμου νοήσεις, μαθὼν ἀπὸ τοῦ Ἰὼβ ὅπως εἴρηται ὑπὸ τοῦ διαβόλου· « Ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυσον
"Rebuke the beasts of the reed." Just as he prayed for help to be given to those spoken of before, saying: "Command, O God, Thy power;" and "Strengthen, O God, this which Thou wrought for us;" so again he prays that the hindrances be taken away out of the midst, so that unhindered the word may run through. For he beheld together by foreknowledge the persecutions about to rise up against the evangelical proclamation and the intelligible beasts, from which he prayed to be rescued who said: "Deliver not to the beasts souls confessing to Thee;" and beasts of the reed you will understand, having learned from Job how it has been said by the devil: "Under trees of every kind he lies asleep, beside papyrus
Notes, col. 713

On the reading

Printed δύναμιν σου, for δύναμίν σου.

Printed πάπυσον, for πάπυρον.

PG 23:716Read from the page
καὶ κάλαμον καὶ βούτομον. » Οὐ γὰρ παρὰ συκῆν, οὐδὲ παρὰ ἄμπελον, οὐδὲ παρὰ ἐλαίαν, ἢ φοίνικα, ἤ τι τῶν τούτοις παραπλησίων, ἀλλὰ παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον ἀναπαύεσθαί φησιν αὐτὸν, τὰς ἀτόνους καὶ καθύγρους καὶ μηδένα καρπὸν ἀναγκαῖον προφερούσας ψυχὰς τοῦτον αἰνιξάμενος τὸν τρόπον· παρὰ τοιαύταις γὰρ ἀνεπαύετο ὁ δράκων. Δεινὰ δὲ θηρία καλάμου τυγχάνουσιν αἱ ἀντικείμεναι δυνάμεις, οἵ τε πονηροὶ δαίμονες καὶ τὰ ἰοβόλα καὶ ἑρπυστικὰ πνεύματα, οἷς ἐπιτιμῆσαι τὸν Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῶν μετὰ χεῖρας εὔχεται λέγον· « Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου. » Καὶ τῇ συναγωγῇ δὲ τῶν ταύρων, ἢ, κατὰ τὸν Σύμμαχον, « συνόδῳ παμμεγέθων, » καὶ ταῖς δαμάλεσι τῶν λαῶν ἐπιτιμῆσαι ἱκετεύει· δαμάλεις δὲ λαῶν καὶ ταῦροι οἱ παρὰ Ἰουδαίοις εἰσὶ διῶκται τοῦ λόγου. Ὧν ἔργων τὸ ἐξῆς ἐπιλεγόμενον ἐν τῷ, « τοῦ ἐκκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ· » ὅπερ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· « Τοῖς διαλακτίζουσι τοὺς εὐδοκήτους ὡς δοκιμὴν ἀργυρίου. » Οὗτοι γὰρ οἱ ταῦροι, καὶ αἱ προλεχθεῖσαι δαμάλεις, ὑπὸ τῶν θηρίων τοῦ καλάμου ἐνεργούμεναι, τὴν πᾶσαν ποιοῦνται σπουδὴν πρὸς τὸ ἐκκλεισθῆναι τοὺς ἁγίους τοῦ Θεοῦ τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος. Ἅγιοι δὲ Θεοῦ οἱ δεδοκιμασμένοι τῷ ἀργυρίῳ. Ὥσπερ γὰρ « τὰ λόγια Κυρίου ἁγνὰ, ἀργύριον πεπυρωμένον, » οὕτως καὶ οἱ τοῦ Θεοῦ ἄνθρωποι δεδοκιμασμένοι εἰσὶν ὡς τὸ ἀργύριον· διό φασιν· « Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. » Οἱ οὖν θῆρες οἱ τοῦ καλάμου καὶ ἡ συναγωγὴ τῶν ταύρων, καὶ αἱ δαμάλεις τῶν λαῶν, τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ ἀποκλεισθῆναι σπουδάζουσι τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος. Ἢ, κατὰ τὸν Σύμμαχον, « Διαλακτίζουσι τούτους αὐτοὺς εὐδοκήτους ὄντας ὡς δοκιμὴν ἀργυρίου. » Ἵν' οὖν μὴ ἐμποδὼν γένωνται τοῖς ἁγίοις τοῦ Θεοῦ οἱ προλεχθέντες, ἀναγκαίως εἴρηται· « Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου, ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν. » Καὶ ἄλλως ταύρους νοήσεις τοὺς Ἰουδαίων ἄρχοντας· δαμάλεις δὲ αὐτῶν τὰς ὑπὸ τούτους συναγωγὰς καὶ τοὺς λαοὺς τοὺς ἐπισυστάντας κατὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν. Μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ ἐξ αὐτοῦ προσώπου τοῦ Σωτῆρος ἐν καʹ ψαλμῷ φωνὴ φάσκουσα· « Ὅτι ἐκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν. » Δι' ὧν ᾐνίττετο τοὺς ἄρχοντας τοῦ Ἰουδαίων λαοῦ καὶ τὰ ὑπ' αὐτοὺς πλήθη τὰ ἐπισυστάντα κατ' αὐτοῦ.
and reed and flowering rush." For not beside a fig-tree, nor beside a vine, nor beside an olive-tree, or palm-tree, or anything of the things similar to these, but beside papyrus and reed and flowering rush does it say he rests, hinting in this manner at the slack and dank souls bringing forth no needful fruit; for beside such ones the dragon used to rest. Now terrible beasts of the reed happen to be the opposing powers, both the wicked demons and the venomous and creeping spirits, which the Holy Spirit through the words in hand prays God to rebuke, saying: "Rebuke the beasts of the reed." And the congregation of the bulls also, or, according to Symmachus, "an assembly of huge ones," and the heifers of the peoples, He entreats Him to rebuke; and heifers of the peoples and bulls are the persecutors of the word among the Jews. Of whose works is what is added next in the phrase, "so that those tested with silver may be shut out;" which Symmachus interpreted more clearly, saying: "Against those kicking away the approved ones like a testing of silver." For these bulls, and the aforesaid heifers, being worked upon by the beasts of the reed, make every effort towards the saints of God being shut out from the hope promised to them. And saints of God are those tested with silver. For just as "the oracles of the Lord are pure, silver refined by fire," so too the men of God have been tested like silver; wherefore they say: "Thou tested us, O God, Thou refined us by fire as silver is refined." The beasts of the reed, therefore, and the congregation of the bulls, and the heifers of the peoples, are eager for those tested with silver to be shut out from the hope promised to them. Or, according to Symmachus, "They kick away these very ones who are approved like a testing of silver." In order, therefore, that those spoken of before may not get in the way of the saints of God, of necessity it has been said: "Rebuke the beasts of the reed, the congregation of the bulls among the heifers of the peoples." And in another way too you will understand as bulls the rulers of the Jews; and as their heifers the synagogues under them and the peoples that banded together at the passion of our Saviour. And witness is borne to the account by the voice from the very person of the Saviour in the twenty-first psalm saying: "Because many calves surrounded me, fat bulls beset me round. They opened their mouth against me." Through which He hinted at the rulers of the people of the Jews and the multitudes under them that banded together against Him.
« Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα. » Τὰ μὲν ἀνώτερα περὶ τῶν ἀντικειμένων δυνάμεων, καὶ περὶ τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἐδηλοῦτο, τὰ δὲ προκείμενα περὶ τῶν ἐν τοῖς λοιποῖς ἔθνεσι πολεμίων τῆς Ἐκκλησίας. Ἐπειδὴ γὰρ ἑώρα τὸ Πνεῦμα τὸ ἅγιον τοὺς ἐν ἀπιστίᾳ ἀπομείναντας τῶν ἐθνῶν ἐπαναστησομένους τοῖς πιστοῖς, καὶ διωγμοὺς κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ κινήσοντας, ἀναγκαίως καὶ περὶ τούτου εὔχεται λέγον· « Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα. » Δια-
"Scatter the nations that wish for wars." The earlier words indeed were declared concerning the opposing powers, and concerning the rulers of the nation of the Jews, whereas the words before us are concerning the enemies of the Church among the remaining nations. For since the Holy Spirit saw that those of the nations who remained in unbelief would rise up against the believers, and would stir up persecutions against the Church of God, of necessity concerning this also He prays, saying: "Scatter the nations that wish for wars." For when
PG 23:717Read from the page
σκορπιζομένων γὰρ τούτων, ἡ χάρις ἡ εὐαγγελικὴ χώραν ἕξει. Ἤμελλε τοῦ ἐνεργεῖν καὶ ἐξ αὐτῶν πρώτων ἄρχεσθαι τῶν καθ' ὑπερβολὴν εἰδωλολατρῶν. Αἰγύπτιοι δὲ ἦσαν οἱ πάντων ἀνθρώπων καὶ πάντων ἐθνῶν δεισιδαιμονέστατοι. Διὸ ἐξῆς ἐπιλέγει· «Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου. » Κατὰ δὲ τὸν Ἀκύλαν, « Οἴσουσιν ἐσπευσμένως ἐξ Αἰγύπτου· » κατὰ δὲ τὸν Σύμμαχον, « Ἐλθέτωσαν ἐκφάναντες οἱ ἐξ Αἰγύπτου. » Καὶ τὸ μὲν πάντων εἰδωλολατρῶν γένος διὰ τῶν ἐλευσομένων ἐξ Αἰγύπτου καὶ διαβησομένων ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν δεδήλωται· διὰ δὲ τοῦ ἐξῆς ἐπιλεγομένου· « Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ, » τὰ ἄκρα τῆς τῶν ἀνθρώπων οἰκουμένης. Σημαίνει γὰρ ὁ λόγος, ὡς ἄρα ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν ἀπ' ἀνατολῆς ἡλίου μέχρι δυσμῶν ἥξουσιν, κατὰ τὸ φάσκον ἐν ἑτέροις λόγιον· « Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. » Κατὰ δὲ τὸν Ἀκύλαν· « Αἰθίοψ, φησὶ, δρομώσει χεῖρα αὐτοῦ τῷ Θεῷ· » κατὰ δὲ τὸν Σύμμαχον· « Αἰθιοπία σπευσάτω διδοῦσα χεῖρα τῷ Θεῷ. » Ἔστι δὲ καὶ κατὰ τὴν ἱστορίαν τοῦτο πεπληρῶσθαι φάναι ἐπὶ τοῦ Αἰθίοπος, οὗ μέμνηνται τῶν ἀποστόλων αἱ Πράξεις. Σχεδὸν γὰρ προέφθασεν οὗτος τὰ λοιπὰ ἔθνη, καταξιωθεὶς πρὸ πάντων τῆς γνώσεως τοῦ Σωτῆρος. Ὅπως δὲ καὶ πρέσβεις ἦλθον ἐξ Αἰγύπτου κατὰ τὴν ἱστορίαν, πάλιν αἱ Πράξεις τῶν ἀποστόλων δηλοῦσιν, ἐν αἷς εἴρηται, ὡς ἄρα κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς τὸ Πνεῦμα τὸ ἅγιον ἐπλήρωσε τὸν οἶκον ἔνθα ἦσαν οἱ ἀπόστολοι, ἐκάθισέ τε ἐπὶ τοὺς παρόντας ἅπαντας· ἐν οἷς ἦσαν Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην. Οὗτοι δὴ οὖν πάντες ὡσπερεὶ πρέσβεις ἐτύγχανον τῶν ἐθνῶν, τῆς τοῦ ἁγίου Πνεύματος ἀπαρχῆς κατηξιωμένοι. Ἀλλὰ γὰρ μετὰ τοὺς ἐξ Αἰγύπτου, καὶ μετὰ τὴν προφθάσασαν Αἰθιοπίαν, ἐξῆς αἱ λοιπαὶ βασιλεῖαι τῆς γῆς καλοῦνται, δηλαδὴ καὶ τὰ ὑπὸ ταύταις ἔθνη. Διὸ ἐπιλέγεται· « Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. » Ἃ καὶ οὐδ' ἄλλως ἢ διὰ μόνης τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας τέλους ἐτύγχανεν. Οὐκ ἔστιν οὖν ἔθνος, οὐ χώρα, οὐ γένος ἀνθρώπων, οὐ βασιλεία καθ' ὅλης τῆς οἰκουμένης, ἔνθα οὐχὶ λαοὶ τῷ Θεῷ συστάντες τὸ κέλευσμα ἀποπληροῦσιν. Πάλιν δὲ κἀνταῦθα ᾄδειν μὲν προστάττει τῷ Θεῷ, ψάλλειν δὲ τῷ Κυρίῳ οὐχ ἵνα τοῦ τετραγράμμου, τῷ δὲ κοινοτέροις στοιχείοις δηλουμένῳ ὀνόματι. Καί ἵνα σαφέστερον γνῶμεν τίς ποτε ἦν οὗτος ὁ Κύριος, ἐπισυνάπτει λέγων ἐξῆς· « Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς· » σφόδρα ἀκολούθως· ἐπειδὴ γὰρ διὰ τῶν ἀνωτέρω εἴρητο· « Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ· » ἀκολούθως διὰ τῶν μετὰ χεῖρας εὐκέτι ἐπιβεβηκέναι αὐτὸν ἐπὶ δυσμῶν φησιν, ἀλλ' ἐπὶ τὸν οὐρανὸν κατ'
these are scattered, the evangelical grace will have room. It was about to work and to begin from those very first ones who were idolaters to excess. Now the Egyptians were the most superstitious of all men and of all nations. Wherefore next it adds: "Ambassadors shall come out of Egypt." And according to Aquila, "They shall bring hastily out of Egypt;" and according to Symmachus, "Let those out of Egypt come shining forth." And the race of all idolaters has been signified through those who will come out of Egypt and pass over unto the knowledge of God; and through what is added next: "Ethiopia shall stretch out her hand beforehand to God," the ends of the inhabited world of men. For the word signifies that accordingly out of all the nations from the rising of the sun unto the setting they shall come, according to the oracle saying in other places: "All the ends of the earth shall remember and turn unto the Lord, and all the families of the nations shall worship before Him." And according to Aquila: "An Ethiopian, he says, shall make his hand run to God;" and according to Symmachus: "Let Ethiopia hasten giving a hand to God." And it is possible to say that according to history too this has been fulfilled in the case of the Ethiopian, of whom the Acts of the apostles make mention. For this man almost anticipated the remaining nations, having been deemed worthy before all of the knowledge of the Saviour. And how ambassadors also came out of Egypt according to history, again the Acts of the apostles show, in which it has been said that accordingly on the day of Pentecost the Holy Spirit filled the house where the apostles were, and sat upon all those present; among whom were Parthians and Medes and Elamites and those inhabiting Mesopotamia, both Judaea and Cappadocia, Pontus and Asia, both Phrygia and Pamphylia, Egypt and the parts of Libya that is towards Cyrene. All these, then, happened to be as it were ambassadors of the nations, having been deemed worthy of the first-fruits of the Holy Spirit. Moreover, after those out of Egypt, and after Ethiopia that came beforehand, next the remaining kingdoms of the earth are called, namely the nations under these as well. Wherefore it is added: "O kingdoms of the earth, sing to God, play music to the Lord." Which things also obtained fulfilment not otherwise than through the teaching of our Saviour alone. There is therefore no nation, no country, no race of men, no kingdom throughout the whole inhabited world, where peoples gathered together to God do not fulfil the command. And again here too it enjoins singing indeed to God, and playing music to the Lord, not so that of the tetragrammaton, but by the name signified through more common letters. And so that we may know more clearly Who ever this Lord was, he subjoins saying next: "To Him Who has mounted upon the heaven of heaven towards the east;" very consequently; for since through the earlier words it had been said: "Make a way for Him Who has mounted upon the west, the Lord is His name;" consequently through the words in hand he says that He has no longer mounted upon the west, but upon the heaven towards
Notes, col. 717

On the reading

Printed Καί, for Καὶ.

Printed εὐκέτι, for οὐκέτι.

PG 23:720Read from the page
ἀνατολάς. Ἔδει γὰρ ἡμᾶς, τὴν κάθοδον αὐτοῦ προμεμαθηκότας, καὶ τὴν ἐπάνοδον διδαχθῆναι. Ἡ μὲν οὖν κάθοδος διὰ τοῦ καλύπτειν αὐτοῦ τὰ φῶτα τῆς θεότητος ἐπὶ δυσμῶν ἐγίνετο· ἡ δὲ ἄνοδος ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ' ἀνατολὰς διὰ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀποκατάστασιν. Νοήσεις δὲ τὸ λελεγμένον ἐκ τοῦ κατὰ τὸν ἥλιον παραδείγματος. Ὥσπερ γὰρ ὁ ἥλιος, κατὰ δυσμὰς γενόμενος, τὴν ἀφανῆ πορείαν ποιεῖται, εἶτ' ἐπὶ τὸν ἀνατολικὼν ὁρίζοντα καταντήσας, εὐθὺ τοῦ οὐρανοῦ φέρεται τὰ σύμπαντα φωτίζων καὶ λαμπρὰν ἡμέραν ἐργαζόμενος, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ δηλούμενος ἐνταῦθα Κύριος, τὴν ἀποδοθεῖσαν κατάδυσιν ποιησάμενος κατὰ τὸν καιρὸν τοῦ πάθους καὶ τοῦ θανάτου,
the east. For it behoved us, having learned His descent beforehand, to be taught His return as well. Now the descent came to pass upon the west through His veiling the lights of His divinity; whereas the ascent upon the heaven of heaven towards the east was on account of His glorious restoration into the heavens. And you will understand what has been spoken from the example relating to the sun. For just as the sun, having come to be towards the west, makes its unseen journey, then having arrived upon the eastern horizon, is borne straight up heavenward illuminating all things together and working a bright day, in the very same manner the Lord signified here also, having made the assigned setting at the season of the passion and of death,
« Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως, δότε δόξαν τῷ Θεῷ ἐπὶ τὸν Ἰσραήλ. » Γνώρισμα τοῦ δηλωθέντος Κυρίου παραδίδωσι λέγων· « Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. » Ἐντεῦθεν οὖν ἀληθῶς ἐστι χαρακτηρίσαι τὴν ἀρετὴν « τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν » Θεοῦ Λόγου, ἐκ τοῦ τὴν φωνὴν αὐτοῦ μὴ ὁμοίαν εἶναι ἀνθρώποις, δυνάμεως δὲ πεπληρῶσθαι θείας. « Δώσει » γὰρ, φησὶ, « τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. » Καὶ ἀνωτέρω δὲ ἐλέγετο· « Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. » Ἐπειδὴ γὰρ ἡ φωνὴ αὐτοῦ πεπλήρωτο δυνάμεως, εἰκότως καὶ τοῖς εὐαγγελιζομένοις τὸ περὶ αὐτοῦ κήρυγμα ἐδίδου ῥῆμα σὺν δυνάμει πολλῇ. Παρίστησι δὲ τὸ ἔργον τὴν δύναμιν. Ψιλῇ γὰρ φωνῇ τοῖς αὐτοῦ μαθηταῖς εἰπών· « Δεῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, » δυνάμει τὸ ἔργον ἐποίει· καὶ πάλιν ἐντειλάμενος αὐτοῖς καὶ εἰπών· « Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου, » ἔργῳ τὴν δύναμιν ἐδείκνυ· καὶ αὖθις εἰπών· « Δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, » τοῦ λόγου τὴν δύναμιν αὐτοῖς ἔργοις παρεῖχεν ὁρᾷν· καὶ ἄλλοτε φήσας· « Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, » αὐτῷ πράγματι τὴν δύναμιν παρεστήσατο. Τὸν αὐτὸν οὖν τρόπον καὶ τοῖς λοιποῖς ἅπασι τοῖς τῆς διδασκαλίας αὐτοῦ ῥήμασι συγκεκραμένην εὕροις ἂν τὴν θεϊκὴν δύναμιν. Οὗ χάριν εἴρηται· « Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. » Ἀλλὰ γὰρ ταῦτα παιδεύσας, ἐξῆς παρακελεύεται φάσκων· « Δότε δόξαν τῷ Θεῷ ἐπὶ τὸν Ἰσραήλ· ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. » Τὸ μὲν οὖν, « Δότε δόξαν τῷ Θεῷ, » πᾶσιν εἴρηται τοῖς κεκλημένοις ὑπὸ τὴν σωτήριον πίστιν· Τὸ δὲ, « ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, » σημαίνει τοὺς ἐξ Ἰσραὴλ γενομένους τῆς θεότητος αὐτοῦ κήρυκας, ἀποστόλους δηλαδὴ καὶ εὐαγγελιστὰς,
"Behold, He will give to His voice a voice of power; give glory to God over Israel." He hands down a token of the signified Lord, saying: "Behold, He will give to His voice a voice of power." Hence therefore one may truly characterize the excellence of the Word of God "Who was in the beginning with God," from His voice not being like unto men, but having been filled with divine power. For "He will give," he says, "to His voice a voice of power." And earlier too it was said: "The Lord will give a word to those who preach good tidings with much power." For since His voice had been filled with power, reasonably also to those preaching as good tidings the proclamation concerning Him He gave a word with much power. And the deed presents the power. For having spoken with a bare voice to His disciples: "Come, follow me, and I will make you fishers of men," with power He wrought the deed; and again having charged them and said: "Go, make disciples of all the nations in my name," in deed He showed the power; and once more having said: "The Gospel of the kingdom must be proclaimed in all the inhabited world for a testimony to all the nations," He afforded the power of the word to be seen by the deeds themselves; and at another time having said: "Upon the rock I will build my Church, and the gates of Hades shall not prevail against it," by the very fact He set forth the power. In the very same manner, therefore, in all the remaining sayings of His teaching as well you would find the divine power blended together. For the sake of which it has been said: "Behold, He will give to His voice a voice of power." Moreover, having taught these things, next he exhorts, saying: "Give glory to God over Israel; His magnificence and His power are in the clouds." Now the phrase, "Give glory to God," has been spoken to all those called under the saving faith; whereas the phrase, "over Israel is His magnificence," signifies those from Israel who became heralds of His divinity, namely apostles and evangelists,
Notes, col. 720

On the reading

Printed ἀνατολικὼν, for ἀνατολικὸν.