Migne Reading Room

PG 23 · cols. 577–588 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:577Read from the page
«Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.» Προστίθησι δὲ καὶ τὴν αἰτίαν ἐπιλέγων, «Ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου·» ἢ «Ἐν τῷ ἀδημονεῖν τὴν καρδίαν μου,» κατὰ τὸν Σύμμαχον. Ἀκηδιᾷ γὰρ, καὶ ἀδημονεῖ πᾶσα θεοφιλὴς ψυχὴ τῷ θνητῷ ἐνδιατρίβουσα βίῳ· διὸ καὶ φήσαι ἂν, οἶμαι· «Ὅτι ἐμακρύνθη ἡ παροικία μου.» Καὶ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι. Ἔστενεν οὖν καὶ ὁ Παῦλος ἀκηδιῶν ἐπὶ τῇ παρεκτάσει τοῦ θνητοῦ βίου· διὸ καὶ ἀπεκλάετο λέγων· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» Ἀκηδιᾷ δὲ καὶ ἀδημονεῖ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν· ἐπειδὴ «πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν·» οὕτως πάλιν ὁ αὐτὸς πενθεῖ πολλοὺς, περὶ ὧν ἔλεγε· «Πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἁμαρτίᾳ καὶ ἀνομίᾳ καὶ ἀσεβείᾳ ᾗ ἔπραξαν.» Ὁ δ' αὐτὸς ὑπεραλγῶν καὶ ὑπερπάσχων ἑτέρων ἐβόα· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Ὁμοίως δὲ καὶ οἱ προφῆται τὸν πάλαι ἀπεκλάοντο λαὸν, ὥσπερ οὖν καὶ ὁ Δαυΐδ. Διὸ αὐτὸς μὲν ἔφευγε τὰ μέσα τῆς γῆς, καὶ ἐν ἄκροις αὐτῶν γινόμενος ἐβόα πρὸς τὸν Θεόν· ἐπὶ δὲ τῇ τῶν πολλῶν καὶ αὐτοῦ τοῦ Σαοὺλ ἀπωλείᾳ τὴν ψυχὴν ἀλγῶν ἀπεκλάετο.
"From the ends of the earth unto Thee have I cried." And he adds the cause as well, subjoining, "When my heart was faint;" or "When my heart was in anguish," according to Symmachus. For every God-loving soul grows faint and is in anguish while tarrying in mortal life; wherefore it might also say, I think: "Because my sojourning has been prolonged." And we who are in this tabernacle groan, being burdened. Paul too, therefore, groaned, growing faint at the prolongation of mortal life; wherefore also he wept aloud, saying: "Wretched man that I am, who will deliver me out of the body of this death?" Moreover, he grows faint and is in anguish also through love of mankind, beholding the multitude of those perishing; since "wide and spacious is the way that leads away unto destruction;" thus again the same man mourns over many, concerning whom he said: "I shall mourn over many of those who have sinned beforehand, and have not repented of the sin and lawlessness and ungodliness which they practised." And the same man, grieving exceedingly and suffering exceedingly on behalf of others, cried out: "Who is weak, and I am not weak? Who is made to stumble, and I do not burn?" In like manner the prophets also wept aloud over the people of old, just as David too did. Wherefore he himself fled the midst of the earth, and coming to be at its extremities cried out towards God; while grieving in soul over the destruction of the many and of Saul himself, he wept aloud.
«Ἐν πέτρᾳ ὕψωσάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ·» καὶ τὰ ἑξῆς. Κατὰ μὲν τοὺς Ἑβδομήκοντα, εὐχαριστίαν περιέχει ὁ λόγος. Ταῦτά μοι, φησὶν, ὑπῆρξεν ὅσα προείρηκα· ἐπειδὴ σὺ αὐτὸς ὁ Θεὸς ἐπῆράς με καὶ ὕψωσας στήσας ἐν τῇ παρὰ σοὶ πέτρᾳ, ἥτις ἐστὶν ὁ προϊών σου Λόγος· ἡ πέτρα γὰρ ἦν ὁ Χριστός. Ἐπεὶ τοίνυν ἐν τῷ Λόγῳ σου ὕψωσάς με καὶ μετέωρον ἐποίησας, ὡς μηκέτι κατοικεῖν τὰ μέσα τῆς γῆς, ἀλλ' ἐν ἄκροις αὐτῆς γενέσθαι, ἤδη δὲ καὶ ὡδήγησάς με, ὥστε πλησίον σου φθάσαι· γέγονάς τε ἐλπίς μου, δι' ἣν ἐλπίδα οὐ καταισχυνθήσομαι· ἀλλὰ καὶ πολλῶν ἐπικειμένων μοι νοητῶν ἐχθρῶν καὶ πολεμίων τῶν ζητούντων τὴν ψυχήν μου, ἀντὶ πάντων ἀπήρκεσας σὺ μόνος, πύργος ὀχυρός μοι γενόμενος, καὶ περιφράττων με ἐν ἀσφαλεῖ τῆς παρὰ σοὶ σωτηρίας, ὡς μηδένα τῶν ἐμῶν ἐχθρῶν ἐπιστρέφεσθαι· εἰκότως τούτων ἁπάντων τυχὼν, σοὶ τοὺς ὕμνους ἀναπέμπω, ὡς ἁπάντων μοι τῶν ἀγαθῶν γενομένῳ αἰτίῳ. Ἀντὶ δὲ τοῦ, «Ἐν πέτρᾳ ὕψωσάς με,» καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος ἕτερον ἀπέδωκε νοῦν εἰπών· «Ὅταν στερεὸς κατεπαίρεταί μου, ὁδηγήσεις με. Ἐγένου γὰρ ἀφοβία μου, πύργος ὑψηλὸς ἀπὸ προσώπου ἐχθροῦ·» καὶ ὁ Ἀκύλας ὁμοίως τὸν αὐτὸν ἀπέδωκε νοῦν εἰπών· «Ἐν στερεῷ ὑψώθητι παρ' ἐμὲ, καθοδηγήσεις με,» καὶ τὰ ἑξῆς. Διδάσκει δὲ ἡμᾶς διὰ τούτων ὁ λόγος μηδένα τῶν κατεπαιρομένων ἡμῶν ἐπιστρέφεσθαι, ὅλους δὲ γενέσθαι τοῦ Θεοῦ, ἐπ' αὐτῷ μόνῳ θαρσοῦντας. Ὁ γοῦν ἀγαθαῖς ἐλπίσιν ἐφωδιασμένος, καὶ τὸν Θεὸν κτησάμενος πύργον ἰσχύος, ἢ, κατὰ τὸν Ἀκύλαν, «πύργον κράτους·»
"Upon a rock Thou hast exalted me, because Thou art become my hope, a tower of strength from the face of the enemy;" and what follows. According to the Seventy, the word contains a thanksgiving. All these things that I have spoken of beforehand, says he, belonged to me, since Thou Thyself, O God, hast lifted me up and exalted me, setting me upon the rock that is with Thee, which is Thy Word Who goes forth; for the rock was Christ. Since, therefore, in Thy Word Thou hast exalted me and raised me aloft, so that I no longer inhabit the midst of the earth, but have come to be at its extremities, and already Thou hast also guided me so as to draw near unto Thee; and Thou art become my hope, because of which hope I shall not be put to shame; nay more, when many spiritual enemies and foes press hard upon me, seeking my soul, in place of all things Thou alone hast sufficed, having become a fortified tower for me, and fencing me round in the safety of the salvation that is with Thee, so that I pay no heed to any of my enemies; reasonably having obtained all these things, to Thee I send up hymns, as having become for me the Author of all good things. Instead, however, of "Upon a rock Thou hast exalted me," and what follows, Symmachus rendered another sense, saying: "When a strong one lifts himself up against me, Thou wilt guide me. For Thou didst become my fearlessness, a lofty tower from the face of the enemy;" and Aquila likewise rendered the same sense, saying: "In firmness be Thou exalted beside me, Thou wilt guide me," and what follows. Through these things the word teaches us to pay no heed to any of those who lift themselves up against us, but to belong wholly to God, trusting in Him alone. He, at all events, who is provisioned with good hopes, and has acquired God as a tower of strength, or, according to Aquila, "a tower of might;"
PG 23:580Read from the page
ἢ, «πύργον ὀχυρὸν,» κατὰ τὸν Σύμμαχον· ἐρεῖ· «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας· σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου» Οὐ γὰρ ἐπ' ἐμαυτῷ, φησὶν, εὐθαρσήσω, ἀλλ' ἐπὶ τῇ σκέπῃ τῶν σῶν πτερύγων. Οὕτω δὲ καλεῖν εἴωθεν ὁ Λόγος τὰς προνοητικὰς τοῦ Θεοῦ δυνάμεις, ὑφ' ἃς σκεπάζεται ὁ θεοφιλὴς, μηδέποτε τῆς σκέπης ἀναχωρῶν τοῦ Θεοῦ, ἀλλὰ δι' αἰῶνος ἔνδον ἐν αὐτῇ κατοικῶν· καὶ ἤδη μὲν ἀπολαύων τῆς Ἐκκλησίας αὐτοῦ καὶ τῆς εὐπρεπείας τοῦ οἴκου αὐτοῦ, ὥστε λέγειν· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου» καὶ «τόπον σκηνώματος τῆς δόξης σου·» καὶ, «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» Εἰ δέ ἐστι καὶ ἐπουράνιος σκηνὴ, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, ἧς τὴν εἰκόνα Μωϋσῆς προσταχθεὶς ἐποίει, εἰς ἐκείνην ἀναπέμπων τὴν σκηνὴν, εἴποι ἂν τό· «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας.» Ταύτην γὰρ εἴληφε τὴν ἐπαγγελίαν ὁ τέλειος, οὐ σκοπῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
or, "a fortified tower," according to Symmachus, will say: "I shall sojourn in Thy tabernacle unto the ages; I shall be sheltered in the shelter of Thy wings." For not in myself, says he, shall I take courage, but in the shelter of Thy wings. For so the Word is accustomed to call the providential powers of God, beneath which the lover of God is sheltered, never departing from the shelter of God, but dwelling within it for ever; and already enjoying His Church and the comeliness of His house, so as to say: "O Lord, I have loved the comeliness of Thy house" and "the place of the tabernacle of Thy glory;" and, "One thing have I asked of the Lord, this will I seek, that I may dwell in the house of the Lord all the days of my life; that I may behold the delightfulness of the Lord, and visit His temple." And if there is also a heavenly tabernacle, which the Lord pitched, and not man, whose image Moses made when commanded, referring to that tabernacle, one might utter the saying: "I shall sojourn in Thy tabernacle unto the ages." For the perfect man has received this promise, looking not at the things that are seen, but at the things that are not seen; for the things that are seen are temporal, whereas the things that are not seen are eternal.
«Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.» Εἰ μὲν ψιλή τις ἦν προσευχὴ ὑπὸ τοῦ Δαυΐδ ἀναπεμφθεῖσα ἡ μετὰ χεῖρας, οὐδὲν ἦν ἀναγκαῖον αὐτὴν ἀναληφθῆναι τῇ βίβλῳ τῶν Ψαλμῶν· εἰκὸς γὰρ αὐτὸν καὶ μυρίας ἄλλας εὐχὰς πρὸς τὸν Θεὸν πεποιῆσθαι· ὥσπερ οὖν καὶ ἡμεῖς ἐφ' ἑκάστης ἡμέρας, καὶ κατὰ καιροὺς ἄλλοτε ἄλλους εὐχόμεθα διαφόρους· ἐπεὶ δὲ πολλάκις ἐν αὐτῷ τῷ προσεύχεσθαι, ἢ τοὺς ψαλμοὺς ἀνακρούεσθαι, ἢ τοὺς ὕμνους ἀναπέμπειν, προφητικῆς ἐπληροῦτο δυνάμεως· εἰκότως οὐκέθ' ὡς ψιλὰς προσευχὰς, ἀλλ' ὡς ἄλλους λόγους προφητικοὺς ἐπεσημαίνοντο τὰ λεγόμενα, καὶ ταῖς θείαις βίβλοις ἐγκατέταττον οἱ τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμάτων εἰληφότες. Οὕτως οὖν καὶ ἐνταῦθα μετὰ τὰ προλεχθέντα, διαψάλματος μεταξὺ παρεντεθέντος, μεταβολὴν ποιεῖται τοῦ λόγου ὁ Προφήτης, αἰσθόμενος τῆς τοῦ ἁγίου Πνεύματος ἀφίξεως, φωτισθείς τε ὑπ' αὐτοῦ καὶ γνοὺς, ὅτι τὰ τῆς προλεχθείσης αὐτῷ δεήσεως ἐπηκόου ἔτυχε τοῦ Θεοῦ. Διὸ ἀνωτέρω μὲν εὐχόμενος ἔλεγε· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου·» ἐνταῦθα δὲ μετὰ τὸ διάψαλμα φάσκει· «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου.» Ὁρᾷς ὅπως συνήσθετο εἰσακουσθείς; καὶ τοῦτ' ἦν τὸ διὰ τοῦ προφήτου Ἠσαΐου τοῖς ἀξίοις ἐπηγγελμένον ὑπὸ τοῦ λέγοντος Θεοῦ· «Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι·» ἔτι γὰρ φθεγγομένου τοῦ Προφήτου, τὸ Πνεῦμα ἐπιστὰν τὸ ἅγιον ἐδήλου αὐτῷ, ὡς ἄρα εἰσακουσθεὶς εἴη. Διό φησιν· «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου.» Καὶ κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς ἡ αὐτὴ παρίσταται διάνοια· ἐπεὶ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Ὅτι σὺ, ὦ θεὲ, ἤκουσας τῶν εὐχῶν μου·» κατὰ δὲ τὸν Σύμμαχον· «Σὺ γὰρ, ὁ Θεὸς, εἰσήκουσας τῶν προσευχῶν μου.» Εἶτ'
"Because Thou, O God, hast hearkened unto my prayers, Thou hast given an inheritance to those who fear Thy name." Now if the prayer in hand sent up by David had been some mere ordinary prayer, there would have been no necessity at all for it to be taken up into the book of Psalms; for it is likely that he also made countless other prayers towards God, just as we too pray each day, and at various seasons, different prayers at different times; but since oftentimes in the very act of praying, or striking up the psalms, or sending up the hymns, he was filled with prophetic power, reasonably those who had received the gift of the discerning of spirits marked what was spoken no longer as mere prayers, but like other prophetic utterances, and set them in the divine books. Thus, therefore, here also after the things said above, a diapsalma having been inserted in between, the Prophet makes a change in his discourse, perceiving the arrival of the Holy Spirit, and having been illumined by Him and knowing that the matters of the supplication uttered by him above had found God attentive to hear. Wherefore, whereas above in praying he said: "Hearken, O God, unto my supplication;" here after the diapsalma he says: "Because Thou, O God, hast hearkened unto my prayers." Do you see how he perceived that he had been hearkened to? And this was what had been promised through the prophet Isaiah to the worthy by God Who says: "While you are still speaking I will say: Behold, I am here;" for while the Prophet was still uttering his voice, the Holy Spirit coming upon him made plain to him that he had indeed been hearkened to. Wherefore he says: "Because Thou, O God, hast hearkened unto my prayers." And according to the rest of the translators also the same thought is presented; since according to Aquila it has been said: "Because Thou, O God, hast heard my prayers;" and according to Symmachus: "For Thou, O God, hast hearkened unto my supplications." Then
PG 23:581Read from the page
ἐπιλέγει· «Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.» Ἐμοῦ μὲν γὰρ τέως εἰσήκουσας· ἔγνων δὲ ὑπὸ τοῦ σοῦ Πνεύματος φωτισθεὶς, ὅτι οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς φοβουμένοις τὸ ὄνομά σου καρπὸν ἄξιον τοῦ σοῦ φόβου δώσεις, τὴν κληρονομίαν ἣν ἐπηγγείλω αὐτοῖς. Ἀορίστως δὲ εἰπὼν, «τοῖς φοβουμένοις τὸ ὄνομά σου,» ἥπλωσε τὴν χάριν ἐπὶ πάντας ἀνθρώπους. Οὐ γὰρ τῷ Ἰσραὴλ ἐπήγγελται τὴν κληρονομίαν, οὐδὲ τῷ Ἰουδαίων ἔθνει μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ. «Ἰουδαίῳ τε πρῶτον,» φησὶν ὁ Ἀπόστολος, «καὶ Ἕλληνι.» Πολλάκις δὲ ἡμῖν ἀποδέδεικται, ὡς πάντας τοὺς ἐξ ἐθνῶν τῷ Θεῷ προσιόντας, φοβουμένους τὸν Κύριον καλεῖν εἴωθεν ὁ Λόγος. Τούτοις οὖν αὐτοῖς, φησὶν, ἔδωκας κληρονομίαν· καὶ ποίαν οὐκ εἶπεν, ἡμῖν δὲ καταλέλοιπεν ζητεῖν. Τῷ μὲν οὖν Ἰσραὴλ τὴν ῥέουσαν μέλι καὶ γάλα ἐπήγγελται διὰ Μωϋσέως· τοῖς δὲ φοβουμένοις ὁποίαν ἔδωκε κληρονομίαν, εἴασε ζητεῖσθαι. Εὑρήσεις δὲ ἐν τοῖς τοῦ Σωτῆρος ἡμῶν μακαρισμοῖς ταύτην, ἐν οἷς εἴρηται· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» καὶ πάλιν ἔχεις τοῦ Σωτῆρος ἡμῶν ἐπαγγελίαν, δι' ἧς φησι· «Καὶ ἐν τῷ αἰῶνι τούτῳ πολυπλασίονα λήψεται, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει.» Καὶ ταύτης ἕνεκα τῆς κληρονομίας ὁ πέμπτος ψαλμὸς ἐπεγέγραπτο, «Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης·» καὶ ἐν τῷ ιεʹ δὲ ψαλμῷ ἡ αὐτὴ κληρονομία ἐδηλοῦτο κατὰ τὸ, «Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. Καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.»
he adds: "Thou hast given an inheritance to those who fear Thy name." For unto me thus far Thou hast hearkened; and I have come to know, having been illumined by Thy Spirit, that not to me alone, but also to all those who fear Thy name Thou wilt give fruit worthy of the fear of Thee, the inheritance which Thou didst promise them. And by saying indefinitely, "to those who fear Thy name," he spread out the grace unto all men. For not to Israel alone has He promised the inheritance, nor to the nation of the Jews only, but also to all those who fear His name. "Both to the Jew first," says the Apostle, "and to the Greek." And oftentimes it has been demonstrated by us that the Word is accustomed to call all those from the nations who approach God those who fear the Lord. To these very ones, therefore, says he, Thou hast given an inheritance; and of what sort he did not say, but has left it for us to seek. Now to Israel He has promised through Moses the land flowing with milk and honey; whereas what sort of inheritance He gave to those who fear Him, He left to be sought out. And you will find this in the beatitudes of our Saviour, wherein it has been said: "Blessed are the poor in spirit, because theirs is the kingdom of the heavens;" and again you have the promise of our Saviour, whereby He says: "And in this age he shall receive manifold more, and in the coming age he shall inherit eternal life." And for the sake of this inheritance the fifth psalm was inscribed, "Unto the end, for her who inherits;" and in the 15th psalm also the same inheritance was signified according to the saying, "The Lord is the portion of my inheritance and of my cup; Thou art He Who restores my inheritance to me. For indeed my inheritance is most excellent for me."
«Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς αὐτοῦ διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Ἔλεος καὶ ἀλήθειαν τίς ἐκζητήσει αὐτοῦ;» Προειπὼν, «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου,» καθ' ὑπερβατὸν συνῆψε τὸ, «Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις.» Εἰσάκουσον γὰρ, φησὶ, τῶν εὐχῶν μου, ἡμέρας ἐφ' ἡμέρας μοι προσέθηκας. Διὰ μέσου δὲ ἐνεβλήθη ἡ περὶ τῶν φοβουμένων τὸ ὄνομα τοῦ Κυρίου μνήμη· ἐπειδὴ καὶ αὐτοῖς ἐπήγγελται τὴν κληρονομίαν ἡ προφητεία. Ἦν δὲ ἡ κληρονομία ἡ αἰώνιος ζωὴ, ἣν ὁ λόγος σημαίνει φάσκων· «Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις.» Μεγάλα τοίνυν εὐξαμένῳ τῷ βασιλεῖ Δαυΐδ ἐπήγγελται ὁ Θεὸς διὰ τοῦ Πνεύματος ἡμέρας ἐφ' ἡμέρας προσθήσειν, καὶ τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. Ταύτην γάρ αὐτῷ τὴν κληρονομίαν ἐπηγγείλατο· ὃ δὴ καὶ ἐν τῷ κʹ δηλοῦται ψαλμῷ, ἐν ᾧ εἴρηται· «Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ·» καὶ ἑξῆς· «Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰῶνος.» Ἐπειδὴ γὰρ τῶν οὐρανίων ὀριγνώμενος, καὶ τῶν παρὰ σοὶ ἀγαθῶν ἐπιθυμήσας, ηὔξατο· εἰσήκουσας αὐτοῦ, φησὶ, καὶ εἰσακούσας, «τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ
"Days upon the days of the king Thou wilt add; his years unto the day of generation and generation shall abide for ever before God. His mercy and truth who will seek out?" Having said beforehand, "Because Thou, O God, hast hearkened unto my prayers," by hyperbaton he joined thereto the saying, "Days upon the days of the king Thou wilt add." For hearken, says he, unto my prayers, days upon days hast Thou added to me. And in the midst was inserted the mention concerning those who fear the name of the Lord; since to them also the prophecy has promised the inheritance. Now the inheritance was eternal life, which the word signifies when it says: "Days upon the days of the king Thou wilt add." To King David, therefore, when he had prayed for great things, God has promised through the Spirit to add days upon days, and his years unto the day of generation and generation. For this inheritance He promised him; which very thing is signified also in the 20th psalm, wherein it has been said: "O Lord, in Thy power the king shall rejoice. The desire of his heart Thou hast given him;" and what follows: "Life he asked of Thee, and Thou gavest him length of days for ever and for ever and ever." For since reaching out after heavenly things, and desiring the good things that are with Thee, he prayed; Thou hast hearkened unto him, says he, and having hearkened, "the desire of his heart Thou hast given him, and the request of his lips Thou hast not
Notes, col. 581

On the reading

Printed γάρ, for γὰρ.

PG 23:584Read from the page
ἐστέρησας αὐτόν.» Τίς δὲ ἦν ἡ ἐπιθυμία αὐτοῦ, καὶ τίς ἡ αἴτησις τῶν χειλέων αὐτοῦ, διδάσκει ἑξῆς λέγων· «Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα τοῦ αἰῶνος.» Καὶ ἐπὶ τοῦ παρόντος τοίνυν παραπλησίως ἐκείνοις ηὔξατο Δαυΐδ, καὶ εὐξάμενος εἰσηκούσθη· εἰσακουσθείς τε ταύτης ἔτυχε τῆς ἐπαγγελίας, δι' ἧς εἴρηται· «Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς·» ἢ, κατὰ τὴν Σύμμαχον· «Ἡμέρας ταῖς ἡμέραις τοῦ βασιλέως προσθήσεις, ἔτη αὐτοῦ, ἐφ' ὅσον γενεὰ καὶ γενεά· οἰκήσει αἰωνίως ἔμπροσθεν τοῦ Θεοῦ· ἔλεος καὶ ἀλήθεια περιφράξει αὐτόν.» Τούτων δὲ πάντων τεύξεται ὁ δυνηθεὶς εἰπεῖν· «Ἀπὸ τῶν πτερύγων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου.» Τῆς γὰρ τοιαύτης προκοπῆς καρπὸν ἐπάξιον λήψεται τὴν αἰώνιον ζωήν. Φάσκων δὲ ὁ λόγος, «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς,» σημαίνει, ὡς ἄρα ἔσται ὁ Δαυΐδ μνημονευόμενος οὐ καθ' ὃν μόνον ἐβίου χρόνον, ἀλλὰ καὶ καθ' ἑκάστην γενεὰν, ἢ κατὰ δύο τινὰς γενεὰς, αἰνιττομένου τοῦ λόγου τόν τε ἐκ περιτομῆς λαὸν καὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Ἐφ' ὅσον γοῦν χρόνον ἡ γενεὰ ἡ πρώτη τοῖς θείοις ἐντυγχάνει γράμμασι, φέρει διὰ μνήμης τὸν Δαυΐδ· καὶ ἡ δευτέρα δὲ γενεὰ ἡ τῆς ἐξ ἁπάντων ἐθνῶν ἐκλογῆς ὡσαύτως τοῦ Δαυΐδ οὔποτε διαλείπει μνημονεύουσα, διὰ τὸ φέρειν ἀνὰ στόμα τὴν βίβλον τῆς γενέσεως Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ Δαυΐδ. Τοῦτο οὖν ᾐνίξατο φήσας ὁ λόγος· «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.» Καὶ ἐν μὲν ἀνθρώποις ταύτης τεύξεται τῆς μακρότητος· παρὰ δὲ αὐτῷ τῷ Θεῷ οὔποτε, φησὶν, ἀπολεῖται· ἀθανάτου δὲ καὶ εἰς ἄπειρον διαρκούσης ζωῆς τυχὼν, «διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.» Πῶς δὲ διαρκεῖν καὶ τῇ τοῦ Θεοῦ ζωῇ συμπαρεκτείνεσθαι ἀνθρώπου φύσις οἵα τε ἂν εἴη, διδάσκει ἑξῆς φάσκων· «Ἔλεος καὶ ἀλήθειαν τίς ἐκζητήσει αὐτοῦ;» Ὅπερ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Ἔλεος καὶ ἀλήθεια περιφράξει αὐτόν·» καὶ ὁ Ἀκύλας ὁμοίως, «Ἔλεος καὶ ἀλήθεια διατηρήσουσιν αὐτόν.» Ταῦτα γὰρ τῆς ἀθανασίας αὐτῷ ἔσται αἴτια, τὸ τοῦ Θεοῦ ἔλεος καὶ ἀλήθεια· ὧν μεταλαμβάνων πᾶς ὁ θεοφιλὴς, ὥσπερ ἀπὸ ἁλῶν ἁλιζόμενος, φυλαχθήσεται εἰς αἰώνιον ζωήν. Οὐ γὰρ δὴ ὁμοίως τῷ Θεῷ πεφυκὼς τὴν οὐσίαν, ὁμοίως αὐτῷ ζήσεται, ἀλλ' ὑπὸ τοῦ ἐλέους τοῦ θεοῦ καὶ ὑπὸ τῆς ἀληθείας αὐτοῦ διακρατούμενος.
withheld from him." And what his desire was, and what the request of his lips was, he teaches next when he says: "Life he asked of Thee, and Thou gavest him length of days for ever and for ever and ever." In the present case also, therefore, David prayed in a manner resembling those words, and having prayed he was hearkened to; and having been hearkened to he obtained this promise, whereby it has been said: "Days upon the days of the king Thou wilt add; his years unto the day of generation and generation;" or, according to Symmachus: "Days to the days of the king Thou wilt add, his years, for so long as generation and generation; he shall dwell eternally before God; mercy and truth shall fence him round." And all these things he shall obtain who has been able to say: "From the wings of the earth unto Thee have I cried when my heart was faint." For as a worthy fruit of such progress he will receive eternal life. And when the word says, "His years unto the day of generation and generation," it signifies that David will indeed be remembered not only during the time in which he lived, but also in each generation, or according to two certain generations, the word hinting both at the people of the circumcision and at the Church from the nations. For so long a time, at all events, as the first generation reads the divine Scriptures, it holds David in remembrance; and the second generation also, that of the election out of all nations, likewise never ceases remembering David, because it carries upon its lips the book of the generation of Jesus Christ the son of David. At this, therefore, the word hinted when it said: "His years unto the day of generation and generation." And among men he shall obtain this length of days; while with God Himself he shall never, says he, perish; but having obtained an immortal life lasting unto infinity, "he shall abide for ever before God." And how human nature could be capable of lasting and being co-extended with the life of God, he teaches next when he says: "His mercy and truth who will seek out?" Which thing Symmachus interpreted more clearly, saying: "Mercy and truth shall fence him round;" and Aquila likewise, "Mercy and truth shall preserve him." For these things shall be for him the causes of immortality, the mercy and truth of God; partaking of which every lover of God, as though salted with salt, shall be kept unto eternal life. For indeed it is not because he is by essence naturally like unto God that he shall live like unto Him, but through being sustained by the mercy of God and by His truth.
«Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.» Ταῦτα τοῦ ἁγίου Πνεύματος τῇ τοῦ Δαυΐδ ὑφηγήσαντος ψυχῇ, μαθὼν ὥσπερ παρὰ διδασκάλου τὰ λεχθέντα, ἐπισφραγίζεται τῇ πίστει τὸν λόγον ἀναφωνῶν καὶ λέγων· «Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·» οὐχ ἁπλῶς δὲ, «Ψαλῶ, φησὶ, τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,» ἀλλὰ μετὰ προσθήκης τῆς, «Οὕτω.» Πῶς δὲ οὕτω; ἀλλ' ὡς προεδίδαξε τὸ Πνεῦμα τὸ ἅγιον φῆσαν· «Ἔλεος καὶ ἀλήθεια περιφράξει αὐτόν.» Οὕτω γὰρ ὑπὸ τοῦ σοῦ ἐλέους καὶ ὑπὸ τῆς σῆς ἀληθείας περιφραττόμενος καὶ διατηρούμενος, ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν
"Thus will I sing psalms to Thy name for ever and ever, that I may pay my vows day after day." When the Holy Spirit had suggested these things to the soul of David, having learned what was spoken as though from a teacher, he seals the word in faith, lifting up his voice and saying: "Thus will I sing psalms to Thy name for ever and ever;" and not simply, "I will sing psalms," says he, "to Thy name for ever and ever," but with the addition of "Thus." And how thus? Even as the Holy Spirit taught beforehand when He said: "Mercy and truth shall fence him round." For being thus fenced round and preserved by Thy mercy and by Thy truth, I will sing psalms to Thy name for
Notes, col. 584

On the reading

Printed τὴν, for τὸν.

PG 23:585Read from the page
αἰῶνα τοῦ αἰῶνος. Τεθάρσηκα γὰρ ζωῆς αἰωνίου τεύξεσθαι καὶ ἀθανασίας τῆς παρὰ σοὶ διὰ τὸν σὸν ἔλεον καὶ διὰ τὴν σὴν ἀλήθειαν, ἀλλ' οὐ διὰ τὰς ἐμὰς ἀρετᾶς. «Οὕτως οὖν ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας·» ἢ κατὰ τὸν Σύμμαχον, «Ἀποδιδοὺς τὰς εὐχάς μου καθ' ἑκάστην ἡμέραν.» Οὐδεπώποτε γὰρ ἀπολείψομαι τοῦ μὴ ἀποδιδόναι τὰς ἐμὰς ἐπαγγελίας, ὥσπερ ὀφειλὰς διηνεκεῖς καὶ ἐμοὶ σωτηρίους. Ταύτας γὰρ διατελέσω καὶ εἰς τὸν ἄπειρον αἰῶνα ἀποδιδούς. Οὐδὲ γὰρ ἀργὸς καὶ ἄπρακτος ἔσομαι κατ' ἐκείνην τὴν αἰώνιον ζωὴν, τὴν δὲ πρέ-
ever and ever. For I have taken courage that I shall obtain eternal life and the immortality that is with Thee through Thy mercy and through Thy truth, and not through my virtues. "Thus therefore will I sing psalms to Thy name for ever and ever, that I may pay my vows day after day;" or according to Symmachus, "Paying my vows each day." For never at any time shall I fail to pay my promises, like perpetual debts that bring salvation to me. For these I shall continue paying even unto the boundless age. For neither shall I be idle and inactive in that eternal life, but the fit-
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ὙΠΕΡ ΙΔΙΘΟΥΜ ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ ΞΑʹ.
Unto the end, for Idithum, a Psalm to David, 61.
«Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτῷ γὰρ τὸ Σωτήριόν μου.» Ὁ μὲν προκείμενος ψαλμὸς εἴρηται μὲν τῷ Δαυΐδ, πρόκειται δὲ τῇ ἐπιγραφῇ, «ὑπὲρ Ἰδιθούμ·» διδάσκοντος ἡμᾶς τοῦ λόγου, ὡς ἄρα ὁ Δαυΐδ, ὑπὲρ τοῦ Ἰδιθοὺμ συντάξας τὸν ψαλμὸν, παρέδωκεν αὐτῷ μελετᾷν, καὶ ἀντὶ ἐπῳδῆς χρῆσθαι εἰς θεραπείαν, συμφορᾶς τινος ἐπισυμβάσης αὐτῷ. Καὶ ὁ λʹ δὲ καὶ ηʹ ἐπεγέγραπτο, «Εἰς τὸ τέλος, τῷ Ἰδιθοὺμ, ᾠδὴ τοῦ Δαυΐδ·» ἐν ᾧ καὶ αὐτῷ ὁμοίως διδασκαλίαν παρεδίδου ὁ Δαυΐδ τῷ Ἰδιθοὺμ διὰ τὴν αὐτὴν, οἶμαι, κατάστασιν. Ἐνταῦθα μὲν γὰρ λέλεκται· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον, φονεύεσθε πάντες ὑμεῖς;» ἐν δὲ τῷ ληʹ· «Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη·» καὶ πάλιν· «Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδωκάς με.» Καὶ θέα τίνα τρόπον ἐμφαίνει δι' ἀμφοτέρων ἐν πειρασμῷ τινι ἐξητάσθαι καὶ δεινὰ πεπονθέναι· διὸ ταύτας προσίετο τὰς φωνάς. Καὶ ἐν μὲν τῷ μετὰ χεῖρας ψαλμῷ προϊὼν φησι· «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό·» καὶ ἐν ἐκείνῳ δὲ ὁμοίως εἴρητο· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· καὶ πάλιν· «Πλὴν μάτην πᾶς ἄνθρωπος·» ἅπερ οὐδὲν ἂν διαφέροι τοῦ· «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.» Ἔτι πρὸς τούτοις ἐν τῷ ληʹ εὕροις ἂν εἰρημένον τό· «Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.» Σύμφωνα δὲ τούτοις εἴη ἂν καὶ τὰ μετὰ χεῖρας λεγόμενα ἐν τούτοις· «Μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε τῇ καρδίᾳ.» Καὶ σὺ δ' ἂν, ἐπὶ σχολῆς ἐκ παραλλήλου τὰς ἐν ἀμφοτέροις τοῖς δηλωθεῖσι ψαλμοῖς ἐγκειμένας λέξεις παραθεὶς ἀλλήλαις, εὕροις ἂν μιᾶς καὶ τῆς
"Shall not my soul be subjected to God? For from Him is my Salvation." Now the psalm before us has been uttered by David, and there is set forth in the inscription, "for Idithum;" the word teaching us that David, having composed the psalm on behalf of Idithum, delivered it to him to meditate upon, and to use instead of an incantation for healing, when some misfortune had befallen him. Moreover, the 30th and 8th also was inscribed, "Unto the end, to Idithum, an ode of David;" in which very psalm likewise David delivered instruction to Idithum because of the same condition, I think. For here it has been said: "I shall not be shaken any more. How long do you set upon a man, do all of you murder?" and in the 38th: "When the sinner stood against me, I became deaf and was humbled, and kept silence from good things, and my pain was renewed;" and again: "From all my iniquities deliver me; Thou hast given me as a reproach to the foolish." And observe in what manner he indicates through both psalms that he had been tried in some temptation and had suffered grievous things; wherefore he uttered these cries. And in the psalm in hand, proceeding, he says: "Nevertheless vain are the sons of men, false are the sons of men in balances, to do injustice themselves out of vanity together;" and in that psalm also it had likewise been said: "Nevertheless all things together are vanity, every man living; and again: "Nevertheless in vain is every man;" which words would differ in nothing from the saying: "Nevertheless vain are the sons of men, they themselves out of vanity together." Still further besides these things in the 38th you would find said the words: "Surely in an image man walks about. Nevertheless in vain are they troubled. He lays up treasure, and knows not for whom he will gather them." And in agreement with these would also be the things spoken in hand in these words: "Hope not in injustice, and long not after robbery; if wealth flows in, set not your heart upon it." And if you yourself at leisure should place side by side with one another in parallel the expressions contained in both the psalms indicated, you would find that they belong to one and the
Notes, col. 585

On the reading

Printed ἀρετᾶς, for ἀρετάς.

PG 23:588Read from the page
αὐτῆς ἐχομένας διανοίας. Ὁ τοίνυν Δαυΐδ ἔοικε τῷ Ἰδιθοὺμ πειρασμῷ τινι πεπτωκότι, τάχα που καὶ ὀλισθήματι, διδασκαλίαν θεραπευτικὴν παραδεδωκέναι· ὅπως ἂν λάβοι ἑαυτὸν, καὶ ἀνακτήσοιτο τοῦ συμβάντος αὐτῷ πταίσματος. Ἐδίδασκε γοῦν αὐτὸν ἐν μὲν τῷ ληʹ ἑαυτῷ παραινεῖν, καὶ πρὸς ἑαυτὸν διαλέγεσθαι καὶ λέγειν· «Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐνώπιόν μου. Ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη,» καὶ τὰ τούτοις ἑξῆς. Ἐν οἷς ἦν καὶ τὸ, «Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδωκάς με. Ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας·» καὶ πάλιν· «Ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου. Ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.» Ταῦτα καὶ τὰ τοιαῦτα ἐδιδάσκετο λέγειν καὶ τῷ Θεῷ τοιαύτας εὐχὰς ἀναπέμπειν ὁ Ἰδιθοὺμ ἐν ἐκείνῳ· καὶ ἐν τῷ μετὰ χεῖρας δὲ ὡσαύτως τὸν αὐτὸν ἄνδρα ὁ Δαυΐδ διδάσκει ἑαυτῷ προσδιαλέγεσθαι καὶ λέγειν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου.» Σημαίνει σεσαλεῦσθαι αὐτὸν, καί τινα ταραχὴν τῇ ψυχῇ πεπονθέναι. Ἐπεὶ τοίνυν, τῶν πειραζόντων ἐπιθεμένων αὐτῷ, γέγονέ τις αὐτῷ ἀτονία, ᾔσθετό τε ἑαυτοῦ οὐ κατὰ τὸν εἰρηκότα· «Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες,» ἀλλὰ καὶ ἀληθῶς σαλευθέντος· ἀναγκαίως διδάσκεται λέγειν· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον·» ἢ κατὰ τὸν Ἀκύλαν· «Σφαλήσομαι πολλήν·» καὶ κατὰ τὴν πέμπτην δὲ ἔκδοσιν εἴρηται· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» Σύμφωνος δ' ἂν εἴη ὁ νοῦς τῆς προκειμένης διδασκαλίας τῇ φασκούσῃ προφητείᾳ· «Οὐαὶ οἱ ἐπισπώμενοι τάς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας·» καὶ τῷ, «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, καὶ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει; Ἵνα τί ἀποστρέφεται ἀποστροφήν ἀναιδῆ, λέγει Κύριος;» Πάντα γὰρ ταῦτα διδάσκει τὸν ἅπαξ ἡμαρτηκότα μὴ παραμένειν τῷ ἁμαρτήματι, μηδὲ ἀπογινώσκειν ἑαυτὸν, μηδὲ ἔκδοτον παρέχειν τῷ τοῦ πειρατηρίου ῥεύματι. Διὸ ἀναγκαίως διδάσκεται ὁ Ἰδιθοὺμ ἐπάδειν ἑαυτῷ, καὶ τὰ προκείμενα λέγειν· καὶ πρῶτον μὲν ἐπὶ τὸν μέγαν Σωτῆρα καὶ τῶν ψυχῶν ἰατρὸν καταφεύγειν· ἔπειτα ὑποτάττειν τὴν ἑαυτοῦ ψυχὴν, μηκέτι ἀνθρώποις, μηδὲ τοῖς ἐκφοβοῦσιν· ἕνα δὲ μόνον πρὸ ὀφθαλμῶν θέμενον τὸν μέγαν κριτήν τε καὶ Θεὸν, αὐτῷ μόνῳ τὴν ἑαυτοῦ ψυχὴν ὑποτάττειν,
same thought. David, therefore, seems to have delivered healing instruction to Idithum when he had fallen into some temptation, perhaps even into a slip; so that he might recover himself, and regain strength after the stumble that had befallen him. At all events, in the 38th he taught him to exhort himself, and to converse with himself and say: "I said: I will guard my ways, that I may not sin with my tongue. I set a guard upon my mouth, when the sinner stood before me. I became deaf, and was humbled, and kept silence from good things, and my pain was renewed," and what follows these things. Among which was also the saying, "From all my iniquities deliver me; Thou hast given me as a reproach to the foolish. I became deaf and opened not my mouth, because Thou hast done it;" and again: "Remove Thy scourges from me. From the strength of Thy hand I have fainted." These and such things Idithum was taught to say, and to send up such prayers to God in that psalm; and in the psalm in hand likewise David teaches the same man to converse with himself and say: "Shall not my soul be subjected to God? For from Him is my salvation." He signifies that he had been shaken, and had suffered some disturbance in his soul. Since, therefore, when the tempters set upon him, a certain weakness came upon him, and he perceived himself not like him who had said: "As for me, my feet were almost shaken," but as having truly been shaken, of necessity he is taught to say: "I shall not be shaken any more;" or according to Aquila: "I shall trip greatly;" and according to the fifth edition also it has been said: "I shall not be shaken any more." And the sense of the instruction before us would be in agreement with the prophecy that says: "Woe to those who draw sins as with a long rope, and iniquities as with a heifer's yoke-strap;" and with the saying, "Does not he who falls rise up again, and does not he who turns away return? Why does he turn away with a shameless turning away, says the Lord?" For all these things teach him who has once sinned not to abide in his transgression, nor to despair of himself, nor to surrender himself to the stream of temptation. Wherefore of necessity Idithum is taught to chant over himself, and to speak the words before us; and first indeed to flee for refuge unto the great Saviour and Physician of souls; then to subject his own soul no longer to men, nor to those who terrify; but setting before his eyes one alone, the great Judge and God, to Him alone to subject his own soul,
Εὐλόγως δέ τις ζητήσειε τούτοις ἐντυγχάνων· Τί δήποτε μόνων δύο ὄντων τῶν «ὑπὲρ τοῦ Ἰδιθοὺμ,» ἢ «περὶ τοῦ Ἰδιθοὺμ» κατὰ τὸν Ἀκύλαν εἰρημένων, οὔτ' ἐφεξῆς ἀλλήλοις κεῖνται ἀμφότεροι, μακρὰν δ' ἀπεσχοινισμένοι τυγχάνουσι. Τὴν δὲ τούτων αἰτίαν ἐν
And anyone reading these things might with good reason inquire: Why ever is it that whereas there are only two psalms spoken of as "for Idithum," or "concerning Idithum" according to Aquila, both are neither placed next to one another, nor near, but happen to be separated by a great distance? Now the cause of these things, in
Notes, col. 588

On the reading

Printed τάς, for τὰς.

Printed ἀποστροφήν, for ἀποστροφὴν.